σύνοδον δὲ ὁποίαν κλητέον ἀκουέτωσαν· τὴν μαινάδα, τὴν σοβάδα, τὴν αὐθάδη, τὴν πάντολμον, τὴν νεωτεροποιόν, τὴν καινοτόμον, τὴν ὑβρίστριαν, τὴν τῆς βλασφημίας μητέρα, τὴν ἀποστατικὴν φάλαγγα, τὸν μανικὸν ὅμιλον, τὸ Καϊαφαϊκὸν συνέδριον, τὸ λῃστρικὸν σύστρεμμα, τὸν λόχον τὸν ψυχοφθόρον, τὸ θήρατρον τῶν λογικῶν ζῴων, τὸ Σατανικὸν ἔνεδρον, τοῦ πονηροῦ τὸ ὅπλον, τὸ τῆς εὐσεβείας πολέμιον, τὸ ἄνομον βουλευτήριον, τῶν λοιμῶν τὴν καθέδραν, τὸ Φαρισαϊκὸν σύστημα, τὸ Ἰουδαϊκὸν σύνταγμα, τὸν ἀγυρτικὸν σύλλογον, τὸ ὀχλαγωγὸν ἄθροισμα, τὸ ταραχοποιὸν ἄγυρμα, τὸν ἐσμὸν τῶν κακῶν καὶ τῆς Χριστιανῶν θεοσεβείας ἀντίπαλον, τὸ πάσης παρανομίας ἐπίμεστον καὶ πάσης κακίας καταγώγιον. τίς ἂν λόγος ἐφίκοιτο; τίς ἱκανὸς ἀπαριθμήσασθαι ὅσα καὶ οἷα κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἐνεανιεύσαντο καὶ ὁπόσην καινοτομίαν κατὰ τῆς ἐκκλησίας ἐπενόησαν, οἷα κατὰ τῶν ἁγίων ἐτόλμησαν, πυρὶ παραδιδόντες τὰ ἱερὰ κειμήλια, τοὺς θείους ναοὺς καὶ αὐτὰ δὴ τὰ θυσιαστήρια διορύσσοντες καὶ πάντα τὸν ἐν αὐτοῖς ἱερὸν διάκοσμον καὶ τὴν πυκάζουσαν ἔνθεν εὐπρέπειαν ἀκόσμως λίαν ἐξαφανίζοντες; τί τἄλλα λέγειν;