Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η διάκριση της Θείας Ευχαριστίας από τις εικόνες και η παραχάραξη της πατερικής γραμματείας

Ανασκευάζεται η πλάνη ταύτισης του Σώματος του Χριστού με απλή εικόνα και καταγγέλλεται η εσκεμμένη αλλοίωση και κιβδηλεία των πατερικών μαρτυριών από τους ετερόδοξους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 8 από 18

ἴσως τῇ τοῦ διδασκάλου Μαμωνᾶ ἑπόμενοι ἀθεΐᾳ, φήσουσιν εἰκόνα τοῦ Χριστοῦ σώματος δοξάζειν τὰ παρὰ τῶν ἀξίων ἱερουργούμενα θεῖα μυστήρια, ἀντινομοθετοῦντες τῷ εὐαγγελίῳ, τῇ τε κοινῇ δόξῃ μαχόμενοι καὶ τῇ αἰσθήσει καὶ πάσῃ τῇ Χριστιανῶν παραδόσει. πρῶτον μὲν γὰρ δειξάτωσαν ποῦ ταῦτα εἰκόνα Χριστοῦ προσαγορεύεσθαι παρειλήφασιν καὶ ἐν ποίοις τοῦ πνεύματος λογίοις γεγραμμένον εὗρον. ἀλλ’ οὐκ ἂν δεῖξαι ἔχοιεν· ἐλέγχονται δὲ κἀνταῦθα ἀντίθετοι τῆς εὐαγγελικῆς ὑπάρχοντες παραδόσεως. ὁ κύριος γὰρ καὶ θεὸς ἡμῶν κατὰ τὴν ἱερὰν νύκτα ἐκείνην, καθ’ ἣν ἔμελλε τοῖς σταυρωταῖς παραδίδοσθαι, θύων μυστικῶς καὶ κατὰ τὸ ἀπόρρητον ἑαυτόν, καὶ τοῖς ἀοιδίμοις μαθηταῖς ταῦτα παραδιδούς, οὐκ εἰκόνα σώματος ἢ αἵματος εἴρηκεν, ἀλλ’ αὐτόχρημα σώματος καὶ αἵματος μετέδωκεν εἰπών· Λάβετε, φάγετε καὶ πίετε, οὐκ εἰκόνα, ἀλλά·

Τοῦτό ἐστιν τὸ σῶμά μου καί· Τοῦτο τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον. ἔπειτα δέ, ἢ καὶ τὰ ἱερευόμενα ἀπερίγραπτα δώσουσιν (ἵνα μὴ μόνον ἀσεβείας ἀποίσωνται ἔγκλημα, ἀλλὰ καὶ γέλωτα πρὸς τούτῳ ὀφλήσωσιν· τί γὰρ ἀτοπώτερον ἢ καταγελαστότερον, εἴ τις οὕτως ἔχοι ἅπερ ὁρατὰ τέ ἐστιν καὶ ἁπτὰ καὶ ἀνθρώποις μεταληπτὰ καὶ ὀδοῦσιν λεπτυνόμενα καὶ ἐδεστὰ γινόμενα;), ἢ συσφαγιάζεσθαι τοῖς ἱερουργουμένοις καὶ τὸν λόγον ἀποφανοῦνται, ὡς μὴ χωρίζοιτο τοῦ σώματος ὅσον ἐπὶ τῇ ἑαυτῶν δόξῃ. οἱ δέ γε οὐχ’ ὅπως τὰ θεῖα τιμήσωσιν ταῦτα ἐνστήσονται, ἀλλ’ ἵνα τὴν εἰκόνα Χριστοῦ σὺν αὐτῷ Χριστῷ ἀτιμάσωσιν. τί γὰρ μὴ μᾶλλον τῷ κοινῷ τῆς ἐκκλησίας συμφθέγγονται δόγματι, τήν τε ἄκαιρον φιλονεικίαν καὶ τὸ βλάσφημον διαφεύγοντες; ἀλλὰ πρόδηλον ὅτι βαρὺς αὐτοῖς ὁ Χριστὸς καὶ ἐν εἰκόνι βλεπόμενος. καὶ τὰ μὲν τῶν ἀλλοτρίων τοιαῦτα καὶ οὕτως ἔχοντα· τὰ δὲ ἡμέτερα, ὁποῖα; λείπεται γὰρ μικρὰ περὶ τούτων νῦν διαλαβεῖν.

ἡ γὰρ ἁγία καὶ οἰκουμενικὴ καὶ θεόλεκτος σύνοδος ἡ ἐν Νικαίᾳ τὸ δεύτερον οὐχ’ οὕτω διατέθειται—πόθεν; —ἀλλὰ κατὰ πάντα καὶ ἐν πᾶσιν τοῖς ἱερουργοῖς τῶν τοῦ θεοῦ μυστηρίων δι’ ἀκριβείας ἁπάσης ἑπομένη, ταυτὸν δὲ εἰπεῖν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ, ἅτε τῆς αὐτῆς ἐκείνοις ἠξιωμένη χάριτος καὶ τῷ αὐτῷ ἐνεργουμένη πνεύματι, πάντα στέργει καὶ πάντα ἀσπασίως καὶ ὡς οἰκεῖα ἀποδέχεται καὶ περιέπει τὰ παρ’ αὐτοῖς κηρυχθέντα καὶ ἐκτεθέντα· καὶ ὥσπερ τῷ τόπῳ, οὕτω δὴ καὶ τῷ τρόπῳ καὶ τοῖς δόγμασιν, τῇ πρωτίστῃ ἡ ὑστάτη κεκοινώνηκεν, τῷ αὐτῷ κανόνι καὶ ὑποδείγματι χρησαμένη, ἵνα ἔνθα ἡ ἀπαρχὴ τῶν ἱερῶν ἡμῶν τέθηλε δογμάτων, ἐνταῦθα καὶ τὸ πέρας καὶ τὸ οἱονεὶ ἐπισφράγισμα τῆς ἐνθέου ἡμῶν ὁμολογίας ἐπιτεθῇ. αὕτη γὰρ τὴν ἐπεισαχθεῖσαν καινοτομίαν παρὰ τῶν τῇ Χριστοῦ δόξῃ μεμαχημένων καὶ τὸ ἀντίθετον καθελοῦσα καὶ πονηρὸν δόγμα, τὴν ἐξ ἀρχῆς καὶ ἀνέκαθεν τῇ καθολικῇ ἐκκλησίᾳ κεκρατηκυῖαν παράδοσιν ἐπεκύρωσεν· τόν τε κόσμον καὶ τὴν εὐπρέπειαν αὐτῆς εὐσεβῶς ἔνειμεν, καλῶς καὶ θεαρέστως προσκυνεῖσθαι τὰ ἱερὰ τῆς τοῦ σωτῆρος ἡμῶν οἰκονομίας σύμβολα, καθὰ Χριστιανοῖς ἔθος καὶ νόμος εὐσεβοῦσιν, ὁρισαμένη.

ἐπεὶ οὖν ὁ κατὰ τοὺς ἀνοσίους θεομάχος ὅρος ἐλήλεγκταί τε καὶ διέρριπται, τί τὸ κωλύσον ἢ τί τὸ ἐνστησόμενον καὶ ἡμᾶς ἀνθοριζομένους εἰπεῖν, ἐξ ὧν διὰ πλειόνων λόγων καὶ ἀποδείξεων παρίσταται, ὅτι τοι ἡ τῶν ἱερῶν τοῦ Χριστοῦ εἰκόνων καὶ ἡ ποίησις εὔχρηστος καὶ ἡ προσκύνησις ἀναγκαία καὶ ὀνησιφόρος καὶ δικαία μάλα καὶ τιμητέα καὶ τῇ ἐν λατρείᾳ καὶ ἀληθινῇ εἰς θεὸν προσκυνήσει, προτετιμημένῃ γε ὑπαρχούσῃ, καὶ αὐτὴ ἑπομένη καὶ ἀκολούθως τιμωμένη καὶ προσκυνουμένη κατὰ τὸν ἴδιον ὅρον καὶ λόγον; οὕτω δὲ καὶ περὶ τῶν σεμνῶν τῶν ἁγίων ὁμοιωμάτων κατὰ τὸν οἰκεῖον λόγον ἀναλόγως θεωρήσωμεν. ἀλλ’ ἐπανακτέον ἡμῖν τὸν λόγον παλινδρομοῦσιν ὅθεν ἐξέβημεν. φασὶ τοίνυν· εἴδωλα δὲ ταύτας εἰπεῖν φεισάμενοι. τοὺς ἀπὸ τοῦ φωτὸς τῆς ἀληθείας ἐξολισθήσαντας καὶ πρὸς τὸ σκότος τοῦ ψεύδους ἐθελουσίως αὐτομολήσαντας ἀνάγκη τῇ πολυσχιδεῖ περιαλωμένους πλάνῃ πολλαῖς περιπίπτειν ταῖς σκολιότησιν καὶ πλείστοις ἐναντιώμασιν περιέλκεσθαι καὶ προσκόμμασιν. τοῦτο καὶ οἱ ἄγαν πολυμαθεῖς καὶ σοφοὶ καὶ ἀγχίνοι πεπονθότες νῦν σαφῶς καταφαίνονται· τῶν ὀρθῶν γὰρ τῆς εὐσεβείας δογμάτων ἐκπεπτωκότες, οὐ μόνον τῇ εὐαγεῖ ἡμῶν ἀντεπεξάγουσι δόξῃ, ἤδη δὲ καὶ ἑαυτοῖς ἐνταῦθα ἀντίθετοι γινόμενοι προδήλως ἁλίσκονται.

οὗτοι γὰρ τὴν Πλατανῖτιν ἐκείνην ἢ πλανῆτιν λοιμώδη συμμορίαν καὶ Ἰουδαϊκὴν σπείραν ἀσπασίως ἐπαγγειλάμενοι ἀποδέχεσθαι καὶ χερσὶν ὑπτίαις τὰ παρ’ αὐτῆς καθοριζόμενα περιφέροντες, φυλάσσειν τε ἀκαινοτόμητα κατισχυριζόμενοι καὶ κανόνα τιθέμενοι ἀπαράβατον καὶ τοῦ παντὸς τιμώμενοι, ὅπως αὐτοῖς σύμφωνοι ἐνταῦθα τυγχάνουσιν καὶ ἀκόλουθοι, ἐπιμελῶς διασκέπτεσθαι ἄξιον. ὁ μὲν οὖν ἐκείνων σκοπὸς ὅλος καὶ ἡ πρόθεσις ἥ τε πραγματεία καὶ ἡ πᾶσα σπουδή, ἡ ἄθροισίς τε ἡ πολύανδρος ὁ σκυλμός τε καὶ ἡ ἐξέτασις καὶ ἡ βάσανος, ἡ πολυπραγμοσύνη καὶ ἔρευνα, τοῦ χρόνου ἡ πλείστη τριβὴ καὶ παρέλκυσις, ὁ τοσοῦτος πόνος καὶ ἡ φροντὶς πρὸς οὐδὲν ἕτερον ἀφεώρακεν ἢ ὅπως ἀπαρακαλύπτῳ καὶ λαμπρᾷ τῇ φωνῇ καὶ ἀνερυθριάστῳ προσώπῳ δυσσεβῶς καὶ ἀθέως κατὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν φρυαξάμενοι, καὶ γλῶσσαν ἀσελγῆ καὶ παράνομον κατὰ τοῦ κτίστου κινήσαντες, τῆς πάντα συνεχούσης καὶ πάντων περιδεδραγμένης δεξιᾶς καταγορεύσωσιν ὡς οὐδαμῶς εἰδώλων πλάνης τοὺς ἀνθρώπους ἐλευθερῶσαι κατίσχυσεν, εἴδωλά τε τὰ ἐπ’ ὀνόματι τετυπωμένα Χριστοῦ ἱερὰ καὶ τῶν ἁγίων ἄντικρυς ἀποφήνωσιν, εἰδωλολατρίας λοιπὸν ἐντεῦθεν ἔγκλημα Χριστιανοῖς ἐπιπλέξωσιν, καθὰ δὴ καὶ ἐν τῷ παρ’ αὐτοῖς νομιζομένῳ διαπραγματευσάμενοι ὅρῳ τρανῶς τε καὶ ἀνενδοιάστως ἐκπεφωνήκασιν· ἐξ ὧν ὁ βαρύτατος κατὰ τῶν εὐσεβούντων ἐγκατέσκηψε διωγμός.

τί οὖν ἔν γε τῷ παρόντι οἱ τούτων τὰ δόγματα ὑπεσχημένοι τηρεῖν ἀκαινοτόμητα, εἴδωλα ταύτας εἰπεῖν φεισάμενοι, ἔφησαν; ὢ τῆς παραπληξίας καὶ δυσβουλίας· ὅπως ἐκπεπωκότες τῆς ἀμαθίας καὶ ἀλογίας ὅλον τὸν ἄκρατον ἐξελέγχονται· ὡς εὖγε οἵαν περὶ τοὺς διδασκάλους τὴν εὐγνωμοσύνην καὶ τὸ σύμφωνον ἐπιδείκνυνται. βαβαὶ ὁπόσης γέμει ταῦτα τῆς εὐνοίας τῆς πρὸς αὐτοὺς καὶ συμπνοίας. ὢ ποία τῶν διδαγμάτων καὶ πόνων ἡ ἀμοιβὴ καὶ ἀντίδοσις. οὕτως αὐθημερὸν καὶ ἀθρόον, ὥσπερ οἱ μῦθοι τοὺς γίγαντας ἔχουσιν, φοιτηταὶ καὶ μύσται γνήσιοι ἀναφανέντες, διὰ μιᾶς φωνῆς ἐν ὀλίγαις συλλαβαῖς καὶ ἀκαρεῖ τῷ χρόνῳ τὸ πᾶν τῆς σαθρᾶς καὶ ἀραχνώδους αὐτῶν οἰκοδομίας ὁμοῦ καὶ τὴν δόξαν τὴν οἰκείαν κατεστρέψαντο καὶ τὰ δόγματα τῶν διδασκάλων κατεδιῄτησαν καὶ τὸ κλέος ἅπαν κατέλυσαν, ἐφ’ οἷς μέγα τὴν ὀφρῦν ἀνασπῶντες ἐφρόνουν. ἀλλ’ ὅπερ πρὸς τοὺς ἐξ ἀρχῆς τῆς κατ’ αὐτοὺς ἱερωσύνης ἡγεμόνας πεπόνθασιν, τοῦτο καὶ νῦν πρὸς τοὺς ἀρτιγενέθλους τῆς ἀσεβείας εἰσηγητὰς ὑπομένουσιν, τῆς οἰκείας ὥσπερ ἐπιλελησμένοι προθέσεως καὶ ἑκατέρωθεν ἑαυτοῖς τὴν ἔκπτωσιν καὶ ἀλλοτρίωσιν προσπορίσαντες. ποῦ οὖν ἐνταῦθα ἡ πρὸς τοὺς διδασκάλους εὐγνωμοσύνη, ποῦ ἡ ἀσπάσιος τῶν θεοκλύτων δογμάτων ἀποδοχή, ποῦ ἡ ἐπικύρωσις καὶ βεβαίωσις, ἅπερ καὶ παρὰ τὴν ἀρχὴν τοῦ ἰδίου καὶ θαυμαστοῦ ὅρου κατεκομψεύοντο;

ποῦ ὁ κρότος καὶ ὁ κόμπος τῶν ἐγκωμίων; ποῦ τῶν θεοφιλῶν καὶ πνευματικῶν πατέρων ἡ σύνοδος ἡ ἐκ γραφικῶν καὶ πατρικῶν ὠχυρωμένη δογμάτων καὶ οἱ εὐαγεῖς οὓς ἐξέθετο κανόνες; ποῦ ἡ τῶν οἰκουμενικῶν συνόδων ἐπακολούθησις; ποῦ ἡ μετὰ πάσης ἀκριβείας καὶ ἐμμελείας ἐξέτασις; ποῦ ἡ προτιμηθεῖσα ἐν πνεύματι καὶ ἀληθείᾳ λατρεία τε καὶ προσκύνησις καὶ ἡ κατάκρισις καὶ διάπτυσις τῆς ἀκεφάλου καὶ ἀπαραδότου καὶ ἀχρήστου καὶ ἀπροσκυνήτου τῶν εἰκόνων ποιήσεως, δι’ ὧν ἁπάντων ἀκύμαντος οὐκ ἐν ὀλίγοις ἔτεσιν ἡ ἐκκλησία διαμεμένηκεν; καὶ οὐκ οἶδα εἴ τινας ἄλλους ὕθλους καὶ λήρους κατὰ τῆς Χριστιανῶν εὐαγοῦς καὶ ἀμωμήτου θρησκείας ἐξυφᾶναι τετολμήκασιν οἱ ἐξάγιστοι. πάντα οἴχεται. πάντα φροῦδα κατέστη. πάντα ἐκ ποδῶν γέγονεν. μία φωνὴ ἔρρηκται καὶ ὁ πᾶς σύλλογος διαλέλυται. μιᾶς ὑποσπασθείσης ψηφῖδος, τὸ πᾶν τῆς οἰκοδομίας κατέστραπται. ἆρ’ οὖν οὐ νηπίων κομιδῇ ταῦτα καὶ μειρακίων τῶν κατ’ ἀγορὰς παιζόντων καὶ ἄλλοτε ἄλλως τὰ τῆς παιδιᾶς μετατιθέντων καὶ μεταβαλλόντων, ἐφ’ ὃ τὸ εὐχερὲς καὶ νηπιῶδες τῆς ἡλικίας τρέψειεν; καὶ πάνυ γε. τί οὖν; μέχρι τούτων ἔστησαν καὶ τῆς ἄλης ἐπαύσαντο, ἢ οὐκ ἐφ’ ἕτερα χείρονα, ὥσπερ πρύμνας κρουσάμενοι, ἵεντο;

ἃ γὰρ λόγῳ εἴδωλα εἰπεῖν φεισάμενοι, ἐν τούτοις τἀναντία διαθέμενοι, οὐδενὸς ἠφειδηκότες ἔδρασαν, αὐτόχειρες οἱ δείλαιοι τῆς τῶν ἁγίων γενόμενοι καθαιρέσεως, εἰς τὴν τῶν εὐσεβούντων κάκωσιν ταῖς σπουδαῖς χρώμενοι· οὕτω πανταχῇ τὴν πίστιν ἡμῶν τὴν εὐκλεᾶ δείκνυνται καπηλεύοντες. διὰ γὰρ δὴ τοῦτο, μικρόν τι τῆς βλασφημίας νῦν καθυφέντες, τοὺς θαυμασίους παρορῶσιν ἐκείνους διδασκάλους, εἰδώλων φωνὴν τοῖς ἁγίοις ῥῆξαι κατατολμήσαντας καὶ εἰδωλολατρίας τὸ δύσφημον Χριστιανῶν καταραψῳδῆσαι οὐκ ἀποκνήσαντας, ἵνα οἰκονομεῖν τὸ παρὸν πλασάμενοι, εἶτα εἰς τὸ ἑξῆς ἑαυτοῖς ἑπόμενοι, τῶν ἴσων εἰς κακίαν μὴ ἀπολειφθεῖεν. ὃ γὰρ γλῶσσα παλίμφημος τέως συμφθέγξασθαι κατενάρκησεν, οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῦτο χεῖρες ἀθέμιτοι συγκατεπράξαντο, ὡς εἰδώλοις δῆθεν τοῖς ἁγίοις ἐναγῶς καὶ αὐταὶ προσπλεκόμεναι. ἀλλὰ καὶ αὖθις ἡμῖν τῶν αὐτῶν ἐπιληπτέον· εἴδωλα ταύτας εἰπεῖν φεισάμενοι. πῶς καὶ τίνα τρόπον; εἰ μὲν καλῶς παρὰ τῶν τετολμηκότων ἐκεῖνο τὸ πονηρὸν ἐξερεύξασθαι κεκλημένον ὁμολογεῖς, τί μὴ καὶ σὺ συμφθέγγῃ καὶ ἀποδέχῃ, τοῦ καλοῦ θερμῶς περιεχόμενος; εἰ δὲ κακῶς, ὥσπερ δὴ καὶ κακῶς καὶ λίαν πονηρῶς καὶ ἀθέως δεδυσφήμηται καὶ πεφλυάρηται, τί δήποτε μὴ τοῖς βαρυτάτοις καταδεσμεῖς ἀναθέμασιν καὶ τοῖς ἀξίοις ὑπάγεις κατακρίμασιν, ἃ πόρρω θεοῦ καὶ τῆς σωτηρίας ἵστησιν;

ἀλλ’ ἐπὶ τὸν κρημνὸν τῆς ἀμφιβολίας ἕστηκας, μᾶλλον δὲ ἐπὶ τὸν κρημνὸν ἡ ἀπιστία σε περιωθεῖ κατασύρουσα. εἰ δὲ ἔδοξας μετριάζειν περὶ τὴν ἀσέβειαν καὶ φείδῃ λέγειν τὸ πονηρὸν καὶ ἐκκλίνεις τὸ βλάσφημον, τίνος ἕνεκεν οἰκεῖον οὐκ ἔθου ὄνομα, ὅ,τι δεῖ καλεῖν αὐτάς; σεαυτὸν δὲ μιμούμενος, ὥσπερ περὶ τὸν ὁρισμόν σου πεποίηκας (καὶ γὰρ ἐκεῖσε τοῦ ἀλλοτρίου τὴν ἀναίρεσιν δόξας ἐργάσασθαι, τὸ οἰκεῖον οὐκ ἀντεισήγαγες) οὕτω κἀνταῦθα οὐκ εἴδωλα φής, ὅτι πᾶν εἴδωλον ὁμοίως κακὸν καὶ φευκτὸν καὶ πᾶν ὅ,τι ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ ὁμοίως καλὸν καὶ αἱρετόν, σεαυτὸν δὲ παραλογίζῃ, δεδοικὼς μήποτέ σε ἄρα ὁ λόγος καὶ ἄκοντα πρὸς τὴν εὐσέβειαν μεταγάγοι. ὡς οὖν περὶ τὴν πίστιν σκάζεις, οὕτω δὴ καὶ περὶ τὴν κλῆσιν τῶν προκειμένων ἀμηχανεῖς· Ἀνὴρ γὰρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ὁ ἱερὸς φησὶν λόγος· ἤ που καὶ τὰ Σαμαρειτῶν σε πάσχειν ὥρα, οἳ καὶ τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον. εἰ ἄχρηστος τούτων ἡ ποίησις καὶ ἡ προσκύνησις, εἰ ψευδωνύμους ἀπεφήνω καὶ οὗτινος ἡ εἰκὼν οὐδαμοῦ προστέθεικας καὶ εἴ τι ἄλλο ἐκαινολόγησας, ὅτου δὴ χάριν ἐν τούτῳ μόνον φειδοῦς ἀξιοῖς; εἰ οὐκ οἶδας εἰκονιζόμενον τὸν Χριστόν, τί δέδοικας ὀνομάζειν εἴδωλον, ὃ κατ’ οὐδένα τρόπον ἐπικοινωνεῖν Χριστῷ δύναται; τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων;

ἢ οὐχὶ σὺ εἶ ὁ ἄνω καὶ κάτω τὸ ἀκατάληπτον καὶ ἀπερίγραπτον, ὅπερ ἐκ τῶν καινῶν διδασκάλων παρείληφας, διαθρυλῶν ἐπὶ Χριστοῦ; ἵνα τί σοι διανυσθήσεται; ἢ πάντως τὸ μὴ εἰκονίζεσθαι Χριστόν σοι συμπορισθήσεται καὶ ὡς δῆθεν ξένον αὐτοῦ καὶ ἀλλότριον τὸ γεγραμμένον εὑρισκόμενον, εἴδωλον ἀποφήνῃς; ταύτῃ γοῦν καὶ εἰκόνος ὀνόματος τῷ λόγῳ σοι προκειμένου, τίνος ἂν ἡ εἰκὼν εἴη, ὡς ἥκιστά γε προσεπενήνεκται. ἁπλῶς γὰρ εἰκόνα λέγων, τοῦ πρός τι τὴν σχέσιν διέφυγες, πάντοθεν τὰ ἐντεῦθεν προσαπαντῶν τὰ ἄτοπα, προϊδόμενος ὃ οὐκ ἄν τις ἀκούων ἀνασχετὰ ποιήσαιτο. τοῦτον γὰρ ἐπανῃρημένοι τὸν σκοπόν, τὴν εἰδωλολατρίαν Χριστιανοῖς ἐπεγράψατε καὶ τῶν μυρίων ἐκείνων δεινῶν γεγόνατε πρόξενοι. ἀλλὰ φείδῃ εἴδωλον καλεῖν, κεκαυτηριασμένος τὴν συνείδησιν, καὶ ῥυπαρῶν καὶ ἀκαθάρτων οὐ καθαρεύων ἐννοιῶν, καὶ καταπνίγῃ καὶ ἀλύεις ὡς ὑπ’ ἀγχόνης τῆς ἀπιστίας στενοχωρούμενος, τοῖς τοῦ κόσμου τερπνοῖς ἐπτοημένος καὶ τῇ παρούσῃ προσκεχηνὼς δόξῃ, οὐκ ἔχων ὅποι τὸν λογισμὸν ἀπερείσειας, καθάπερ οἱ ἀπείρῳ καὶ ἀχανεῖ πελάγει περιπεσόντες.

τί μὴ πρὸς τὴν εὐσέβειαν ἀπαυτομολεῖς καὶ μετὰ Χριστιανῶν ἕστηκας καὶ ὁμολογεῖς Χριστὸν εἰκονιζόμενον, καταληπτόν τε καὶ γραπτὸν καὶ περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον, παρὰ τῶν τῆς ἐκκλησίας δογμάτων διδασκόμενος, καὶ σέβεις τὰ σεβασμοῦ ἄξια καὶ παύεις τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλεῖν δόλον καὶ ἀνομίαν, ἃ τὴν ἄρνησιν καὶ ἀθέτησιν τῆς τοῦ θεοῦ λόγου σαρκώσεώς σοι μνηστεύεται, ἀλλὰ βασκαίνεις σεαυτῷ τῆς σωτηρίας αὐτὸ τὸ καίριον, τὴν πίστιν ζημιούμενος, καὶ τιμὴν τὴν εἰς Χριστὸν ἀτιμίαν ἀφρόνως λογιζόμενος ὥσπερ τὴν τιμὴν ἀτιμίαν; καὶ εἴ πού τίς σου διαπύθοιτο τίνος καθαιρεῖς εἰκόνα, οὐδὲ ὑπέχειν τὴν ἀκοὴν ἀνέχῃ καὶ ἰλιγγιᾷς περὶ τὴν ἀπόκρισιν, ἔκφορον ἀποκνῶν ποιῆσαι τὸ προσιστάμενον, τὰ ὑφορμοῦντα ἐξ ἀνάγκης εὐθὺς προορώμενος, τὸ μετὰ Χριστοῦ μὴ τετάχθαι μήτε Χριστιανὸν πάντως νομίζεσθαι, ταῦτα δρᾶν ἑλόμενον· τοσοῦτό[ς] σοι ὁ Χριστὸς φορτικὸς καὶ εἰς μνήμην ἰὼν καὶ ἐν εἰκόνι ὁρώμενος. ἀληθὴς δὴ οὖν ὁ λόγος ὅτι κύων εἰς τὸ ἴδιον ἐπιστρέφει ἐξέραμα καὶ ὗς τῷ βορβόρῳ κυλίνδεται· ὃ δὴ καὶ ἐν τούτοις συμβέβηκεν, ἵνα κἀνταῦθα τῆς γνώμης τῆς ἀστηρίκτου τὸ ἀπαγὲς ἐκφαίνοιτο καὶ ἀνίδρυτον. κακὰ γὰρ κακοῖς ἀεὶ ἐφευρίσκοντες, οἰόμενοι τῷ ἥττονι κακῷ τὸ μεῖζον κακὸν ἐξιάσασθαι, τί τοῖς προειρημένοις αὐτοὶ προστιθέασιν; ἔστιν γὰρ κακοῦ πρὸς κακὸν διάκρισις. τίνες ταῦτα;

οἱ πρὸ βραχέος εἴδωλα εἰπεῖν φειδόμενοι. κακὸν οὖν οἱ κακοὶ δοῦλοι προσηγόρευσαν καὶ κακῶν κάκιστοι τὰ ἅγια, τό γε ἐπ’ αὐτοῖς χραίνοντες καὶ κακίζοντες· δούλων γὰρ κακῶν ἐπανίστασθαι κυριότητι καὶ κακουργεῖν εἰς τὰ ἐν οἷς τῷ δεσπότῃ ἀνῆκεν καὶ ἀνατέθειται. ταῦτα τῶν κακῶς λέγειν εἰδότων, τὸ καλὸν δὲ ποιεῖν οὐκ ἐπεγνωκότων παντάπασιν. ὢ ψυχῆς ἀχαρίστου καὶ γνώμης δυσγνώμονος· οὕτω διακεῖσθαι περὶ τὸν εὐεργέτην καὶ κύριον. οὕτω περὶ τὸ ἀγαθὸν δυσχεραίνουσιν, ὥσπερ οἱ τὰς ὄψεις λελωβημένοι περὶ τὸν ἥλιον. πῶς γὰρ δύνανται ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ὁ σωτήριος αὐτοῖς ἐπιφωνείτω λόγος, ὅτι ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας ἐκφέρει τὰ πονηρά, ὥσπερ ἐκ τοῦ ἀγαθοῦ ὁ ἀγαθὸς ἄνθρωπος. τί δὲ δεῖ πρὸς ταῦτα λέγειν; ἔστιν κακὸν τὸ εἴδωλον, πάντως ἴσασιν καὶ ὀνομάζειν δήπουθεν. καὶ εἰ τὸ μᾶλλον κακὸν εἴδωλόν ἐστιν, ταῦτα δὲ πρὸς διάκρισιν, ἥττονα κακά. τὸ δὲ ἧττον κακόν, κακὸν πάντως ἐστίν. τὸ κακὸν δὲ στῆναι ἐφ’ ἑαυτοῦ οὐ δύναται, προϊὸν ἀεὶ ἐπὶ τὸ κάκιον. ἥττονα εἴδωλα παρ’ αὐτοῖς τὰ ἅγια νενόμισται. ἀλλ’ οὐδὲν διοίσει εἰδώλου εἴδωλον, κἂν ἧττόν ἐστιν· εἴδωλον γὰρ ἅπαν ἤδη που πάντως ἐστίν. τί οὖν φημὶ ὅτι εἴδωλον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν, ἀλλ’ ἢ ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ θεῷ; ἡ ἀποστολικὴ ῥῆσις προαναπεφώνηκεν.

ἆρα οὖν καὶ οἱ Χριστοῦ δαιμονίοις θύουσιν, καὶ οὐ θεῷ, καὶ ἔθνη ἄπιστα καὶ ἄλογα; καὶ ποῦ ἡ παρὰ Χριστιανοῖς ἐλπὶς καὶ πίστις; ποῦ ἡ λατρεία καὶ ἡ προσκύνησις; ποῦ τὸ καύχημα, ὃ ἐπὶ τῇ προσκυνήσει τῆς ὑπερουσίου τριάδος αὐχοῦμεν; ποῦ τὸ τῆς οἰκονομίας τοῦ θεοῦ λόγου μυστήριον; ἄρδην ἅπαντα ἐκ μέσου γέγονεν καὶ ἀπέσβη τὰ τῆς σωτηρίας ἡμῖν; κενὸν τὸ κήρυγμα ἡμῶν καὶ ματαία ἡ ἐλπίς; καὶ ποίας ταῦτα ἀτοπίας καὶ ἀθεΐας ὑπερβολὴν ἀπολείπει; μετὰ τῶν δαιμονίων τὰ τοῦ Χριστοῦ, μετὰ ἐθνῶν ἀπίστων τὰ Χριστιανῶν. καὶ ποῖος λόγος συναναγκάσει ἐκείνοις παραβάλλεσθαι τὰ ἡμέτερα; ἃ ὅσα ἀλλήλων διέστηκεν, οὐκ ἂν οἶμαι γλῶσσαν φθέγξασθαι κατισχῦσαι· οὐδὲ φωτὸς τοσοῦτον πρὸς σκότος τὸ διάφορον. σκεπτέον δὲ καὶ οὕτως· εἰ μᾶλλον βδελυκτὸν τὸ εἴδωλον, ὅτι πρὸς ἀκαθάρτους δαίμονας ἡ περὶ αὐτὸ θυσία ἔρχεται, ἧττον δὲ πρὸς διάκρισιν κακοῦ ἡ τοῦ κυρίου εἰκών, διότι πρὸς αὐτὸν ἡ ἐπ’ αὐτῇ προσκύνησις ἄνεισιν, ὡς ἡ τοῦ λόγου ἀκολουθία ὁμολογεῖν ἐνδίδωσιν, βδελυκτὰ δὲ τὰ δαιμόνια διὰ τὴν τῆς εἰδωλολατρίας θυσίαν, ἧττον δὲ βδελυκτὸν ἡ Χριστοῦ εἰκὼν κατὰ διάκρισιν ... τὸ ἑξῆς σιγῇ τιμητέον. ἀλλὰ μὴν τὸ αὐτὸ ἄτοπον καὶ ἄλλως ἀναδειχθήσεται. τῶν ἀγαθῶν αἱ εἰκόνες ἀγαθαὶ δι’ αὐτοὺς πάντως εἰσίν, καὶ τῶν φαύλων φαῦλαι ὡσαύτως, παντί που δῆλον.

εἰ δὲ ὅ τινος ἕνεκεν ἔλαττον τοῦ δι’ ὃ γέγονεν ὡμολόγηται, ἐλάττους ἄρα τῶν ἀρχετύπων αἱ εἰκόνες ὡς δι’ αὐτὰ γεγονυῖαι. ὧν δὲ αἱ εἰκόνες κακαί, μᾶλλον ἐκεῖνα κακά, ἤτοι τὰ ἀρχέτυπα· κακὸν δὲ ἧττον, φασίν, κατὰ διάκρισιν τῶν χειρόνων ἡ τοῦ κυρίου εἰκών. τὰ ἐκ τῶν οὕτω κατασκευαζομένων τῆς θεομάχου γλώσσης συμπεραίνειν ἐστίν, καὶ τὸ τηλικοῦτον βλάσφημον ἐπὶ τὰς κεφαλὰς αὐτῶν, οἳ τὰς ὑποθέσεις καὶ τὰς ἀρχὰς τῶν ἀτοπωτάτων τούτων παρέσχοντο λόγων· τοιαῦτα γὰρ οὐδὲ οἱ ἀκάθαρτοι δαίμονες τολμήσειάν ποτε φθέγξασθαι. ἀλλ’ ἡμῖν γε ὀρθὰ φρονεῖν εἰδόσιν ῥητέον ὡς, εἰ πάντων τῶν ἀγαθῶν τὸ ἀκρότατον καὶ τῶν ὀρεκτῶν τὸ ἔσχατον καὶ μᾶλλον αὐτοαγαθὸν καὶ ἀγαθῶν πηγὴ καὶ αὐτοαγαθότης καὶ ἀγαθῶν τοῖς ἀξίοις παρεκτικὸς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ἐστιν πάντῃ καὶ πάντως, καὶ τὴν εἰκόνα αὐτοῦ ἀγαθὸν ἐκ παντὸς συνομολογεῖσθαι δίκαιον. ὅθεν δὲ ταῦτα πάσχουσιν οἱ ἠπατημένοι καὶ ἀνόητοι, οὐκ ἀσυμφανές· οὐ γὰρ ἔγνωσαν ἀναμέσον ἁγίου καὶ βεβήλου ἢ καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι καὶ ὡς οὐδεμία κοινωνία Χριστῷ πρὸς Βελίαρ οὐδὲ φωτὶ πρὸς σκότος οὐδέ τις συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων.

ταῦτα γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ ἄνωθεν πεπαιδευμένη ἐκ χάριτος, κακόν τι ὅλως ἐν ἑαυτῇ οὐκ ἐπίσταται οὔτε ἁπλῶς οὔτε πρὸς διάκρισιν· πᾶν γὰρ κακὸν ἐξ αὐτῆς ἐξώρισται καὶ οὐδὲν εἴδωλον ἐν αὐτῇ, εἴ γε ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ τῷ λέγοντι πειστέον· πάντα δὲ τὰ ἐν αὐτῇ τίμια καὶ ἀγαθὰ καὶ σεβάσμια καὶ τοῦ παντὸς ἄξια. ἐξ ὧν ἀβούλως καὶ ἀνοσίως ἀποφοιτήσαντες οἱ δείλαιοι, τιμῆσαι ἃ τιμᾶν χρεὼν ἀναξίους ἑαυτοὺς κατέστησαν καὶ οὐ κατῃσχύνθησαν τὰ Χριστοῦ καταλύειν, Χριστιανῶν ὄνομα περιφέροντες. εἰ οὖν τὰ ὀνόματα δεύτερα τῶν πραγμάτων, τιμιωτέρων γε ὄντων, τὸ πρότερον δὲ καὶ τιμιώτερον ἀποπέμπονται ἀτιμοῦντες, πῶς τοῦ δευτέρου μετασχεῖν ἄξιοι; ἢ τοίνυν καὶ τοῦ πράγματος ἀντεχέσθωσαν ἢ καὶ τὴν κλῆσιν παραιτείσθωσαν καὶ μὴ ἐν προσποιήσει Χριστιανισμοῦ τὰ Χριστιανῶν καθαιρείτωσαν, εἴπερ παρ’ ἡμῖν ταῦτα· οὐ γὰρ εἰς τοσοῦτον οἶμαι ἠλιθιότητος ἵκοντο, ὡς παρ’ ἑτέρας θρησκείας καὶ ἀνίστασθαι καὶ τιμᾶσθαι φρονεῖν ἢ λέγειν. ἤδη δὲ καὶ αὐτὴ ἡ τοῦ ὀνόματος προφορὰ μάχεται. εἰ γὰρ ἐκ τοῦ ὀνόματος Χριστοῦ γνωρίζεται καὶ δὴ καὶ τὰ ἐπιγεγραμμένα στοιχεῖα ἐπισημαίνεται, πῶς αὐτοὶ διαπτύοντες τῆς αὐτῆς μετάσχοιεν κλήσεως; τὸ γὰρ τῶν εἰκόνων Χριστοῦ χρῆμα ἐκεῖθεν ἠρτημένον πρὸς αὐτὸν ἡμᾶς καὶ οἰκειοῖ καὶ προσάγει.

ψιλοῦ λοιπὸν μετέχουσι τοῦ ὀνόματος, τοῦ πράγματος ὁλοτρόπως χηρεύοντες, καὶ μάτην ὑποδύονται τὴν κλῆσιν, Χριστιανοὺς ἑαυτοὺς ἐπιφημίζοντες· καὶ γὰρ ἐκ τοῦ καρποῦ τὸ δένδρον καὶ ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνωσθήσονται, ὡς ὁ τῆς ἀληθείας ἐμπεδοῖ λόγος. οἱ μὲν οὖν τὴν ἡμετέραν καὶ ἑαυτῶν ἀπολιπόντες ἐφ’ ἑτέραν ἀκλεῶς καὶ ἀθλίως ἐτράποντο· καὶ τὴν τιθηνησαμένην ἐκκλησίαν ὑπεριδόντες, πρὸς τοὺς νεοφυεῖς πατέρας καὶ οὓς διδασκάλους παρεσχεδίασαν νόθους μετέθεντο. οἵ γε προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενοι περιγραπτὰς καὶ ἀπεριγράπτους φωνὰς προχειριζόμενοι εἰσηγήσαντο. πᾶσαν δὲ παλαιὰν καὶ νέαν παρὰ τοῦ πνεύματος ἐκτεθειμένην γραφὴν παραγραψάμενοι, εἰδώλων ἐπ’ ὀνόματι τὴν ἐκκλησίαν διώκειν ἐπετεχνάσαντο, ὅλην ὑπόθεσιν τῶν μεταχειριζομένων πόνων τὴν τῆς σαρκώσεως τοῦ θεοῦ λόγου ἀθέτησιν ἐνστησάμενοι. ἐξ ὧν ἅπαντες τοῦ εἰς ὀρθὸν φρονεῖν ἐκκεκλικότες ἀλλήλοις τε καὶ τοῖς ἀνὰ τὴν ὑφ’ ἡλίῳ ἅπασαν ἀσύμφωνοι καὶ ἀσύμβατοι ὤφθησαν.

πολλαῖς οὖν τερατολογίαις καὶ βατταρισμοῖς τὰς ἑαυτῶν ἀποπλήσαντες διανοίας καὶ περὶ τὸ ψεῦδος ἐνειλούμενοι καὶ ἀστατοῦντες, ὡς ἐκφανείη τὸ προπετὲς καὶ παλίμβολον τῆς γνώμης, καὶ εἴδωλα καὶ οὐκ εἴδωλα καλοῦντες, ποτὲ μὲν κατὰ τῆς δόξης τῶν ἁγίων τολμῶντες, ποτὲ δὲ τῆς βλασφημίας ἐπανιέντες, ἔπειτα πρὸς τὴν συνηγορίαν τῶν λογοποιηθέντων ἀποτρέχουσιν, δι’ ἀσυναρτήτων τινῶν καὶ ἀνακολούθων τὸ ἐντεῦθεν ἰόντες. καὶ συγκομίζουσιν χρήσεις ἀχρήστους καὶ οἷά τινα ἐφολκίδα κακῶν ἐπαγόμενοι φέρουσιν, παρ’ ὧν τὴν ἰσχὺν τῶν παραπεπλασμένων ἐπεισκρίνεσθαι ᾤοντο. (ἤνυσαν δὲ πλέον οὐδὲν ὧν ὁ τῆς ἀποστασίας ἡγεμὼν Μαμωνᾶς Κωνσταντῖνος, παρὰ τῶν ἀγόντων μυούμενος, ἀκόσμως τε καὶ ἐκθέσμως ἠθροικὼς συντέθεικεν. ταῦτα δὴ οὖν, πρὸς δέ γε καὶ οὓς πατέρας νῦν κεχειροτονήκασιν, κανόνα πίστεως ἀθεεὶ παρεδέξαντο, οὐκ εἰδότες οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται.) αἱ πλείους γὰρ αὐτῶν οὔτε πρὸς ἀλλήλας οὔτε πρὸς τὴν ἀλήθειαν τὸ σύμφωνον διασῴζουσιν· ἔνιαι δέ, εἴ που βραχύ τι τῆς ἀληθείας ἅπτοιντο, οὐχ’ ὅπως τῷ σκοπῷ τῷ ἐκείνων οὐ συναίρονται, ἀλλὰ καὶ τῷ φρονήματι τῆς ἐκκλησίας μᾶλλον συνέπονται καὶ τῷ ὀρθῷ λόγῳ συναγορεύουσιν.

αὐτῶν δὲ τούτων ἃς μὲν παραπεποιηκότες ἐνόθευσαν, προσθήκαις τισὶ καὶ ὑφαιρέσεσιν καὶ μεταθέσεσιν κατὰ τὸ οἰκεῖον παραφθείροντες βούλημα, πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων, ἃς δὲ ἀκρωτηριάσαντες καὶ ἀποξύσαντες, καθ’ ἅς γε ἀληθείας τι ἐχόμενον κατελάμβανον (ὃ δὴ καὶ ἐπὶ ταῖς τῶν κλεινῶν ἡμῶν διδασκάλων αἷς περιέτυχον δόξαις δράσαι οὐκ ἀπώκνησαν) ἢ ἀπαρεγχειρήτους παρενεγκόντες, μήτε ἐπιστήσαντες μήτε νοήσαντες ὅ,τί ποτε διαγορεύουσιν οἱ ἀνόητοι. ἔστιν δὲ ὧν καὶ τὰς προσηγορίας διήμειψαν, ἵνα τῷ ἀξιοπίστῳ τῶν ἐπισημοτέρων προσώπων τοὺς πολλοὺς ἐπάγοιντο, καὶ ἁπαξαπλῶς οὐδὲν τῶν ὅσα τοῖς παραχαράκταις τοῦ καθ’ ἡμᾶς εὐθυτάτου λόγου ἐπινοεῖσθαι καὶ δρᾶν ἔθος καταλελοίπασιν. ἐκ δὴ τούτων καὶ ἄκοντες ὁμολογήσουσιν ὡς ἀρχαϊκὸν καὶ παλαιγενὲς τῶν ἱερῶν ἀπεικασμάτων τὸ χρῆμα κατὰ τὴν ἐκκλησίαν ὡς ἱερὸν χρηματίζον ἐπέπρεπεν· ἀλλ’ ἐν οἷς μὲν οἱ ἠπατημένοι ἥδονται, συνηγοροῦντας ἐπὶ τῇ τῶν ἁγίων καθαιρέσει τοὺς διδασκάλους ἀποδέχονται· ἐν οἷς δὲ ἄχθονται, τῇ τούτων ἀρχαιότητι προσμαρτυροῦντας ἀποπέμπονται.