Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανασκευή των παρερμηνειών των Αποστολικών Διαταγών και των λόγων του Αστερίου Αμασείας

Ελέγχεται η λανθασμένη χρήση χωρίων των Αποστολικών Διαταγών και αποδεικνύεται ότι ο Αστέριος Αμασείας δεν καταδίκαζε τις ιερές εικόνες, αλλά την κοσμική πολυτέλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 9 από 18

ἀλλ’ ἐχρῆν μὲν ἡμᾶς, τούτων ἀφεμένους οἷα Σειρήνων λόγων οὐδὲν ἀποδεόντων, τὸ ἀπατηλὸν καὶ γεγοητευμένον καὶ τὸ μυθῶδες ἐπαγομένων καὶ διατοῦτο λοιπὸν ἀπευκτῶν καὶ ἀπειρημένων φωνῶν θεῷ τε καὶ ἀνθρώποις τοῖς εὐσεβεῖν αἱρουμένοις, ἤδη τοῦ ἐν αὐταῖς ψεύδους πανταχοῦ πεφωραμένου, ἐφ’ ἑαυτοῖς ἡσυχάζειν καὶ σχολὴν ἀπὸ τούτων τῶν ματαίων ἄγειν, οὐκ ἀπωτάτω βλάβης τοὺς προσωμιληκότας ἰέναι εἰδότας. ἵνα δὲ μή τινες σκανδαλίζοιντο λόγου τινὸς τῶν ἀναγκαίων ἐνταῦθα ἔχεσθαι ὑποπτεύοντες, ταύτῃ τοι ἐπ’ αὐτὰς μετοίχεσθαι καὶ μάλα εὐκαίρως δεῖν ᾠήθημεν εἰς μέσους τε προθεῖναι καὶ ἀντιπαραθεῖναι τῶν ἱερῶν τῆς ἐκκλησίας διδασκάλων τὰς φωνὰς καὶ θριαμβεῦσαι τῶν δι’ ἐναντίας τὰ ἄτοπα καὶ παράλογα, ἵνα μὴ ἀνεξέλεγκτον ᾖ τὸ κακὸν καὶ τῶν ἀκεραιοτέρων τὰ ἤθη κατασίνοιτο καὶ τὴν ὀρθὴν καὶ ἀπλανῆ δόξαν λυμαίνηται. πῶς οὖν καὶ πόθεν τῶν συμπεφορημένων τῆς ματαιοπονίας λόγων κατάρχονται;

οἱ τὸ πρὶν εἴδωλα κατονομάσαι τὰ ἅγια φεισάμενοι, εἴτε κατασχηματισάμενοι εἴτε τὸ δύσφημον κατορρωδήσαντες (κάμπτει γὰρ πολλάκις καὶ ἀντιπάλους ἡ δίκη, τῷ ἀξιώματι τῶν πλεονεκτουμένων ἀντισηκοῦσα τὴν ἔκπληξιν), πρωτίστην καὶ κρατίστην κατὰ εἰδώλων προτιθέασιν χρῆσιν, ὡς ἐξ Ἀποστολικῶν καταρχόμενοι Διατάξεων, φάσκοντες ὅτι ἀρχῆθεν αὐτῶν τῶν ἀποστόλων ἐστὶν ἡ διάταξις πρὸς τὸν τῇ ποικιλίᾳ καὶ βαφῇ τῶν χρωμάτων χρώμενον αὕτη· Τοίνυν ἔσο τὸν δάκτυλον ῥυθμίζων ἐπὶ τῇ τοῦ σταυροῦ γραφῇ· φεῦγε τὸν ἄκοσμον κόσμον, ἵνα μὴ τὸν τῆς παρακοῆς ἐνδύσῃ δερμάτινον χιτῶνα. ταῦτα μὲν προηγάγοντο, τὴν εἰδώλων προσηγορίαν κρύπτειν ἐκμηχανώμενοι τῷ μὴ λέξει αὐτῇ ἐνταῦθα ἐμφέρεσθαι· ἀλλὰ τά γε προηγούμενα, ὡς ἐν ταῖς ἀκόσμοις βίβλοις τῶν πάλαι ἠθροικότων εὕρηται, ἐμφανέστερον τὴν τῶν εἰδώλων ἡμῖν ἔννοιαν παρίστησιν. πρός τινα γὰρ ἀργυροκόπον διάταξιν ἑτέραν προτεθείκασιν ἔχουσαν ὧδε· Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μὴ δὲ ζηλώσῃς ἐν παρανομίᾳ Δημήτριον. ὁ γὰρ ἀκούσας· «Οὐ ποιήσεις παντὸς ὁμοίωμα εἰς τὸ λατρεύειν ἔργοις χειρῶν ἀνθρώπων», παρακούσας πεποίηκεν ἀντὶ σταυροῦ ναοὺς ἀργυροῦς τῆς Ἀρτέμιδος (αἰνίττεται δὲ εἰς Δημήτριον ἀργυροκόπον ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων μνημονευόμενον).

μεθ’ ἣν ἡ παροῦσα διάταξις, πρός τινα πλουμμάριον ἐπιγεγραμμένη, ἐξ ἐγκωμίων τῆς τέχνης κατάρχουσα οὕτως· Ἡ μὲν τέχνη ἐπίδοξος, ἡ δὲ ταύτης πολύτροπος γραφὴ ἔσθ’ ὅτε τοῖς νέοις ῥαθυμίας γίνεται πρόξενος. οὐκοῦν ἔσο τὸν δάκτυλον ῥυθμίζων ἐπὶ τῇ τοῦ σταυροῦ γραφῇ· φεῦγε τὸν ἄκοσμον κόσμον, ἵνα μὴ τὸν τῆς παρακοῆς ἐνδύσῃ δερμάτινον χιτῶνα. οἱ ταῦτα διδασκόμενοι πᾶσαν γραφικὴν τέχνην κακίζουσιν, καὶ τοὺς διδασκάλους αὐτοὺς ἐν τούτῳ παραγραφόμενοι· οὐδὲν γὰρ αὐτοῖς οὕτω τερπνὸν καὶ χαρίεν ὡς τὸ φιλείδωλον καὶ διὰ μνήμης εἰδώλων ἰέναι ἀεί, καθάπαξ τῆς τοῦ θεοῦ μνήμης εἰς λήθην βαθεῖαν ἐκπεπτωκόσιν. εἰ δὲ χρὴ καὶ ἡμᾶς ἐξ Ἀποστολικῶν Διατάξεων ὁρμωμένους ὑπαντιάζειν, ἀποχρήσειν οἶμαι καὶ ταύτην μόνην ἀντιπαρατεθεῖσαν τὴν ῥῆσιν πρὸς τὴν τοῦ ψεύδους ἀναίρεσιν καὶ τοῦ παῦσαι τοὺς ἀνοήτους σφαλερῶς καὶ ἀφρόνως ἐπὶ τοῖς μηδὲν προσήκουσιν τοῖς ἱεροῖς συμβόλοις αὐτομολεῖν.

παρίτω γὰρ ἡμῖν τανῦν Πάμφιλος ὁ μέγας ἱερομάρτυς, τῆς ἀληθείας μάρτυς ἀξιόχρεως, ἐκ τῶν τῆς ἐν Ἀντιοχείᾳ τῶν ἀποστόλων γεγενημένης συνόδου, τοῦτ’ ἔστιν συνοδικῶν κανόνων, φθεγγόμενος, ἔνθα πρώτως τὸ τῶν Χριστιανῶν κεχρημάτικεν ὄνομα· ἐν οἷς ἔφησαν εἰκονίζειν τὴν θεανδρικὴν ἄχραντον χειροποίητον στήλην τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἄντικρυς τῶν εἰδώλων καὶ μηκέτι πλανᾶσθαι εἰς αὐτὰ τοὺς σῳζομένους μὴ δὲ ὁμοιοῦσθαι Ἰουδαίοις. ὡς οὖν ταῦτα τὸ ἀληθὲς καὶ ἀξιόπιστον κέκτηται, συνηγορήσει τὰ πράγματα· ὡς δὲ τὸ ψευδὲς καὶ ἀπίθανον τὰ τῶν δι’ ἐναντίας ἔχει, τίς ἐκ τῶν καιρῶν καὶ τῶν τότε ἐσπουδασμένων οὐ συνήσει; πῶς γὰρ ὤφθη κατὰ Χριστοῦ εἰκόνος ἀποστολικὴ διάταξις, καιροῦ τηνικαῦτα τυγχάνοντος καὶ σπουδῆς προκειμένης τοῖς ἀποστόλοις οὐ τοῦ κηρυσσομένου εἰκόνας καθαιρεῖν (ποῦ γὰρ ἢ πῶς ἐπιστεύθη αὐτὸ τὸ κήρυγμα;), τὴν τῶν εἰδώλων δὲ ἐλαύνειν πλάνην, καὶ τῶν βωμῶν διὰ πλείστων ὅσων πόνων καὶ διδαγμάτων αὐτοῖς καταβεβλημένων τοὺς ἀνθρώπους ἁρπάζειν καὶ πρὸς τὴν τρίβον τῆς θεογνωσίας ποδηγεῖν καὶ τὴν χάριν ἐμφυτεύειν διὰ τοῦ κηρύγματος; ὃ δὴ καὶ πεποιήκασιν κατὰ χώρας καὶ γλώσσας καὶ ἔθνη καὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκεχυμένοι, τὸν λόγον τὸν εὐαγγελικὸν διακηρύσσοντες.

εἰ γοῦν ἀληθείας ὁπωσοῦν τοῖς λόγοις τῶν ἀντιπάλων μετῆν, πῶς ἐκ τοῦ παραχρῆμα κατὰ τοῦ θεοτεύκτου τύπου ἐκείνου πρῶτον οὐκ ἠυτομόλησαν, ὃν ὁ σωτὴρ τῷ πίστει αἰτήσαντι εὐμενῶς παρέσχετο, τῷ τῶν Ἐδεσηνῶν ἡγεμόνι φημί, ὃς καὶ μέχρι τοῦ δεῦρο ἐν θαύμασιν κηρυσσόμενος διασῴζεται; τί δεῖ κατὰ τοῦ τύπου λέγειν; πῶς κατὰ τοῦ διδασκάλου τοῦτο δράσαντος οὐκ ἤραντο χεῖρας, ἔγκλημα μέγα ἐπάγοντες οἰκοδομοῦντι πάλιν ἅπερ αὐτοὶ κατεστρέψαντο; ὅπερ καὶ νῦν οἱ κατὰ τοῦ ὀρθοῦ λόγου συμφραξάμενοι τολμῶσιν. ἀλλὰ τίς τοῦτο φάναι τολμήσοι πίστεως τῆς καθ’ ἡμᾶς κἂν ποσῶς μετασχών, εἰ μὴ καὶ αὐτὸν Χριστὸν αἰτιάσοιντο καὶ μέμψεως οὐκ ἀφήσουσιν τῆς ἐσχάτης, ἑαυτὸν ἐν ὀθόνῃ τυπώσαντα καὶ παράδειγμα ἡμῖν τοῖς εἰς αὐτὸν πιστεύουσιν εὐσεβείας τε καὶ τῆς ἰδίας μνήμης καταλελοιπότα; τί δὲ οὐχὶ κατὰ τοῦ θείου ἀνδριάντος ἔδρασαν ἄτοπον, παρατηρήσεως τῆς οἱασοῦν ἐκτός, ὃν ἡ αἱμόρρους γυνὴ τῷ θεραπευτῇ καὶ εὐεργέτῃ, τοῦ χαλεποῦ ἀπαλλαγεῖσα νοσήματος, ἐπιρρεῖν πεπαυμένη τῶν ἀκαθάρτων αἱμάτων τοὺς ῥύακας καὶ τὴν εὐεργεσίαν ἀμειβομένη ἀνέθηκεν, τοῦ θαύματος κήρυκα ἀπαράγραπτον καὶ στήλην ἐναργεστάτην ταῖς μετέπειτα γενεαῖς τὸ κατ’ αὐτὴν θαυματουργηθὲν παράδοξον δημοσιεύουσα;

οὐδὲ γὰρ ἂν ἔλαθεν ἐν μέσῃ πολυανδρούσῃ πόλει καὶ δήμῳ πλείστῳ περιρρεομένῃ καὶ νόμοις διαιτωμένῃ καθιδρυμένον τὸ ἀνάθημα καὶ ἐν οἴκῳ γυναικὸς περιφανοῦς καὶ τῶν εὖ γεγονότων ἀνεστηλωμένον. πῶς οὖν παρὰ τῶν θεσπεσίων ἀποστόλων ἐπὶ πλεῖστον διαρκεῖν χρόνον συγκεχώρητο, εἴπερ ἀληθείας μετρίως γοῦν ἔναυσμά τι ἐν τοῖς λεγομένοις παρὰ τῶν ἀνοσίων διεφαίνετο; εἰ δὲ πρὸς εὐγνώμονας καὶ πιστοὺς ὁ λόγος ἴοι, πεισθεῖεν ἂν οὐκ ἐκεῖνα μᾶλλον τοὺς θείους ἀποστόλους, τἀναντία δὲ τῶν εἰρημένων ἐπιτελέσαντας· παράδοσις γὰρ καὶ λόγος ἐχόμενος πειθοῦς μέχρις ἡμῶν κάτεισι, τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν εἰκόνι διαγράψαι τὸν κύριον, πρὸς δέ, καὶ τὴν πανάχραντον αὐτοῦ ἀειπάρθενον μητέρα καὶ τὰς ἱεροτυπίας ταύτας τὴν Ῥωμαίων διαφυλάσσειν πόλιν. τί δεῖ λέγειν περί γε τῆς Ἱεροσολυμιτῶν, ὡς οἱ αὐτόθι γενόμενοι ἱστορήσαντες περιαγγέλλουσιν ὡς πλείστας μέχρι τοῦ δεῦρο πιστῶς καὶ εὐλαβῶς ἱερογραφίας ἐκ παλαιοῦ δι’ ἀκριβείας κειμένας τηροῦσι καὶ σεμνῶς περιέποντες προσκυνοῦσι; καὶ τὰ πράγματα αὐτὰ μαρτυρεῖ καὶ βεβαιοῖ τῶν ἱστορουμένων καὶ ἀπαγγελλομένων τὸ ἀληθές.

ὡσαύτως συναναγέγραπται ὡς μετὰ τὴν Σίμωνος τοῦ μάγου κατάλυσιν Πέτρος καὶ Παῦλος, οἱ κορυφαῖοι τοῦ ἀποστολικοῦ χοροῦ, τὰ μεγαλεῖα τοῦ θεοῦ κηρύσσοντες καὶ ἃ πεποίηκεν ὁ σωτὴρ θαύματα, πρῶτα τὰ τῆς θείας μεταμορφώσεως ἐξεικονίσαντες Ῥωμαίοις παραδεδώκασιν, καθὰ ὤφθη Μωυσεῖ ἐν μέσῳ καὶ Ἠλίᾳ, τοῖς θεσπεσίοις προφήταις· ἃ δὴ καὶ σῴζεσθαι εἰς δεῦρο φασίν. πῶς οὖν ἀντιβλέψουσιν οἱ ἀπειθεῖς καὶ ἀγνώμονες πρὸς τὸ μέχρι τοῦ νῦν καὶ ὁρώμενον καὶ ᾀδόμενον θαῦμα ἐν τῷ κατὰ τὸν σεπτὸν ναὸν τῆς πανάγνου θεομήτορος, ὃν ἐν τῇ πόλει τῇ καλουμένῃ Λύδδῃ, ἔτι περιούσης κατὰ τὸν τῇδε βίον, οἱ θεσπέσιοι ἀπόστολοι ἐδωμήσαντο; πολλοὶ γὰρ τεθέανται προσκυνούμενον εὐλαβῶς καὶ τιμώμενον τὸ ἀχειρότευκτον ἐκεῖνο καὶ σεβάσμιον ἀπεικόνισμα, πλαξὶν τετυπωμένον λαμπραῖς καὶ διαυγέσι καὶ διὰ βάθους ὅλον κεχωρηκός· ὃ δή τινες τῶν δυσμενῶν Ἑλλήνων καὶ Ἰουδαίων ἀπαχρειοῦν πειραθέντες διέξεσαν νεανικῶς, ἀλλὰ διήμαρτον τῆς ἀνοσίου ἐγχειρήσεως· οὐδὲν γὰρ ἧττον ἐπὶ σχήματος ἕστηκεν ἡ μορφή, εἶδός τε καὶ στολὴν καὶ τἄλλα τῆς θέας ἀνεξάλειπτα καὶ ἀλώβητα διασῴζουσα. ἱστόρηται γὰρ ὑποσχέσει τῆς πανάγνου παρθένου τῇ πρὸς τοὺς ἀποστόλους αὐτόματον ἀναδοθῆναι τὸ σεβάσμιον τουτὶ χρῆμα.

ἀλλ’ οἵ γε τηνικαῦτα ἐπὶ τῷ θαύματι παρόντες Ἰουδαῖοι μίσει τοῦ ἀρχετύπου καὶ τὸν ναὸν ὁμοῦ διὰ τὴν μορφὴν καίτοι προσήκοντα ἤδη παρῄτηνται, οἱ δὲ νῦν τὸν ἐκείνων τρόπον εἰς τὸ ἰουδαΐζειν ὑπερακοντίσαντες, τῷ τύπῳ ἅμα, καὶ τοὺς ναοὺς αὐτοὺς διορύττουσιν καὶ τὰ ἐνταῦθα ἱερὰ δυσμενῶς καταπιμπρᾶσιν. ἐπὶ τούτοις ὁ βίος εἰσήχθω καὶ τὰ θαύματα ἀνδρὸς γνωρίμου καὶ φοιτητοῦ τῶν θείων ἀποστόλων καὶ μαρτυρίου στεφάνῳ κεκοσμημένου· Παγκράτιος ὄνομα αὐτῷ. ὃς τῆς Ταυρομενιτῶν ἐκκλησίας τῆς κατὰ τὴν Σικελιῶτιν νῆσον προεδρεύων ἐξηγήσατο, ὑπ’ αὐτῶν τῶν ἀποστόλων ἐπιτραπεὶς τὸ εὐαγγέλιον, Μαρκιανῷ ἅμα συμφοιτητῇ καὶ ὁμοτρόπῳ, ἑτέρας τῶν αὐτόθι κατὰ τὴν ἱερωσύνην ἐξάρχειν κεχειροτονημένῳ πόλεως, ὥστε καὶ κατὰ τὴν ἑσπερίαν διαδραμεῖσθαι τὸ κήρυγμα. ἃ δὴ συντέταχεν Εὐάγριος ὁ τούτου ὁπαδὸς καὶ τῆς ἐπισκοπῆς διάδοχος. ἐν οἷς γράφει λέξεσιν αὐταῖς ὧδε· Ἐγένετο μετὰ τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανοὺς καὶ καθίσαι ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν οὐκ ἐχωρίσθη, ἦλθον οἱ ἀπόστολοι ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν εἰς Ἱερουσαλὴμ καὶ εἰσῆλθον εἰς τὸν οἶκον οὗ ἦσαν καταμένοντες.

καὶ μεθ’ ἕτερα· Ταῦτα οὖν λαλήσας ὁ μακάριος ἀπόστολος Πέτρος, προσκαλεσάμενος Ἰωσὴφ τὸν ζωγράφον λέγει αὐτῷ· «Τέκνον Ἰωσήφ, ἐξένεγκε τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ, ἵνα ἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἀνελάβετο ὁ υἱὸς τοῦ θεοῦ· ἵνα ἰδόντες ἐπὶ πλεῖον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς καὶ ὑπόμνησιν λαμβάνωσιν τῶν παρ’ ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων.» ὁ οὖν ζωγράφος λαβὼν ἐγκηρότατα χρώματα ἀνθητὰ ἐζωγράφησε τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ὁ οὖν μακάριος ἀπόστολος· «Ζωγράφησον, τέκνον, καὶ τὴν ἐμὴν καὶ τοῦ ἡμετέρου ἀδελφοῦ Παγκρατίου, ἵνα λέγωσιν εἰς ὑπόμνησιν λαμβάνοντες· ‘Οὗτός ἐστιν ὁ τὸν λόγον τοῦ θεοῦ κηρύξας ἐν ἡμῖν ὁ ἀπόστολος Πέτρος’ καὶ διὰ τὸν κύριν Παγκράτιον· ‘Οὗτός ἐστιν ὁ οἰκοδομήσας τὸν πύργον τοῦ σκευοφυλακίου’. » ὁ οὖν παῖς ὁ ζωγράφος καὶ ταύτας ἀπετέλεσεν ἐπιγράψας ἑκάστην εἰκόνα τὸ ἴδιον ὄνομα. οὕτως οὖν ἐποίουν οἱ ἅγιοι ἀπόστολοι ἔν τε πόλεσιν καὶ κώμαις, ἕκαστος αὐτῶν ἀπὸ Ἱεροσολύμων ἀνελόμενος τὸν ἴδιον ζωγράφον.

ἂν μέντοι ἡ ἐκκλησία παρόντος τοῦ ἀποστόλου οἰκοδομήθη, ἐπληροῦτο ἅπασαν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὴν ἐκκλησίαν διεκόσμουν ἀπ’ ἀρχῆς, ὅτε ὁ ἄγγελος τὸ Χαῖρε κέκραγεν τῇ παρθένῳ μέχρις ὅτου ἀνελήφθη· εἰ δὲ οὐκ ἦν κεκριμένον αὐτοῖς ἀλλ’ ἐν ἑτέρᾳ πόλει ἢ κώμῃ ἐσπούδαζον, αὐτοὶ ἐνετύπουν αὐτὰς ἐν πίναξιν χαρτῴοις καὶ παρεδίδοσαν τῷ ἐπισκόπῳ καὶ αὐτοὶ μετὰ τὴν πλήρωσιν τῆς οἰκοδομῆς ἐνετύπουν αὐτάς· ἃς καὶ φόβῳ παρῄνουν τιμᾶσθαι ὡς ὁρῶντες τῶν ἱστοριῶν τοὺς τύπους. τινῶν δὲ μεταξὺ περί γε τιμῆς καὶ προσκυνήσεως τοῦ σταυροῦ ῥηθέντων, ἐπάγει ὁ αὐτὸς ὅτι Πάντων ἐκ τοῦ πύργου κατελθόντων, σταθεὶς ὁ μακάριος ἀπόστολος καταμόνας ἔμπροσθεν τῆς εἰκόνος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔλεγεν προσευχόμενος μετὰ δακρύων· «Εὐλογητὸς κύριος ὁ θεός μου ὁ ὀφθείς μοι ἐν τῷ τόπῳ τούτῳ· ὁ εὐδοκήσας διὰ τῆς σῆς χάριτος τὸ τῶν ἀνθρώπων γένος ἐπισκέψασθαι, μὴ παρίδῃς με, ὅτι μονογενὴς καὶ πτωχὸς εἰμὶ ἐγώ· ἔπιδε ἐπὶ τὴν ταπείνωσίν μου καὶ σῶσόν με, ὅτι πρὸς σὲ καταφεύγω τὸν παντοδύναμον.» καὶ πληρώσας ὁ μακάριος τὴν εὐχὴν ἐξῆλθεν ἐκ τοῦ πύργου. τοῦ αὐτοῦ ἐκ τοῦ β βιβλίου· Λαβὼν ὁ κατηχηθεὶς τὰς καινὰς στολάς, ἦλθεν πρὸς τὸν μακάριον Ἐπαφρόδιτον, διακατέχων τὰ καινὰ ἄμφια.

ἀναστὰς οὖν καὶ κατελθὼν ἐν τῷ χειμάρρῳ, ἔπηξεν τὸν σταυρὸν καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ ὕδατος. ἐγὼ γὰρ Εὐάγριος πελεκητὸν ξύλον εὑρὼν ἐποίησα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς αὐτὸ ὀρθόστατον, κατὰ κέλευσιν Παγκρατίου· ἦν δὲ τὸ ξύλον μῆκος ὡς ἥμισυ πήχεως καὶ πλάτος αὐτοῦ ὡσεὶ σπιθαμὴν καὶ ἀνάγοντα χειρός, τὸ δὲ ξύλον ἦν τῷ γένει κυπάρισσος. ὡς δὲ ἔστη καὶ ἡγίασεν, κατῆλθεν ὁ ἀνὴρ ἐν τῷ ὕδατι καὶ βαπτισθεὶς ἀνῆλθεν λέγων ὅτι «Πῦρ με περιήστραψεν»· ὡς ἦν δὲ κατελθών, τὸ ἅγιον πνεῦμα, τοῦτο ἦν ἑωρακώς. ἠρώτησεν δὲ τὸν Ἐπαφρόδιτον· «Τίνος ἐστίν, κύριέ μου ἀπόστολε, ἡ φαιδρὰ εἰκὼν ταύτη;» ὁ πρεσβύτερος πρὸς αὐτόν· «Τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστιν.» καὶ ὡς ἔλεγεν ὁ ἀνὴρ πρὸς τὸν Ἐπαφρόδιτον ὅτι «Εἶδον τὴν εἰκόνα ταύτην ἁπλώσασαν τὴν χεῖρα αὐτῆς καὶ ἁψαμένην μου.» ἔτι ἐκ τῆς αὐτῆς βίβλου· Ἦν ὁ μέγας ἀπόστολος δεδωκὼς τοῖς περὶ Παγκράτιον καὶ Μαρκιανὸν στελλομένοις ἐπὶ τὰ ἑσπέρια μέρη πᾶσαν ἐκκλησιαστικὴν κατάστασιν· εὐαγγέλιον καὶ ἀποστολικὰ βιβλία καὶ σκεύη ἱερὰ καὶ δύο σταυροὺς ἔχοντας ῥάβδους κεδρίνους, τὴν διακόσμησιν τῆς ἐκκλησίας ἤγουν τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν παλαιάν τε καὶ καινὴν διαθήκην· ἃ ἐγένοντο κατὰ κέλευσιν τῶν ἀποστόλων.

καὶ μετά τινα· Λαβὼν ὁ μακάριος Παγκράτιος τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου καὶ τὴν καθολικὴν ἱστορίαν τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἃ καὶ ποιήσας ἦν ἐν πίναξιν χαρτῴοις σὺν τῇ τοῦ ἀποστόλου εἰκόνι, καὶ ταύτας τὰς δύο εἰκόνας σὺν τῷ σταυρῷ διακατέχων προσῆλθεν τῷ Φάλκωνι. καὶ ἐγγίσας τῷ ἀνδριάντι καὶ τύψας αὐτὸν τῇ χειρὶ αὐτοῦ, οὐδαμοῦ ῥῆσις, οὐδαμοῦ πνοή. καὶ προσευξαμένου αὐτοῦ καὶ ὁρκίσαντος τοῖς δαιμονίοις, ἦραν τὸν ἀνδριάντα καὶ ἔρριψαν αὐτὸν εἰς τὴν θάλασσαν σταδίους τριάκοντα. καὶ μετὰ πολλά·

Ἀναστὰς ὁ μακάριος Παγκράτιος ἐφόρεσεν τὴν ἱερὰν καὶ ἀληθινὴν στολὴν αὐτοῦ ἅπασαν σὺν τῇ διπλοΐδι καὶ πάσῃ ἀκολουθίᾳ καὶ προεκάθισεν ἐπὶ θρόνου ὡς πρέπον ἐστὶν ἱερεῖ ἐπισκόπῳ. καὶ ἐνέγκας τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὴν τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου παρέστησεν ἐνώπιον αὐτοῦ. καὶ οὕτως ἐδέξατο τὸν Βονιφάτιον τὸν ἡγεμόνα Ταυρομενίας. καὶ πάλιν ὅτι ἐν εὐχαῖς καὶ ψαλμῳδίαις μετὰ τῶν λοιπῶν ἱερῶν ἔμπροσθεν αὐτῶν προετίθεσαν τὰς ἱερὰς εἰκόνας. καὶ αὖθις φησὶν ὅτι ἐπὶ τῇ καταλύσει τοῦ εἰδώλου τοῦ Λύσσωνος καὶ τῶν εἰδώλων τῶν Μοντανῶν τὰς αὐτὰς ἱερὰς εἰκόνας ἐπεφέροντο. καὶ μετ’ ὀλίγα ὅτι μέλλοντος ἀπέρχεσθαι εἰς πόλεμον Βονιφατίου τοῦ ἡγεμόνος Ταυρομενίας, χειροτονεῖ ὁ μακάριος Παγκράτιος τὸν Εὐάγριον πρεσβύτερον πρὸς τὸ συνοδεῦσαι αὐτῷ. ἐνέγκας δὲ τὰ σίγνα, ἅπερ ἦν ποιήσας, ἐπιστέλλει Εὐαγρίῳ ποιῆσαι ἐν τῷ πρώτῳ σίγνῳ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τοῖς λοιποῖς τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· ἅπερ δὴ καὶ ἀπετέλεσεν. καὶ ἀπάραντες πλοῒ ἀνήχθησαν ἐπὶ τὸ Δυρράχιον καὶ συμβαλόντες τοῖς ὑπερκειμένοις βαρβάροις καὶ νικήσαντες αὐτοὺς ἐν τῷ πολέμῳ ἔλαβον ἐξ αὐτῶν αἰχμαλωσίαν ἕως τῶν ὀγδοήκοντα χιλιάδων καὶ σκύλα πολλά, χρυσὸν καὶ ἄργυρον καὶ ἅρματα παμπληθῆ.

τοιαῦτα καὶ ἕτερα πλεῖστα ἀναγεγραμμένα ἐν τῇ βίβλῳ εὕρηται τοῦ ὁσίου. οὕτως οἵ τε θεῖοι ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ ἐπὶ τὸ κήρυγμα διαθέοντες καὶ τὸν λόγον τὸν σωτήριον πανταχῇ διασπείροντες καὶ τὴν τῶν εἰδώλων ἐξαμαυροῦντες πλάνην, τὰ τῆς ἐπιδημίας πρὸς ἀνθρώπους Χριστοῦ τῇ τε διδασκαλίᾳ καὶ τῇ ἱστορίᾳ ταύτῃ (ἐπεὶ εἰς ταυτὸν φέρει ἀμφότερα) διετίθεντο, ὡς δι’ ἀμφοῖν ὁμοτίμως τρέχειν τὸ εὐαγγέλιον· καθὰ καὶ τὸν ἱερὸν Θωμᾶν πεποιηκέναι ἱστόρηται ἐφ’ οἷς ἔθνεσιν τὸ εὐαγγέλιον ἐμαθήτευσεν, ὡς ἀκόλουθον καὶ οἰκεῖον τῷ λόγῳ καὶ τὴν γραφὴν ταύτην παραδίδοσθαι. εἰ δέ τινες, ἀπιστίᾳ καὶ ἀγνωμοσύνῃ περὶ τὰ θεῖα ἔτι κεκρατημένοι, τῶν φωνῶν τούτων χάριν διαμφισβητοῖεν, καίτοι ἐπὶ πλέον παρὰ πολλοῖς φερομένων, τῷ τινὰς ἴσως τῶν ὁλοκλήρων βιβλίων ἀμοιρεῖν, οἱ τῆς ἐκκλησίας πολέμιοι ἀπολογείσθωσαν, παρ’ οἷς ἔργον καὶ σπούδασμα καὶ πάλαι καὶ νῦν τὰς βίβλους πανταχόθεν ἀθροίσασι καθ’ ἃς εἰκόνος μνήμη ἐφέρετο, τὰς μὲν ὅσαι τῶν ἀλλοτρίων ἔτυχον τῆς θείας καθυλακτοῦσαι σαρκώσεως σὺν προθυμίᾳ περιποιεῖσθαι πολλῇ, τὰς δὲ ὅσαι τῇ ἐκκλησίᾳ οἰκεῖαι καὶ τῷ λόγῳ τῷ καθ’ ἡμᾶς συναγορεύουσαι σθένει διαλυμαίνεσθαι παντί. τούτων γὰρ τινὰς μὲν καθὰ καὶ τὰ λοιπὰ ἱερὰ καὶ ἅγια πυρὶ παραδιδόασιν, ἐνίας δὲ διατέμνοντες καὶ ἀποξέοντες, ἄλλας δολίως παραποιοῦντές πως καὶ νοθεύοντες ἀκλεῶς διέφθειραν.

ταῦτα καὶ ἐξ ἑτέρων μὲν πλειόνων ἐμφανὲς πολλοῖς γέγονεν, ἐκδηλότερον δ’ ἂν φωραθείη εἴ τινι τῇ βίβλῳ καθ’ ἣν τὰ τοῦ προειρημένου ἱερομάρτυρος Παγκρατίου ἱστόρηται, ἀρχαιοτάτῃ γε οὔσῃ περιτυχεῖν ποθεν περιγένοιτο, ἣν αὐτοὶ ὄψεσιν αὐταῖς τέλεον ἀπηχρειωμένην τεθεαμένοι, τὴν τόλμαν τῶν ἀσεβῶν κατεπλάγημεν· οὕτως αἰσχρῶς καὶ ἀκόσμως αἱ ἱεραὶ παρ’ αὐτοῖς ἐπιβουλεύονται δέλτοι, ὡς μὴ δὲ νηπιάζοντα παῖδα τὰ τοῦ δόλου λανθάνειν. τὰ οὖν προδεδειγμένα τοῖς μὲν πιστοῖς τὴν θείαν καταγγέλλει κηδεμονίαν, ἣν δὴ διὰ τῆς τοῦ θεοῦ λόγου ἐπιφανείας καὶ ἔγνωμεν καὶ πεπιστεύκαμεν καὶ πεπλουτήκαμεν, τοῖς ἀπίστοις δὲ παιδιά τις καὶ λῆρος τάχα φανεῖται· καὶ ξένον γε οὐδέν, ἐπεὶ τὸ εὐαγγέλιον ἐν τοῖς ἀπίστοις κεκαλυμμένον τυγχάνει, τὴν ἀχλὺν τῆς ἀπιστίας τὰς ψυχὰς ἐπισκοτίζουσαν ἔχουσιν· καὶ ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. τούτων οὕτως προενηνεγμένων, τὰς ἑξῆς ἐπισκεψώμεθα χρήσεις. δεύτερον γὰρ παράγουσιν Ἀστέριον ἐπίσκοπον Ἀμασείας ἐπιγραφόμενον, ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγῳ φάσκοντα οὕτως· Μὴ γράφε τὸν Χριστόν—ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι’ ἡμᾶς κατεδέξατο—, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε.

καὶ ταῦτα μὲν ἐκ τοῦ ὅλου συγγράμματος πρὸς τὸν ἴδιον σκοπόν, ὡς ἐνόμιζον, χρησιμεύοντα μόνα ὑφελόμενοι προὔθηκαν, τὰ λοιπὰ (ἐπεὶ ἅπερ αὐτοῖς αἱρετὰ ἐδόκει ἔπραττον) παριδόντες· ἡμεῖς δὲ δίκαιον ᾠήθημεν ἄνωθεν τὸν λόγον ἀναλαβόντες τὰ λειπόμενα πρὸς τὴν ὑπόθεσιν προσεκπληρῶσαι, ὡς ἂν οἱ ἐντυγχάνοντες εὐμαρέστερον τοῦ γεγραφότος τὸν νοῦν καὶ ὅτου δὴ χάριν γεγράφηκεν ἕλοιεν. ἔχουσι γὰρ ὧδε· Ὅσοι τε καὶ ὅσαι τῶν πλουτούντων ἐν ὑμῖν εὐλαβέστεροι, ἀναλεξάμενοι τὴν εὐαγγελικὴν ἱστορίαν, τοῖς ὑφάνταις παραδεδώκασιν, αὐτὸν λέγω τὸν Χριστὸν μετὰ τῶν μαθητῶν ἁπάντων καὶ τῶν θαυμασίων ἑκάστων ὡς ἡ διήγησις ἔχει (ὄψει τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰς ὑδρείας, τὸν παραλυτικὸν τὴν κλίνην ἐπὶ τῶν ὤμων φέροντα, τὸν τυφλὸν τῷ πηλῷ θεραπευόμενον, τὴν ἁμαρτωλὸν τοῖς ποσὶν τοῦ κυρίου προσπίπτουσαν, τὸν Λάζαρον ἐκ τοῦ τάφου πρὸς τὴν ζωὴν ὑποστρέφοντα), καὶ ταῦτα ποιοῦντες εὐσεβεῖν νομίζουσιν καὶ ἱμάτια κεχαρισμένα τῷ θεῷ ἀμφιέννυσθαι. ἐμὴν δὲ εἰ δέχονται συμβουλήν, ἐκεῖνα ἀποκτώμενοι, τὰς ζώσας εἰκόνας τοῦ θεοῦ τιμάτωσαν· μὴ γράφε τὸν Χριστόν—ἀρκεῖ γὰρ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη, ἣν αὐθαιρέτως δι’ ἡμᾶς κατεδέξατο ὁ κύριος—, ἐπὶ δὲ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον λόγον περίφερε.

μὴ ἐν τοῖς ἱματίοις ἔχε τὸν παραλυτικόν, ἀλλὰ τὸν κείμενον ἄρρωστον ἐπιζήτησον· μὴ θεώρει συνεχῶς τὴν αἱμορροοῦσαν, ἀλλὰ χήραν θλιβομένην ἐλέησον· μὴ τὴν ἁμαρτωλὸν γυναῖκα ἐπιμελῶς ὅρα γονυπετοῦσαν τὸν κύριον, ἀλλ’ ἐπὶ τοῖς ἑαυτοῦ πλημμελήμασιν συντριβόμενος πυκνὸν ἔκχει τὸ δάκρυον· μὴ τὸν Λάζαρον ἐγειρόμενον ἐκ νεκρῶν σκιαγράφει, ἀλλὰ τῆς σῆς ἀναστάσεως ἀγαθὴν τὴν ἀπολογίαν εὐτρέπιζε· μὴ τὸν τυφλὸν ἐπὶ ἐσθῆτος περίφερε, ἀλλὰ τὸν ζῶντα καὶ τῶν ὄψεων ἀφῃρημένον ταῖς εὐποιΐαις παραμύθησαι· μὴ τοὺς κοφίνους ζωγράφει τῶν λειψάνων, ἀλλὰ τρέφε τοὺς πεινῶντας· μὴ τὰς ὑδρείας ἐπὶ τῶν ἱματίων βάσταζε, ἃς ἐν Κανᾷ τῆς Γαλιλαίας ἐπλήρωσεν, ἀλλὰ πότιζε τοὺς διψῶντας. καὶ ταῦτα μὲν ὧδε ἐπὶ λέξεως ἔχει. οὗτος δ’ οὖν ὁ Ἀστέριος, ὅσον ἐκ τῆς ἐπιγραφῆς τοῦ λόγου νοεῖν ἐνδίδωσιν, οὐ φαίνεται προηγουμένως οὐδὲ τὸν Χριστὸν ἀπείργων εἰκονίζεσθαι οὔτε μὴν ἀπροσκύνητον τὸ εἰκονιζόμενον εἶναι· σκοπὸς δὲ αὐτῷ πρόκειται διὰ τῆς ἠθικῆς ταύτης διδασκαλίας τῆς μὲν τῶν πενομένων προμηθεῖσθαι οἰκονομίας, τῆς δὲ τῶν εὐθηνουμένων καθικνεῖσθαι μικρολογίας.

πρῶτον μὲν γὰρ εὐλαβεστέρους τοὺς ἀναλεξαμένους καλεῖ καὶ ὅτι εὐλαβείας τοῦτο ἔργον οἶδεν (εὐλαβείας δὲ εἵνεκεν οὐκ οἶδα εἴ τις τοὺς κεκτημένους διαμέμψαιτο), ἔπειτα δὲ εὐαγγελικὴν ἱστορίαν καλεῖ, ἣν διαμωμεῖσθαι πῶς οὐ πόρρω που τῆς Χριστιανῶν θεοσεβείας ἀπῴκισται; ταῦτα τοίνυν πρότερον ὥσπερ ἐν ἐγκωμίου τρόπῳ διεξελθών, ἐπὶ τὴν ἰδίαν ἐπάνεισιν πρόθεσιν. ἐπεὶ οὖν πρὸς τοὺς κατὰ τὸν παρόντα βίον πλουσίους τὸν λόγον προάγει, ὁρῶν τινας τάχα ἐμμανῶς περὶ τὴν ὕλην διακειμένους, ὡς δὴ καὶ τοῖς ὑφάνταις αὐτοῖς παρέχειν πράγματα καὶ πρὸς τὴν ποικιλτικὴν ταύτην τῶν σηρικῶν ὑφασμάτων καὶ τὴν Συβαρικὴν ἐσθῆτα κατατρίβεσθαι, παραινεῖ λοιπὸν τὸ περιττὸν καὶ φιλότιμον τῆς περὶ τὸν πολυτελῆ τοῦ ἱματισμοῦ κόμπον δαπάνης περικόπτειν καὶ μὴ περὶ πολλοῦ τῶν περιβολαίων τὴν ἄχρηστον κτῆσιν ποιεῖσθαι καὶ τὴν λαμπρότητα, ὧν ἡ δόξα καὶ ἡ εὐπρέπεια ἐν ἴσῳ καὶ ἐαρινοῖς ἄνθεσιν διαρρεῖ τε καὶ ταχέως ἀπομαραίνεται, ἐπιμέλεσθαι δὲ μᾶλλον τοῦ τιμιωτέρου τῆς ψυχῆς κτήματος καὶ τοῦτο κατορθοῦσθαι διὰ τῆς εἰς τοὺς δεομένους ἀδελφοὺς δαψιλοῦς ἐπιδόσεως καὶ ἐνταῦθα τὴν πλείστην τῶν χρημάτων καταναλοῦν εὐπορίαν καὶ κτῆσιν.

καὶ ταῦτα μὲν τὰ τῆς παρούσης ὑποθέσεως ἐπαγγέλλεται· εἰ δέ τις ἀκριβέστερον ἐπιστήσειεν, εὕροι ἂν τουτονὶ τὸν Ἀστέριον γεγηθότα πως καὶ ἡδόμενον περὶ αὐτὸ τὸ τῆς ἱστορίας φαινόμενον, ἐν ᾧ μάλιστα εὐαγγελικὴν προσαγορεύει καὶ ὥσπερ ὑπ’ ὄψιν ἄγει διὰ τοῦ καταλόγου τὰ πράγματα, εὐλαβεστέρους τε τοὺς ἀναλεξαμένους ἐπίσταται, καὶ οὐδὲ εἰκόνας κατονομάζει τὰ γεγραμμένα ἀλλὰ κύριον ἁπλῶς μάλιστα ἐπὶ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ καὶ μαθητὰς καὶ τὰ κατὰ τὸν γάμον τῆς Γαλιλαίας καὶ τὰ λοιπὰ πρόσωπά τε καὶ πεπραγμένα θαύματα, ἅπερ ἐκεῖσε ἀπηριθμήσατο, δίχα τῆς ὁπωσοῦν ἑτερωνυμίας καὶ παραφράσεως. εἰ γοῦν τὸν Χριστὸν μόνον ἐνταῦθα μὴ γράφεσθαι παρῄνει, εἴχετο ἂν ἀφορμῆς τινος τῶν ματαίων ὁ λόγος· εἰ δὲ καὶ τοὺς μαθητὰς καὶ τὸν τυφλὸν καὶ τὸν παράλυτον καὶ πάντα ὅσα πρόκειται γράφειν ἐπὶ τῇ συμβουλῇ διεκώλυεν, τίς οὐκ ἂν αἴσθοιτο, εἰ καὶ τῶν ἀγροικοτέρων καὶ ἀμαθεστέρων εἴη, ὅτι οὐ τὸ μὴ γράφεσθαι πάντως τὸν Χριστὸν ἐντεῦθεν εἰσφέρεται, τῆς δὲ τῶν πτωχῶν εἵνεκεν κηδεμονίας τὸ εἶδος τοῦτο τῆς παραινέσεως ἐπιτετήδευται, ἐπεὶ οὕτω γε δεήσοι, μὴ δὲ τυφλὸν μὴ δὲ παράλυτον ἢ γυναῖκας καὶ ὑδρείας καὶ κοφίνους γράφεσθαι, εἴ γε λέγειν ἐξὸν ὡς διὰ σεβάσματος τοὺς κοφίνους καὶ τἄλλα <οὐχ’> ἧττον ἢ θεοὺς γεγραμμένους ἡγοῦντο τηνικαῦτα οἱ ἄνθρωποι.

ἀλλ’ οὐδεὶς ἂν τοῦτο σωφρονῶν ἐννοήσειεν· μόνων γὰρ τῶν ἀφραινόντων ἐστὶν τὸ φλυάρημα. οὐκοῦν ἐμφανὲς διὰ πάντων καθίσταται ὡς οὐ πρὸς καθαίρεσιν τῶν ἱερῶν ἀπεικονισμάτων προηγουμένως ὁ λόγος αὐτῷ, πρὸς δὲ τὸ περιορᾶν τὴν τῶν ἱματίων ἄκαιρον περιφάνειαν καὶ τὸν κόσμον καὶ τῆς τῶν πτωχῶν ἐπιμελείας ἀντέχεσθαι· πρὸς γὰρ τοὺς τῇ ἀμετρίᾳ τοῦ καλλωπισμοῦ τῶν ὑφασμάτων χρωμένους ὥσπερ ἀγανακτῶν δείκνυται· διόπερ παρεγγυᾷ τοῖς πλουσίοις τοῦ μὲν ἱματισμοῦ τὴν πολλὴν φιλοτιμίαν καὶ τὸ φιλόπλουτον περιΐστασθαι καὶ μὴ τὴν σπουδὴν ἅπασαν περὶ τὰ ὑλικὰ καὶ σωματικὰ τίθεσθαι, παραμυθεῖσθαι δὲ καὶ περιέπειν τοὺς ἐκ τῆς αὐτῆς εἰκόνος καὶ τοῦ αὐτοῦ πηλοῦ καὶ συγκράματος, διὰ τῆς συμπαθείας καὶ εὐποιΐας εὐεργετοῦντας μετὰ πολλῆς τῆς ἀφθονίας. τὸ τοιοῦτο δ’ ἄν τις τῆς διδασκαλίας εἶδος οὐ παρὰ Ἀστερίῳ μόνῳ, ἤδη δὲ καὶ παρὰ πᾶσιν τοῖς θεοσόφοις τῆς ἐκκλησίας καθηγεμόσιν πανταχοῦ προχειριζόμενον ἴδοι· οἰκεῖον γὰρ τῆς τῶν διδασκάλων ὡς ἀληθῶς προστασίας καὶ τῆς τῶν πενεστέρων ἕνεκεν παραμυθίας μάλιστα· προσεκτέον δὲ ὅτι προστάττων Ἀστέριος μὴ γράφειν τὸν Χριστόν, γραφόμενον αὐτὸν εἰδὼς καὶ μάλα προδήλως ἑαυτὸν νῦν ἡμῖν εἰσάγει. ἆρα γὰρ ὡς πεφυκότα γράφεσθαι τοῦτο ποιεῖ ἢ μή; ὡς μὲν γὰρ πεφυκότα, οὐδεὶς τῶν νοῦν ἐχόντων ἀντερεῖ· τίς γὰρ σωφρονῶν προστάττει τινὶ μὴ δρᾶν ἃ μὴ πέφυκε γίνεσθαι;

οἷον, οὐδεὶς προστάττει τινὶ μὴ ἵπτασθαι. τίνος ἕνεκεν; ὅτι μὴ πέφυκεν ἵπτασθαι δῆλον δήπου· βαδίζειν μέντοι καὶ ναυτίλλεσθαι καὶ ὅ,τι ὅμοιον τῇ φύσει πρόσεστιν, ὅτι πέφυκεν ἤδη· ᾔδει οὖν ἐκ παντὸς ζωγραφούμενον τὸν Χριστόν. διατοῦτο μὴ γράφεσθαι αὐτὸν παρηγγύα, ὡς τοῦτο ἤδη πεφυκότα· καὶ ὃ πέφυκε γίνεσθαι, διὰ δὲ τὰς εἰρημένας αἰτίας, οὐ διὰ τὸ μὴ εἰκονίζεσθαι, ἀπείργειν ἐβούλετο. εἰ δέ τις τὸ ἀρκεῖ αὐτῷ ἡ μία τῆς ἐνσωματώσεως ταπεινοφροσύνη ὡς αἴτιον καὶ κατασκευαστικὸν τοῦ μὴ γράφεσθαι τὸν Χριστὸν ἐννοῶν ἀντιθείη, ἴστω ὡς ὁ τῆς ταπεινοφροσύνης τρόπος γραφόμενον ἡμῖν μᾶλλον αὐτὸν ὑποδείκνυσιν· εἰ γὰρ τὸ ὑψηλὸν καὶ θεῖον ἄγραπτον, τὸ ταπεινὸν καὶ ἀνθρώπινον γραφόμενον ἀνάγκη δίδοσθαι.

τὸ δὲ εἰρημένον παρ’ αὐτῷ· ἐπὶ τῆς ψυχῆς σου βαστάζων νοητῶς τὸν ἀσώματον, ἐν ἤθει λεχθὲν οἰητέον, οὐκ ἀποφάσεως χώραν ἔχειν· τοιαῦτα γὰρ πρὸς τοὺς πολίτας διαλεγόμενον ἐννοεῖν πάρεστιν, ὡς «Εἴ γε διὰ τὴν ἐνσωμάτωσιν τοῦ Χριστοῦ», φησίν, «περὶ τὴν πολυτέλειαν καὶ ποικιλίαν τῶν ἀμφίων τοσοῦτός σοι ὁ πόνος καὶ ἡ φροντὶς ἐγγίνεται, ἐννόησον αὐτόν ποτε καὶ ἀσώματον, μὴ ἐξιστάμενον μέντοι τοῦ σώματος (ἔστι γὰρ καὶ παρὰ σοὶ τὸ ἀσώματον ὡς εἰκονίζεις θεόν· οὐδὲ γὰρ ὁ σὸς νοῦς καὶ ἡ ψυχὴ σῶμα, κἂν ἐν σώματι συνῆπται καὶ ἥνωται), ἵνα σὺ εἰς μνήμην ἐπὶ τῆς ἀσωμάτου ψυχῆς φέρῃς ἀεὶ καὶ νοῦν καὶ ψυχὴν θεραπεύῃς, καὶ καθαρεύῃς τὸν λογισμὸν καὶ τὴν διάνοιαν διὰ τῆς τῶν ἐντολῶν τηρήσεως καὶ ἐπισκέψεως τῶν πενίᾳ τρυχομένων καὶ νόσῳ βεβλημένων ὁμοιοπαθῶν ἡμῖν ἀνθρώπων, καὶ κατευθύνηταί σοι πρᾶξις καὶ βίος καὶ φωτίζηται τὰ κατὰ θεὸν διαβήματα. καὶ μὴ πάντα τοῖς σωματικῶς ὁρωμένοις καὶ εἰς χρῆσιν κόσμου σωματικοῦ χρησιμεύουσιν χαρίζου, δι’ ἃ φθέγγεσθαι ταῦτα ἠνάγκασμαι καὶ τὸν λόγον προάγειν ὑμῖν ἐπαχθέστερον.» οὐκοῦν οὐδὲ τὸ ἀσώματον ἐκληπτέον ἐνταῦθα καθάπερ οὗτοι ὑπολαμβάνουσιν, ἐπεὶ οὕτω γε ταῖς ἀληθείαις Μανιχαῖος καθαρὸς καὶ τὰ Μανιχαίων νοσῶν ἀναδειχθήσεται, οἷς ἀκολουθεῖν ὡς διδασκάλοις πρόθυμοί τε καὶ ἑτοιμότατοι.

ἐκ δὴ τούτων ἁπάντων ἐμφανῆ ἑαυτὸν καθίστησιν ὅπως περὶ τῆς τοῦ Χριστοῦ ἐδόξαζεν ἐνσωματώσεως, ὅτι ὁ γινώσκων ὡς κατὰ τὸ ἀσώματον αὐτοῦ ὁ Χριστὸς πανταχοῦ πάρεστιν οἶδεν ὅτι σωματικῶς οὐ πάρεστιν· ὅθεν σαφέστερον συναναφαίνεται ὅτι καὶ περιγραπτὸν αὐτὸν δοξάζει καὶ γραπτὸν κατὰ τὸ σωματικῶς νοούμενον. ἐν οἷς καὶ τὴν τοῦ λόγου δύναμιν καὶ τοῦ συγγραφέως τὴν πρόθεσιν συνορᾶν ἔξεστιν, ὅπως περιεργότερον τοῦ δέοντος διελέχθη, μικρὸν καὶ τὸ εὐσεβὲς παριδών, ἵνα τοὺς περὶ τὴν τοῦ πλούτου ἀδηλότητα ἐκ περιουσίας στρεφομένους οἰκοδομήσῃ καὶ κερδήσῃ τοὺς πλείονας ταῦτα οἰκονομῶν. ἐντεῦθεν οἱ πάντα παραχαράσσοντες, τὸ μὴ γράφεσθαι Χριστὸν καὶ τὸ ἀσώματον ὑφαρπάσαντες, τῆς οἰκείας παρανομίας τὴν κακουργίαν συνιστᾶν ἔδοξαν· ὧν οὕτως ἀνακαθαρθέντων μάτην αὐχοῦσιν Ἀστέριον οἱ παράπαιστοι. καὶ ταῦτα μὲν οὕτως ἔχοντα δεδείχθω· ἐφεπομένως δὲ τούτοις εἰσήχθω πάλιν Ἀστέριος. εἰ μὲν παρὰ τὸν ἐν χερσὶν ἕτερος, ἡ ἀλήθεια εἰδείη ἂν μόνη, ἡμεῖς δὲ οὐδὲν τούτου γε εἵνεκεν διοισόμεθα· εἰ δὲ ὁ αὐτὸς οὗτός ἐστιν, αὐτόθεν τοῖς οἰκείοις τοξεύμασιν βαλλέσθωσαν καὶ βολίσιν ὀξείαις τραυματιζέσθωσαν καὶ τῶν ἐξευρημένων μηχανημάτων τὰς σφενδόνας δεχέσθωσαν.