εἰ γὰρ ἦσαν, ὦ Ἰουδαῖε, νῦν ἐν τῷ σῷ ναῷ τὰ δύο Χερουβὶμ ἐκεῖνα τὰ σκιάζοντα τὸ ἱλαστήριον τὰ γλυπτά, εἰσῆλθεν δέ τις Ἕλλην εἰδωλολάτρης ἐν τῷ ναῷ σου καὶ θεασάμενος ταῦτα, ἐμέμψατο τῶν Ἰουδαίων ὡς καὶ αὐτῶν εἴδωλα προσκυνούντων, τί ἂν εἶχες, εἰπέ μοι, ἀπολογήσασθαι αὐτῷ περὶ τῶν δύο Χερουβὶμ τῶν χωνευτῶν καὶ τῶν βοῶν καὶ φοινίκων καὶ λεόντων τῶν ὄντων ποτὲ ἐν τῷ ναῷ γλυπτῶν; οὐδὲν ἂν εἶχες ἀληθὲς πρὸς αὐτὸν λέγειν, εἰ μὴ τοῦτο ὅτι «Οὐχ’ ὡς θεοὺς ἔχομεν αὐτὰ ἐν τῷ ναῷ, ἀλλ’ εἰς ἀνάμνησιν θεοῦ καὶ δόξαν τὰ Χερουβὶμ ταῦτα ἔχομεν ἐν τῷ ναῷ.» εἰ οὖν ταῦτα οὕτως, πῶς ἐμοὶ περὶ εἰκόνων ἐγκαλεῖς; ἀλλ’ ἐρεῖς μοι ὅτι «Ὁ θεὸς τῷ Μωσεῖ προσέταξεν ποιῆσαι ἐν τῷ ναῷ τὰ γλυπτά», κἀγὼ τοῦτο λέγω· ἀλλ’ ὁ Σολομῶν ἐκεῖθεν ὁδηγηθεὶς καὶ πλείονα ἐν τῷ ναῷ κατεσκεύασεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ἔσχεν οὔτε ὁ ναὸς ὃν ὁ Ἰεζεκιὴλ ἐκ θεοῦ ἑώρακεν, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομῶν· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ καὶ ἡμεῖς. εἶχες δέ, ὦ Ἰουδαῖε, καὶ ἕτερά τινα εἰς μνήμην καὶ δόξαν θεοῦ, τὴν ῥάβδον Μωσέως, τὰς νεοτεύκτους πλάκας, τὴν ἄφλεκτον βάτον, τὴν ξηρένυγρον πέτραν, τὴν μαννοφόρον στάμνον, τὴν κιβωτόν, τὸ θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον ἐφούδ, τὴν θεόσκηνον σκηνήν.