Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Εισαγωγή: Ιστορικό πλαίσιο, αντικανονικότητα της συνόδου του 815 και η θεολογική αναγκαιότητα των εικόνων

Ο συγγραφέας περιγράφει την αποστασία της περιόδου, καταδικάζει την παράνομη εικονομαχική σύνοδο και θεμελιώνει την οντολογική σημασία της ιεράς εικόνας του Χριστού και τον σκοπό της έναντι των ειδώλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 1 από 18

Ἔλεγχος καὶ ἀνατροπὴ τοῦ ἀθέσμου καὶ ἀορίστου καὶ ὄντως ψευδωνύμου ὅρου τοῦ ἐκτεθέντος παρὰ τῶν ἀποστατησάντων τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ ἀλλοτρίῳ προσθεμένων φρονήματι ἐπ’ ἀναιρέσει τῆς τοῦ θεοῦ λόγου σωτηρίου οἰκονομίας Ὅροις τῆς εὐσεβείας εὐπειθῶς εἴκειν καὶ ἀκλινῶς ἕπεσθαι, θεσμοῖς γε μὴν τοῖς εὖ τεθειμένοις ἄνωθεν φρουρεῖσθαί τε καὶ τειχίζεσθαι, ἔνθεσμον καὶ σωτήριον· καὶ τοῦτ’ ἂν εἴη τῶν ὀρεκτῶν τὸ περισπούδαστον ἤδη καὶ τιμιώτατον, τοῖς γε ἀληθῶς ὑγιᾶ τὴν φρένα καὶ τὸν νοῦν κεκτημένοις ἄρτιον· καὶ γὰρ ἐντεῦθεν τὸ εἰρηναῖον τῇ ζωῇ περιγίνεται καὶ βίος ὀρθός τε καὶ ἡ ἐν δόγμασιν εὐθύτης κρατύνεται καὶ τὰ ἐκ τῆς θείας ῥοπῆς εὐμενίζεται. τοῖς γοῦν πειρωμένοις παρακινεῖν ὅρια αἰώνια, ἃ παρὰ τῶν πατέρων καλῶς καὶ ἐννόμως τέθειται, καὶ τοῖς εὖ καθεστῶσι λυμαίνεσθαι πράγμασι συμβήσεται, οἷα ὑπερόρια θέουσιν, ἐνδιάστροφον μὲν κεκτῆσθαι τὸ φρόνημα, παρὰ πάντα δὲ τὸν βίον τὸ φιλοτάραχον νοσεῖν καὶ ἐπίσαλον· πρός τε γὰρ ἑαυτοὺς καὶ τοὺς πέλας πολὺ τὸ στασιῶδες ἀποτίκτουσι, τό τε σεσοβημένον καὶ ἀνατετραμμένον ἐπί τε τῷ οἴκῳ καὶ τῇ ζωῇ πάσῃ καὶ τοῖς ἐγγὺς καὶ τοῖς πόρρωθεν συνδιαφέροντες ἐπιστρέφουσι.

τολμῶσι δ’ οὖν εὐθὺς τῆς θείας δόξης κατεξανίστασθαι, καὶ τῶν ὀρθῶς βιοῦν ᾑρημένων κατεπαίρεσθαι, καὶ κατασοβαρεύεσθαι τῶν ἐπιεικεστέρων, κἀκεῖνοι μάλιστα, οἵπερ εἶεν τῶν ἐπ’ ἐξουσίαις τινὲς καὶ ταῖς μείζοσιν ἀρχαῖς καθιδρυμένοι καὶ ἀξιώμασι, καὶ δρῶσι κατὰ τῆς ἑαυτῶν κεφαλῆς τὰ ἀπηχῆ καὶ ἀνόσια· ὧν μέγα μὲν καὶ βαρὺ τὸ τῆς ἐγχειρήσεως ἔγκλημα, μεῖζον δὲ καὶ δυσαχθέστερον ἐν καιρῷ τῆς θείας ἐπισκοπῆς τῶν κακῶς δρωμένων τὸ ἀνταπόδομα, εἴ γε οὐχ’ ὑπὲρ τῶν καθ’ ἑαυτοὺς μόνον, ἀλλὰ καὶ ὧν ὡς ἐπηρεάζοντες ἀδικεῖν ἐπιχειροῦσι, τὴν δίκην ὑφέξουσιν, ὡς ἠναγκασμένων ἰέναι καὶ ἀκουσίως πρὸς τὴν ἀσέβειαν. τοιοῦτον οὖν τι κἀν τοῖς καθ’ ἡμᾶς χρόνοις συνενεχθὲν ἔγνωμεν.

ἦν γὰρ καὶ πρόσθεν καιρός, καθ’ ὃν οἱ τῆς εὐθυτάτης ἡμῶν πίστεως ὅροι εὐαγῶς ἐφυλάσσοντο· ὅτε βαθεῖα εἰρήνη τὴν ἐκκλησίαν Χριστοῦ διελάμβανε, καὶ τὸ εἰρηναῖον ἐπλούτει καὶ ἀστασίαστον, τό τε ἀταρακτότατον κεκτημένη καὶ τὸ γαλήνιον· ὅτε τὸν οἰκεῖον κόσμον αὐχοῦσα διέπρεπε καὶ τῷ φωτὶ κυρίου κατηρτίζετό τε καὶ ἐπορεύετο· ὅτε τὸ εὐαγγελικὸν καὶ ἀποστολικὸν ἐπανθοῦν ἐπαρρησιάζετο κήρυγμα καὶ τὰ τῆς σωτηρίου Χριστοῦ οἰκονομίας διὰ τῶν ἱεροτυπιῶν ἐπέλαμπε σύμβολα, οὗ τά τε πάθη καὶ θαύματα καὶ ἡ τοῦ σωτηρίου προεδείκνυτο δύναμις· ὅτε ἡ χάρις προετιμᾶτο καὶ ἡ ἀλήθεια καὶ τὰ τῆς χάριτος ἐνεφανίζετο σαφῶς καὶ ἐκηρύσσετο· ὅτε οἱ θεῖοι ναοὶ καὶ τὰ ἐν τοῖς ναοῖς ἱερά τε καὶ τίμια εὐκόσμως μάλα περιεστολίζοντο· ὅτε θεῖος φόβος ταῖς ψυχαῖς τῶν εὐσεβούντων ἐνίδρυτο καὶ ἡ περὶ τὰ θεῖα αἰδὼς καὶ εὐλάβεια· ὅτε τὸ τῆς ἀγάπης δῶρον πανταχοῦ διαφοιτῶν περιηγγέλλετο· ὅτε τὰ τῆς ἱερωσύνης δίκαια κομῶντα συνδιεφυλάσσετο καὶ οἱ ἱερεῖς κυρίου δικαιοσύνην ἐνδεδύκεσαν, ὥσπερ στολὴν ἁγίαν περιχλαινιζόμενοι τὴν εὐσέβειαν, ἀμφιεννύμενοι δὲ κρῖμα ἶσα διπλοΐδι, καὶ ἡ εὐλογία κυρίου πᾶσιν ἐπέπρεπεν, εἰ δεῖ τι καὶ τῶν Ἰὼβ φθέγξασθαι ῥημάτων· ὅτε καὶ βασιλεῖς μέγα ἐφρόνουν ἐπ’ εὐσεβείᾳ μᾶλλον ἢ τῷ διαδήματι καὶ χρυσῷ καὶ λίθοις τοῖς Ἰνδικοῖς λαμπρὸν ἀπαστράπτουσιν, εὐθύτητι δὲ δογμάτων ἢ τῷ ἁλουργῷ ἐκαλλωπίζοντο χρώματι καὶ ὅσον <***> τρόπαια στήσωσι.

διά τοι τοῦτο κατὰ τοῦ θείου φόβου ἀπηναισχύντησαν καὶ ἦραν κατὰ τῶν ἁγίων κεφαλὴν καὶ ἀπεναντίας τῆς ἱερᾶς ἡμῶν ὁμολογίας ᾔεσαν. εἰς ὅ,τι δὲ τῷ χριστομάχῳ τὰ βεβουλευμένα, ὃς ταῦτα ἐπινοῶν ἔδρα, ἐπεραίνετο καὶ εἰς οἷον τέλος τὰ ἐπικεχειρημένα ἐκβέβηκε, τὸ θυσιαστήριον μέγα κεκράξεται· ὃ καὶ ζῶν κακῶς καθαιρῶν ἐβεβήλου, καὶ ἀναιρούμενος ἐνδίκως τῷ λύθρῳ τῶν ἐναγῶν αἱμάτων πλέον ἔχρανέ τε καὶ κατεμόλυνεν, ἄξια ὄντως τὰ ἐπίχειρα τῆς εἰς Χριστὸν ὕβρεως δεξάμενος ὁ ἀλιτήριος, ἔνθα τῶν προμάντεων ἡ σκηνὴ καὶ ἡ παιδιὰ καὶ ἡ πλάνη θριαμβεύεται. πῶς οὖν οὗτος τὰ τῆς οἰκείας ἀσεβείας ἀποπληροῦν ἐτεχνάζετο; πρῶτα μὲν ἀπόπειραν ποιεῖται τῶν ἀπὸ τῆς ἐκκλησίας, εἰ οἷόν τε ἠρέμα καὶ ἡσυχῇ τὰ κατὰ νοῦν αὐτῷ προχωρήσειν· ὡς δ’ οὖν ἄπρακτα καὶ ἀνήνυτα αὐτῷ ἐγεγόνει τὰ ἐγχειρήματα, ἐφ’ ἑτέραν τραπόμενος ἔρχεται καί, ὡς ἂν μηδὲν πονηρίας καὶ κακουργίας τῶν προκαταρξάντων ἐλλείποι τῆς ἀσεβείας, ζηλοῖ κἀνταῦθα τὸν χριστομάχον ἐκεῖνον, τὸν πάλαι συγχωρήσει θεοῦ τοῦ φύλου τοῦ Ῥωμαϊκοῦ κακῶς ἄρξαντα, τὸν Κωνσταντῖνον φημὶ τὸν δυσσεβέστατον. ὃς δὴ καθάπερ ἐκ πατρῴου κλήρου κατάγουσαν τὴν παρανομίαν ταύτην διαδεξάμενος, ἱκανῶς ἐπεκράτυνεν· ἀθροίζει λοιπὸν καὶ οὗτος, ὥσπερ ἐκεῖνος, ἅπαν τὸ ἐν ἱερωσύνῃ τελοῦν, καὶ παντοίαις αὐτοὺς ἐπιχειρήσεσι μεθοδεύων πείθειν ἐμηχανᾶτο πρὸς τὸ οἰκεῖον ἑλεῖν βούλημα.

ἀλλ’ ὅσον μὲν ἐν αὐτοῖς προῦχον καὶ ἔκκριτον, ἐρηρεισμένον καὶ πάγιον περὶ τὸν ὑγιᾶ καὶ ὀρθὸν λόγον τὸ φρόνημα ἐκέκτητο, τοῦ θεομισοῦς αὐτοῦ θελήματος ἀντικαθιστάμενον ὤφθη· διὸ αἰκίαις τε καὶ φρουραῖς χαλεπαῖς πρότερον ἐπελθὼν καὶ μηκίστων λιμῶν καὶ ἀσιτιῶν τηκεδόσι πιέζων καὶ δι’ ἀτιμίας ἁπάσης περιαγαγών, μεταταῦτα ὑπερορίαις μακραῖς ὁμοῦ καὶ πικραῖς κατεδίκασεν· ὅσον δὲ ἀγροικικώτερον καὶ ἁπλούστερον ἢ καὶ εὐηθέστερον ἐπάγεται, οὓς μὲν χρήμασιν ὑποφθείρων, οὓς δὲ ὑποσχέσεσι δελεάζων, οὓς δέ, παρρησίαν τὴν εἰς τὰ βασίλεια ἐπαγγελλόμενος, ὑποκλέπτων, ἔστι δὲ οὓς καὶ ἀπειλαῖς ἐκδειματῶν καὶ ἑτέραις τισὶν ἐπινοίαις μετερχόμενος, εἰς τὸ ἴδιον σαγηνεύει θέλημα.

τούτους λοιπὸν τοῦ κοινοῦ τῆς ἐκκλησίας ἀπορραγέντας σώματος, οἷάπερ μέλη διερρυηκότα καὶ ἐφθαρμένα, καὶ ἰδίᾳ συνάγειν ἐπιχειρήσαντας λαβών, συγκροτεῖ, ὡς ἐδόκει, ἀπ’ αὐτῶν σύνοδον· καὶ σύνεδρος ἤδη καὶ πρόεδρος, μᾶλλον δὲ πρόδρομος τῆς τοῦ προσδοκωμένου πονηροῦ ἐπιστασίας γίνεται, προοδοποιῶν τὰ τῆς ἐνδημίας αὐτῷ καὶ τρόπον τινὰ τὸν ἀγῶνα τὸν κατὰ τῶν ἁγίων ἐνστησόμενον ἀναμερισάμενος· καὶ τὸ πολὺ τῶν πόνων προαφαιρούμενος, τοσοῦτον εὔνους αὐτῷ ὤφθη, ἵνα, ἐν ᾧ μέλλει φανεροῦσθαι ὁ ἄνομος, πρὸς μόνον τὸν καταλύοντα αὐτοῦ τὸ κράτος ἕξει τὴν μάχην, τῶν δὲ εἰς μνήμην τῆς ἐν σαρκὶ πολιτεύσεως αὐτοῦ ἀναστηλωμένων ἐκ ποδῶν γεγενημένων, μὴ πλείω περὶ αὐτὰ ἐνασχολούμενος κάμνοι, σχοίη δὲ ῥᾷον κατὰ τῶν εὐσεβούντων τηνικάδε τὸ ἀγώνισμα· καὶ πάλιν ὁρᾶται ἐν τῷ ναῷ κυρίου τὸ βδέλυγμα καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλορημονοῦν καὶ ἀλαζονευόμενον. ταύτην οὖν τί κλητέον, ἢ οὐχ’ ἁπλῶς σύνοδον; ἀλλὰ βαρβαροσύνοδον δικαίως ἄν τις καλέσειε διὰ τὸ τοῦ ἠθροικότος βάρβαρόν τε καὶ ἔκφυλον φρόνημα, ἢ πονηρὸν συνέδριον καὶ τοῦ Καϊαφαϊκοῦ ἐκείνου ἐφάμιλλον, ἐπεὶ καὶ οὗτοι παρανόμως κενὰ κατὰ τοῦ Χριστοῦ ἐμελέτησαν καὶ ὥσπερ τὸ Ἰουδαϊκὸν σύνταγμα κατὰ τῆς Χριστοῦ ἐνσωματώσεως ἐφρυάξαντο καὶ πλεῖστα κενολογήσαντες ἐματαιοπόνησαν.

ὡς γὰρ οὐκ ἂν λεχθείη σύνοδος ἱερατική, φανερόν· πρῶτον μὲν γὰρ πῶς συστήσαιεν σύνοδον οἵ γε τὰς συνθήκας, ἃς ἐν τῷ θείῳ θυσιαστηρίῳ κατενώπιον θεοῦ καὶ ἀγγέλων καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος δεδωκότες, παρασπονδήσαντες ἠθετήκασι, τά τε χειρόγραφα, ἐν οἷς τοὺς τύπους τοῦ σταυροῦ καὶ τὰ οἰκεῖα ὀνόματα προὔθηκαν, κατεπάτησαν; ἐξ ὧν κατὰ συλλόγους ἱεροὺς συνιέναι οὐκ ἐξὸν αὐτοῖς· ἔπειτα δ’ ὅτι παρὰ πάντα θεσμὸν καὶ κανόνα ἐκκλησιαστικὸν ἤθροισται· καθάπερ γὰρ τὸ παρὰ τοῦ δυσσεβοῦς Κωνσταντίνου παραλόγως καὶ ἀνοσίως συλλεγὲν παράνομον σύστημα, οὕτω καὶ τοῦτο ψευδῶς καὶ ἀτάκτως κεκλήκασι σύνοδον. πάμπαν γὰρ τῶν ἐν ἀρχιερωσύνῃ τελούντων μεγίστων θρόνων, τοῦ τε τῆς πρεσβυτέρας Ῥώμης λέγω καὶ τῶν ἄλλων, οἷς τὰ προέδρια ἐν τοῖς ἱερεῦσιν ἀφώρισται, ἠμοιρήκασιν· ὧν ἄνευ, δόγματος ἐκκλησιαστικοῦ κινουμένου, συστῆναι, κατά γε τὸν ἄνωθεν παραδεδομένον τῇ ἐκκλησίᾳ θεῖον τύπον, ἱερατικὴν σύνοδον, οὐ θεμιτόν.

διὸ ἄστατόν τε ἐφ’ ἑαυτοῦ καὶ ἀνίδρυτον δείκνυται, καί τις ἐνταῦθα συνεὶς λίαν ἐμφρόνως ἂν ἀποφθέγξαιτο ὅπερ παρά τινι τῶν πάλαι σοφῶν ἐλέγετο περί γέ τινος στρατοπέδου εὖ μάλα στρατιᾶς πολυπληθείᾳ κομῶντος, ταξιάρχου δὲ συνετοῦ καὶ εἰδήμονος τὰ τακτικὰ καὶ πολέμια τοῦ κοσμοῦντος καὶ εὖ διατάττοντος ἀπολειπομένου· «Ἡλίκον θηρίον κεφαλὴν οὐκ ἔχει», ἐπεὶ καὶ οὗτοι, πολυανθρωπίᾳ πλήθοντες καὶ οὐ πάνυ τι εὐαρίθμητον τυγχάνοντες σύστημα, τοῦ τε ἡγεμονοῦντος τῆς καθ’ ἡμᾶς ἱερολογίας καὶ ἐπιστημονικωτάτου πνεύματος κανόνος τε πάμπαν καὶ λόγου τοῦ ἰθύνοντος ἀπεστέρηνται. καὶ τί γε ἄλλο ἢ αὐτὴν τὴν κεφαλὴν τῆς ἐκκλησίας Χριστὸν ἠθετήκασι; καὶ ὅλης αὐτοῦ τῆς οἰκονομίας πειρῶνται ἀνατρέπειν, ὡς οἷοί τέ εἰσι, τὸ μυστήριον. τοιγάρτοι εἰς τοῦτο ἀκοσμίας καὶ ἀταξίας ἠγμένοι, τό τε ἐπιεικὲς ἀπημφιεσμένοι καὶ ἥμερον, θηρῶν δίκην καὶ λύκων ἀγρίων (τῷ γὰρ ἔξωθεν καὶ φαινομένῳ κῳδίῳ τὸν ἐντὸς καὶ κεκρυμμένον συγκαλύπτουσι θῆρα) τῇ Χριστοῦ ἐκκλησίᾳ βαρέως ἐπεισπεσόντες καὶ κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιλυττήσαντες, ὅλῳ τῷ στόματι τὰ λογικὰ πρόβατα, τὸν λαὸν κυρίου, κατεσθίειν κατὰ τὸ εἰρημένον διὰ φωνῆς ἁγίου προφήτου ἵενται.

ἐντεῦθεν ἡ παλαιὰ τῷ χρόνῳ καὶ τὴν κακίαν νεάζουσα κακοδοξία, ὡς ἐξ ἀδύτων τῶν μυχῶν τῆς ἀπιστίας ὑπερκύψασα καὶ τῶν τῆς πλάνης φωλεῶν ἐξερπύσασα, τοὺς ἄρτι τῆς εὐσεβείας ἀποπεφοιτηκότας καὶ πρὸς αὐτὴν ἀθλίως μεταθεμένους, ὥσπερ τῆς ἀληθοῦς ἀπημαύρωσεν ὁμολογίας, οὕτω δὴ καὶ τῶν ἐπειλημμένων τῶν τῆς ἱερωσύνης οἰάκων, τῆς κοινωνίας ἀπετείχισε, τὴν σύμπνοιαν ἀπείρξασα καὶ συναίνεσιν· μὴ δὲ γὰρ ἐνὸν αὐτοὺς τῷ ψεύδει συνάρασθαι, ἐπειδὴ ἔνθα τὸ ἐμπαθὲς καὶ δοῦλον τῆς σαρκὸς πρυτανεύει φρόνημα, ὁ τῆς ἐλευθερίας καὶ εἰρήνης σύνδεσμος ὁ συνεστηκὼς ἐκ τοῦ πνεύματος οὐδ’ ὅλως κατακρατύνεσθαι πέφυκεν—ὑπὸ γὰρ πολλῆς αὐθαδείας καὶ ἀνοσιουργίας κεκρατημένος ὁ συναθροίσας κακῶς, πᾶσαν κανονικὴν καὶ ἔνθεσμον καταπατῶν παράδοσιν, ἢ μὴ δὲ συνιεὶς ὅτι θεσμὸς κανόνων ἦν πώποτε, ἔδοξε τῶν προὔχειν κατὰ τὴν ἱερωσύνην λαχόντων δίχα τὴν ἰδίαν βεβαιοῦν εἰκαιοφροσύνην—, ὅμως δ’ οὖν παρανόμως καὶ ἀθέσμως συνειλεγμένοι, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ πολλὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καταφλυαρήσαντες ἐμελέτησαν, καὶ δόγμα πονηρόν, καλῶς πάλαι κατακριθὲν καὶ σιγηθὲν ἀποφάσει τῶν προηγησαμένων θείων ἀνδρῶν, πάλιν ἀναζωπυροῦντες καινίζουσι καὶ τολμῶσιν, ὡς ᾤοντο, ὅρον ἐκτίθεσθαι πάντῃ ἀόριστον· ὁρίζονται μὲν γὰρ παντελῶς οὐδέν, ἐπ’ ἀναιρέσει δὲ τῶν εὖ καὶ καλῶς τεθειμένων ὅρων καὶ ἀληθῶν δογμάτων καὶ τοῦ εὐσεβοῦς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φρονήματος, ματαίως ἄγαν καὶ ἀθεεὶ παρατάττονται.

οὐδὲ γὰρ ἀπὸ στόματος κυρίου, ἀλλ’ ἐκ τῆς ἰδίας κοιλίας ἀποφθέγγονται καὶ λαλοῦσι διεστραμμένα, οὐδαμοῦ τῷ ἐκκλησιαστικῷ κανόνι καὶ τύπῳ κατακολουθήσαντες, τοῦ φόβου δὲ κυρίου καταφρονήσαντες καὶ τῆς ἐντολῆς ἀλογήσαντες, ἣ καὶ τῷ ἕνα τῶν ἐλαχίστων σκανδαλίζοντι οὐ μικρὸν τὸν κίνδυνον ἐπικρεμάννυσιν, ἤπουγε πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον καὶ πολιτείαν ὅλην καὶ ἔθνος ὁλόκληρον ἱερόν τε καὶ ἅγιον, ὃ διεσπάραξάν τε καὶ ἐλυμήναντο, τῷ αἵματι Χριστοῦ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κτηθέν τε καὶ ὑποστὰν ἱδρῶσί τε καὶ πόνοις πολλοῖς τῶν μετὰ Χριστὸν καὶ τῶν τὰ ἐκείνων διαδεξαμένων ἀοιδίμων ἀνδρῶν. ἐν τούτῳ γοῦν τῷ δοκοῦντι ὅρῳ εὐθὺς μὲν καὶ ἐκ προοιμίων τὴν ἀσέβειαν οὐ παρρησιάζονται, κατασχηματίζονται δὲ τὴν εὐσέβειαν καὶ καταχρωννύουσί πως τοὺς ἑαυτῶν λόγους, ἐπειδὴ τοῦτο φίλον καὶ σύνηθες τοῖς αἱρετίζουσιν. οὕτω γὰρ καὶ παρὰ Ἀρειανοῖς καὶ Εὐνομιανοῖς καὶ ἄλλοις αἱρεσιώταις γινόμενον ἔγνωμεν· οὓς μιμούμενοι, ὥσπερ δὴ κοινωνοῦντες τῇ ἐκείνων κακοδοξίᾳ, καὶ αὐτοὶ ἐπ’ ἀλλοτρίοις καλοῖς ἐγκαλλωπίζονται.

τὸ γὰρ φυσικὸν τῆς ἀληθείας κάλλος οὐκ ἔχοντες, ὀθνείαις τισὶ καὶ ξέναις σοφιζόμενοι χρῶνται μορφαῖς, τὸ αἶσχος τῆς οἰκείας ἀμορφίας ἐκ τῶν ἔξωθεν ἀποκρύπτειν ἐκμηχανώμενοι, τῷ χαλκῷ τὸ δέλεαρ περιάπτοντες ἢ τῷ δηλητηρίῳ τὸ μέλι περιχρίοντες, ἵνα ἡνίκα μέλλουσι τὰ τῆς οἰκείας πικρίας ἀπερεύγεσθαι δυσώδη καὶ βδελυρὰ ῥήματα, τοὺς ἁπλουστέρους δι’ αὐτῶν ἐξαπατήσωσι καὶ πρὸς τὴν ἀσέβειαν τὴν ἴσην ἐπαγάγωνται. μετὰ γὰρ δὴ ταῦτα, ὥσπερ οἱ ἐκ κραιπάλης ἀνενεγκόντες, εἰς ἑαυτοὺς ἐπανέρχονται καὶ ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφουσι· καὶ τὸ προσωπεῖον ἀποδυσάμενοι, τὰ τῆς γνώμης παραγυμνοῦσι κυήματα. ἡμεῖς δὲ τὴν πολλὴν φλυαρίαν παρέντες, ἐπὶ τὰ καιριώτερα τῆς βλασφημίας καί τινος ἀνασκευῆς δεόμενα καὶ δὴ τῷ λόγῳ τρεψώμεθα. καὶ ἔδει μέν, ὡς σαθροῖς καὶ ἑώλοις, μὴ δὲ τὴν ἀρχὴν ἐπιβάλλειν τοῖς τοιούτοις ληρήμασιν, εὐθὺς δὲ παραγράφεσθαι καὶ ἀποκρούεσθαι. ἀλλ’ ἐπειδὴ παρά τισι τοῖς οὐ παγίαν καὶ βεβηκυῖαν πρὸς εὐσέβειαν τὴν διάληψιν ἔχουσιν, ἔδοξαν λόγου τί ἄξιον φέρεσθαι, ταύτῃ τοι εὖ νενομίκαμεν, εἴπερ αὐτοῖς πρὸς ὠφελείας τινὸς γένοιτο, τῶν ἐπ’ ἐκείνοις ἐλέγχων ἐφάπτεσθαι.

ἄγουσι τοιγαροῦν εἰς μέσους τὸν Λέοντα ἐκεῖνον, τὸν ἀποστάτην καὶ παροράσει θεοῦ Χριστιανῶν ποτε ἄρξαντα, τὸν ἐκ τῶν Ἰσαύρων τῶν δυσωνύμων ὁρμώμενον καὶ οὐδὲν ἧττον θηριώδη τὴν γνώμην ἢ τὴν προσηγορίαν, ἔτι μὴν καὶ τὸν ἐκείνου υἱὸν Κωνσταντῖνον, τὸν τρόπον ἀγριώτερόν τε καὶ θηριωδέστερον· ὃς δὴ τὴν πατρῴαν δυσσέβειαν καὶ δυσμένειαν οἷόν τινα κλῆρον ἄνωθεν καταγόμενον διαδεξάμενος, καὶ οὐ μᾶλλον τῆς ἀξίας ἢ τῆς ἀσεβείας κληρονόμος ὀφθείς, ἐπηύξησέ τε καὶ εἰς ἄκρον ἐκράτυνε. τούτῳ οὖν μετὰ τῆς ἡδίστης καὶ φίλης ἱππείας παρατεταγμένῳ ἐξήρτυτο κατὰ τῆς Χριστοῦ δόξης ὁ πόλεμος, καὶ πλείονα κάκιστά τε καὶ χείριστα κατὰ Χριστιανῶν ἀπομανεὶς κατεπράξατο. περὶ μὲν οὖν τούτων εἰκαιομυθοῦντες γράφουσι τοιαῦτα ὅτι Οὗτοι τὴν εὐσέβειαν τῆς ὀρθοδόξου πίστεως ἀσφάλειαν βίου ἡγησάμενοι, τὴν τιμὴν τοῦ δι’ ὃν τὸ βασιλεύειν ἔλαβον ἐζήτησαν· καὶ πολυάνθρωπον πνευματικῶν πατέρων καὶ θεοφιλῶν ἐπισκόπων ἀθροίσαντες σύνοδον, ... οἱ τῶν ἀληθῶν καθάπαξ ἀποπεπτωκότες, καὶ τῷ ψεύδει τὸν νοῦν καὶ τὴν γλῶσσαν ὑποθέμενοι, ἐκ τῶν φανερῶς ἐψευσμένων ὑπαρχόντων τὸν λόγον τῆς προκειμένης αὐτοῖς ματαιότητος ἐξυφαίνειν κατάρχονται, ἵνα ὧν ἡ ἀρχὴ ἀδόκιμος, ὃ δὴ λέγεται, καὶ τὸ πᾶν εἴη ἀπόβλητον.

τοῖς γὰρ ἐν μνήμῃ τῶν πολλῶν εἰσέτι καὶ νῦν κειμένοις καὶ παρὰ πᾶσι τὸ ὁμόλογον διασῴζουσι καὶ ἐπὶ στόματος κατ’ οἴκους καὶ ἀγορὰς ᾀδομένοις ἢ ἀγνοοῦντες ἢ ἀναισχυντοῦντες αὐθαδῶς ἀντιφέρονται· οὐδὲ γὰρ ἔτι τοῦ Λέοντος κατὰ τὸν τῇδε περιόντος βίον τὸ ἀνόσιον ἐκεῖνο ἤθροιστο συνέδριον· ἐκεῖνος γὰρ τῆς καινοτομίας ταύτης κατάρξας καὶ τοὺς θεμελίους τῆς ἀποστασίας προκαταβαλόμενος καὶ τὰ βάθρα τῆς ἀσεβείας πηξάμενος πρῶτος καθυβρίζει τὰ ἅγια, καὶ τὸν ἐπιθέντα χεῖρας αὐτῷ καὶ χρίσαντα ἱεράρχην τὸν ἱερώτατόν τε καὶ ὁσιώτατον, τοῦ θρόνου τοῦ ἱερατικοῦ μετὰ πολλῆς καθεῖλε τῆς ἀδοξίας καὶ ὕβρεως, οὔτε θεὸν δεδοικὼς οὔτε τὴν χρίσασαν χεῖρα αἰδεσθεὶς ὁ ἐξάγιστος· ἕτερον δὲ τῷ μιαρῷ θελήματι αὐτοῦ καὶ δόγματι ἀντενθρονίζει ἑπόμενον, καί τινας ἐπιβιοὺς χρόνους, πικρῶς τὴν ζωὴν ἀπορρήγνυσιν.

ἀνίστησι δὲ δυσσεβέστερόν τε καὶ ἀθεώτερον τὴν θεομάχον οἰκοδομίαν ὁ τὴν ἐξουσίαν παροράσει θεοῦ μετὰ τῆς ἀπιστίας εὐθὺς μετ’ ἐκεῖνον κληρωσάμενος, τὸν πύργον τῆς κακίας δομούμενος καὶ συνεργοὺς ἐπὶ τούτῳ τοὺς ἱερεῖς τῆς αἰσχύνης συνεπαγόμενος· καὶ γὰρ οὖν τὰ τοῦ ἀθέου βουλήματος συνιστᾶν ἐπιχειρῶν, χρόνοις τισὶν ὕστερον τούτους δὴ τοὺς ὑπὸ χεῖρα ἐπισκόπους συλλέγει καὶ τὸ πονηρὸν ἐκεῖνο καὶ ἔκθεσμον συγκροτεῖ ἐργαστήριον· οἵ γε πολλὴν μὲν ὕβριν ὅσην τῆς θείας καὶ παναλκοῦς δεξιᾶς κατέχεαν, πλεῖστα δὲ τῆς δόξης Χριστοῦ καθυλακτοῦντες ἐκενολόγησαν, πολλὴν δὲ ἀδικίαν κατὰ τῆς σωτηρίου Χριστοῦ ἐπιφανείας ἐλάλησάν τε καὶ ἐμελέτησαν· ἀθέως γὰρ ἐδογμάτισαν εἰδώλοις τὴν δι’ αὐτῆς ἐξ εἰδώλων λελυτρωμένην τοῦ θεοῦ ἐκκλησίαν προσκεκυνηκέναι, καὶ τοῦτο αὐτοῖς τῆς βλασφημίας τὸ προοίμιον· ὅπερ μετ’ ἐγκωμίων οἱ νεόλεκτοι τούτων φοιτηταὶ ὡς ἄσμενοι ὑπεδέξαντο· τοῦτο δὴ καὶ σύνοδον καλεῖν τετολμήκασιν.

σύνοδον δὲ ὁποίαν κλητέον ἀκουέτωσαν· τὴν μαινάδα, τὴν σοβάδα, τὴν αὐθάδη, τὴν πάντολμον, τὴν νεωτεροποιόν, τὴν καινοτόμον, τὴν ὑβρίστριαν, τὴν τῆς βλασφημίας μητέρα, τὴν ἀποστατικὴν φάλαγγα, τὸν μανικὸν ὅμιλον, τὸ Καϊαφαϊκὸν συνέδριον, τὸ λῃστρικὸν σύστρεμμα, τὸν λόχον τὸν ψυχοφθόρον, τὸ θήρατρον τῶν λογικῶν ζῴων, τὸ Σατανικὸν ἔνεδρον, τοῦ πονηροῦ τὸ ὅπλον, τὸ τῆς εὐσεβείας πολέμιον, τὸ ἄνομον βουλευτήριον, τῶν λοιμῶν τὴν καθέδραν, τὸ Φαρισαϊκὸν σύστημα, τὸ Ἰουδαϊκὸν σύνταγμα, τὸν ἀγυρτικὸν σύλλογον, τὸ ὀχλαγωγὸν ἄθροισμα, τὸ ταραχοποιὸν ἄγυρμα, τὸν ἐσμὸν τῶν κακῶν καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀντίπαλον, τὸ πάσης παρανομίας ἐπίμεστον καὶ πάσης κακίας καταγώγιον. τίς ἂν λόγος ἐφίκοιτο; τίς ἱκανὸς ἀπαριθμήσασθαι ὅσα καὶ οἷα κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἐνεανιεύσαντο καὶ ὁπόσην καινοτομίαν κατὰ τῆς ἐκκλησίας ἐπενόησαν, οἷα κατὰ τῶν ἁγίων ἐτόλμησαν, πυρὶ παραδιδόντες τὰ ἱερὰ κειμήλια, τοὺς θείους ναοὺς καὶ αὐτὰ δὴ τὰ θυσιαστήρια διορύσσοντες καὶ πάντα τὸν ἐν αὐτοῖς ἱερὸν διάκοσμον καὶ τὴν πυκάζουσαν ἔνθεν εὐπρέπειαν ἀκόσμως λίαν ἐξαφανίζοντες; τί τἄλλα λέγειν;

τὴν εἰργασμένην αὐτοῖς παροινίαν εἰς τὴν Χριστοῦ οἰκονομίαν, δόξαν ἑαυτῶν ἥγηνται, ὥσπερ ἀδοξίαν τὴν ἐπ’ αὐτῇ τιμὴν καὶ τὸ κλέος· καὶ ὅσα κατὰ τῶν ἱερῶν κανόνων καὶ θεσμῶν ἐνεωτέρισαν καὶ ἁπαξαπλῶς πᾶσαν τὴν ἄνωθεν καὶ πάλαι κατὰ τὴν ἐκκλησίαν ἐνθέως κεκρατηκυῖαν παράδοσιν καὶ πάντα τὰ ἔθη καὶ νόμους, καθ’ οὓς τὸ ἐξ ἀρχῆς Χριστιανοὶ ἐμπολιτεύονται, κατεπάτησάν τε καὶ κατεστρέψαντο. ἴδωμεν λοιπὸν καὶ οἷα ἐν τοῖς ἑξῆς ἐπιφέρουσιν· ... τὴν ἀκέφαλον καὶ ἀπαράδοτον, μᾶλλον δὲ εἰπεῖν, ἄχρηστον ποίησιν καὶ προσκύνησιν τῶν εἰκόνων κατέκριναν, τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν προτιμήσαντες· ... ἔξεστιν συνιδεῖν ἐνταῦθα τοῖς συνιοῦσιν τοῦ δόλου τὸ κεκρυμμένον καὶ τοῦ τρόπου τὸ ἀγεννὲς καὶ ἀλλόκοτον.

κατ’ εἰκόνων γὰρ τὸν λόγον ἐπικεχειρηκότες ποιεῖσθαι, ἁπλῶς καὶ ἀδιορίστως προΐασιν· ὁποίων γάρ τοι καὶ τίνων εἰκόνες χρηματίζουσιν καὶ τίνας εἰκονίζουσιν καὶ ὧν τὴν μνήμην ὑπαγορεύουσιν, οὐδαμῶς ὅλως προστιθέασιν, ἐν μετεώρῳ δὲ τὸν λόγον καταλελοίπασιν, οὐκ ἂν σιγήσαντες, εἰ μὴ κακουργεῖν ἐβούλοντο περὶ τὸ ὄνομα, ἵνα μὴ δόξωσιν, ἐπεὶ πρὸς Χριστιανούς γε τὸν λόγον ἀπέτεινον, εὐθὺς καὶ ἐκ πρώτης βαλβίδος ὁρμώμενοι τὴν ἀσέβειαν ἐκκαλύπτειν θρασύτερον, ἐφ’ ὕβρει τῶν ἁγίων τὴν γλῶσσαν ἐπαφιέντες τὴν πονηράν, μὴ δὲ φαίνοιντο τῇ Χριστοῦ σαρκώσει ἀνέδην ἀπομαχόμενοι καὶ τὸ πρὸς τὸ ἀρχέτυπον μῖσος δημοσιεύοντες καὶ τῆς Χριστιανῶν θρησκείας ἀλλότριοι καθιστάμενοι. ἐχρῆν γὰρ αὐτούς, ἐπειδὴ τῶν πρός τι τὸ ὄνομα, ὃ μοναχῶς οὔποτε νοηθήσεται ὅταν γε κυρίως μάλιστα λέγοιτο (συνεπινοούμενον γὰρ ἔχει καὶ πρὸς ὃ τὴν ἀναφορὰν κέκτηται), φράσαι σαφῶς καὶ οὗτινος ἡ εἰκὼν εἴη καὶ τὸ ὁμοίωμα, ὡς εὐδιάγνωστον εἶναι καὶ τὸ ἀπ’ αὐτῶν δηλούμενον, καθὰ δὴ καὶ διὰ τῆς ἐντετυπωμένης ἐν τῷ ἐπιδοθέντι νομίσματι τῷ Χριστῷ εἰκόνος, ὃ Καῖσαρ διὰ τῆς πεύσεως ἐγνωρίζετο.

ἀλλὰ τέχνασμα τοῦτο τῆς πανουργίας καὶ διαβολικῆς εὕρημα μεθοδείας, ἵνα μὴ τὸν ἀκροατὴν ἐξ ἀρχῆς θορυβήσωσιν, ἐμφανίζοντες ὡς πρὸς Χριστὸν αὐτῶν ὁ πόλεμος, ἀλλ’ ἐπὶ τὸ μεῖζον ἐκ τῶν ἀφανῶν τῆς δυσσεβείας ἐφελκύσωνται βάραθρον· οὐ πολλῷ δὲ ὕστερον τὸν ὑποικουροῦντα ταῖς ψυχαῖς δόλον ἀπογυμνώσουσιν, ὁπηνίκα τὴν τοῦ ἀπεριγράπτου φωνὴν προχειρίζωνται· ὅθεν τὸ μὴ εἰκονίζεσθαι Χριστὸν κατασκευάζουσι, τοῖς τῆς δοκήσεως φάσμασιν θερμῶς προσανέχοντες. ἀκέφαλον καὶ ἀπαράδοτόν φασιν· οἱ πρὸς τὸ ὄντως ἀκέφαλον καὶ ἀνύπαρκτον μεταθέμενοι ψεῦδος, εἰκότως κεφαλῆς καὶ νοῦ τοῦ καθήκοντος ἀπεστέρηνται, τὴν κεφαλὴν τῆς ἐκκλησίας καὶ πάντων Χριστὸν ἠθετηκότες καὶ οὐκέτι σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους κατὰ τὸ ἀποστολικῶς εἰρημένον χρηματίζοντες· εἰκῇ δὲ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν, οὐ κρατοῦσι τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ· οὐδὲ ἀπέθανον σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, ἀλλ’ ὡς ζῶντες ἐν κόσμῳ δογματίζουσιν· ἦ γὰρ ἂν Χριστιανοῖς συμφθεγγόμενοι διωμολόγουν εὐθὺς ὡς κεφαλὴν καὶ ἀρχέτυπον ἡ τῶν ἱερῶν τουτωνὶ ποίησις, εἰ χρὴ τοῖς τἀληθῆ ἐξιστοροῦσι πείθεσθαι, τὸν Ἐμμανουὴλ αὐτὸν κέκτηται.

καὶ μαρτυρεῖ τὰ θαυμαστὰ ἐκεῖνα καὶ ἀχειρότευκτα, ἃ τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου φέρει· ὧν τινὰ εἰς δεῦρο καὶ νῦν περισῴζεται, εἰς θρίαμβον μὲν τῶν ἀσεβούντων τῆς ἀπιστίας, κλέος δὲ τῶν ὀρθοδοξούντων καὶ καύχημα· καὶ πλεῖστα καὶ μέγιστα παρ’ αὐτῶν τελούμενα ᾄδεται θαύματα. περὶ μὲν δὴ τούτων τοῦ ἑνὸς λέγεται ὡς αὐτὸς ὁ σωτὴρ λαβὼν ὀθόνην λαμπράν, τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος εἶδος, ἐκπέμπει τῷ πίστει αἰτήσαντι τῶν Ἐδεσηνῶν ἡγεμόνι. ἐξ ἐκείνου δ’ οὖν καὶ μέχρι καὶ σήμερον, ἀποστολικῇ παραδόσει καὶ εἰσηγήσει, γνώσεώς τε καὶ μνήμης ἕνεκεν ὧν ὑπὲρ ἡμῶν ἔδρασέν τε καὶ πέπονθε Χριστός, καθὰ δὴ καὶ τὰ ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων δέλτοις ἀνιστόρηται, καὶ ταῦτα τυπούμενα, καὶ ταύτῃ δὴ προσκυνητὰ καὶ σεβάσμια, κεφαλήν τε Χριστὸν καὶ ἀρχέτυπον κεκτημένα, καὶ αὐτοῦ εἰκόνες προσαγορεύονται ἤδη καὶ ἀπεικάσματα, ὥσπερ καὶ αἱ λοιπαὶ ὧν εἰσιν εἰκόνες καὶ λέγονται. ἀπαράδοτον δὲ αὐτῶν τερατολογοῦσι τὴν ποίησιν· καὶ θαυμαστόν γε οὐδὲν εἰ τῆς φιλανθρώπου καὶ σωτηρίου τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐκλελησμένοι, καὶ τῆς ἐντεῦθεν ἡμῖν γεγενημένης μεγίστης καὶ ἀξιαγάστου εὐεργεσίας ἀμνημονήσαντες, καὶ πρὸς ὕβριν τοῦ εὐεργέτου τραπόμενοι, κατὰ τῆς οὕτω λαμπρᾶς καὶ δεδημοσιευμένης ἀληθείας ἄντικρυς ἀπαναισχυντοῦσιν.

τί γὰρ τηλαυγέστερον ἢ ἐμφανέστερον τῶν κατ’ ὀφθαλμοὺς πάντων προκειμένων καὶ κοινὴν ἀπόδειξιν κεκτημένων τὴν αἴσθησιν, τὸ ἀσφαλὲς ἐγγυωμένην καὶ παριστάνουσαν, ἧς οὐδὲν πιστότερον ἢ ἀσφαλέστερον; ἅμα γὰρ τῇ προσβολῇ καὶ τὴν γνῶσιν ἡμῖν τοῦ ὑποκειμένου παρέσχετο· μόνον γὰρ οὐχὶ καὶ φωνὴν ἀφιᾶσι προσμαρτυροῦσαν τῇ ἀρχαιότητι, ἐξ ἧς τὸ αἰδέσιμον καὶ τίμιον φέρονται. πῶς οὖν αὐτῶν ἀπαράδοτος ἡ ποίησις; τὸ γὰρ μὴ παραδοθὲν οὐδὲ ὑπάρξειεν ἄν ποτε· ὃ δὲ οὐχ’ ὑπῆρξεν, πῶς κατακέκριται; πῶς δὲ κατακέκριται μὴ κρατούμενον; πῶς δὲ οὐ παραδέδοται ἅπερ κατὰ πᾶσαν πόλιν καὶ χώραν καὶ νῆσον καὶ ἐσχατιὰν διαπρέπει καὶ πανταχοῦ ἔνθα τὸ εὐαγγέλιον Χριστοῦ κηρύσσεται καὶ τὸ ὄνομα; τοὺς χριστομάχους δὲ οὐδὲ ἡ διδάσκαλος ὄψις οὐδὲ τοῦ χρόνου τὸ μήκιστον, ᾧ πάντα κρατύνεται βεβαιούμενα, οὐδὲ τῶν ἀναστηλούντων πιστῶν ὁ θερμὸς περὶ τὴν εὐσέβειαν πέπεικε ζῆλος. πρὸς δέ, τὸ ταῦτα πάντα ἀπαυθαδιάζεσθαι, πῶς οὐχὶ μανία σαφὴς καὶ παραπληξίας τῆς ἀνωτάτω γνώρισμα; οἵδε γὰρ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, οὐκ ἀκούειν ἐθέλοντες οὐδὲ γινώσκειν ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, ἀπαγγέλλοντες τὰς δυναστείας κυρίου καὶ τὰ θαυμάσια, ἃ ἐποίησεν μεθ’ ἡμῶν, καὶ τοῖς νοεροῖς ὀφθαλμοῖς εἴδομεν καὶ ἡμεῖς καὶ ἑωράκαμεν καὶ πεπιστεύκαμεν.

ταῦτα καὶ οἱ πάλαι τῆς ἀσεβείας ταύτης προστάται καὶ τῆς ἀποστασίας διδάσκαλοι, ἐφ’ οἷς μέγα οἱ νῦν ἐκείνων ἀναφανέντες φοιτηταὶ φρονοῦσιν, μαρτυρείτωσαν, οἱ τῆς Ἀρειανικῆς λέγω μανίας καὶ τῆς Μανιχαϊκῆς λύσσης ἔξαρχοι καὶ εἴ τις ἕτερος τοῦ μιαροῦ ἐκείνου θιάσου ἔλαχεν, καὶ πειθέτωσαν αὐτοὺς ὡς καὶ ὑπῆρχε τὰ ἅγια καὶ προσεκυνεῖτο παρὰ Χριστιανῶν ἄνωθεν· καὶ ταύτῃ πρὸς καθαίρεσιν αὐτῶν, ἅτε δὴ τῆς οἰκονομίας τοῦ Χριστοῦ δυσμενέστατοι, συγγράφοντες διηγωνίζοντο· ἰσχυραὶ δὲ τῶν παρ’ ἐχθρῶν αἱ μαρτυρίαι, βεβαιοῦσαι τὴν παρ’ ἡμῖν ἀλήθειαν μηδαμῶς τὸ ἀμφίβολον ἐπιδέχεσθαι. πρὸς οὖν τὰς τοιαύτας εἰκαίας καὶ ψυχρὰς δόξας μὴ δὲ τὴν ἀρχὴν ἀντιφέρεσθαι ἔδει (τῆς ἴσης γὰρ ἐκείνοις παρανοίας καὶ ἀφροσύνης ἄξιον), ὡς λυσσώντων δὲ καὶ βακχευόντων ἀσήμους καὶ ἀνάρθρους οἰομένους φωνὰς ἀποτρέπεσθαι. ὅμως εἰς ἔλεγχον τῆς τοσαύτης ἀναισχυντίας καὶ ἀτοπίας, ἐπεὶ τετολμήκασιν οἱ τάλανες καὶ ὅρῳ βεβαιοῦν τὴν ἀσέβειαν, οὐκ ἀποκνητέον ἡμῖν τὸν λόγον· διὸ παλινοστεῖν ἐπὶ τὰ προκείμενα, εὔλογον. πῶς γὰρ τῶν ἱερῶν τὸ ἄχρηστον καταψηφίζονται καὶ τίνα τρόπον; εἰ μὲν γὰρ ὑπὸ Ἑλλήνων ἢ βαρβάρων ποιούμενα κατελαμβάνετο ἐπὶ τιμῇ καὶ προσκυνήσει τῶν παρ’ αὐτοῖς ὀνομαζομένων καὶ σεβομένων θεῶν, εἶχεν ἄν πως αὐτῶν ὁ λόγος τὸ εὔοδον.

ἀλλὰ τίς οἴσει τὸ ἄτοπον, ὃ καὶ ἐπὶ νοῦν βαλέσθαι, μήτιγε καὶ ἀποφαίνεσθαι, φρικτὸν καὶ βλασφημίας τῆς ἁπασῶν ἐσχάτης; ποῦ γὰρ θήσομεν τὰς θεοπνεύστους ἀληθευούσας γραφάς;

οὐ γὰρ ἐνὸν ψευδηγορεῖν τὴν ἀλήθειαν, τοῦ μὲν πάντων ἡμῶν σωτῆρος Χριστοῦ πρὸς τὸν τῶν ὅλων θεὸν καὶ πατέρα λέγοντος· Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τοῖς δὲ ἁγίοις μαθηταῖς ἐπηγγελκότος πύλας Ἅιδου μὴ κατισχύσειν τὴν ἐκκλησίαν, αἳ δὴ τῶν αἱρετιζόντων ἢ Ἑλληνιζόντων αἱ θανατηφόροι εἰσὶ γλωσσαλγίαι καὶ ἀνοσιουργίαι (ἀκατάσειστος γὰρ καὶ ἀπερίτρεπτος ταῖς τῶν ἐναντίων προσβολαῖς διαφυλάσσεται), τοῦ θείου δὲ ἀποστόλου γράφοντος ὅτι Οὕτως ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν δέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσῃ τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι καὶ ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος· τῶν δὲ μακαρίων προφητῶν τοῦ μὲν προαγορεύοντος τῆς Χριστιανῶν θεοσοφίας τὴν θεόγραφον μύησιν, δι’ ὧν φησιν ὅτι δώσω νόμους μου εἰς διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν, καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων· «Γνῶθι τὸν κύριον», ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι, τοῦ δὲ ὅτι ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία, καὶ ἄλλα μυρία διαρρήδην ὡσαύτως προαποφαινομένων ἔχοντα· ὧν ἁπάντων τὴν ἐναντίαν οἱ ἐχθροὶ τῆς πίστεως τῆς καθ’ ἡμᾶς ἐρχόμενοι, κατήγοροι τῶν τοῦ πνεύματος λογίων καθίστανται καὶ τοῦ ψεύδους συνήγοροι.

εἰ δὲ παρὰ Χριστιανῶν καὶ ἐπ’ ὀνόματι Χριστοῦ καὶ τῶν ἁγίων ἡ ποίησις καὶ προσκύνησις, ἐφ’ οἷς ὡς ἀρχετύποις ἀναφέρεται, καὶ διατοῦτο εἰδώλων μύσους καὶ τῆς ὁπωσοῦν τοῦ τοιούτου ὀνόματος μνήμης πάμπαν καθαρεύουσιν, πῶς ἄχρηστος; πῶς δὲ μᾶλλον οὐκ εὔχρηστος αὐτῶν ἡ κτῆσις καὶ ἡ προσκύνησις περισπούδαστος; εἰ δὲ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ. διὸ μετὰ τῶν ἀπολλυμένων καὶ τῶν ἀπίστων καὶ οὗτοι τετάχθωσαν, οἷς τὰ καθ’ ἡμᾶς ἅγια φευκτὰ καὶ ἀπόπτυστα· εἰ δὲ ταῦτα οὕτως ἔχει, τίνες οἱ κατακρίνοντες καὶ τί ἡ κατάκρισις, ἴδωμεν. οἱ μὲν οὖν κατακρίνοντες, εἰδώλων ἱερεῖς καὶ προσκυνηταὶ καὶ θεραπευταὶ πεφώρανται· αὐτοὶ γὰρ ἑαυτοῖς φανερὰν εἰδωλολατρίαν ἐπέγραψαν καὶ ὡμολόγησαν, ἣν δὴ καὶ ἐκήρυσσον ἐκ παντὸς τῷ ὑπὸ χεῖρα λαῷ ἕκαστος διδάσκοντες προσκυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα, τὴν παρὰ Χριστιανοῖς τῷ πάντων γενεσιουργῷ θεῷ καὶ δεσπότῃ προσφερομένην λατρείαν ἠγνοηκότες παντάπασιν, ταῖς τῶν κατακρίτων ψήφοις τὰς ἑαυτῶν ὑπάγοντες κεφαλάς.

καὶ πιστώσεται τοῦτο ὁ παρ’ αὐτοῖς ἐκτεθειμένος ὅρος, ἐν ᾧ σαφῶς κηρύσσουσιν τοὺς τηνικαῦτα τῆς τυραννίδος (οὐ γὰρ βασιλείου ἀρχῆς) ἐπειλημμένους, πρὸς καταρτισμὸν μὲν αὐτῶν καὶ διδασκαλίαν ἀναδεδεῖχθαι, καθαίρεσιν δὲ δαιμονικῶν ὀχυρωμάτων καὶ ἔλεγξιν διαβολικῆς μεθοδείας καὶ πλάνης, ὡς μικρὸν ὕστερον λέξεσιν αὐταῖς παρατεθήσεται. ἀλλ’ οὗτοί γε οἱ ἐντεῦθεν αὐτοκατάκριτοι καὶ θεσμοῖς κανονικοῖς καὶ πολιτικοῖς νόμοις ὑπόδικοι ἐγνωσμένοι, κριταὶ ἄδικοι προκάθηνται καὶ παράνομοι. καὶ ὁρᾶται λοιπὸν καὶ εἰδωλολατρούντων σύνοδος, καὶ οἱ ἱερεῖς τῆς αἰσχύνης, τῶν ἱερῶν ἀνόμως καταφρυάττονται. οἰκεῖον γὰρ τοῖς εἰδωλομανοῦσιν καὶ Ἑλληνίζουσιν τοῖς παρὰ Χριστιανῶν τιμωμένοις πολεμίως διακεῖσθαι καὶ ἀντιφέρεσθαι· τῶν μὲν ἰδίων αἰτιαμάτων καὶ ὡς εἰς αὐτὸ τὸ μέγιστον καὶ καιριώτατον, τὴν ἀμώμητον ἡμῶν πίστιν, ἀπεσφάλησαν ἐκλελησμένοι, ὧν δὲ οὐ θέμις ἐφάπτεσθαι, κατατολμῶσιν.

καὶ δέον τοῖς ἐπὶ τηλικούτῳ κατολισθήσασιν παραπτώματι τοῖς ἐπὶ μείζοσι θρόνοις κατὰ τὴν ἱερωσύνην ὑγιῶς καὶ ἀμέμπτως ἐμπρέπουσιν ἀναφέρειν ἐξαγορεύειν τε ὀρθῶς τὰ πεπλημμελημένα, δεσμούς τε κανονικοὺς δέχεσθαι καὶ ἐπιτιμίοις τοῖς ἀνήκουσιν ὑποπίπτειν καὶ θεραπείας ἠξιῶσθαι τῆς ἁρμοζούσης, παύεσθαί τε λοιπὸν τοῦ βούλεσθαι ἱερᾶσθαι θεῷ καὶ οὐδῶν ἱερῶν εἴργεσθαι καὶ μεταμέλεσθαι ἐπὶ τοῖς ἀνοσίως πεπραγμένοις, δάκρυσι δὲ καὶ ὀδυρμοῖς καὶ συντριμμῷ καρδίας ἐξιλεοῦσθαι θεόν, οἱ δὲ τοὐναντίον ἅπαν δρῶσιν, ἑαυτοῖς ὡς ᾤοντο κακῶς καὶ τὴν κρίσιν καὶ τὴν συγγνώμην ἐπιτρέποντες καί, ὃ χείριστόν τε καὶ δυσφορώτατον, ἐφ’ οἷς αὐτοὶ τὰ βαρύτατα ἐξήμαρτον, τοὺς ἀνευθύνους καταδικάζουσιν, Χριστιανούς γε ὄντας καὶ τῆς τριάδος προσκυνητάς, καὶ ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ τετειχισμένους καὶ μὴ δ’ ὅσον ἐπὶ ψιλοῦ ὀνόματος τῷ μύσει τῆς εἰδωλολατρίας ἑαλωκότας. τούτων δὲ τί ἂν γένοιτο ἀλογώτερον ἢ ἀθεώτερον; οὗτοι δὴ οὖν οἱ τῶν ἱερῶν χορῶν καὶ παντὸς ἱερατικοῦ καὶ Χριστιανικοῦ λόγου μακράν, τὴν κατὰ τῶν ἁγίων φέρουσι ψῆφον, ἡγεμόνα καὶ διδάσκαλον τῆς ἀσεβείας ἔχοντες τὸν ἐπ’ ἀσεβείᾳ βεβοημένον μετὰ τῆς ἐνδοθείσης αὐτῷ παροράσει θεοῦ ἐξουσίας.

τοῦτο τοίνυν τὸ ἄθεον ἐργαστήριον ἀκέφαλον ταῖς ἀληθείαις καὶ ἄχρηστον καὶ ἀπαράδοτον, ἵνα τοῖς αὐτοῖς ἐκείνων λόγοις χρησώμεθα, δικαίως ἂν καλοῖτο, ἐπεὶ καὶ ὁ τῆς βασιλευούσης θρόνος ἀρχιερέως ἔρημος τὸ τηνικάδε ἐτύγχανεν. καὶ γὰρ ἐπὶ τέλει τῶν παρ’ αὐτοῖς σκευωρηθέντων ἀναγορεύει καὶ προχειρίζεται ὁ Μαμωνᾶς τὸν ὁμώνυμον Κωνσταντῖνον, τὸν δύστηνον ὄντως καὶ τρισάθλιον, ἀθέσμως καὶ ἀνιέρως ἐπ’ ὀλέθρῳ τῆς ψυχῆς καὶ τοῦ σώματος, τῆς βασιλίδος ἐπίσκοπον· ὅθεν καὶ τοῦ τῶν Ῥωμαίων ἱερομύστου πλείστας ὅσας ὕβρεις κατέχεεν, πολλάκις παρ’ αὐτοῦ ἐπὶ τῇ κακοδοξίᾳ ἐληλεγμένος. λείπεται δὴ εἰπεῖν τίς καὶ ὁποία ἡ κατάκρισις· οὐ γὰρ ἁπλῶς τοῦτο ὁρίζεται, ἀλλὰ καὶ λόγῳ καὶ πράξει περαίνεται· λόγῳ μέν, εἰδώλων προσηγορίᾳ περιυβρίσθαι τὰ ἅγια, Χριστιανοὺς δὲ εἰδωλολατρίαν καταδεδικάσθαι, ἔργῳ δέ, τῷ χερσὶν ἀνόμοις διορωρύχθαι τὰ ἀνάκτορα καὶ πάντας τοὺς ἱεροὺς δόμους σθένει παντί, τοὺς εὐσεβείᾳ δὲ καὶ εὐλαβείᾳ ἐμπρέποντας Χριστιανῶν ἐλαυνομένους πάσχειν τὰ ἀνήκεστα καὶ ἀνύποιστα. ταῦτα μὲν ὧδε· ὅτου δὲ δὴ χάριν, δικαίως ἂν μάλα ἔροιτό τις, ἐκ πάντων τῶν κατὰ τὴν ἐκκλησίαν ἱερῶν, τούτων δὴ μόνων ἡ ποίησις καὶ προσκύνησις κατακέκριται καὶ ἐκβάλλεται;

εἰ μὲν οὖν ἕτερόν τι παρὰ τὸ καθ’ ἡμᾶς κήρυγμα ὑπετίθεντο, ἔδει καὶ οὕτω κοινῇ ψήφῳ καὶ σκέψει τῶν ἐν τοῖς προὔχουσιν ἀρχιερατικοῖς θρόνοις ἐνιδρυμένων τὰ περὶ αὐτῶν πραγματεύεσθαι· εἰ δὲ τὴν αὐτὴν ἡμῖν τῷ εὐαγγελίῳ ἐμφανίζει ὑφήγησιν καὶ τρανέστερόν πως καὶ ἐμφανέστερον τῷ κατ’ ὀφθαλμοὺς ἦχθαι, πρόδηλον ὡς διὰ μιᾶς ταύτης ὑποθέσεως τὸ πᾶν τῆς σωτηρίου τοῦ θεοῦ λόγου σαρκώσεως ὡς δυσμενεῖς καθαιρήσειν ἐπειράθησαν· βαρὺς γὰρ ἦν αὐτοῖς ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος. ἀλλὰ μὴν τούτων γε χάριν καὶ οὕτω διαληπτέον, καὶ ἔτι τὰ τῆς ἀτοπίας τῶν παρανόμων ἐμφανέστερον δεδείχθω.

πᾶν τὸ γινόμενον καὶ ὑφιστάμενον, λόγον ἔχει, καθ’ ὃν γίνεται καὶ ὑφίσταται, καὶ οὐδὲν τῶν γινομένων λόγου χηρεῦον ὑπάρξειεν· οἷον τῶν οὐρανῶν ἡ γένεσις λόγον ἔχει τοῦ διηγεῖσθαι τὴν δόξαν θεοῦ καὶ τὸ στερέωμα τὴν ποίησιν ἀναγγέλλειν τῶν χειρῶν αὐτοῦ· ὁ ἥλιος ἐργάτης ἡμέρας καὶ τῆς νυκτὸς ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν γινόμενος, ὥσπέρ τις διαιτητὴς ἔντεχνος, βραβεύων ἑκατέρᾳ τὸ εὔτακτον, ἀναλογίᾳ καὶ ἰσομοιρίᾳ ἀλλήλαις κατὰ τὰς διαδοχὰς ἀντιπαραχωρεῖν τὰ χρονικὰ διαστήματα, ὡρῶν τε καὶ καιρῶν τροπὰς ἐπαμείβων καὶ διευθετίζων ὡς ἄριστα· ἥ τε γῆ τοῦ βλαστάνειν ἕνεκεν καὶ φύειν καρπούς τε καιρίους καὶ πᾶν εὔχρηστον πρὸς χρῆσιν τῶν δεομένων ἐπιτηδείαν· καὶ τῶν ἄλλων ἁπάντων αἱ παραγωγαὶ καὶ γενέσεις κατά τινα αἰτίαν χρησίμην καὶ εὔλογον παρὰ τοῦ γενεσιουργοῦ τῶν ὅλων προΐασιν. ἤδη δὲ καὶ ἐπὶ τῶν ἐκ τέχνης ἀποτελουμένων τὸ αὐτὸ κατιδεῖν ἔνεστιν· καὶ γὰρ τὸ σκάφος, τοῦ πλεῖν ἕνεκεν καὶ ἐμπορεύεσθαι παρὰ τοῦ τέκτονος κατεσκεύασται, ἥ τε κλίνη καὶ ὁ θρόνος καὶ τὸ βάθρον πρὸς ἀνάκλισιν καὶ καθέδραν τοῖς χρωμένοις ἐξείργασται· καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὡσαύτως. οὐκοῦν καὶ ἡ τοῦ Χριστοῦ εἰκὼν λόγον ἕξει, καθ’ ὃν γίνεταί τε καὶ χρηματίζει· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, καὶ τοῦ ἐνηνθρωπηκότος ἡ δήλωσις καὶ ἡ τοῦ ἐπιγεγραμμένου ὀνόματος μνήμη;

οὐ γὰρ ἑτέρου τινὸς λόγον ἡμῖν εἰσηγήσεται, ἐπείπερ ἡ Χριστοῦ εἰκὼν οὐκ ἂν ἄλλου λεχθείη εἰκών, κἂν μυριάκις ψευδώνυμον αὐτὴν καλεῖν τολμῶσιν χριστομαχοῦντες οἱ ἄθλιοι. εἰ δὲ ἐν τούτοις αὐτῆς ὁ λόγος, τίς οὕτως αὐθάδης καὶ τολμητίας, ὃς τὸ ἄχρηστον ἀπορρίψειεν καὶ κατακρῖναι τολμήσοι; ποῖον λόγον οὐχ’ ἕξει κολάσεως ἢ πῶς Χριστιανὸς νομισθήσεται, καθαιρῶν οἷς λόγος ἡ τοῦ θεοῦ λόγου ὁρᾶται ἐνανθρώπησις; ῥητέον δὲ καὶ αὖθις· πᾶν γινόμενον ἢ αἱρετὸν ἢ φευκτόν ἐστιν ἢ τούτων ἐν μέσῳ ἐξ ἀποφάσεως τῶν ἄκρων συνιστάμενον. ἀλλὰ μὴν ἡ Χριστοῦ εἰκὼν παρὰ Χριστιανοῖς οὐ φευκτή —πῶς γάρ, ἣ τὴν μνήμην ἡμῖν εἰσάγει Χριστοῦ καὶ ἀμέσως τὸ εἶδος τοῦ κυριακοῦ ἐμφανίζει σώματος; —, οὔτε μὴν μέσον· οὐδὲ γὰρ ἄλλό τι τῶν ἐν ἐκκλησίᾳ ἱερῶν· πάντα γὰρ τίμια καὶ σεβάσμια· τὸ αἱρετὸν ἄρα καὶ σεπτὸν ἡ ταύτης ἀπενέγκοιτο ποίησις καὶ προσκύνησις. ἀλλὰ καὶ τῶν πρός τι ἡ εἰκών ἐστιν, καὶ τοῦτο πᾶσιν ἂν οἶμαι διωμολογῆσθαι, οἷς τὸ ἐν διανοίαις ἀκέραιον διασῴζεται, ἐπεὶ καὶ σχέσις αὐτῇ πρὸς ὃ λέγεται πρόσεστιν, καὶ δι’ ἑαυτῆς ἐμφανίζει τὸ ἀρχέτυπον καὶ τὴν γνῶσιν αὐτοῦ παρέχεται. δηλώσει καὶ ὁ κατ’ αὐτὴν ὁρισμός· καὶ γὰρ ἀφομοίωσις πρὸς τὸ πρωτότυπον εἶδος εἶναι πέφυκεν, καὶ ταυτὸν ἐκείνῳ, παρὰ τὸ τῆς οὐσίας διάφορον· ἐξ οὗ καὶ τοῦ ὀνόματος μεταλήψεται.

πρὸς δέ γε καὶ ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα κατὰ τὸν λόγον τῶν πρός τι καὶ τὴν ἑαυτοῖς σχέσιν· σχοίη δ’ ἄν τινα καὶ μέθεξιν ὡς παρ’ αἰτίου αἰτιατόν. εἰ δὲ καὶ ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος ταῦτα ἡμῖν γνωρίζεται, πῶς ὁ ταύτην προπηλακίζων αἰσχρῶς, Χριστιανὸς ὑποληφθήσεται ἢ ὀνομασθήσεται; οὕτως οὖν συνήχθω καὶ ὁμολογείσθω πάντοθεν ὡς οὐκ ἄχρηστος τῶν ἱερῶν τούτων μορφωμάτων ἡ ποίησις καὶ προσκύνησις, δικαία δὲ μᾶλλον καὶ εὔχρηστος ἄγαν καὶ τοῦ κατακεκρῖσθαι μακράν. εἰ γοῦν ἄχρηστος ἦν (λελέχθω γὰρ καὶ τοῦτο), τίς ἡ τοσαύτη περὶ τὸ ἄχρηστον μανία καὶ ὁ κατὰ Χριστιανῶν διωγμός; καὶ τίνος χάριν ὁ τοσοῦτος τῶν ἀνοσίων καὶ ἀνιέρων σκυλμὸς καὶ ἡ συνέλευσις; τίς ὁ τηλικοῦτος ὃν κατεβάλοντο οἱ διώκοντες κάματος, ἄλλα τε ὅσα κατὰ τὴν Ῥωμαίων ἀρχὴν πάνδεινα καὶ ἀνήκεστα τηνικαῦτα ἐπράττετο; ἀλλὰ καὶ πρόδηλον ὡς τοῦ χρησίμου καὶ προσήκοντος ἕνεκεν· ὅπερ Χριστιανοῖς μὲν οἰκεῖον καὶ ἔννομον, τοῖς δὲ τῆς Χριστιανῶν θεοσεβείας ξένοις πολέμιον καὶ ἀλλότριον· βαρὺς γὰρ ἦν αὐτοῖς ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος. πλὴν καὶ οὕτως τῆς δυσφημίας ἔχονται καὶ οὐ μεθιᾶσιν, ἀλλ’ ἀπερίγραπτον τὸ σῶμα Χριστοῦ καὶ ἄγραπτον οἱ τῆς δοκήσεως ὑπασπισταὶ φασίν· τούτων δὲ τὸ φασματῶδες πανταχοῦ στηλιτεύεται, καθὰ καὶ οὐ πολλῷ ὕστερον ἱκανῶς διαδειχθήσεται.

τῆς κατὰ Χριστιανῶν δὲ συκοφαντίας οὐχ’ ὑφιέντες οἱ φιλαπεχθήμονες ἐφ’ ἑτέραν ἀθεωτέραν τῆς βλασφημίας ὁδὸν μετοίχονται, ὡς θεοῖς προσεληλυθέναι ταῖς εἰκόσιν αὐτοὺς ἀποφαινόμενοι. ἐπὶ τὰς κεφαλὰς δὲ αὐτῶν τὸ δύσφημον τρέποιτο· ποῦ γὰρ Χριστιανὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν καὶ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ μεμυημένον ἐπὶ τῷ μύσει τούτῳ ἁλόντα τεθέανται, μικρὸν ἢ μέγαν ἢ ὁποιασοῦν τύχης καὶ ἡλικίας καὶ ἀξιώματος τυγχάνοντα, πᾶσαν εἰδωλικὴν πλάνην καὶ μυσαρότητα καταπτύοντα, ἢ παρ’ ὁτουοῦν ἠκηκόεσαν, ἐξ οὗ τοῦ κατὰ Χριστιανῶν διωγμοῦ οἱ πάλαι χριστομάχοι κατῆρξαν, καίτοι πολλὰ διερευνησάμενοι καὶ ἀνιχνεύσαντες; ἀλλ’ οὐκ ἂν εἰπεῖν ἔχοιεν, ἐν προσποιήσει δὲ Χριστιανισμοῦ τὰ Χριστιανῶν ἤλαυνον καὶ ἐλαύνουσιν. εἰ γοῦν, ὅπερ οὐδὲ λέγειν ἀκίνδυνον, ἑωράκεσαν τῶν ἀγροικοτέρων τινὰς ἢ ἀμαθεστέρων, τῆς τοῦ καθ’ ἡμᾶς μυστηρίου τελειότητος ὁπωσοῦν παρενεχθέντας καὶ δι’ ἁπλότητα τρόπων παραλόγως ἐνταῦθά τι πράσσοντας, ἐχρῆν νέμειν τὸ προσῆκον τοῖς ἱεροῖς γέρας καὶ σεμνῶς περιέπειν τὰ ἅγια, τῷ διδασκαλικῷ δὲ καὶ ποιμαντικῷ χρωμένους τρόπῳ ἰθύνειν καὶ ποδηγεῖν τοὺς ἀφελεῖς καὶ ἀμαθαίνοντας, ἀσφαλῶς ἰέναι τῆς θεοσεβείας τὴν τρίβον, οὐ μὴν εἰς τοσοῦτον μανίας κατὰ τοῦ εὐαγγελικοῦ ἐξοιστρηθῆναι κηρύγματος.

οὐδὲ γάρ, εἴ τις ἀθέσμως εἰς τὸ θεῖον ἐξυβρίσειε θυσιαστήριον ἢ τῶν ἁγίων ἕτερον, διὰ τὸν ὑβρικότα καθαιρεθήσεται τὸ θυσιαστήριον καὶ τὰ ἅγια. τεκμήριον δέ· ἐπειδὴ τὸ δεύτερον οὐ πέπρακται, οὐδὲ τὸ πρότερον ἄρα. σοφίζονται δ’ οὖν τὴν ἀσέβειαν τῇ μεταθέσει τοῦ ὀνόματος ἐπὶ τὸ πάναισχρόν τε καὶ ἀκαλλές, ἵνα κλέψωσι τοὺς ἁπλουστέρους τὴν γνώμην καὶ πείσωσιν, ὡς δῆθεν εἰδωλικὴν παραιτουμένους προσκύνησιν, τῆς περὶ τὰ ἅγια τιμῆς ἀλογήσωσιν καὶ τῆς ἀτιμίας ἀνθέξωνται, τὰ ἐπηγγελμένα δὲ οἱ δυσσεβεῖς ἐν τῷ βίῳ καταθύμια ἐπιτελέσωσιν καὶ τὴν ἐκκλησίαν Χριστοῦ ἐκπορθήσωσιν. οἱ δὲ τὴν τοῦ θεοῦ λόγου ἠθετηκότες συγκατάβασιν, ἐξ ἧς τὸ λελυτρῶσθαι εἰδώλων ἡμῖν περιγέγονεν, πῶς εἰδωλικῆς μανίας ἐκτὸς καταστήσονται, οὓς ἡ φιλόχρυσος κατεβόσκετο νόσος καὶ τὸ χοϊκὸν αὐτῶν κατακεκράτηκε φρόνημα; εἶτα μετὰ τὴν ἄχρηστον τῶν ἱερῶν ποίησιν καὶ κατάκρισιν, ... τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν, φασίν, προτιμήσαντες· ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο.