Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ανασκευή παρερμηνειών και ο έλεγχος των πλαστογραφημένων επιστολών του Νείλου και του Επιφανίου

Καταγγέλλεται η εικονομαχική παραποίηση επιστολών και συγγραμμάτων, με εκτενή αναφορά στις αυθεντικές θέσεις του αγίου Νείλου και του αγίου Επιφανίου της Κύπρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 14 από 18

τοῖς προηγουμένοις τὰ ἑπόμενα καὶ παρ’ αὐτοῖς ἐκτεθέντα, τοιαῦτα· Καὶ πάλιν ὁ αὐτός, φασίν, ἐν τῷ λόγῳ αὐτοῦ τῷ εἰς τὸν Ἀβραὰμ φάσκει· «Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ ταῦτα ἐποίησαν, ὑπὸ Ἑλλήνων ἀκόντων μαρτυροῦνται. οἱ γὰρ τὴν τῶν Παλαιστινῶν οἰκοῦντες γῆν καὶ εἰκόνας γράφοντες τῶν σεβασμάτων αὐτῶν τρεῖς γράφουσιν ἀγγέλους καὶ τὸν Ἀβραὰμ μετ’ αὐτῶν καὶ τὴν Σάρραν καὶ μόσχον καὶ ἄλευρον· καὶ πάντα ὅσα λέγει ἡ γραφὴ διὰ μέλανος, λέγουσιν ἐκεῖνοι δι’ ἀγαλμάτων. ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι’ Ἑλληνικῶν γένηται ἡ πίστις· ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις.» ὢ βυθὸς ἀνοίας. ὅπως τὸ ἀνελεύθερον καὶ ἀνεπιστάτητον τῆς γνώμης τῶν νεογνῶν εἰς πίστιν ἀπογυμνοῦται. ἄξιον γὰρ ὧδε εἰπεῖν ὅτι οὔτε ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται. ποίαν γὰρ ταῦτα τοῖς λόγοις αὐτῶν συνηγορίαν ἔχει, ὁπότε οὐδὲ τῷ σκοπῷ τοῦ συγγραφέως παρακολουθῆσαι αὐτοῖς ἐξεγένετο; οὐδὲ γὰρ περὶ ἀγαλμάτων τινῶν ἐβούλετο διαλέγεσθαι, πότερον φευκτὰ ἢ οὐ φευκτά, ἀλλὰ τὰ κατὰ τὸν Ἀβραὰμ διεξιὼν ἀπάγει καὶ πρὸς Ἕλληνας τὸν λόγον, ἐπαγαγέσθαι πειρώμενος πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν καὶ αὐτούς, ὡς εἰ μὴ τοῖς παρὰ τοῦ πνεύματος γεγραμμένοις προσέχοιεν, τοῖς γοῦν φαινομένοις πεισθεῖεν.

καὶ γὰρ τὰ Σοδόμων εἰς προῦπτον ἔκειτο· τοιαῦτα γὰρ μικρὸν πρόσθεν ἔλεγεν· Εἰ δέ τις Ἑλλήνων ἀπιστεῖ ἢ τοῖς δι’ Ἀβραὰμ εἰρημένοις ὅτι τρεῖς ἦλθον πρὸς αὐτὸν καὶ ὑπεδέχθησαν ἢ τοῖς διὰ τὸν Λὼτ καὶ τὰ Σόδομα, βλεπέτω ὀφθαλμοῖς ἃ λέγει τὰ ῥήματα· Σόδομα γὰρ ἔτι καὶ νῦν κατέστραπται, δείκνυσιν δὲ τὸν Λὼτ ζῶντα. ταῦτα προθέμενος ἐπάγει εὐθύς· Οἱ δὲ τρεῖς ἄγγελοι ὅτι ἦλθον πρὸς τὸν Ἀβραὰμ καὶ τἄλλα ὅσα κατὰ τὴν ἀρίστην ἐκείνην ὑποδεξίαν πέπρακται καὶ ἡ προκειμένη περιέχει χρῆσις. ἐν ᾧ τοίνυν τῶν ῥημάτων ἀμφισβητοῖεν Ἕλληνες, τοῖς γοῦν παρὰ τῶν οἰκείων καὶ γένει καὶ θρησκείᾳ προσηκόντων ἐξευρημένοις τὰ κατὰ τὸν Ἀβραὰμ εἰρημένα δεχέσθωσαν. οὐκοῦν οὐ περὶ ἀγαλμάτων τῶν καθ’ Ἕλληνας ὁ λόγος, ὅπως ἔχουσιν βδελυρίας ἢ μή (τοῦτο γὰρ περιττὸν ζητεῖν καὶ ἀνόνητον, ὡμολογημένου ἤδη καὶ πεφανερωμένου βδελυκτὰ εἶναι τὰ Ἑλλήνων παρὰ Χριστιανοῖς), ἀλλ’ ὅτι τὰ κατὰ τοὺς ἀγγέλους καὶ τὸν Ἀβραὰμ καὶ Ἕλληνας δέχεσθαι δίκαιον παρ’ Ἑλλήνων δι’ ἀγαλμάτων δεικνύμενα. ποία οὖν τοῖς ἀσεβέσιν πρόφασις τὰ κατὰ τὴν ἐκκλησίαν κακίζειν; ἢ ποῖος μῶμος αὐτῇ προσπλεκήσεται παρὰ τὸ πειρᾶσθαι δι’ ἀγαλμάτων τὰ κατὰ τὸν Ἀβραὰμ δεικνύειν τοὺς Ἕλληνας; ἢ οὐχὶ δὴ μᾶλλον μέμψεως οὗτοι καὶ κατηγορίας ἄξιοι;

εἰ γὰρ Ἕλληνες τὰ θεῖα ἁρπάσαντες καὶ ἡμέτερα, σπουδὴν περὶ τὴν ἀλήθειαν ἔθεντο, πόσον ἔδει τοὺς πιστοὺς σπουδαιότερον περὶ ταῦτα διανίστασθαι; οὐδὲ γὰρ ἐπειδὴ Ἕλληνες τἀληθῆ γράφουσιν, ἡμᾶς χρὴ παραγράφεσθαι τὴν ἀλήθειαν πρὸς τὴν τῶν πραγμάτων ἀποβλέποντας φύσιν. διατοῦτο γὰρ καὶ Ἰουδαῖοι κατάκριτοι, ὅτι ἃ πάλαι αὐτοῖς προσῆκεν νῦν ἡμέτερα γέγονεν. τὸν γὰρ πλοῦτον τὸν ἐκείνων ληϊσάμενοι σφετεριζόμεθα, ὅτι τὸν ἐλθόντα εἰς τὰ ἴδια οἱ ἴδιοι οὐ παρέλαβον· ὥστε τὰ παρ’ ἀπίστοις στηλογραφούμενα εὐγνωμόνως πιστοῖς προσίεσθαι δίκαιον, ἐπεὶ καὶ τοῖς γεγραμμένοις οἰκεῖα καὶ ὁμόλογα. ἔτι τοῖς εἰρημένοις προστίθησιν ὁ διδάσκαλος· ταῦτα δὲ εἴρηται ἵνα οὐ τοῖς πιστοῖς δι’ Ἑλληνικῶν γένηται ἡ πίστις· ἡμεῖς γὰρ παρὰ τῶν ἔξωθεν οὐ δεχόμεθα τὰς ἀποδείξεις. ἡμῖν γὰρ ὡς ἀληθῶς οὐδεὶς λόγος παρὰ τῶν ἔξωθεν τὰς πίστεις δέχεσθαι τῶν κατὰ τὸν Ἀβραὰμ πρὸς τὴν τῶν ἀγγέλων φιλοφρόνως πεπραγμένην δεξίωσιν, οὐδὲ ἄλλου ὅτου χάριν, τοῖς ἱεροῖς ἤδη ἐντεθραμμένοις λόγοις τε καὶ παιδεύμασιν. καὶ γὰρ ὁ κύριος, φησίν, τῶν δαιμονίων βοώντων· «Σὺ εἶ ὁ Χριστός», ἐπετίμα καὶ οὐκ εἴα λαλῆσαι, ἀπαξιῶν παρὰ δαιμόνων μαρτυρεῖσθαι. ἀλλ’ οὐ παρὰ τοῦτο καὶ ἡμεῖς Χριστὸν ὁμολογεῖν παραιτησόμεθα. οὐδὲ Παῦλον δυσφημήσομεν ἐπειδὴ ἀκούομεν εὐφημοῦσαν αὐτὸν τὴν Πυθόληπτον.

μὴ δὲ γὰρ τοῖς προσώποις προσεκτέον, ἀλλὰ ταῖς ἀληθείαις αὐταῖς ἐπικριτέον τὰ πράγματα· καίτοι παρὰ τῶν ἐναντίων πρὸς πίστιν ἡ ἀλήθεια τὸ ἐπαγωγὸν μᾶλλον καὶ πιθανὸν κέκτηται. ἤδη δὲ ἔγωγε καί τινος ἐπυθόμην λέγοντος θεολόγων ἑτέρωθεν· Πάλιν Βαλαὰμ προφητεύει καὶ Σαμουὴλ ἕλκεται, εἰ δοκεῖ, δι’ ἐγγαστριμύθου, καὶ δαίμονες ὁμολογοῦσιν τὸν Ἰησοῦν ἄκοντες καὶ διὰ τῶν ἐναντίων, ἵνα καὶ πιστευθῇ μᾶλλον ἡ ἀλήθεια· καὶ ἀποστόλων τοῦ μεγαλόφρονος, ὡς ἤδη ἀνέχεταί τινων κηρυσσόντων τὸ εὐαγγέλιον, καὶ τούτων ἀπίστων καὶ οὐ μικρὸν αὐτῷ ἐπισωρευόντων ἐντεῦθεν τὸν κίνδυνον, ἵνα ὅτῳ τρόπῳ, προφάσει τε καὶ ἀληθείᾳ, Χριστὸς καταγγέλληται. ἐοίκασιν δέ μοι παραπλήσιόν τι πεπονθέναι τῶν Ἰουδαίων· ὥσπερ γὰρ ἐκεῖνοι τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ’ ὑπετάγησαν, οὕτω καὶ οὗτοι τῷ ἰδίῳ σκοπῷ πανταχοῦ ἑπόμενοι, τῷ σκοπῷ τοῦ διδασκάλου οὐκ ἠκολούθησαν. πρὸς γὰρ τὸ λέγον ῥητὸν μόνον ὅτι ἡμεῖς ἐκ τῶν ἔξωθεν πίστιν οὐ δεχόμεθα βουκολούμενοι καὶ τῇ ἐννοίᾳ τοῦ συγγεγραφότος οὐ προσχόντες, πρὸς τὴν ἰδίαν φαυλότητα τὸν νοῦν ᾐχμαλώτευσαν καὶ κατὰ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας οὐδὲν προσῆκον κακῶς ἐξειλήφασιν.

καίτοι εἰ καὶ πρὸς εἰκόνας ὁ λόγος ἀπέβλεπεν, ἀκούσαντας τὸ μηδὲν παρὰ τῶν ἔξωθεν ἡμᾶς δέχεσθαι ἀπολήγειν ἐχρῆν τῆς ἀλόγου ὁρμῆς καὶ μὴ προσάγειν ἐπ’ αἰσχύνῃ καὶ κατακρίσει αὐτῶν εἰς μαρτύριον. καὶ οὕτως ἂν τὸ κλέος ἡ ἐκκλησία ἠνέγκατο· ἡμῖν γὰρ οὐ παρὰ τῶν ἔξωθεν τὰ ἡμέτερα ἀλλὰ παρὰ τῶν ἡμετέρων πιστῶν καὶ θεοσεβῶν ζήλῳ θερμῷ πρὸς τὴν εὐσέβειαν ἠγμένων τὸ ἐξ ἀρχῆς παραδίδοται. μάτην λοιπὸν ἐπ’ ἐκείνοις αὐχοῦσιν τοῖς λόγοις· ἃ γὰρ οὐδὲ παρὰ μεμηνότων ἤκουσται πρὸς ἱερὰ ἀπεικάσματα μεθαρμοζόμενα, πρὸς κατηγορίαν, οὐ σύστασιν ἑαυτῶν προηγάγοντο. ἔτι φασὶν ὅτι Εἶθ’ οὕτως καὶ ἐν ἑτέρῳ λόγῳ τῷ εἰς τὸν δεσμοφύλακα ἐπιγραφομένῳ λέγει· «Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου, πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ’ αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν.» ὡς ἐκπλήξεως ταῦτα γέμει καὶ ἀμηχανίας πολλῆς καὶ θάμβος καὶ ἀπορία οὐ μικρὰ τοῖς ἐντυγχάνουσιν ὡς τὸ εἰκὸς περιχυθήσεται· πότερον, ὅπως εἰς ἄκρον ἠλιθιότητος καὶ ἀναισθησίας οἱ κεχρημένοι παραλόγως ἵκοντο, θαυμάσεταί τις, ἢ καταπλαγείη ὅσον τῶν πρὶν ἀσεβῶν ὑπερηκόντισαν εἰς παράνοιαν.

ἀφ’ ὧν γὰρ ἔδει καταδύεσθαι καὶ αἰσχύνεσθαι, ἀπὸ τούτων οἵ γε παρρησιάζονται καὶ τὴν ὀφρῦν κατὰ τῆς εὐαγοῦς ἡμῶν δόξης οὐκ εὐαγῶς ἀνασπῶσιν. ὅπως γὰρ ἐπὶ κατηγορίᾳ, οὐ συνηγορίᾳ αὐτοῖς συμπεπόρισται, οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ δείλαιοι, ἐπειδὴ ἐν σκότει τῆς ἀπιστίας ὁμοῦ καὶ ἀμαθίας διαπορεύονται, οὐδ’ αὐτῶν ὧν προάγουσιν λόγων ἐν περινοίᾳ γενέσθαι ἰσχύσαντες. οἶμαι γὰρ οὐδὲ τοὺς πάθει μανίας ἑαλωκότας διαμφισβητεῖν ὡς τὰ τῶν εἰκόνων ἀναθήματα τῶν εἰκονιζομένων προσώπων εἰς μνήμην καὶ φαντασίαν τοὺς ὁρῶντας ἐνάγουσιν· καὶ συλλήψεταί γε, εὖ οἶδα, μᾶλλον ταῦτα τοῖς ἤδη τὰ τῶν ἁγίων πρεσβεύουσιν. τί γὰρ τὸ ἐμποδὼν στήσεται ἐκ τῆς αὐτῆς τῷ λογογράφῳ ὑποθέσεως ἀφορμηθέντας καὶ τῷ αὐτῷ τοῦ λόγου σχήματι χρησαμένους φάναι ὅτι δὴ τὰς τῶν ἁγίων ἀνατιθέντες εἰκόνας αὐτοὺς ἐκείνους διὰ τούτων κατοπτριζόμεθα, καὶ ἀναθεωροῦμεν αὐτῶν τὴν γενναιότητα καὶ τοὺς ἄθλους καὶ τὴν πρὸς θεὸν ἀγάπην τε καὶ οἰκείωσιν; ἐξ ὧν δὴ καὶ ὠφέλειαν καρποῦσθαι πάρεστιν, εἰς μίμησίν τε τῆς πρὸς θεὸν αὐτῶν διαθέσεως καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγώνων διανίστασθαι. καὶ ταῦτα μὲν τῆς τῶν ἀγνωμόνων εἰκαιοβουλίας καὶ παρανοίας.

ὁ δ’ οὖν τούτους τοὺς λόγους πρῶτος ἐρανισάμενος, καίτοι θερμὸς τυγχάνων τῆς ἀποστασίας προστάτης, ὁ Μαμωνᾶς φημι Κωσταντῖνος, ἐπὶ πλεῖστον βακχείας καὶ ἐμπληξίας κατολισθήσας καὶ τὴν ἀχλὺν τῆς ἀθεΐας περικεχυμένος, ὅμως μικρὸν γοῦν τῆς ἀβουλίας ἐπῃσθημένος ἤδη ἠπείγετο τῶν ἐν τῇ κοπροφόρῳ κοιτίδι συντεθέντων τῆς βλασφημίας τινὰς χρήσεις ὑποσπάσαι. τάχα δ’ ἂν καὶ πρὸ τῶν ἄλλων ταύτην ὑφείλετο οἷα δὴ τὸ ἠλίθιον αὐτῶν ἐμφανέστερον θριαμβεύουσαν· κἂν τὸ νοηθὲν ἐπετέλεσεν, εἰ μὴ ὁ κατὰ τὴν ἱερωσύνην ἐπὶ κακῷ τῷ ἑαυτοῦ τὸ τηνικαῦτα προὔχων, ἐλεεινῶς καὶ ἀθλίως φρονῶν, παραινέσεσιν πλείσταις χρησάμενος διεκώλυσεν, εὐπρόσωπον ἀφορμὴν προϊσχόμενος καὶ πιθανὸς πρὸς τὸν λόγον ὀφθείς, ὡς οἷα ὑπ’ εὐνοίας ἠγμένος, φάσκων ὡς εἰ ταῦτα περιέλοι τῶν συγγεγραμμένων, χώραν δοίη τοῖς ὑπεναντίοις τοιαῦτα λέγειν, ὅτι γε τὰ μέν, ἐν οἷς ἀρέσκονται τοῖς ἐγκρίτοις πατράσιν, ἀνατιθέασιν, ἃ δὲ οὐκ ἀρέσκει αὐτοῖς, ἀποβάλλονται, ἐξουσίᾳ μᾶλλον ἢ ἀληθείᾳ δογμάτων πράσσοντες. ἐναργοῦς δὲ οὔσης αὐτῶν τῆς ματαιότητος, περιττὸν ἦν που ἐπὶ πλέον ἀντιλέγοντας ταῦτα εὐθύνειν, ὡς ἂν μὴ τῆς ἴσης ἐκείνοις νομισθῶμεν παραφροσύνης.

πλὴν ἵνα μή τινες τῶν ἀφελεστέρων τὴν ἐπὶ τοῖς ἑπομένοις λόγοις δύναμιν ἀγνοοῦντες καὶ τῇ παρεξηγήσει τῶν ἀπατεώνων δελεαζόμενοι παραβλάπτοιντο, ταύτῃ τοι τὸν προκείμενον τῷ διδασκάλῳ νοῦν ἀναπτύξαι εἰς δέον κεκρίκαμεν, ὡς ἂν εὐκάτοπτα τὰ τοῦ λόγου καὶ σαφῆ παραστήσωμεν. σκοπὸς γὰρ τῷ πατρὶ οὐκ εἰκόνας ἁγίων καὶ τοὺς περὶ αὐτῶν λόγους συμβάλλειν, ὁποῖόν τι τούτων αἱρετέον, ὁποῖόν τε παρετέον, ἀλλὰ δεικνύειν προηγουμένως ὡς οἱ ἅγιοι καὶ διὰ τῶν λόγων αὐτῶν καὶ τῶν γεγραμμένων περὶ αὐτῶν μεθ’ ἡμῶν εἰσιν. λοιπὸν μεθ’ οὓς προεξύφηνε λόγους, κατὰ τοῦτο δὴ τὸ χωρίον γενόμενος, προτίθησιν ῥητόν τι ψαλμικόν, ἐκεῖνο δὴ τὸ Αἴνει ἡ ψυχή μου τὸν κύριον, καὶ ἐπάγει ὁ αὐτός· Ταῦτα ὁ Δαυῒδ εἶπεν τότε· ταῦτα καὶ ἡμεῖς μετὰ τοῦ Δαυῒδ ψάλλομεν σήμερον. εἰ γὰρ καὶ μὴ τῷ σώματι πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστιν. καὶ ὅτι πάρεισιν ἡμῖν οἱ δίκαιοι καὶ μεθ’ ἡμῶν ψάλλουσιν, ἄκουσον τί φησιν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον. λέγοντος γὰρ ἐκείνου· Πέμψον Λάζαρον, ἵνα οἱ ἀδελφοὶ αὐτοῦ μαθόντες τὰ ἐν Ἅιδου διορθώσωνται τὰ καθ’ ἑαυτούς, λέγει πρὸς αὐτόν· Ἔχουσιν Μωσέα καὶ τοὺς προφήτας. καὶ μὴν καὶ Μωσῆς καὶ οἱ προφῆται πάλαι τεθνήκασιν· ἀλλ’ εἰ καὶ τεθνήκασιν τῷ σώματι, διὰ τῶν γραμμάτων εἶχον αὐτούς.

ταῦτα εἰπὼν καὶ βουλόμενος κατασκευάσαι καὶ πιστώσασθαι εἶναι μεθ’ ἡμῶν τοὺς ἁγίους, λαμβάνει παραδείγματος τρόπῳ τὰ ἐπαγόμενα καὶ φησίν· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου. ἴσμεν δὲ δήπου ὅτι οὐδὲν παράδειγμα ἀμφισβητήσιμον, ἐπεὶ δεήσεται καὶ ἑτέρας κατασκευῆς καὶ οὐκ ἂν εἴη ἔτι παράδειγμα. ὡς οὖν παρὰ πᾶσιν καὶ σοφοῖς καὶ ἰδιώταις ὁμολογούμενα ταῦτα προθείς, συλλογίζεται καὶ ἐπάγει ὅτι πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ’ αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν. ἐν τούτοις βούλεται λέγειν ὁ συγγραφεὺς ὅτι αἱ μὲν τῶν σωμάτων εἰκόνες τὰ σώματα, ὁποῖα ἦν, εἰκονίζουσίν τε καὶ ἐμφανίζουσιν, τὰ δὲ παρὰ τῶν ἁγίων εἰρημένα τὸ γενναῖον καὶ ἀήττητον τῶν ψυχῶν αὐτῶν παράστημα εἰκονίζουσιν καὶ κηρύσσουσιν, καὶ διὰ τῶν γεγραμμένων περὶ αὐτῶν τῆς παρουσίας αὐτῶν ἀπολαύομεν. ταῦτα δὲ οὐ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν ἡμῖν προξενεῖ, αὐτοὺς δὲ τοὺς ἁγίους μεθ’ ἡμῶν εἶναι παρασκευάζει· Εἰ γὰρ καὶ μὴ πάρεισιν, φησίν, τῷ σώματι, ἀλλὰ τῷ γε πνεύματι πάρεισιν.

καὶ ταύτῃ γοῦν οὐ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν ἔλεγεν, οὐχ’ ὅτι οὐκ εἶχεν (εἶχεν γάρ· καὶ τοῦτο φανερὸν διὰ τῶν ἔργων ἐποίει), ἀλλ’ ὅτι ἐν τῇ ἀναλήψει τῶν περὶ τῶν ἁγίων λόγων, οὓς διὰ γλώσσης φέρομεν, τῶν ψυχῶν αὐτῶν οἱονεὶ τὰς εἰκόνας ὑφηγουμένους βλέπομεν. οὐχ’ εὑρίσκομεν δὲ οὐδὲ ὁρῶμεν ἐνταῦθα σωματικῶν αὐτῶν εἰκόνων λόγον, ἐπεὶ οὐδὲ συναναφαίνονται τοῖς λόγοις αἱ εἰκόνες. καὶ διατοῦτο λέγομεν ὅτι οὐκ ἔχομεν· οὐδὲ γὰρ σώματι αὐτοὺς βλέπομεν ἀλλὰ πνεύματι. δῆλον δ’ ἂν τοῦτο κἀντεῦθεν γένοιτο· οἱ γὰρ λόγοι, ἐπειδὴ νοῦ γέννημα, οὐ σώματος, ὑπάρχουσιν, κἂν διὰ τῶν φωνητικῶν τοῦ σώματος ὀργάνων προφέρωνται, οὐ σωμάτων ἡμῖν ἕξιν ἐκτυποῦσιν καὶ εἶδος, ἀλλὰ ψυχῆς καὶ νοῦ τοῦ γεννήσαντος χαρακτηρίζουσιν τὴν διάθεσιν. οὐκοῦν τοὺς λόγους τοὺς τῶν ἁγίων διὰ τῶν γεγραμμένων μεταχειριζόμενοι, τῶν ψυχῶν αὐτῶν ὁρῶμεν τὰ ἀνδραγαθήματα ἡμῖν διαμορφούμενα· καὶ οὐ σωματικῶς ἀλλὰ πνευματικῶς παρεῖναι πεπείσμεθα. διὸ οὐδὲ σωματικῶς ἐν τοῖς κατ’ αὐτοὺς λόγοις ἐξετάζομεν, ἵνα καὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχειν λέγωμεν· ἄλλως τε δὲ ἕτερος ψυχῆς λόγος καὶ ἄλλος σώματος, καὶ οὐκ ἐνὸν ἐπ’ ἀμφοῖν καὶ κατὰ ταυτὸν τοὺς αὐτοὺς λόγους ποιεῖσθαι ἢ τὰς εἰκόνας αὐτῶν ὁμοῦ παραλαμβάνειν. πῶς γὰρ ὧν ὁ λόγος διάφορος, ὁ τρόπος ὁμοῦ συμπαραληφθήσεται;

ὁπηνίκα τοίνυν περὶ ψυχῆς τις καὶ τῶν κατὰ ψυχὴν διαλαμβάνει, οὐκ ἔστιν κατὰ ταυτὸν καὶ περὶ σώματος καὶ τῶν κατὰ σῶμα συνδιεξέρχεσθαι, ἵνα καὶ τὸν περὶ σωματικῆς εἰκόνος ἀνέλοιτο λόγον. ἀλλ’ οὐδὲ ὁμοία ἡ περὶ ἑκατέρου τούτων ἐπιχείρησις. ἡ μὲν γὰρ εὐκολία τοῦ παραλαμβανομένου λόγου τῆς τῶν ψυχῶν ἁπλότητος ἕνεκεν ἀθρόον καὶ ὡς ἐν ἀκαρεῖ τῷ χρόνῳ τὴν μνήμην ἀνακινοῦσα καὶ τὴν ἑκάστης ἰδιότητα ῥᾳδίως ἐν τῷ νοῒ ἀνεζωγράφησεν. ἡ δὲ δυσχέρεια τοῦ ἐπιτηδευομένου τρόπου τῆς παχύτητος τῶν σωμάτων χάριν οὐχ’ ὧδέ πως ἔχει· οὐδὲ γὰρ ἂν οὕτως εὐπετῶς τὰ σωματικὰ γνωρίσματα καταχαράξαι σχοίη· δεήσεται γὰρ καὶ τέχνης καὶ ὕλης καὶ τοῦ μετιόντος τὴν τέχνην γραφέως. ὥστε ὁ περὶ τῶν ψυχῶν τῶν ἁγίων τὸν λόγον ποιούμενος οὐχ’ οἷός τέ ἐστιν καὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας κατὰ ταυτὸν πάντως ἔχειν. ἀλλ’ οὐ παρὰ τοῦτο ἀπαγορεύειν αὐτὰς τὸν διδάσκαλον ὑποληπτέον. ἀλλ’ ὅποι αὐτῷ τὰ τοῦ σκοποῦ καὶ τοῦ καιροῦ φέρει, ἐστοχασμένως ἐξετάζειν χρεών· πάντων γὰρ μάλιστα, καὶ καιρὸν καὶ μέτρα ἑκάστῳ ᾔδει τιθέναι πράγματι. διὰ πάντων οὖν δηλοῦται ὡς οὐκ ἀναιρεῖ τῶν ἁγίων εἰκόνων τὸ χρῆμα, ἀλλ’ ὅτι οὐ συνυπάρχουσιν οὐδὲ ἐξ ἀνάγκης ἐν τοῖς περὶ τῶν ἁγίων προαγομένοις ἕπονται λόγοις, ταῦτα διέξεισιν.

ἡμεῖς δὲ καθάπερ καὶ τὸ ἐκείνου ἔχει φρόνημα γινώσκομεν, καὶ τὰ συζυγῆ τῶν τιμίων ψυχῶν σώματα τίμια ἡγούμεθα· ὧν γὰρ αἱ ψυχαὶ τίμιαι, δῆλον δήπου καὶ τὰ σώματα καὶ τοῦ παντὸς λόγου ἄξια ὡς ὄργανα τοῖς ἁγίοις ὑπηρετησάμενα, ἐν οἷς τὸ γενναῖον καὶ στερρὸν καὶ ἀδάμαστον ἐν ταῖς βασάνοις ἐπεδείξαντο· μεθ’ ὧν ὡς συνάθλοις καὶ συστεφθήσονται, ἡνίκα κατὰ τὴν μέλλουσαν κοινὴν πάντων ἀνάστασιν ταῦτα ἀπολήψονται ἄφθαρτα. οἱ τοίνυν διὰ τῶν γραφῶν τὰς εἰκόνας τῶν ψυχῶν τῶν ἁγίων ἔχοντες ἀναγκαίως καὶ ἀκολούθως διὰ τῶν χρωμάτων ἢ ὁπωσοῦν ἑτέρως καὶ τὰς τῶν σωμάτων αὐτῶν εἰκόνας ἕξουσιν· ὅθεν οὐ περιοπτέαι οὐδὲ ἀτιμαστέαι. προσεκτέον δὲ ὡς οὐ πρὸς εἰκόνας ἁγίων τοὺς λόγους τῶν ἁγίων συνέκρινεν ἀλλὰ πρὸς ἀνθρώπων τῶν τυχόντων καὶ ὁπωσοῦν ἐχόντων. ἦ γὰρ ἂν οὐ καταδεέστερον τὸν λόγον ἐτίθετο· σεμνῶς γὰρ ὅπως αὐτὸς τὴν τοῦ μεγάλου Παύλου εἰκόνα περιέπων καὶ τιμῶν διετέλει καὶ ὡς περὶ τῶν λοιπῶν διέκειτο, ἤδη προδέδεικται. καὶ τὰ μὲν ἡμέτερα ἐπὶ τοσοῦτον· ὁ δὲ διδάσκαλος ἔτι βεβαιοῦν τὰ προκεχειρισμένα αὐτῷ βουλόμενος, ἄγχιστά που τῆς προγεγραμμένης χρήσεως ἐπιφέρει τοιαῦτα· Βούλει μαθεῖν ὅτι ζῶσιν οἱ δίκαιοι καὶ πάρεισιν; οὐδεὶς τοὺς τεθνεῶτας μάρτυρας καλεῖ, ὁ δὲ θεὸς μάρτυρας αὐτοὺς ἐκάλεσεν τῆς οἰκείας θεότητος καὶ πρῶτον αὐτὸν τὸν Δαυΐδ, ἵνα σε διδάξῃ ὅτι ζῇ.

τῶν γὰρ Ἰουδαίων ἀμφισβητούντων περὶ αὐτοῦ, λέγει πρὸς αὐτούς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. λέγει αὐτοῖς· Πῶς οὖν ὁ Δαυῒδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. εἶδες πῶς ζῇ ὁ Δαυΐδ; εἰ γὰρ μὴ ἔζη, οὐκ ἂν ἐκάλεσεν αὐτὸν μάρτυρα τῆς θεότητος αὐτοῦ· καὶ οὐκ εἶπεν· πῶς ἐκάλεσεν, ἀλλὰ καλεῖ, ἵνα διδάξῃ ὅτι πάρεστιν ἔτι διὰ τῶν γραμμάτων καὶ φθέγγεται. τὰ τοῦ πατρὸς τοιαῦτα· ἐκ τούτων δὲ καὶ τῶν προρρηθέντων εὐχερῶς τις τὸν τρόπον οὗ εἵνεκεν ἔφη μὴ ἔχειν εἰκόνας τῶν ἁγίων σωματικὰς καταλήψεται. κατοκνήσειέν τις τάχα τοῖς προσαπαντῶσιν ἑξῆς ἐπιβάλλειν· θρήνων γὰρ καὶ ὀδυρμῶν καὶ δακρύων πολλῶν, οὐκ ἐλέγχων ἄξια. καί μοι τὸν λόγον ἡ ἔκπληξις ἐπικόπτει καὶ σύγχυσίς πως καὶ ἀκηδία πνεύματος ἀλύοντι ἔπεισιν. ἀπορήσειεν γὰρ ἀνθρώπων γλῶσσα ἐκτραγῳδοῦσα οἷα τοῖς ἀθλίοις συνήνεκται. πότερον γάρ τις τὴν ἀλογίαν κατοικτειρήσειεν ἢ καταπλαγείη τὴν ἀσέβειαν; πρὸς δὲ τῆς ἀναισχυντίας τὸ μέγεθος πῶς οὐκ ἄν τις ἀπαυδήσειεν; τριάκοντα γάρ που σχεδὸν διαγεγόνασιν ἐνιαυτοὶ ἐξ οὗ ἡ πονηρὰ ταύτη ἐπίνοια ἡ κατὰ τῶν ὀρθῶν λόγων ἐξευρεθεῖσα πεφώραται δημοσιευομένη καὶ θριαμβευομένη. καὶ πᾶς τις, ᾧ λόγου ποσῶς μετῆν, ἀνὰ στόμα ἔχων ἠγόρευεν, ἵνα καὶ τῶν οὐχ’ ἡμετέρων τι φθέγξωμαι.

τίς οὐκ οἶδεν οἷα κατὰ τῆς ἐπιστολῆς τοῦ ὁσίου ἀνδρὸς Νείλου τῆς πρὸς Ὀλυμπιόδωρον γραφείσης τὸν ἔπαρχον, παρὰ τοῖς πάλαι κατὰ Χριστοῦ μανεῖσιν ἐπινενόηται καὶ τετόλμηται, ὅπως τὴν ἐγγεγραμμένην ἐν αὐτῇ τοῦ συντεταχότος διάνοιαν παρέφθειράν τε καὶ παρεποίησαν, τὴν ἀλλοτρίαν δὲ αὐτῷ προσοικείωσαν; ὃ τοῖς αἱρετίζουσιν σύνηθες. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως διακενῆς ἀνομήσαντες ᾤχοντο. τούτων δὲ τίς οἴσει τὸ κατὰ τῆς εὐσεβείας τολμηρὸν καὶ παράνομον, πῶς ἦρται ὁ τοῦ θεοῦ φόβος ἐξ ὀφθαλμῶν αὐτῶν; ὅτι ἐδόλωσαν ἐν γλώσσῃ αὐτῶν καὶ οὐκ ἠβουλήθησαν συνιέναι τοῦ ἀγαθῦναι· καὶ τὴν αὐτὴν ἐκείνοις ἀνομίαν ἐλάλησαν καὶ παρέστησαν πάσῃ ὁδῷ οὐκ ἀγαθῇ· κακίᾳ δὲ οὐ προσώχθισαν. αἰδὼς ἀνθρώπων ἐλήλαται, τῆς ἀληθείας τὸ ἀγαθὸν περιῄρηται, τὸ τῆς πίστεως κράτος ἐξουθένηται, τῆς ἐλπίδος καταπεφρόνηται τὸ ἑδραίωμα. τί ἔτι λέγειν, ἐξὸν παραθεμένους τῶν νενοθευμένων καὶ διεφθαρμένων τὸ ψεῦδος, ἔπειτα τὴν τοῦ θεοφόρου ἀνδρὸς ἐκείνου ἀληθῆ καὶ οἰκείαν δόξαν, ὡς ἔχει εὐσεβείας καὶ δογμάτων εὐθύτητος, ἀφεῖναι τοῖς ἐντυγχάνουσιν, ὅπως αὐτοὶ ἔχοιεν τοὺς τῶν ἀσεβῶν ἐπιγνόντες δόλους καὶ τὰ ἐπιτηδεύματα ἀποθαυμάζειν τε καὶ ἀποδύρεσθαι, οὐ μᾶλλον τῆς ἀσεβείας ἢ τῆς ἀναισχυντίας αὐτοὺς καὶ αὐθαδείας ὑπερεκπληττόμενοι; ἔχει δὲ τὰ παρὰ τῶν ὑπεναντίων ῥᾳδιουργηθέντα οὕτως·

Νηπιῶδες καὶ βρεφοπρεπὲς ἡ τοιαύτη ἐρώτησις· περιπλανήσεως τῶν ὀφθαλμῶν τοῦτο γινόμενον, ἀνδρὸς δὲ φρονίμου τοῦτο μακρὰν ἀπέχει· ἐν γὰρ τῷ ἱερατείῳ κατὰ τὸ πρόσταγμα τῆς ἐκκλησιαστικῆς παραδόσεως σταυρὸν ἐγχαράξας ἀρκέσθητι· δι’ οὗ σταυροῦ ἐσώθη πᾶν τὸ ἀνθρώπινον γένος· καὶ τὸ λοιπὸν τοῦ οἴκου λεύκανον. ἔχει δὲ καὶ τἀληθῆ καὶ γνήσια τοῦ ὁσίου οὕτως·

Ἐπιστολὴ τοῦ ἁγίου Νείλου πρὸς Ὀλυμπιόδωρον ἔπαρχον· Γράφεις μοι, εἰ ἄρα πρεπωδέστατον εἴη μέλλοντί σοι κατασκευάζειν σηκὸν μέγιστον πρὸς τιμὴν τῶν ἁγίων μαρτύρων καὶ τοῦ ὑπ’ αὐτῶν διὰ μαρτυρίου ἄθλων καὶ πόνων καὶ ἱδρώτων μαρτυρηθέντος Χριστοῦ, εἰκόνας τε ἀναθεῖναι καὶ ἐν τῷ ἱερατείῳ θήρας ζῴων παντοίας τοὺς τοίχους πλῆσαι τούς τε ἐκ δεξιῶν τούς τε ἐξ εὐωνύμων, ὥστε βλέπεσθαι κατὰ μὲν τὴν χέρσον ἐκτεινόμενα λίνα καὶ λαγωοὺς καὶ τὰ ἑξῆς φεύγοντα ζῷα τοὺς δὲ θηρᾶσαι σπεύδοντας σὺν τοῖς κυνιδίοις ἐκθύμως διώκοντας, κατὰ δὲ τὴν θάλατταν χαλώμενα δίκτυα καὶ πᾶν γένος ἰχθύων ἁλιευόμενον καὶ εἰς τὴν ξηρὰν ἀγόμενον χερσὶν ἁλιευτικαῖς· καὶ προσέτι γυψοπλασίαις πᾶν εἶδος ἐκφάναι δεικνύμενον πρὸς ἡδονὴν ὀφθαλμῶν ἐν τῷ οἴκῳ τοῦ θεοῦ· οὐ μὴν ἀλλὰ καὶ ἐν κοινῷ οἴκῳ χιλίους πήξασθαι σταυροὺς καὶ ἱστορίας πτηνῶν καὶ κτηνῶν καὶ ἑρπετῶν καὶ βλαστημάτων παντοδαπῶν.

ἐγὼ δὲ πρὸς τὰ γραφέντα λέξαιμι ὅτιπερ νηπιῶδες ἂν εἴη καὶ βρεφοπρεπὲς τὸ τοῖς λεχθεῖσιν περιπλανῆσαι τὸν ὀφθαλμὸν τῶν πιστῶν· στερροῦ δὲ καὶ ἀνδρώδους φρονήματος οἰκεῖον, τὸ ἐν τῷ ἱερατείῳ μὲν κατὰ ἀνατολὰς τοῦ θειοτάτου τεμένους ἕνα καὶ μόνον τυπῶσαι σταυρόν (δι’ ἑνὸς γὰρ σωτηριώδους σταυροῦ τὸ τῶν ἀνθρώπων διασῴζεται γένος καὶ τοῖς ἀπηλπισμένοις ἐλπὶς πανταχοῦ κηρύττεται), ἱστοριῶν δὲ παλαιᾶς καὶ νέας διαθήκης πληρῶσαι ἔνθεν καὶ ἔνθεν χειρὶ καλλίστου ζωγράφου τὸν ναὸν τῶν ἁγίων, ὅπως ἂν οἱ μὴ εἰδότες γράμματα μὴ δὲ δυνάμενοι τὰς θείας ἀναγινώσκειν γραφὰς μνήμην τε λάβωσιν τῆς τῶν γνησίως τῷ ἀληθινῷ θεῷ δεδουλευκότων ἀνδραγαθίας καὶ πρὸς ἅμιλλαν διεγείροιντο τῶν εὐκλεῶν καὶ ἀοιδίμων ἀριστευμάτων, δι’ ὧν τῆς γῆς τὸν οὐρανὸν ἀντηλλάξαντο, τῶν βλεπομένων τὰ μὴ ὁρώμενα προτιμήσαντες· ἐν δὲ τῷ κοινῷ οἴκῳ πολλοῖς καὶ διαφόροις οἰκίσκοις διειλημμένῳ ἀρκεῖσθαι καθ’ ἕκαστον οἰκίσκον πεπηγμένῳ τιμίῳ σταυρῷ, τὰ δὲ περιττὰ καταλιμπάνειν ἀναγκαῖον νομίζω.

γράφει δὲ ὁ αὐτὸς καὶ ἐν τῇ πρὸς Ἡλιόδωρον τὸν σιλεντιάριον ἐπιγεγραμμένῃ ἐπιστολῇ οἷα περὶ τὴν ἐλευθερίαν τοῦ αἰχμαλώτου παιδὸς μοναχοῦ, συνευχομένου αὐτῷ τοῦ πατρός, παρὰ τοῦ μεγάλου μάρτυρος Πλάτωνος τεθαυματούργηται, λέγων· Ἰδοὺ ἐξαίφνης ὁ ἡμέτερος μάρτυς Πλάτων ἐπιστὰς ἔφιππος φαινόμενος, ἕλκων τε καὶ ἄλλον ἵππον εὔκαιρον, ἐμφανίζεται τῷ παιδὶ γρηγοροῦντι καὶ γνωρίζοντι τοῦτον ἐκ τοῦ πολλάκις τὸν χαρακτῆρα τοῦ ἁγίου ἐπὶ τῶν εἰκόνων τεθεᾶσθαι. οἷς ἐφεξῆς προστίθησιν ὅπως δεσμώτην ὁ θεῖος μάρτυς τῶν δεσμῶν λύσας τὸν παῖδα τῷ πατρὶ ἀποδίδωσιν. οὕτως ὁ ἱερὸς Νεῖλος διὰ τῶν οἰκείων καὶ γνησίων λόγων τὴν μὲν ἑαυτοῦ δόξαν οἵαν περὶ τῶν σεπτῶν εἰκόνων κέκτηται ἀποχρώντως παρίστησιν, τῶν δὲ νενοθευκότων καὶ παραφθειράντων αὐτοῦ τὸ γράμμα τὸ κακοῦργον ἐξελέγχει μηχάνημα· ὥσπερ δὲ ἄλλος ἡμῖν νοητὸς Χρυσορρόας τὰ τῆς εὐσεβείας πελαγίζων πάγχρυσα ῥεῖθρα, τῶν πιστῶν μὲν κατευφραίνει καὶ κατάρδει μυστικῶς τὴν διάνοιαν, τῶν ἀπίστων δὲ κατακλύζει καὶ ἀποπνίγει ἐμφανῶς τὴν κακόνοιαν. κενοῖς δὲ κενότερα καὶ ματαιότερα ἐπινοοῦντες καὶ χείρους ἑαυτῶν ἀεὶ φαινόμενοι καὶ οὔποτε Χριστῷ σπείσασθαι ἐθελήσαντες οὐδὲ τὸν κατὰ τῶν ἁγίων καταθέσθαι πόλεμον, τοῖς φθάσασιν ψευδολογήμασιν καὶ μυθεύμασιν τὰ μυθικώτερα ἔτι καὶ ἀπιστότερα προστιθέασιν.

καὶ τελευταίας τῆς ἐπιτεχνηθείσης αὐτοῖς τερατείας οἱονεὶ σφραγῖδα ἐπιτιθέντες, συμπλάσσουσιν χρήσεις, εἰς μὲν Ἐπιφάνιον τὸν θεοφόρον τὸν τῆς Κυπρίων κατὰ τὴν ἱερωσύνην ἐξηγησάμενον ψευδῶς καὶ ἀλλοκότως ἀναφέροντες καὶ εἰς τὴν ὁσίαν μνήμην τοῦ ἀνδρὸς ἐξυβρίζοντες, τῷ ἀξιοπίστῳ τοῦ προσώπου τὴν οἰκείαν ἀσέβειαν βεβαιοῦν ἐκμηχανώμενοι. εἴ τις γὰρ ἐκ παραλλήλου τοῖς γνησίοις αὐτοῦ συγγράμμασιν ταῦτα θείη, εὐπετῶς μάλα κατόψεται τῶν ἐξ ἀρχῆς καττυθέντων τὸν τρόπον· Ἐπιφανίδην γάρ τινα τῆς τῶν Δοκητῶν ἀπιστίας καὶ τοῦ Μανιχαίων σκότους ὑπασπιστὴν ταῖς ἀληθείαις διὰ τῶν λόγων αὐτῶν ἐμφανίζουσιν. πρὸς δὲ καὶ παρά τινος ἀνδρὸς ἔκ τε τῆς ἱερωσύνης καὶ τοῦ αἰδεσίμου τῆς πολιᾶς κεκτημένου τὸ ἀξιόχρεων, τὴν πληροφορίαν πρὸς τοῖς ἄλλοις παρεδεξάμεθα, ἐκ τῆς νοθευθείσης ἐπιγραφῆς τῆς παλαιᾶς βίβλου οὐκ ὀλίγοις πρότερον ἔτεσιν τὸν δόλον ἐν τῇ κατὰ Νακόλειαν τῆς Φρυγῶν ἐπεγνωκότος πολίχνῃ· ἔνθα τὸ πρὶν ἡ πονηρὰ καὶ πικρὰ τῆς ἀποστασίας ταύτης φυεῖσα ἄκανθα πανταχῇ τῆς κακίας καὶ ἀσεβείας τὴν βλάστην ἐξέτεινεν. ὡς δὲ πόρρω ταῦτα τῆς Ἐπιφανίου δόξης κεῖται, ἤδη μὲν διὰ πλειόνων ἐπιχειρημάτων καὶ ἐν ἄλλοις ἡμῖν ἱκανῶς ἐπιδέδεικται, ἀλλ’ οὖν κἀνταῦθα ἐν τῷ ἰδίῳ ἑκάστου λόγῳ συνοπτικώτερον εἰρήσεται, θεοῦ συναιρομένου καὶ ἐπισχύοντος.

πῶς γὰρ δυνατὸν Ἐπιφάνιον πλεῖστα κατὰ τῶν ἀμφὶ Βαλεντῖνον, Μαρκίωνά τε καὶ Μάνεντα καὶ τοὺς τῆς δοκήσεως πονηρᾶς νόσου μετεσχηκότας διεσπουδακότα καὶ συγγεγραφότα, ὥσπερ δὴ καὶ κατὰ πασῶν τῶν ἄλλων αἱρέσεων, πάλιν τοῖς αὐτοῖς περιπίπτειν καὶ χραίνεσθαι καὶ ἃ κατέστρεψεν πάλιν οἰκοδομεῖν αἱρεῖσθαι; μακρὰν ταῦτα τῆς Ἐπιφανίου ἁγιότητος, καθὰ καὶ τῆς δόξης ἀνάξια καὶ ἀλλότρια. διὰ δὴ ταῦτα οἱ δοκοῦντες, ὡς Ἐπιφανίου, τοῖς λόγοις ἐπερείδεσθαι, πλεῖστον αὐτῷ τὸ αἶσχος καὶ ἀδοξίαν ἐξ ἀπροσεξίας περιτιθέασιν. προχειρίζονται οὖν ὡς δῆθεν Ἐπιφανίου Διαθήκην πρὸς τοὺς τῆς ἐκκλησίας αὐτοῦ τετυπωμένην, ὧδέ πως ἔχουσαν·

Προσέχετε ἑαυτοῖς καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά. οἷς ἐπιφέρει· Καὶ ἐν τούτῳ μνήμην ἔχετε, τέκνα ἀγαπητά, τοῦ μὴ ἀναφέρειν εἰκόνας ἐπ’ ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων, ἀλλ’ ἀεὶ διὰ μνήμης ἔχετε τὸν θεὸν ἐν ταῖς καρδίαις ὑμῶν· ἀλλ’ οὔτε κατ’ οἶκον κοινόν· οὐκ ἔξεστιν γὰρ Χριστιανῷ δι’ ὀφθαλμῶν μετεωρίζεσθαι καὶ ῥεμβασμῷ τοῦ νοός. ὡς δὲ οὐκ ἔστιν ταῦτα Ἐπιφανίου, δῆλον. πρῶτον μὲν ὅτι, ὡς τὰ κατὰ τὸν βίον αὐτοῦ συγγεγραμμένα διδάσκει, ἐκ Βύζαντος ἐπὶ τὴν ἑαυτοῦ καταίρων ἐτελεύτα τὸν βίον. τηνικαῦτα τοίνυν πλωϊζόμενος τοῖς μαθηταῖς ἐπέσκηπτε (καὶ ταῦτα διὰ βραχυλογίας), τὰ τῆς ἀρίστης αὐτοῖς πολιτείας ὑποτιθέμενος· ἐν οἷς οὐδὲν πρὸς τοὺς πολίτας αὐτοῦ ἢ ἕτερόν τι τῶν ἀπειρημένων τῇ ἐκκλησίᾳ διατιθέμενος δείκνυται. καὶ ἐπεὶ ὡμολόγηται ἐξαίρετον τοῖς ἁγίοις εἶναι παρὰ θεοῦ δεδωρημένον χάρισμα, τοῦ βίου τὸ τέρμα προϊδέσθαι, ταῦτα ἡμῖν ἔσται δεκτά. εἰ δὲ ἄλλοτε διετίθετο, διημάρτηκε τοῦ χαρίσματος· ὅπερ λέγειν οὐκ εὐαγές, εἴ γε καὶ ἄλλοις τὸ πέρας τὸ τοῦ θανάτου προαπαγγέλλειν οἱ θεοφόροι ἐνελάμποντο ἄνωθεν.

ἔπειτα δ’ ὅτι οὐδαμοῦ ἐν τοῖς ἀληθῶς παραδεδομένοις αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ γνησίοις λόγοις τοιοῦτόν τι παραθέμενος φαίνεται, καίτοι περί τε εἰκόνων περί τε εἰδώλων τῶν παλαιῶν καὶ ἐν ἔθνεσιν, ὅπως τὸ ἐξ ἀρχῆς εὕρηνται καὶ παρὰ τίνων ἐθρησκεύθησαν, ἔτι μὴν καὶ τῶν ἄλλων αἱρέσεων μυριολέκτους βίβλους συντέταχεν· ὡς εἴπερ οὕτως εἶχε φρονήματος, ἑώρα δὲ κατά τι γοῦν περὶ τὸ θεῖον σέβας τὴν Χριστοῦ ἀποσφαλλομένην ἐκκλησίαν ἐπὶ τῷ τῶν ἱερῶν ὁμοιωμάτων σεβάσματι, σπουδὴν ἂν ὡς πλείστην καὶ πρό γε τῶν ἄλλων ἐν ἐκείνοις, ὥστε διορθωθῆναι, γράφειν ἔθετο, μακροὺς καὶ ἀπείρους εἰς τοῦτο συνείρων λόγους· κάκιστον γὰρ καὶ πασῶν αἱρέσεων εἰς κακίαν τὸ ἔσχατον. ἀλλ’ οὔτε, ὡς ὁ ἀληθὴς πρεσβεύει λόγος, ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία διέσφαλται, καὶ αὐτὸς ᾔδει ἁπάντων μάλιστα ὡς οὐκ ἐνῆν ψευδοεπῆσαι τὸ πνεῦμα τὸ ἅγιον, ὃ διὰ προφητῶν ἁγίων προεπήγγελται, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ τοῖς ἐπὶ γῆς διὰ σαρκὸς ἐπιφανέντος, μηκέτι προσκύνησιν καὶ σέβας εἰδώλων ἔσεσθαι, ἀλλὰ καὶ τὰ ὀνόματα αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι. ἄλλως τε δὲ οὐδαμοῦ μέχρι καὶ σήμερον ἐν τῇ κατ’ Ἐπιφάνιον παροικίᾳ τὰ τῆς ἀνοσίου Διαθήκης ἐκείνης ἐμφανίζεται ἢ ὁ τοιοῦτος παραδέδεκται λόγος.

πρὸς δέ γε, οὐδὲ τελευτῶν διαθήκης ἑτέρας εἰς μνήμην ὅλως ἦκται, ὅπερ εἰκὸς ἦν ποιεῖν, εἴπερ προεγεγόνει, καθὰ τοῖς εἰς δευτέραν ἰοῦσιν διάταξιν ἀναγκαῖον πάντως καὶ σύνηθες ἢ κυροῦν τὰ προδιατεταγμένα ἢ ἕτερα ἀντὶ τούτων διατίθεσθαι. ὃ δὲ μάλιστα εἰς βεβαίωσιν πάντων τυγχάνει, ὅτι ἐκ τῶν ἀνέκαθεν χρόνων, καὶ αὐτοῦ ἔτι κατὰ τὸν τῇδε περιόντος βίον Ἐπιφανίου, καὶ μέχρι τοῦ δεῦρο πάντες οἱ ἐν Κύπρῳ τῷ θεῷ ἱερωμένοι οἶκοι τῷ κόσμῳ τῆς ἱερογραφίας ταύτης λαμπρύνονται· οὔτ’ οὖν ἱερέων οὔτε οὐδεὶς ὅστις ἄλλος ἀνθρώπων τὸ τοιοῦτον ἐκεῖσε λεχθὲν ἢ πραχθὲν συνεπίσταται κήρυγμα. οὗτος δὲ φθονῶν Χριστιανοῖς τῆς ἀπὸ τῶν ἁγίων μνήμης γεγενημένης ὠφελείας καὶ πάντας καθ’ ἑαυτὸν ὑπάρχειν ἀξιῶν, ὡς ἂν μὴ μόνος τῆς ἐντεῦθεν εὐεργεσίας ἀλλὰ καὶ οἱ τῇ ἐκείνου ὑπαγόμενοι ἀποστεροῖντο πλάνῃ, κρατεῖν τὰς παραδόσεις ἃς παρέλαβον διακελεύεται· ἐν ποίᾳ δὲ παραδόσει ἢ πόθεν Χριστιανοὶ παρειλήφασιν μήτε ποιεῖν μήτε προσκυνεῖν εἰκόνι Χριστοῦ καὶ ἁγίων, ὀνομασίᾳ δὲ προσαγορεύειν εἰδώλων, ἐκείνου ἂν εἰδείη ἡ ἀθεωτάτη ψυχή. παρὰ Χριστιανοῖς γὰρ τοῦτο οὔτε εὕρηται οὔτε παραδέδοται πώποτε, ἀλλ’ αὐτοῦ γε, ὡς ἀληθῶς κἀνταῦθα εἰπεῖν, ἔστιν σκοτεινὸν ἐφεύρεμα καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, μήτε χρόνῳ βοηθεῖσθαι δυνάμενον μήτε τοῖς πλαττομένοις μύθοις κλεπτόμενον, τῆς ἀληθείας προλαμπούσης ἐν ἅπασιν.

ἐκ τοῦ ἐναντίου δὲ μᾶλλον καὶ ἄκων συνίστησιν μαρτυρῶν τῇ ἀληθείᾳ ὅτι καὶ πρότερον τὰ τῶν ἁγίων ὁμοιώματα παρεδίδοτο καὶ διετυποῦτο, ἐν ἐκκλησίαις τε καὶ ἑτέροις πλείοσι τόποις τιμώμενα ἀνεφέρετο. οὐ γὰρ περὶ τῶν μήποτε γεγενημένων προσέταττεν (ἄλογον γὰρ παντελῶς τοῦτο καὶ μάταιον), ἀλλὰ περὶ ὧν ἑώρα καὶ ἃ γινόμενα ἤδη ἐγίνωσκεν, κἂν μὴ βούλωνται τοῖς ἑαυτῶν διδασκάλοις κατ’ αὐτὸ δὴ τοῦτο πείθεσθαι οἱ τὴν ἀρχαιότητα τούτων δυσσεβῶς ἀθετοῦντες. καὶ δεικνύουσιν τὰ δι’ ὧν παραινεῖ λέγων· καὶ ἐν τούτῳ μνήμην ἔχετε μὴ ἀναφέρειν εἰκόνας ἐπ’ ἐκκλησίας μήτε ἐν τοῖς κοιμητηρίοις τῶν ἁγίων. δῆλον οὖν ὡς τοῖς ἀναφέρουσιν μὴ ἀναφέρειν παρεγγυᾷ. ἀλλὰ κἀνταῦθα σαφῶς ἐνορᾶν πάρεστιν τοῦ εἰκαιόφρονος τὸ ἀλλόκοτον καὶ σκαιόν· τί γὰρ ἕτερον λέγων διὰ τούτων φωρᾶται ἢ τὴν μνήμην τὴν τῶν ἁγίων ἐπ’ ἐκκλησίας μὴ ἀναφέρεσθαι; εἰς ταυτὸν γὰρ καταστρέφει ἀμφότερα· καὶ ὅπως, σκεπτέον ὧδε. εἰ γὰρ αἱ τῶν ἁγίων εἰκόνες εἰς μνήμην αὐτῶν παρὰ πιστοῖς ἀναστηλοῦνται, καὶ μνήμη αὐτῶν οὖσαι τυγχάνουσιν· τίνα γὰρ ἕτερον ἡ τοῦ τινὸς ἐμφανιεῖ εἰκὼν πλὴν τοῦ εἰκονιζομένου; ἅμα γὰρ τῇ θέᾳ ὡς ἐν ἀκαρεῖ τῷ χρόνῳ καὶ ἡ μνήμη τοῦ ἀρχετύπου συνεισέρχεται, οὐδενὸς διαμέσου κωλύματος παρεμπίπτοντος· καὶ οὐδεὶς τῶν λελογισμένων τούτοις ἀντερεῖ. ἀμέλει καὶ ἡ ὁμωνυμία παρέξει τὸ ἀσφαλές.

εἴποι γὰρ καὶ ἡ βασιλέως εἰκών· «Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· καὶ ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν βασιλέα». συνηχήσουσι τούτοις καὶ ἃς αὐτοὶ προφέρονται φωνάς, κἂν παραφρονοῦντες οὐ δέχονται προβαλλόμενοι, ἔχουσαι οὕτως· εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα καὶ διὰ τῆς εἰκόνος φαντάζεται τῆς ἀψύχου. εἰ τοίνυν ταῦτα ἀληθῆ (ὥσπερ οὖν ἐστιν ἀληθῆ καὶ τοῖς νήφουσιν συνωμολόγηται), ὁ τοῦ κυρίου ἤ τινος τῶν ἁγίων εἰκόνα ἐπ’ ἐκκλησίας κωλύων ἀναφέρεσθαι, ταυτὸν νομοθετεῖ, τὴν μνήμην αὐτῶν ἐκεῖθεν ἐξείργεσθαι· ὁ δὲ προστάττων τινὶ ἐν μνήμῃ ἔχειν τὸ τινὸς μὴ ποιεῖσθαι μνήμην οὐδὲν ἕτερον προστάττει ἢ ὧν μνημονεύει μὴ μνημονεύειν. τούτου δὲ τί ἂν γένοιτο εὐηθέστερον ἦ ἀνοητότερον; παραπλήσιον γάρ τι ποιεῖ ὡς εἰ καί τις νόμον τιθείη νόμῳ μὴ πείθεσθαι· ἐξ ὧν αὐτὸς ἑαυτῷ ἐναντίος ταῦτα ἐπαγγελλόμενος φαίνεται. ἀλύων δὲ ὁ ἔμπληκτος ἐπὶ τῇ τῶν ἁγίων μνήμῃ, ἀπεῖρξεν ἂν ὡς τὸ εἰκὸς δι’ αὐτό γε τοῦτο καὶ ἐπ’ ὀνόματι τῶν ἁγίων ἐκκλησίας δομεῖσθαι, καθ’ ἃς μάλιστα καὶ τὰ ὁμοιώματα αὐτῶν ἀναφέρεται, ἵνα ταῖς εἰκόσιν ὁμοῦ, ἐν αἷς μάλιστα ὁ αὐτὸς κατὰ τὴν μνήμην λόγος ἐμφαίνεται, συνοιχήσωνται καὶ ἀφανισθήσωνται. ῥεμβασμὸν δὲ νοὸς τὴν τῶν ἁγίων μνήμην ὁ ἐναγὴς ὁριζόμενος, πῶς οὐχὶ τῶν ἁγίων κριθείη ἂν ἀλλοτριώτατος;

τοῦτο δὲ ὅτι μὴ Ἐπιφάνιος ἀλλ’ οὐδὲ ἄλλος τῶν εὐσεβούντων τὶς ὑπολήψεται· παρ’ οἷς ταῦτα σεμνὰ καὶ ἅγια οὐδ’ ἐρεύνης δεόμενα, πίστει προσιοῦσι καὶ πόθῳ, εὖ εἰδόσιν ὅτι πᾶν ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν· δι’ ὧν αἵ τε ἀρεταὶ καὶ οἱ ἆθλοι αὐτῶν δημοσιεύονται ἥ τε πρὸς ἡμᾶς ἐπιδημία Χριστοῦ κηρύσσεται· οἷς τὸ σεπτὸν καὶ ὁσίων ἀνδρῶν σύνοδοι καθοριζόμεναι εὐσεβῶς ἔνειμαν καὶ ἡ ἀρχαιότης ἐπιμαρτύρεται. τί γὰρ ἂν εἴη τῶν τῇ ἐκκλησίᾳ θεοῦ ἀνακειμένων ἠτιμωμένον, ὁπότε καὶ τὰ ἐλάχιστα τιμῆς καὶ φυλακῆς ἠξίωται; κηρόν τις εἴποι καὶ ἔλαιον; ἃ μὴ δὲ κοινοῦσθαι ἐξόν, καὶ τῷ τολμῶντι ἐγχειρεῖν ἀφορισμὸς ἐκεῖθεν ἡ ζημία ὁρίζεται. καὶ ὁ μὲν μετριώτερόν πως τίθεται, πλὴν ἀπεναντίας τῶν ἀποστολικῶν καὶ πατρικῶν διαταγμάτων ἰών, καθὰ πρόσθεν εὐκαίρως ἐρρήθη· οἱ φοιτηταὶ δὲ τὸν διδάσκαλον περὶ τὸ χριστομαχεῖν ὑπερβαλέσθαι φιλοτιμοῦνται, ἵνα ὡς ἀληθῶς υἱοὶ γεέννης διπλότερον γένωνται, ὅπερ ἐπὶ τῶν παρὰ τοῖς Φαρισαίοις προσηλύτων ἐν τῷ εὐαγγελίῳ λέγεται. οὐ γὰρ τὸ μὴ ἀναφέρειν στέργουσιν, ἀλλὰ τὰ καλῶς ἀνηγμένα καθαιροῦσιν αἰσχρῶς, αὐτούς τε τοὺς ἱεροὺς οἴκους καὶ τὰ θεῖα θυσιαστήρια διορύσσοντες, καὶ πᾶν ἱερὸν καὶ ἅγιον καταπιμπράντες καὶ διαφθείροντες.

ἀλλ’ ὥσπερ ὁ τοῦ σταυροῦ λόγος τοῖς μὲν ἀπολλυμένοις ἐστὶν μωρία, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμις, καὶ Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησιν δὲ μωρία, οὕτω καὶ τούτῳ δὴ τῷ ματαιόφρονι καὶ Ἕλληνι τῷ τῶν βλασφήμων τούτων λόγων πατρὶ τὸ τοῦ εὐαγγελίου κήρυγμα ἤτοι τὰ ἅγια σκάνδαλον εἶναι ὑπείληπτο, ἐπειδὴ βαρὺς ἦν αὐτῷ ὁ Χριστὸς καὶ οἱ ἅγιοι, καὶ ἐν εἰκόσι βλεπόμενοι. τούτοις ἕτερον αὐτῷ ἐφαρμόζουσι λόγον, οὗ ἡ ἐπιγραφή·