Τοιγαροῦν ἐκ τῶν γνησίων Ἐπιφανίου συγγραμμάτων καὶ αὖθις ἀντεξανίστασθαι πρὸς ταῦτα καιρός· πολὺν γὰρ καὶ ἄπειρον, ὡς ἔφημεν, κατὰ πασῶν αἱρέσεων διαπεράνας λόγον, καὶ πάσας αὐτὰς ἱκανῶς στηλιτεύσας, τελευτῶν τὸ σύγγραμμα, οὐ πρὸς εἰδωλολατρείας λόγον ἐτράπετο, οὐδὲ πιστοῖς τοῦτο ἐπέγραψεν, ἀλλὰ πρὸς ἐγκώμια μεγάλα καὶ θαυμαστὰ τῆς Ἐκκλησίας ἔρχεται· καὶ δηλώσει αὐτὴ τοῦ λόγου ἐπιγραφὴ ἔχουσα οὕτως· ÷ Σύντομος καὶ ἀληθὴς λόγος περὶ τῆς πίστεως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. ÷ Καὶ κατάρχει τοῦ λόγου, «Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα,» καί τινα μετὰ ταῦτα διεξιὼν ὅτι, «Δυνάμει Θεοῦ τὰς βλασφημίας αὐτῶν διηλέγξαμεν, καὶ τὸν κλύδωνα διανηξάμενοι, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, τὸν τῆς εἰρήνης λιμένα θεώμενοι.» Καὶ ἔτι τούτοις προσόμοια ὑπειπὼν, ἐπάγει, ὅτι ÷ Ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ’ αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλὴμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ», καὶ τὰ ἑξῆς.