Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Βιβλικές και ιστορικές μαρτυρίες: Ο ανδριάντας της Πανειάδας και η σχετική προσκύνηση στην Παλαιά Διαθήκη

Αναδεικνύεται η απόδοση τιμής σε ιερά σύμβολα βάσει ιστορικών τεκμηρίων, όπως η εικόνα της αιμορροούσας, και ανασκευάζονται οι ιουδαϊκές κατηγορίες περί ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 10 από 18

παραιτείσθω γὰρ νῦν καὶ πλουσίους καὶ πένητας πλοῦτόν τε καὶ πενίαν ὡσαύτως καὶ πᾶσαν τὴν κατὰ τὸν βίον εὐδαιμονίαν καὶ δυστυχίαν, καὶ περιαιρείσθω τὰ ἐντεῦθεν παρακαλύμματα καὶ προβλήματα. γυμνὴ δὲ καὶ διαφανεστέρα ἡ ὀρθὴ τῆς ἐκκλησίας ἐκκαλυπτέσθω καὶ προερχέσθω δόξα, ἐξυμνείτω δὲ τὸν ἱερὸν ἐκεῖνον τοῦ Χριστοῦ ἀνδριάντα ὅπως τε συνήγορος τοῦ εὐαγγελικοῦ κηρύγματος ἕστηκεν καὶ μάρτυς τὸν τοῦ θεοῦ λόγον ἄνθρωπον καθ’ ἡμᾶς πεφηνέναι σιωπῶν ἀπαράγραπτος καὶ κῆρυξ τῶν θαυμάτων αὐτάγγελος, ἔλεγχος δὲ τῆς Ἰουδαίων καὶ Ἑλλήνων ἀπιστίας καὶ ἀθεΐας. κἂν εἰς δεῦρο τὸ θεῖον ἐκεῖνο ἄγαλμα ἐπὶ σχήματος ἔμενεν, εἰ μὴ τῶν δυσσεβῶν τινὲς καὶ ἀθέων τῶν κατὰ καιροὺς ἐπὶ τῆς Ῥωμαίων ἀρξάντων, μίσει τε τῷ εἰς Χριστὸν καὶ ζήλῳ τῷ κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας, καθεῖλον· καὶ ἐκ μέσου ἀρθέν, ὅ,τι γέγονεν νῦν οὐκ ἐγνωσμένον ἡμῖν. ἐγκωμιαζέτω δὲ ὁ αὐτὸς καὶ τὸ ἱδρύσαν γύναιον, καὶ μάλα ἀγάμενος τῆς ἀρίστης εὐγνωμοσύνης τὴν ἄνθρωπον καὶ ὧν εἵνεκεν τὸν εὐεργέτην ἀμείβεται, τὸ περὶ τὴν συμπεσοῦσαν χαλεπωτάτην νόσον θαῦμα τοῦ θεραπευτοῦ στηλιτεύουσα. ἐκκείσθω δὲ ἐπὶ λέξεως ὧδε ἔχων ὁ λόγος· Καταμάθωμεν δὲ λοιπὸν τῆς ἰαθείσης γυναικὸς τὸ εὐχάριστον καὶ τὴν εὐγνώμονα ψυχὴν μεθ’ ἧς τὴν δωρεὰν ὑπεδέξατο.

τῆς γὰρ Πανιάδος οὖσα πολῖτις (πολίχνη δὲ αὕτη τῆς Παλαιστίνης), ἀγάλματι χαλκῷ τὸν εὐεργέτην ἐτίμησεν, τοῦτο γέρας ἀξιόπιστον οἰηθεῖσα τῆς χάριτος. καὶ χρόνος πολὺς ἐτήρει τὸ ξόανον εἰς ἔλεγχον ἀκριβῆ τῶν τὸ ψεῦδος τολμώντων ἐπιφημίζειν τοῖς εὐαγγελισταῖς· τοῦτο γὰρ μισθὸς τῆς ἰατρείας· βοώσης τὴν χάριν, πῶς ἐνῆν ἀθετῆσαι τὴν θεραπείαν; καὶ οὐδὲν ἐκώλυεν μέχρι νῦν σῴζεσθαι τὸν ἀνδριάντα καὶ δεικνύειν ἀμφότερα, καὶ τοῦ θεοῦ τὸ θαυμάσιον καὶ τῆς εὖ παθούσης τὸ χαριστήριον, εἰ μὴ Μαξιμῖνος ἐκεῖνος ὁ μικρὸν πρὸ τοῦ Κωνσταντίνου τῆς Ῥωμαίων βασιλείας προηγησάμενος, ἀνὴρ εἰδωλολάτρης καὶ δυσσεβὴς καὶ ζηλοτυπῶν ἐν τῷ ἀγάλματι τὸν Χριστόν, ἀνείλετο τῆς πολίχνης τὸν χαλκὸν μόνον, οὐ τὴν μνήμην τῶν γενομένων. ἰδοὺ γὰρ ὁ μὲν ἀνδριὰς οὐ φαίνεται, τὸ δὲ εὐαγγέλιον πανταχοῦ βοᾷ καὶ κηρύσσει, καὶ ὁ λόγος τῆς αἱμορροούσης ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι καὶ δυομένου ἀνὰ πᾶσαν τὴν οἰκουμένην λαλεῖται, καὶ συνέβη μάταιος πόνος τῷ δυσσεβεῖ ἡ τῆς αἰσθητῆς ὕλης κλοπή· ὁ μὲν γὰρ χαλκὸς καὶ φαινόμενος ἑστὼς ἐσιώπα, ἄψυχον τῶν θαυμασίων ὑπόμνημα, ἡ δὲ μνήμη μετὰ τοῦ λόγου παραλαβοῦσα τὸ ἔργον καθημέραν διατρέχει πόλεις καὶ κώμας, πανταχοῦ τὸν εὐεργέτην κηρύσσουσα.

ἐμφανὴς οὖν ἐνταῦθα Ἀστέριος οὐκ ἀπείργων ἀνίστασθαι τὰ Χριστοῦ ὑπομνήματα οὐδὲ μεμφόμενος τῇ γυναικὶ τῆς πράξεως, οὐδὲ πλούτου καὶ περιουσίας χρημάτων καὶ ἱματισμοῦ τοῦ πολυτελοῦς κατηγορῶν, ἀλλὰ καὶ ἐγκωμίοις ἐπαίρων τὸ πρᾶγμα· ἐπεὶ λόγος ἔχει καὶ τῶν ἐπιφανῶν εἶναι ταύτην καὶ τῶν εὐπορωτάτων τῆς πόλεως, ἐξ οὗ καὶ ἴδιον ἐπίπροσθεν τοῦ ἱεροῦ ἀγάλματος συνανεστήλωσεν ἀνδριάντα, δημοσιεύουσα καὶ τοῦ θεραπευτοῦ τὸ μεγαλεῖον καὶ τῆς θεραπευθείσης τὴν πίστιν καὶ τὴν εὐγνώμονα πρᾶξιν. εἰ δέ που καὶ περὶ τῶν ἱερῶν τῶν ἁγίων μορφωμάτων ἁγιοπρεπῶς ἡμῖν Ἀστέριος διαλέγεται, ὁποῖά ἐστιν ἅπερ εἰς τὴν πανεύφημον μάρτυρα Εὐφημίαν ἐξέφρασεν, ὑπερκείσθω μὲν τανῦν, οὐ πολλῷ δὲ ὕστερον εὐκαίρως καὶ κατὰ τὸν οἰκεῖον παραλαμβανέσθω τόπον, ὁπότε καὶ κατὰ τῶν ἁγίων οἱ τῶν ἁγίων ἔχθιστοι τὴν παροινίαν διασκευάζουσιν. εἰ δέ τις καὶ τῶν οὐ κεκλημένων παρὰ τῶν ἀθλίων τυγχάνει, ἀλλ’ ἡμῖν γε καλείσθω καὶ παρατιθέσθω, ἐπεὶ τῶν διδασκάλων τῶν κατὰ τὴν ἐκκλησίαν ὑπάρχει ἐπισημότατος —Ἀντίπατρος δ’ οὗτός ἐστιν, ὃς τῆς Βοστρηνῶν ἱερωσύνης τὰς ἡνίας πεπίστευτο—, καὶ δὴ καὶ φραζέτω ἐν τοῖς συντεθειμένοις αὐτῷ εἰς τὴν αἱμόρρουν λόγοις τοῖς προφθάσασιν συμβαίνοντα·

Ταῦτα τοῦ σωτηρίου κρασπέδου λαβομένη ἔλεγεν ἡ αἱμόρρους, ὡς βασιλέα τῆς φύσεως κρατοῦσα τὸν κύριον καὶ τοῦ πάθους τὴν τυραννίδα διδάσκουσα· καὶ τυχοῦσα τῆς δωρεᾶς, ἀνδριάντα ἤγειρεν τῷ Χριστῷ τὸν μὲν πλοῦτον ἰατροῖς ἀναλώσασα, τοῦ δὲ πλούτου τὰ λειπόμενα προσενέγκασα τῷ Χριστῷ. οὗτοι οἱ θεοφόροι οὐ μόνον οὐ κωλύουσιν Χριστοῦ τε αὐτοῦ καὶ τῶν ἁγίων τὰς ἱεροτυπίας ἀνιστᾶν, ἤδη δὲ καὶ προτρέπουσιν, τοὺς ἀνιστῶντας ἐγκωμίων ἀξιοῦντες μεγίστων. τί γὰρ ἂν εἴη ἄλλο ἐγκώμιον ἢ ὅπως οἱ ἀρετῶντες καὶ ἀγαθουργεῖν ἐθέλοντες πρὸς τὸν ὅμοιον διεγείροιντο ζῆλον καὶ πρὸς εὐσέβειαν ἐπιδιδοῖεν; Ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τῶν ἁγίων τις ἔφησεν, τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις. παρῃτήσθω ἡμῖν Εὐσέβιος ὁ τοῦ Παμφίλου λεγόμενος καὶ τῆς Καισαρέων τῆς κατὰ Παλαιστίνην ἀρχιερεὺς ἀνιέρως γενόμενος, καίτοι τὰ κατὰ τὸν ἱερὸν τοῦτον ἀνδριάντα καὶ εἰδὼς καὶ ἀναγράφων τηλαυγέστερον, ἐπεὶ καὶ αὐταῖς ὄψεσιν παραλαβεῖν ἱστορεῖ, τῷ τοῦ γυναίου ὁμοῦ χαλκουργήματι, ὃ τὴν θεραπευθεῖσαν τοῦ δυσιάτου πάθους εἰκόνιζεν. εἰ γοῦν περὶ ταῦτα τῶν ἀληθῶν ἐξήρτηται, τῶν καιρίων ὅμως ἀπέρρηκται. ἐκ κακῆς οὖν γλώσσης οὐκ ἂν δῶρον ἡδὺ δεξαίμην καὶ μῦθοι οὐκ ἀπεικότως ἔχουσιν.

οὕτω ταῦτα διεξιόντες ἐφ’ ἑτέραν τῶν ἐκπεφαυλισμένων χρῆσιν μέτιμεν· προάγουσι γὰρ μεταταῦτα Λεοντίου τινὸς λόγον περιέχοντα οὕτως· Ἐν δὲ τῷ προσεύχεσθαι αὐτὸν ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ὡς ὁ ἥλιος καὶ ὁ ἱματισμὸς αὐτοῦ λαμπρῶς ἐξαστράπτων. οἷς ἐπιφέρει λέγων· Καλῶς οἱ χρωματογράφοι ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν. ποίαν γὰρ εἰκόνα ἰσχύουσιν γράψαι; τὴν ἐν τῷ βαπτίσματι, ἣν ὁ Ἰορδάνης ἰδὼν ἔφριξεν; ἀλλὰ τὴν ἐν τῷ ὄρει, ἣν οὐχ’ ὑπήνεγκαν κατανοῆσαι Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης; ἀλλὰ τὴν ἐν τῷ σταυρῷ, ἣν ὁ ἥλιος κατανοήσας ἐσκοτίσθη; ἀλλὰ τὴν ἐν τῷ τάφῳ, ἣν κατανοήσασαι αἱ κάτω δυνάμεις ἔφριξαν; ἀλλὰ τὴν ἐν τῇ ἀναστάσει, ἣν ὅτε οἱ μαθηταὶ θεασάμενοι οὐ συνῆκαν; ἐκπλήττει με σφόδρα εἷς ἕκαστος τῶν λεγόντων ὅτι «Ἐγὼ τὸ ὁμοιωσείδιν τοῦ κυρίου κέκτημαι.» θέλεις τὸ ὁμοιωσείδιν αὐτοῦ κτήσασθαι; ἐν τῇ ψυχῇ σου αὐτὸ κτῆσαι· εἰκόνι γὰρ ἀμήχανον γραφῆναι τὸν κύριον. οὗτος διὰ τοῦ λόγου παντὸς φαίνεται ὅλος φαντασιώδης ὢν καὶ τῆς τῶν ἀνοσίων Δοκητῶν αἱρέσεως τυγχάνων ὁ δοκιμώτατος· οὐχ’ ἥκιστα δὲ τοῦ λόγου τὸ πέρας τὸ ἔμπληκτον αὐτοῦ καὶ μανικὸν ἐκκαλύπτει σαφῶς· τὸ γὰρ λέγειν ὅτι ἀμήχανον ἐν εἰκόνι γραφῆναι τὸν κύριον οὐδενὶ τρόπῳ ἐκείνων διοίσει.

τίνι γὰρ οὐ πρόδηλον ὡς ἄλλος Ἐπιφανίδης ἡμῖν νῦν ἀναπέφανται ἢ Εὐσέβιος ἕτερος, τὸ ἀκατάληπτον ἐπὶ τῆς σαρκώσεως τοῦ κυρίου δοξάζοντες, ἐξ οὗ τὸ τῆς δοκήσεως πονηρὸν αὐτοῖς ἐπικρατύνεται δόγμα; εἰ δὲ οὗτοι τοῖς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνεντος τῶν μιαρωτάτων καὶ ἀθεωτάτων σύμφωνοι, καθὰ πρότερον ἡμῖν ἐλέχθη, ἀκόλουθος δὲ τῇ δόξῃ τῶν περὶ Ἐπιφανίδην καὶ Εὐσέβιον ὁ ἐνταῦθα διαλεγόμενος, φανερὸν ὅτι τῆς φασματώδους μοίρας κριθήσεται· καὶ γὰρ Εὐσέβιος, καθὰ εἴρηται, πρὸς τὴν βασιλίδα Κωνσταντίαν γράφων, ἐν τῷ τῆς μεταμορφώσεως τόπῳ γενόμενος, οὐκ ἀρειανίζων μόνον ἀλλὰ καὶ μανιχαΐζων δείκνυται· ᾧ καὶ οὗτος ἑπόμενος ὡσαύτως ἐκείνῳ, ἵνα ἐξ ἑνός γε τοῦ τρόπου, τῆς μεταμορφώσεως φημί, διατεκμήραιτό τις, τὰ κατὰ τὴν οἰκονομίαν Χριστοῦ διατίθεται. τί δὲ ἐκφρονέστερον ἢ ἀνοητότερον; καὶ ποίας μωρίας καὶ ἀναισθησίας οὐχ’ ὑπεραίρει λόγον, οὕτως ἀναιδῶς καὶ ἀπηρυθριασμένως πρὸς κόσμον ἅπαντα καὶ ἐκκλησίαν ὅλην ἀπὸ περάτων γῆς εἰς πέρατα διήκουσαν ἀπομάχεσθαι καὶ χρόνον ἄπειρον καθ’ ὃν ὁ Χριστός, ἀληθὴς γεγονὼς ἄνθρωπος, καὶ εἰκονίζεται, καὶ προσκυνεῖται αὐτοῦ τὸ ὁμοίωμα παρὰ πάντων Χριστιανῶν τῶν εὐσεβεῖν εἰδότων καὶ αἱρουμένων;

ἀληθὲς δ’ οὖν ἄρα ὅ φησιν ὁ ἱερὸς λόγος ὅτι Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ, καὶ ταῦτα βάρβαρος καὶ μὴ δὲ παιδείας ἐλευθέρου μετασχὼν καὶ βαρβαρίζειν οὐδὲν ἧττον ἢ αἱρετίζειν εἰδώς. τούτων οὕτως εἰρημένων, ἐπισκέπτεσθαι καὶ τὰ τῆς λέξεως αὐτῆς χρεών, εἰ ἀκόλουθα ἑαυτοῖς ὄντα εὑρίσκεται· καλῶς, φησίν, οἱ χρωματογράφοι ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν. τί οὖν φαμέν; εἰ καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν, ἄρα πολλὰς γράφειν μεμαθηκότες τὸ καλῶς ποιεῖν ἕξουσιν, καὶ οὐδὲν οἶμαι τὸ ἀντιστατοῦν τῷ λόγῳ ἐξευρεθήσεται. τοῦτο καὶ μέγα τῶν ζωγράφων ἐγκώμιον· ἐπειδὴ γὰρ δι’ ἄφατον ἔλεον καὶ φιλανθρωπίαν ἀνέκφραστον καθῆκεν ὁ σωτὴρ ἑαυτὸν εἰς κένωσιν, τοῖς ἀνθρώποις ἐπιδεδημηκώς, καὶ πολυτρόπως τὰ τῆς θείας οἰκονομίας διετίθετο, πάντα θεοπρεπῶς ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας πραγματευόμενος· ἐξ ἁγίας ἀχράντου παρθένου μητρὸς προῆλθεν ὑπερφυῶς ὡς οἶδεν αὐτὸς καὶ ἐνηπίασεν δι’ ἡμᾶς καὶ παῖς ἐγένετο καὶ καθ’ ἡλικίαν ηὔξανεν—Τὸ γὰρ παιδίον, ὁ εὐαγγελικὸς ἔφη λόγος, ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, —πάθη τε ὑπέμεινεν καὶ θαύματα ἐπετέλεσεν.

κατὰ ταῦτα δὴ καὶ ὁ γραφεὺς ἐν οἷς ἐδέησεν ἀναλόγως, καθ’ ὅσον οἷόν τε τῇ τέχνῃ καὶ ταῖς εὐφυΐαις χρώμενος, τὴν φύσιν ἀπομιμούμενος γράφει· καὶ παῖδα μετὰ τῆς μητρὸς ὡς ὤφθη διέγραψεν τὸν κύριον· καὶ γυμνὸν ἐπὶ τοῦ βαπτίσματος ἵστησιν, τὴν κάραν ὑποκλίνοντα τῷ βαπτίζοντι· καὶ λαμπρότερα ἐπὶ τῆς θείας μεταμορφώσεως κεράννυσι χρώματα· ἐνερόχρωτα δὲ ἀναρτήσας ἐπὶ τοῦ σταυροῦ δείκνυσιν καὶ τὴν κεφαλὴν ἐπὶ θάτερα κατακλίναντα, ὃ τοῖς νεκροῖς σχῆμα προσέοικεν· τὸ φαιδρὸν δὲ καὶ ἐξηλλαγμένον κατακαλλύνει ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, ὡσαύτως τὸ διαφανὲς καὶ περιηνθισμένον· καὶ ἁπαξαπλῶς ὡς ἕκαστα τὸ εὐαγγελικὸν παραδίδωσι κήρυγμα. ὡς οὖν διαφόρως καὶ πράττων καὶ πάσχων τεθέαται, οὕτως ἤδη διαφόρως καὶ γράφεται. καὶ εἰ ταῦτα οὕτως ἔχει, καλῶς ἄρα οὐ μίαν εἰκόνα ποιεῖν οἱ χρωματογράφοι μεμαθήκασιν, ἀλλὰ πολλάς· καὶ γὰρ ἂν μεμπτέοι τῷ ὄντι ἐτύγχανον, εἰ ἐν διαφόροις καὶ ποικίλοις πράγμασιν ἐπὶ μιᾶς ἑστήκασι πράξεως, ἁπλοῦν καὶ ἀποίκιλον καὶ μονόσχημον τὸ πολύσχημον ἐργαζόμενοι ἢ ἑτέρως πάλιν παρὰ τὰ πεπραγμένα καὶ τεθεαμένα ἔγραφον.

οὐ γὰρ δήπου ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ἡλικίας ἀεὶ ὁ Χριστὸς ἕστηκεν—Ὁ γὰρ Ἰησοῦς, φησίν, προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, —οὐδὲ ἀεὶ ἐπὶ τῷ αὐτῷ τόπῳ ἐπεχωρίαζεν οὐδὲ ἓν ἀλλὰ πολλὰ ἐργαζόμενος διεφαίνετο· ταῦτα γὰρ νόμῳ φύσεως ἔπραττεν, ἵνα τὸ κατ’ αὐτὸν ἀνθρώπινον καὶ τὸ ἀληθὲς τῆς σωτηρίου οἰκονομίας πιστώσηται, οὐ φάσματι καὶ δοκήσει κατὰ τοὺς ἀσεβεῖς καὶ ἀπίστους γινόμενον. ἀκόλουθον οὖν καὶ πρὸς τὰς ἡλικίας καὶ πρὸς τοὺς ἐν οἷς διῃτᾶτο τόπους, εἴ που καὶ τοῦ σχήματος βραχύ τί πως ἐντεῦθεν συμμετεχρώννυτο, καὶ τυποῦν καὶ ἐξεικονίζειν· ταύτῃ γοῦν ἐπαινετέοι οἱ γραφεῖς καὶ τὴν τέχνην καὶ τὴν εὐφυΐαν. ἐπὶ τίσιν δὲ ὁ γεννάδας οὗτος ἀλύει καὶ ἄχθεται; ἢ ἐφ’ οἷς τὰ τοῦ εὐαγγελίου ἡμῖν τρανέστερον δηλοῦται καὶ ἐκφανέστερον, καὶ αὐτόχρημα δεικνύμενον εὐαγγέλιον; προθεὶς οὖν οὗτος ὅτι καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν, δέον ἐπαγαγεῖν ὅτι «ἀλλὰ πολλὰς» καθάπερ ἡμεῖς διεξήλθομεν παραθέμενοι, τοὐναντίον ποιεῖ καὶ τοὺς οἰκείους λόγους παρὰ πόδας ἀνασκευάζει. ὡς γὰρ ἂν τὸ ῥητὸν τοῦτο νοοῖτο, ἢ κατ’ εἰρωνείαν ἢ ὁπωσοῦν ἑτέρως, τῶν ἑξῆς ἐπαγομένων ἀντίθετον εὑρίσκεται· ὅλως γὰρ ὁ τὸ «ἓν» ἀναιρῶν λόγος δύο ἢ καὶ πλείω ἐξ ἀνάγκης ἀντιτιθέμενα εἰσφέρεσθαι ἐπαγγέλλεται.

ἀλλ’ ὅ γε ὥσπερ ἐπὶ ἀμηχάνοις διαπορῶν ὡς οὐδεμίαν εἰκόνα δυνατὸν γράφεσθαι ἀντίθετος ἑαυτῷ καταλαμβάνεται προσθεὶς τὸ ὁποίαν γὰρ εἰκόνα τοῦ κυρίου ἰσχύουσιν γράψαι; τὴν ἐν τῷ βαπτίσματι; καὶ ἅστινας ἄλλας λοιπὸν ἀπηριθμήσατο, ἐν οἷς οὐδὲ τὸ τῆς διανοίας ἀκόλουθον διασῴζεται. πῶς γὰρ ὁ καλῶς μίαν εἰκόνα γράφειν οὐ μεμαθηκὼς πολλὰς γράφων οὐκ εὖ ποιεῖν ἐνδίκως νομισθήσεται; ἀλλὰ τοιοῦτον τὸ ψεῦδος καὶ οἱ τοῦ ψεύδους ἐρασταί, τὸν νοῦν ἐσκοτισμένοι καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ ἀντιπαραταττόμενοι. τί δὲ δὴ ἐπὶ τούτοις γράφει; ἐκπλήττει με σφόδρα εἷς ἕκαστος τῶν λεγόντων ὅτι «Ἐγὼ τὸ ὁμοιωσείδιν τοῦ κυρίου κέκτημαι.» ἀλλὰ σὺ μὲν ἐφ’ ἑκάστῳ τούτων ἐκπλήττῃ, τῶν Χριστιανῶν δὲ ἕκαστος σφοδρότερον ἐπὶ σοὶ ἐκπλήττεται, ὅτι παρὰ πάντων εἰδὼς τοῦτο γινόμενον, μόνος περὶ τὴν κοινὴν δόξαν ἀγνωμονῶν καὶ δυσχεραίνων ἁλίσκῃ. ἤδη καὶ οὗτος ὁμολογεῖ ἀρχαιότητι διαφέρειν ἐν Χριστιανοῖς ταῦτα, κἂν οὐδ’ αὐτοῖς τοῖς διδασκάλοις πείθωνται οἱ ἄφρονες. «Ἀλλ’ οὐ γράφεται», φησίν. ἐξήμεσας τῆς φαντασίας τὸν ἰόν. καὶ γὰρ διατοῦτο γράφεται, ὅτι, ὡς καὶ σὺ φής, πολλαχῶς ὡράθη καὶ διαφόρως· εἰ γὰρ οὐκ ὦπται, οὐδὲ ἐγράφετο.

τὸ τοιοῦτο δ’ ἂν καὶ ἐπ’ ἄλλου τῶν πολλῶν ἀνθρώπων ἀπεφαίνετο, ὥσπερ αὐτὸς ἐκτὸς τῆς ἀνθρωπείας καθεστὼς φύσεως, οὐκ ἀνεχόμενος κατὰ καιροὺς καὶ ἡλικίας μεταβαλλόμενον ἄνθρωπον ἢ κράσεσιν καὶ ἕξει καὶ ἀλλοιώσεσιν ἑαυτοῦ διαφέροντα ἢ πρᾶξιν ἀμείβοντα καὶ βίον μεθαρμοζόμενον· ὧν τί ἀλογώτερον ἢ ματαιότερον; ἆρ’ οὖν οὐχ’ ὁ Ἐπιφανίδης κἀνταῦθα παρατρύζει, ὁ αὐτὸς ἡμῖν ἐν διαφόροις ὀνόμασιν ἀναφαινόμενος, ὃς οὐδὲ Πέτρον ἡβάσκοντα ἢ γηράσκοντα ἢ τὴν γενειάδα κειρόμενον ἐπίσταται; καὶ διατοῦτο μὴ δὲ γράφεσθαι αὐτὸν ἐπιτρέπει, σφόδρα τῷ Χριστῷ ἀντιδιατιθέμενος τῷ μαθητῇ λέγοντι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν· ὅταν δὲ γηράσῃς, ἄλλος σε ζώσει. τοιαῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ σωτῆρος μαθητῶν γραώδη καὶ φασματώδη πλέκων μυθάρια οὐκ ἐρυθριᾷ· ὡς δὲ καὶ ἄλλως τὸ ληρῶδες αὐτοῦ καταφαίνεται, συνιδεῖν ῥᾴδιον· ἀπολιπὼν γὰρ τὸν Χριστόν, τὸ ἀρχέτυπον, ἐπὶ τὰς χρωματουργουμένας παρὰ τοῖς ζωγράφοις εἰκόνας ἀνοήτως μετῴχετο. καὶ παρὸν εἰπεῖν ὡς τὸν Χριστὸν ὁ Ἰορδάνης ἰδὼν ἔφριξεν, ἣν ἰδὼν ἔφριξεν, ἔφη, τοῦτ’ ἔστιν, ἣν ἰδὼν εἰκόνα. καὶ πάλιν· ἣν οἱ μαθηταὶ ἐν τῷ ὄρει οὐκ ἤνεγκαν κατανοῆσαι, ὡσαύτως καὶ ἃς ἑξῆς ἄλλας κατονομάζει· καὶ πολλὰς εἰκόνας εἰσφέρων, καὶ ταύτας φρικτάς, οὐδεμιᾶς παραδέχεται λόγον.

ὡς οὖν συνελόντα εἰπεῖν, συνάψαντας τοῦ λόγου τὰ ἄκρα, ἐπιτηρεῖν τὸ σύμφωνον καὶ ἀκόλουθον· ἦρκται ὁ λόγος· καλῶς οἱ ζωγράφοι μίαν εἰκόνα τοῦ κυρίου γράφειν οὐ μεμαθήκασιν. καὶ τί ἔδει μαθεῖν; πολλὰς γράφειν πάντῃ καὶ πάντως. εἶτα πῶς συμπεραίνει; ἀλλὰ τὸ καλῶς τοῦτο δεῖν ποιεῖν, τοῦτ’ ἔστιν, πολλὰς γράφειν, ἀμήχανον· ἀμήχανον γάρ, φησίν, εἰκόνι γραφῆναι τὸν κύριον. ταῦτα τοῦ μεγάλου Λεοντίου τὸ σοφὸν καὶ περιεσκεμμένον ἡμῖν παρίστησιν. ἡμεῖς δὲ παρέντες τῆς τοιαύτης τερθρείας τὸ πεφενακισμένον καὶ ἀλλόκοτον, καὶ ὅστίς ἐστιν ὃν μεγαλαυχοῦσι Λεόντιον καταλελοιπότες, τὸν ἀληθῆ καὶ ἱερὸν Λεόντιον τῆς κατὰ Νεάπολιν τῆς Κυπρίων νήσου ἐκκλησίας προεδρεύσαντα προστησώμεθα, τὸν μὲν τοῦ Χριστιανοῦ λόγον ἤτοι τῆς εὐθυτάτης ἡμῶν πίστεως ἀποπληροῦντα, πρὸς Ἰουδαῖον δὲ τὴν διάλεξιν περί γε τῶν ἱερῶν ἀπεικασμάτων ποιούμενον, τῶν νεοφανῶν Ἰουδαίων τῆς δόξης ἀντεχόμενον. καὶ ἀμφοτέρων οἱ λόγοι εἰς μέσους προσαγέσθωσαν, ὡς ἂν καὶ οὗτοι τὴν αἰσχύνην τὴν ἑαυτῶν εἰδεῖεν, ὅτι οὐ Χριστιανῶν τὸ παρ’ αὐτοῖς πρεσβευόμενον φρόνημα, Ἰουδαίων δὲ τῶν κυριοκτόνων καὶ Ἑλλήνων ἀθέων τὸ ἐξ ἀρχῆς πρὸς Χριστιανοὺς διαπληκτιζομένων, καὶ ὡς Χριστιανοί—τούτου γε χάριν ἐγκαλοῦνται—οὐκ εἰς ἀμφιβολίαν ἐληλύθεισαν πώποτε.

παρίτω οὖν Λεόντιος (ὥρα γὰρ λοιπὸν τῶν λόγων αὐτῶν ἐπακούειν) λεόντειόν τι αὐχῶν καὶ ἀγέρωχον, βλοσυρῷ τῷ βλέμματι δεδορκώς, δεινῷ δὲ καὶ βριαρῷ ἀπερευγόμενος τῷ βρυχήματι, καὶ πτοείτω τὴν δολερὰν τῶν αἱρετιζόντων ἀλώπεκα, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα δόγματα, ὡς ἂν εἰς τὰ ἑαυτῶν σκοτεινὰ καὶ ἀφεγγῆ καταδύσωνται σπήλαια καὶ μηκέτι τὸ κερδαλέον καὶ δύστροπον τῆς ἀσεβείας παρρησιάζοιτο. Λεοντίου ἐπισκόπου Νεαπόλεως τῆς Κύπρου, ἐκ τοῦ ε λόγου ὑπὲρ τῆς Χριστιανῶν ἀπολογίας κατὰ Ἰουδαίων καὶ περὶ εἰκόνων τῶν ἁγίων. Φέρε δὴ λοιπὸν περὶ τῶν σεπτογράφων εἰκόνων ἀπολογίαν ποιήσωμεν, ὅπως ἐμφραγῶσιν στόματα ἀνόμων λαλούντων ἀδικίαν· νομικὴ γὰρ καὶ αὕτη ἡ παράδοσις. καὶ ἄκουσον τοῦ θεοῦ λέγοντος πρὸς Μωσῆν εἰκόνας δύο Χερουβὶμ χρυσῶν γλυπτῶν κατασκευάσαι κατασκιαζόντων τὸ ἱλαστήριον. καὶ πάλιν τὸν ναὸν ἔδειξεν ὁ θεὸς τῷ Ἰεζεκιήλ· «Πρόσωπα,» εἶπεν, «φοινίκων καὶ λεόντων καὶ ἀνθρώπων καὶ Χερουβὶμ ἀπὸ τοῦ ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης.» ὄντως φοβερὸς ὁ λόγος ὁ ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι παντοῖον γλυπτὸν μὴ δὲ εἰκόνα μὴ δὲ ὁμοίωμα ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς. αὐτὸς προστάσσει τῷ Μωσεῖ ποιῆσαι γλυπτὰ ζῷα τὰ Χερουβικὰ καὶ τῷ Ἰεζεκιὴλ πλήρη εἰκόνων καὶ ὁμοιωμάτων γλυπτῶν, λεόντων, φοινίκων καὶ ἀνθρώπων, οὕτω δείκνυσιν τὸν ναόν.

ὅθεν καὶ Σολομῶν ἐκ νόμου λαβὼν τὸν τύπον, πλήρη πεποίηκεν τὸν ναὸν χαλκῶν καὶ γλυπτῶν καὶ χωνευτῶν, λεόντων καὶ βοῶν καὶ φοινίκων καὶ ἀνθρώπων καὶ οὐ κατεγνώσθη ἐν αὐτῷ ὑπὸ τοῦ θεοῦ. εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλεις περὶ εἰκόνων, κατάγνωθι τοῦ θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος εἰς ὑπόμνησιν αὐτοῦ εἶναι παρ’ ἡμῖν. ὁ Ἰουδαῖος· Ἀλλ’ οὐ προσεκυνοῦντο ἐκεῖνα ὡς θεοὶ τὰ ὁμοιώματα, ἀλλ’ ὑπομνήσεως μόνης ἐγένοντο. ὁ Χριστιανός· Καλῶς εἶπας. οὐδὲ παρ’ ἡμῖν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν ἁγίων χαρακτῆρες καὶ εἰκόνες καὶ τύποι. εἰ γὰρ ὡς θεὸν προσεκύνουν τὸ ξύλον τῆς εἰκόνος, ἔμελλον καὶ τὰ λοιπὰ ξύλα προσκυνεῖν. εἰ ὡς θεὸν προσεκύνουν τὸ ξύλον, οὐκ ἂν πολλάκις λειανθέντος χαρακτῆρος τὴν εἰκόνα κατέκαιον. καὶ πάλιν, ἕως μέν ἐστιν συνδεδεμένα τὰ δύο ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ Χριστὸν τὸν ἐν αὐτῷ σταυρωθέντα· ἐπὰν δὲ διαιρεθῶσιν ἀπ’ ἀλλήλων, ῥίπτω αὐτὰ καὶ καίω. καὶ ὥσπερ ὁ κέλευσιν βασιλέως δεξάμενος καὶ ἀσπασάμενος τὴν σφραγῖδα οὐ τὸν πηλὸν ἐτίμησεν ἢ τὸν χάρτην ἢ τὸν μόλιβδον, ἀλλὰ τῷ βασιλεῖ τὴν προσκύνησιν καὶ τὸ σέβας ἀπένειμεν, οὕτω καὶ οἱ Χριστιανῶν παῖδες τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦντες οὐ τὴν φύσιν τοῦ ξύλου τιμῶμεν, ἀλλὰ σφραγῖδα καὶ δακτύλιον καὶ χαρακτῆρα Χριστοῦ αὐτὸν βλέποντες, δι’ αὐτοῦ τὸν ἐν αὐτῷ σταυρωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν.

καὶ ὥσπερ παῖδες γνήσιοι πατρὸς τινὸς ἀποδημήσαντος πρὸς καιρὸν ἀπ’ αὐτῶν, πάλιν τινὶ στοργῇ πρὸς αὐτὸν ἐκ ψυχῆς διακείμενοι, κἂν τὴν ῥάβδον αὐτοῦ ἐν τῷ οἴκῳ θεάσωνται κἂν τὸν θρόνον κἂν τὴν χλαμύδα, ταῦτα μετὰ δακρύων καταφιλοῦντες ἀσπάζονται, οὐκ ἐκεῖνα τιμῶντες ἀλλὰ τὸν πατέρα ποθοῦντες καὶ τιμῶντες, οὕτως καὶ ἡμεῖς οἱ πιστοὶ ἅπαντες ὡς μὲν ῥάβδον Χριστοῦ τὸν σταυρὸν προσκυνοῦμεν, ὡς δὲ θρόνον καὶ κοίτην αὐτοῦ τὸ πανάγιον μνῆμα, ὡς δὲ οἶκον τὴν φάτνην καὶ τὴν Βηθλεὲμ καὶ τὰ λοιπὰ ἅγια αὐτοῦ σκηνώματα, ὡς δὲ φίλους αὐτοῦ τοὺς ἀποστόλους καὶ ἁγίους μάρτυρας καὶ λοιποὺς ὁσίους· ὡς δὲ πόλιν αὐτοῦ σέβομεν τὴν Σιών, ὡς δὲ χωρίον αὐτοῦ πάλιν τὴν Ναζαρὲτ ἀσπαζόμεθα καὶ ὡς θεῖον αὐτοῦ λουτρὸν τὸν Ἰορδάνην περιπτυσσόμεθα. τῇ γὰρ πολλῇ καὶ ἀφάτῳ πρὸς αὐτὸν στοργῇ, ἔνθα ἐπέβη ἢ κεκάθικεν ἢ ἐπέφανεν ἢ ἥψατο ἢ ὅλως ἐπεσκίασεν σέβομεν καὶ προσκυνοῦμεν ὡς τόπον θεοῦ, οὐ τὸν τόπον οὐδὲ τὸν οἶκον οὐδὲ τὴν χώραν ἢ τὴν πόλιν ἢ τοὺς λίθους τιμῶντες, ἀλλὰ τὸν ἐν αὐτοῖς ἀναστραφέντα καὶ ἐπιφανέντα καὶ γνωρισθέντα σαρκὶ καὶ ἡμᾶς τῆς πλάνης ἐλευθερώσαντα Χριστὸν τὸν θεόν.

καὶ διατοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόναις καὶ ἐν ταμείοις καὶ ἐν ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυποῦμεν καὶ διαζωγραφοῦμεν, ἵνα διηνεκῶς ὁρῶντες ταῦτα ὑπομιμνησκώμεθα καὶ μὴ ἐπιλαθώμεθα, ὡς σὺ ἐπελάθου κυρίου τοῦ θεοῦ σου. καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου, οὐ τὴν φύσιν τῶν ἐν αὐτῷ δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς ἀλλὰ τοῖς λόγοις τοῦ θεοῦ τοῖς ἐν αὐτῷ κειμένοις, οὕτως κἀγὼ τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνῶν οὐ τὴν φύσιν τοῦ ξύλου καὶ τῶν χρωμάτων προσκυνῶ—μὴ γένοιτο—, ἀλλὰ τὸν ἄψυχον χαρακτῆρα Χριστοῦ κρατῶν, δι’ αὐτοῦ Χριστὸν κρατεῖν δοκῶ καὶ προσκυνεῖν. καὶ ὥσπερ ὁ Ἰακὼβ δεξάμενος παρὰ τῶν υἱῶν αὐτοῦ χιτῶνα ποικίλον ᾑμαγμένον τοῦ Ἰωσὴφ κατεφίλησεν μετὰ δακρύων καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς τοῦτον περιέθηκεν, οὐ τὸ ἱμάτιον ἀγαπῶν ἢ τιμῶν τοῦτο ἐποίησεν ἀλλὰ δι’ αὐτοῦ νομίζων τὸν Ἰωσὴφ καταφιλεῖν καὶ ἐν χερσὶν αὐτὸν κατέχειν, οὕτω καὶ οἱ Χριστιανοὶ πάντες, εἰκόνα Χριστοῦ ἢ ἀποστόλου ἢ μάρτυρος κρατοῦντες καὶ ἀσπαζόμενοι τῇ σαρκί, τῇ ψυχῇ αὐτὸν τὸν Χριστὸν νομίζομεν ἢ τὸν μάρτυρα αὐτοῦ κατέχειν καὶ κρατεῖν.

εἰπέ μοι δὲ σὺ ὁ ὀνομάζων χειροποίητον μηδὲν ἢ ὅλως κτιστὸν προσκυνεῖν, ἆρα οὐ πολλάκις γυναικὸς σῆς ἢ τέκνων τελευτησάντων χιτῶνα ἢ κόσμιον ἰδὼν ἐν τῷ σῷ ταμιείῳ κρατήσας ἐφίλησας καὶ δάκρυσιν αὐτὸ κατέβρεξας; καὶ οὐκ ἐν τούτῳ κατεκρίθης· οὐδὲ γὰρ ὡς θεὸν τὸ ἱμάτιον προσεκύνησας, ἀλλὰ τὸν πόθον πρὸς τὸν ποτὲ αὐτὸ περιβεβλημένον διὰ τοῦ φιλήματος ἔδειξας, ἐπεὶ καὶ αὐτὰ ἡμῶν τὰ τέκνα καὶ τοὺς πατέρας, κτιστοὺς ὄντας καὶ ἁμαρτωλούς, πολλάκις ἀσπαζόμεθα· οὐ γὰρ ὡς θεοὺς αὐτοὺς ἀσπαζόμεθα, ἀλλὰ τὴν στοργὴν ἡμῶν τῆς φύσεως τὴν πρὸς αὐτοὺς διὰ τοῦ φιλήματος ἐνδεικνύμεθα. ὡς γοῦν πολλάκις εἶπον, ὁ σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ καὶ ἐπὶ πάσης προσκυνήσεως. εἰ δὲ ἐγκαλεῖς μοι ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διατί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; ἀλλὰ πρόδηλον ὅτι οὐ τὸ ξύλον ἰδὼν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τὸν Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν· ἐπεὶ καὶ τοῖς πωλήσασιν τὸν τάφον ἀσεβέσιν ἀνθρώποις ὁ Ἀβραὰμ προσεκύνησεν καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ’ οὐχ’ ὡς θεοὺς αὐτοὺς προσεκύνησεν. καὶ πάλιν, ὁ Ἰακὼβ τὸν Φαραὼ εὐλόγησεν, ἀσεβῆ καὶ εἰδωλολάτρην, ἀλλ’ οὐχ’ ὡς θεὸν αὐτὸν εὐλόγησεν. καὶ πάλιν, τὸν Ἡσαῦ πεσὼν προσεκύνησεν, ἀλλ’ οὐχ’ ὡς θεόν.

εἶδες πόσους ἀσπασμοὺς καὶ προσκυνήσεις ἀπεδείξαμέν σοι γραφικὰς καὶ μὴ ἐχούσας κατάγνωσιν; καὶ σὺ μὲν τὴν σὴν σύμβιον, ἴσως καὶ ἄσεμνον οὖσαν καὶ ἐμπαθῆ, καθεκάστην ἀσπαζόμενος ἀκατάγνωστος εἶ, καίπερ οὐδαμοῦ σοι τοῦ θεοῦ σωματικὸν ἀσπασμὸν γυναικὸς ἐντειλαμένου· ἐμὲ δὲ ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ ἢ τῆς παναμώμου αὐτοῦ μητρὸς ἢ ἄλλου τινὸς δικαίου ἀσπαζόμενον, ἀγανακτεῖς εὐθέως, βλασφημεῖς, ἀποπηδᾷς, εἰδωλολάτρας ἡμᾶς ἀποκαλεῖς. εἶτα οὐκ αἰσχύνῃ; εἰπέ μοι. οὐ φρίσσεις; οὐ τρέμεις; οὐκ ἐρυθριᾷς ὁρῶν με καθημέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα καὶ ναοὺς μαρτύρων οἰκοδομοῦντα; εἰ τὰ εἴδωλα προσεκύνουν, διατί τιμῶ τοὺς καταλύσαντας τὰ εἴδωλα τοὺς μάρτυρας; εἰ τὰ ξύλα ὡς θεοὺς τιμῶ καὶ δοξάζω, <πῶς τιμῶ καὶ δοξάζω> τοὺς μάρτυρας τοὺς τὰ ξύλινα ξόανα καταλύσαντας; εἰ τοὺς λίθους ὡς θεοὺς δοξάζω, πῶς τιμῶ καὶ προσκυνῶ τοὺς μάρτυρας καὶ ἀποστόλους τοὺς συντρίψαντας καὶ ἀπολέσαντας τὰ λίθινα ζῷδα; πῶς τιμῶ καὶ ἐπαινῶ καὶ ναοὺς ἐγείρω καὶ ἑορτὰς ἐπιτελῶ τοῖς τρισὶν παισὶν τοῖς ἐν Βαβυλῶνι τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνήσασιν; ὄντως πολλὴ τῶν ἀνόμων ἡ πώρωσις. ἀληθῶς πολλὴ τῶν Ἰουδαίων ἡ τύφλωσις, πολλὴ ἡ ἀναίδεια, πολλὴ ἡ ἀσέβεια· ἀδικεῖται ὑπ’ αὐτῶν ἡ ἀλήθεια, θεὸς ὑβρίζεται ὑπὸ γλώσσης ἀχαρίστων Ἰουδαίων.

ἐκ λειψάνων μαρτύρων καὶ εἰκόνων πολλάκις ἐλαύνονται δαίμονες, καὶ ταῦτα ἐνυβρίζοντες ἄνθρωποι μιαροὶ διαστρέφουσιν καὶ ἁρπάζουσιν καὶ διακλῶσιν. πόσαι, εἰπέ μοι, ἐπισκιάσεις, πόσαι ἀναβλύσεις, πολλάκις δὲ καὶ αἱμάτων ῥύσεις ἐξ εἰκόνων καὶ λειψάνων μαρτύρων γεγόνασιν; καὶ οἱ ἀσύνετοι τῇ καρδίᾳ ὁρῶντες <οὐ πείθονται, ἀλλὰ μύθους ταῦτα καὶ λήρους λογίζονται, ὁρῶντες> οὕτως τὸ καθημέραν ἐν πάσῃ τῇ οἰκουμένῃ σχεδὸν ἄνδρας ἀσεβεῖς καὶ παρανόμους, εἰδωλολάτρας καὶ φονεῖς, πόρνους καὶ λῃστὰς ἐξαίφνης διὰ Χριστὸν καὶ τὸν σταυρὸν αὐτοῦ κατανυγομένους καὶ εἰς ἐπίγνωσιν ἐρχομένους καὶ κόσμου παντὸς ἀποτασσομένους καὶ πᾶσαν ἀρετὴν ἐργαζομένους. εἰπέ μοι· πῶς ἐσμὲν εἰδωλολάτραι οἱ καὶ αὐτὰ τὰ ὀστᾶ καὶ τὴν κόνιν καὶ τὰ ῥάκη καὶ τὸ αἷμα καὶ τὴν σορὸν τῶν μαρτύρων προσκυνοῦντες καὶ τιμῶντες διὰ τὸ μὴ θῦσαι αὐτοὺς τοῖς εἰδώλοις; ὁ Ἰουδαῖος· Καὶ πῶς διὰ πάσης τῆς γραφῆς παραγγέλλει ὁ θεὸς μὴ προσκυνῆσαι παντὶ κτίσματι; ὁ Χριστιανός· Εἰπέ μοι· ἡ γῆ καὶ τὰ ὄρη κτίσματά εἰσιν θεοῦ; ὁ δὲ ἔφη· Δηλονότι. ὁ δὲ εἶπεν· Πῶς οὖν διδάσκει·

Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν; καὶ πάλιν αὐτὸς φησίν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ὁ Ἰουδαῖος· Ἀλλ’ οὐχ’ ὡς θεούς, ἀλλὰ δι’ αὐτῶν τὸν ποιήσαντα προσκυνεῖς. ὁ Χριστιανός· Πιστὸς ὁ λόγος. οὐκοῦν γνῶθι ὅτι κἀγὼ δι’ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης καὶ ξύλων καὶ λίθων καὶ λειψάνων καὶ ναῶν καὶ σταυροῦ καὶ δι’ ἀγγέλων καὶ ἀνθρώπων καὶ διὰ πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου τῷ πάντων δημιουργῷ καὶ δεσπότῃ καὶ ποιητῇ μόνῳ τὴν προσκύνησιν καὶ τὸ σέβας προσάγω· οὐ γὰρ δι’ ἑαυτῆς ἡ κτίσις τῷ ποιητῇ προσκυνεῖ, ἀλλὰ δι’ ἐμοῦ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, δι’ ἐμοῦ ὑμνεῖ θεὸν ἥλιος, δι’ ἐμοῦ προσκυνεῖ θεὸν σελήνη, δι’ ἐμοῦ δοξάζει θεὸν ἄστρα, δι’ ἐμοῦ ὕδατα, ὄμβροι, δρόσοι, καὶ πᾶσα κτίσις δι’ ἐμοῦ προσκυνεῖ καὶ δοξάζει θεόν.

καὶ ὥσπερ βασιλέως τινὸς ἀγαθοῦ καὶ εὐσεβοῦς στέφανον ποικίλον καὶ πολύτιμον ἑαυτῷ ἰδιοχείρως κατασκευάσαντος, πάντες οἱ γνησίως προσκείμενοι τῷ βασιλεῖ ἀσπάζονται καὶ τιμῶσιν τὸν στέφανον, οὐ τὸν χρυσὸν ἢ τὸν μαργαρίτην τιμῶντες, ἀλλὰ τὴν κορυφὴν τοῦ βασιλέως ἐκείνου τιμῶντες καὶ τὰς πανσόφους αὐτοῦ χεῖρας τὰς τὸν στέφανον κατασκευασάσας, οὕτως, ὦ ἄνθρωπε, οἱ Χριστιανῶν λαοί, ὅσους ἐὰν τύπους σταυροῦ καὶ εἰκόνων ἀσπάζωνται, οὐκ αὐτοῖς τὸ σέβας τοῖς ξύλοις ἢ τοῖς λίθοις προσάγουσιν ἢ τῷ χρυσῷ ἢ τῇ φθαρτῇ εἰκόνι ἢ τῇ λάρνακι ἢ τοῖς λειψάνοις, ἀλλὰ δι’ αὐτῶν τῷ θεῷ τῷ καὶ αὐτῶν καὶ πάντων ποιητῇ τὴν δόξαν καὶ τὸν ἀσπασμὸν καὶ τὸ σέβας προσφέρουσιν· ἡ γὰρ εἰς τοὺς ἁγίους αὐτοῦ τιμὴ εἰς αὐτὸν ἀνατρέχει. ποσάκις τινὲς εἰκόνας βασιλικὰς ἀφανίσαντες ἢ ἀτιμάσαντες, ἐσχάτην τιμωρίαν κατεδικάσθησαν, ὡς αὐτὸν τὸν βασιλέα ἀτιμάσαντες καὶ οὐκ αὐτὴν τὴν σανίδα; εἰκὼν τοίνυν τοῦ θεοῦ ἐστιν ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονὼς ἄνθρωπος, καὶ μάλιστα ἐκ πνεύματος ἁγίου ἐνοίκησιν δεξάμενος δίκαιος. οὐκοῦν ὁ τὴν εἰκόνα τῶν τοῦ θεοῦ δούλων τιμῶν καὶ προσκυνῶν, τὴν εἰκόνα τοῦ θεοῦ προσκυνεῖ καὶ τὸν οἶκον τοῦ ἁγίου πνεύματος δοξάζει· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησίν, καὶ ἐμπεριπατήσω.

αἰσχυνέθωσαν Ἰουδαῖοι οἱ βασιλεῦσιν ἰδίοις τε καὶ ἀλλοτρίοις εἰδωλολάτραις προσκυνήσαντες, εἴπερ Χριστιανοὺς καταγγέλλουσιν εἰδωλολάτρας· ἡμεῖς δὲ Χριστιανοὶ κατὰ πᾶσαν πόλιν καὶ χώραν κατὰ τῶν εἰδώλων ὁπλιζόμεθα, κατὰ εἰδώλων ψάλλομεν, κατὰ εἰδώλων συγγράφομεν, κατὰ εἰδώλων καὶ δαιμόνων εὐχόμεθα· καὶ πῶς ἡμᾶς εἰδωλολάτρας καλοῦσιν Ἰουδαῖοι; ποῦ νῦν εἰσὶν αἱ προσαγόμεναι τοῖς εἰδώλοις ὑπ’ αὐτῶν θυσίαι τῶν προβάτων καὶ τῶν βοῶν καὶ τῶν τέκνων; ποῦ αἱ κνῖσαι; ποῦ οἱ βωμοὶ καὶ αἱ προσχύσεις τῶν αἱμάτων; ἡμεῖς δὲ οἱ Χριστιανοὶ οὐδὲ βωμὸν οὐδὲ θυσίαν πῶς ἢ τίς ἐστιν ἐπιστάμεθα. οἱ μὲν γὰρ Ἕλληνες μοιχοῖς ἀνθρώποις καὶ φονευταῖς καὶ ἀκαθάρτοις καὶ μιαροῖς τοὺς ναοὺς ὠνόμαζον καὶ τὰ εἴδωλα, καὶ αὐτοὺς ἐθεοποίουν, οὐ μέντοι γε προφητῶν ἢ ἁγίων μαρτύρων ναὸν ἢ βωμὸν ὠνόμασαν. ὥσπερ γὰρ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται εἶχον ὄργανα καὶ κιθάραν καὶ ἕτερά τινα καθὼς καὶ οἱ Βαβυλώνιοι, καὶ τὰ μὲν εἰς δόξαν θεοῦ, τὰ δὲ εἰς θεραπείαν δαιμόνων, οὕτω καὶ ἐπὶ εἰκόνων Ἑλληνικῶν καὶ Χριστιανικῶν νοήσωμεν, ὅτι ἐκεῖνοι μὲν εἰς λατρείαν τοῦ διαβόλου, ἡμεῖς δὲ εἰς δόξαν θεοῦ καὶ ὑπόμνησιν. πλὴν καὶ πολλὰ θαυμάσια ὁ θεὸς διὰ ξύλου ἀκούειν πεποίηκεν, ξύλον ζωῆς καὶ ξύλον γνώσεως ὀνομάσας, καὶ ἄλλο φυτὸν ὀνομάσας σαβέκ, ἤγουν συγχωρήσεως, τίθησιν.

εἶτα ῥάβδῳ τὸν Φαραὼ ἐκόλασεν, θάλασσαν ἔσχισεν, ὕδωρ ἐγλύκανεν, ὄφιν ὕψωσεν. διὰ ξύλου πέτραν διέρρηξεν, ὕδωρ ἐξήγαγεν, ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν Ἀαρὼν ἱερωσύνην ἐκύρωσεν. οὕτω καὶ Σολομῶν φησίν·

Εὐλογεῖται ξύλον δι’ οὗ γίνεται δικαιοσύνη. οὕτω καὶ Ἐλισαῖος ξύλον ἀπορρίψας ἐν Ἰορδάνῃ τὸν εἰς τύπον τοῦ Ἀδὰμ σίδηρον ὡς ἐξ Ἅιδου ἀνήγαγεν. οὕτω προστάσσει τῷ ἑαυτοῦ παιδὶ διὰ τῆς ῥάβδου ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος. ὁ οὖν διὰ τοσούτων ξύλων θαυματουργήσας θεὸς οὐ δύναται, εἰπέ μοι, θαυματουργεῖν διὰ τοῦ τιμίου ξύλου τοῦ ἁγίου σταυροῦ; εἰ ἀσεβές ἐστιν τιμᾶν τὰ ὀστᾶ, πῶς μετὰ πάσης τιμῆς μετεκόμισαν τὰ ὀστᾶ Ἰωσὴφ ἐξ Αἰγύπτου; πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισαίου ἀνέστη; εἰ δὲ δι’ ὀστέων θαυματουργεῖ ὁ θεός, εὔδηλον ὅτι δύναται καὶ δι’ εἰκόνων καὶ διὰ λίθων καὶ δι’ ἑτέρων πολλῶν· ἐπεὶ καὶ Ἀβραὰμ οὐ κατεδέξατο θάψαι τὸ σῶμα Σάρρας ἐν μνήμασιν ἀλλοτρίοις, ἀλλ’ ἐν ἰδίῳ τάφῳ τιμῆς χάριν, ἐπεὶ καὶ Ἰακὼβ τιμᾷ διὰ λίθου θεόν, στήσας καὶ χρίσας αὐτὸν εἰς τύπον Χριστοῦ τοῦ ἀκρογωνιαίου λίθου, καὶ πάλιν, βουνὸν λίθων ἐπὶ τοῦ Λάβαν, ὃν ὠνόμασεν μάρτυρα· Ἰησοῦς ὁ τοῦ Ναυῆ δώδεκα λίθους ἔστησεν εἰς θεοῦ ἀνάμνησιν.

εἰ γὰρ ἦσαν, ὦ Ἰουδαῖε, νῦν ἐν τῷ σῷ ναῷ τὰ δύο Χερουβὶμ ἐκεῖνα τὰ σκιάζοντα τὸ ἱλαστήριον τὰ γλυπτά, εἰσῆλθεν δέ τις Ἕλλην εἰδωλολάτρης ἐν τῷ ναῷ σου καὶ θεασάμενος ταῦτα, ἐμέμψατο τῶν Ἰουδαίων ὡς καὶ αὐτῶν εἴδωλα προσκυνούντων, τί ἂν εἶχες, εἰπέ μοι, ἀπολογήσασθαι αὐτῷ περὶ τῶν δύο Χερουβὶμ τῶν χωνευτῶν καὶ τῶν βοῶν καὶ φοινίκων καὶ λεόντων τῶν ὄντων ποτὲ ἐν τῷ ναῷ γλυπτῶν; οὐδὲν ἂν εἶχες ἀληθὲς πρὸς αὐτὸν λέγειν, εἰ μὴ τοῦτο ὅτι «Οὐχ’ ὡς θεοὺς ἔχομεν αὐτὰ ἐν τῷ ναῷ, ἀλλ’ εἰς ἀνάμνησιν θεοῦ καὶ δόξαν τὰ Χερουβὶμ ταῦτα ἔχομεν ἐν τῷ ναῷ.» εἰ οὖν ταῦτα οὕτως, πῶς ἐμοὶ περὶ εἰκόνων ἐγκαλεῖς; ἀλλ’ ἐρεῖς μοι ὅτι «Ὁ θεὸς τῷ Μωσεῖ προσέταξεν ποιῆσαι ἐν τῷ ναῷ τὰ γλυπτά», κἀγὼ τοῦτο λέγω· ἀλλ’ ὁ Σολομῶν ἐκεῖθεν ὁδηγηθεὶς καὶ πλείονα ἐν τῷ ναῷ κατεσκεύασεν, ἅπερ οὐδὲ ὁ θεὸς αὐτῷ προσέταξεν οὐδὲ ἡ σκηνὴ τοῦ μαρτυρίου ἔσχεν οὔτε ὁ ναὸς ὃν ὁ Ἰεζεκιὴλ ἐκ θεοῦ ἑώρακεν, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ ὁ Σολομῶν· εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ καὶ ἡμεῖς. εἶχες δέ, ὦ Ἰουδαῖε, καὶ ἕτερά τινα εἰς μνήμην καὶ δόξαν θεοῦ, τὴν ῥάβδον Μωσέως, τὰς νεοτεύκτους πλάκας, τὴν ἄφλεκτον βάτον, τὴν ξηρένυγρον πέτραν, τὴν μαννοφόρον στάμνον, τὴν κιβωτόν, τὸ θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον ἐφούδ, τὴν θεόσκηνον σκηνήν.

εἴθε καὶ σὺ πρώην τούτοις ἐσχόλαζες, προσκυνῶν καὶ ἐπικαλούμενος τὸν ἐπὶ πάντων θεόν, καὶ αὐτοῦ ἐμνημόνευες διὰ τῶν μικρῶν εἰκόνων τούτων καὶ τύπων, καὶ μὴ τὸν μόσχον καὶ τὰς μυίας κατεῖχες ὑπὲρ τὰς θεοπνεύστους πλάκας. εἴθε καὶ τὸ ἅγιον καὶ χρυσοῦν θυσιαστήριον ἐπόθεις καὶ σὺ καὶ μὴ τὰς δαμάλεις τῆς Σαμαρείας. εἴθε τὴν βλαστήσασαν ῥάβδον καὶ μὴ τὴν Ἀστάρτην τὴν ἐρημώσασάν σου τὴν πόλιν. εἴθε τὴν ὀμβρήθεον ἠσπάσω πέτραν καὶ μὴ Βάαλ τὸν ἄθεον. ἀλλὰ διατοῦτο ταῦτα πάντα οὐ προσκυνεῖς, ὁ πάλαι Ἰσραήλ, ἐπειδὴ οὐκ ἠγάπας τὸν θεὸν ἐξ ὅλης τῆς καρδίας σου· ὁ γὰρ ἀγαπῶν τὸν ἑαυτοῦ φίλον ἢ βασιλέα καὶ μάλιστα εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, καὶ μάλιστα τὸν θεόν. ὅταν οὖν ἴδῃς Χριστιανοὺς προσκυνοῦντας τὸν σταυρόν, γνῶθι ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσιν καὶ οὐ τῷ ξύλῳ, ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσεκύνουν, ὥσπερ σὺ ποτὲ Ἰσραὴλ προσεκύνεις τούτοις λέγων τῷ δένδρῳ καὶ τῷ ξύλῳ· Σύ μου εἶ θεὸς καὶ σύ με ἐγέννησας. πάλιν δέ, οὐχ’ οὕτως λέγομεν ἡμεῖς τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων· «Θεοὶ ἡμῶν ἐστέ.»

οὐ γὰρ εἰσὶν θεοὶ ἡμῶν, ἀλλ’ ὁμοιώματα καὶ εἰκόνες Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ, πρὸς ἀνάμνησιν καὶ τιμὴν καὶ εὐπρέπειαν ἐκκλησιῶν προκείμενα καὶ προσκυνούμενα· ὁ γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, καὶ ὁ τῇ μητρὶ αὐτοῦ προσκυνῶν, αὐτῷ τὴν τιμὴν προσάγει, καὶ ὁ τὸν ἀπόστολον τιμῶν, τὸν ἀποστείλαντα τιμᾷ. εἴθε καὶ σὺ Μωσαϊκὰς εἰκόνας ἐποίεις καὶ προφητικὰς καὶ καθ’ ἑκάστην ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ θεῷ καὶ δεσπότῃ αὐτῶν καὶ μὴ τῇ εἰκόνι τῇ χρυσῇ Ναβουχοδονόσορ. καὶ πῶς οὐκ αἰσχύνῃ κατ’ ἐμοῦ κινούμενος καὶ κατεπαιρόμενος περὶ τῶν εἰκόνων καὶ τοῦτο ἐγκαλῶν, εἰ Ἀβραὰμ τοὺς εἰδωλολάτρας προσεκύνει, εἰ Μωσῆς τῷ Ἰοθὸρ εἰδωλολάτρῃ προσεκύνησεν καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ Δανιὴλ τῷ Ναβουχοδονόσορ· εἰ οὗτοι, προφῆται καὶ δίκαιοι ὄντες, διά τινας εὐεργεσίας προσεκύνουν αὐτοῖς ἐπὶ τὴν γῆν, εἰδωλολάτραις οὖσιν, ἐμοῦ κατεπαίρῃ προσκυνοῦντος τῷ σταυρῷ καὶ χαρακτῆρσιν ἁγίων, ἐξ ὧν μυρία ἀγαθὰ παρὰ θεοῦ δι’ αὐτῶν κομίζομαι; ὁ γὰρ τὸν βασιλέα φοβούμενος οὐκ ἀτιμάζει τὸν υἱὸν αὐτοῦ, καὶ ὁ τὸν θεὸν φοβούμενος τιμᾷ πάντως καὶ σέβει καὶ προσκυνεῖ ὡς υἱὸν θεοῦ Χριστὸν τὸν θεὸν ἡμῶν καὶ τὸν τύπον τοῦ σταυροῦ αὐτοῦ καὶ τοὺς χαρακτῆρας τῶν ἁγίων αὐτοῦ.