Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η υπεροχή των σεβασμάτων της Χάριτος έναντι του Νόμου και η απόρριψη της ταύτισης των εικόνων με τα είδωλα

Διαχωρίζονται τα σεβάσμια αντικείμενα του χριστιανισμού και της Παλαιάς Διαθήκης από τα αρχαία είδωλα, καταδεικνύοντας τον παραλογισμό της εικονομαχικής εχθρότητας προς τους ναούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 15 από 18

Κατὰ τῶν ἐπιτηδευόντων εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν Χριστοῦ καὶ τῆς θεοτόκου, μαρτύρων καὶ ἀγγέλων καὶ προφητῶν. καὶ τὸ μὲν τοῦ λόγου δυσσεβὲς ἐξ ἀρχῆς ἐκ τῶν ἐπιγεγραμμένων γνωρίζεται. εἰ γὰρ τὰ προσκήνια τοιαῦτα, τὰ ἐντὸς καὶ ἄδυτα πόσον ἂν εἴη δυσσεβέστερα καὶ ἐναγέστερα; ἀλλ’ οὗτοι πάλιν ὑπὸ τοῦ κρατοῦντος τῆς πλάνης περιτρέπονται πνεύματος· τὸ δυσώνυμον γὰρ τῆς εἰδωλικῆς βδελυρίας ὑποκλέπτειν πειρώμενοι, οἱ εἴδωλα κατονομάζειν φειδόμενοι ἑτέρῳ δυσφημοτέρῳ ὀνόματι ἀπεχρήσαντο, τὸ ψευδώνυμον χριστομαχοῦντες ἐφ’ ὕβρει τῆς τοῦ Χριστοῦ εἰκόνος καὶ τῶν ἁγίων ἀντιτιθέντες· περὶ οὗ καὶ οὐ πολλῷ ὕστερον εἰρήσεται. καὶ αὖθις οὐδὲν ἧττον ὗς τῷ βορβόρῳ κυλίνδεται καὶ κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα, γραφικῶς εἰπεῖν, ἐπανέρχεται· εἰς ταυτὸν γὰρ τῆς βλασφημίας δι’ ἀμφοῖν τῶν ὀνομάτων τοῦ ὀλίσθου φέρονται. τὸ γοῦν ψεῦδος τῇ εἰκόνι ἐπιφημιζόμενον τοῦ ἀρχετύπου τὴν ἀναίρεσιν ἐπαγγέλλεται, ἵνα ὅτῳ δὴ οὖν τρόπῳ τοῦ ἐξαμαρτάνειν πάντως εἰς τὰ ἅγια μὴ ἀπόσχοιντο, ἑαυτοὺς μᾶλλον ἢ οὓς λανθάνειν οἰόμενοι ἐξαπατῶντες· ὡσαύτως γὰρ ἐπὶ τὴν εἰδωλικὴν μανίαν ἐπιστρεφόμενοι ἐμμολύνονται. καὶ ταῦτα μὲν ὧδε.

γράφει δὲ ἑξῆς ὁ τούτων διδάσκαλος ταῦτα· Ἴδωμεν τοὺς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτευσαμένους πατριάρχας καὶ προφήτας καὶ μιμησώμεθα αὐτούς, ἵνα ὄντως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας υἱοὶ ὀνομασθῶμεν. εἰδόσιν οὖν νόμον λαλῶ. τὴν φαντασιώδη καὶ Μανιχαϊκὴν ἀθεΐαν ἐν τούτοις ἐκ τῆς Ἰουδαϊκῆς πολιτείας βεβαιοῦν ἀγωνίζεται, ἵνα καὶ Ἰουδαῖος ὀφθῇ καὶ συμμιγής τις καὶ κίβδηλος ἡ δόξα αὐτοῦ ᾖ, ἐκ Μανιχαϊκῆς τερθρείας καὶ νομικῆς τερατείας συντεθειμένη. διὸ πατριάρχας τε καὶ προφήτας εἰς μέσον παράγει, τὴν πολιτείαν αὐτῶν ἀπὸ μόνου τοῦ ἀπέχεσθαι προσκυνεῖν χειροποιήτοις χαρακτηρίζων, ὡς τὰ ἑπόμενα δηλώσει· χάριτος δὲ εἰς μνήμην ὅλως ἐλθεῖν οὐκ ἀξιοῖ· κἂν οὐκ οἶδα ἡστινοσοῦν ἐκκλησίας υἱοθεσίαν ὀνόματι ψιλῷ μόνῳ ὑποπλάττεται, ἀλλ’ οὐ πράγματι ἐκκλησιαστικῷ ἐνιδρύεται, τῶν ἐκ τοῦ νόμου εὐσθενῶς ἀντεχόμενος· βούλεται δὲ καὶ τοὺς ἀκροωμένους εἰς τὸ ἀκριβῶς ἰουδαΐζειν ἐπάγεσθαι, καὶ δῆλον ἐξ ὧν ὑποτίθεται τὴν πολιτείαν τὴν ἐκείνων μιμεῖσθαι, ἵνα χειροποιήτων μόνον ἀπέχοιντο καὶ τῇ σκιᾷ προσκαθεζόμενοι καὶ τῷ γράμματι ταῖς νομικαῖς προσέχοιεν παρατηρήσεσιν, ὡς ἐξεῖναι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι, εἰς δὲ τὸν τῆς Χριστοῦ οἰκονομίας λόγον ἱκέσθαι μηδαμῶς ἕλοιντο. διατοῦτο γὰρ καὶ τῆς οἰκονομίας ἀπαγορεύει τὰ σύμβολα.

ὅτι δὲ ταῦτα οὕτως ἔχει, φανερὸν ἐξ ὧν τὸν νόμον αὐτοῖς εὐθὺς ἐφίστησιν λέγων· εἰδόσιν οὖν νόμον λαλῶ, τοῦτ’ ἔστιν· «τοῖς τὸν νόμον τὸν παλαιὸν ἐκμεμελετηκόσιν καὶ ἐν νόμῳ πολιτεύεσθαι ἐπανῃρημένοις τέως λαλῶ», ὥστε μηδὲν μεθέξειν τῆς εὐαγγελικῆς πολιτείας καὶ χάριτος. οὕτω ταῦτα παρῳδήσας καὶ ὡς ἐν νόμῳ τῷ παλαιῷ τοὺς ἀκροωμένους βιοῦν ῥυθμίσας καὶ καταρτίσας, τῇ καινῇ λοιπὸν νομοθεσίᾳ ἐφάλλεται καὶ φησίν· Εἰπάτωσαν δὲ καὶ οἱ ἀδήλως τρέχοντες· τίς τῶν ἁγίων πατέρων χειροποίητον προσεκύνησεν ἢ τίς τοῖς ἰδίοις σέβειν παρέδωκεν; τίς τῶν ἁγίων καταλιπὼν τὸν ἀνεκλιπῆ πλοῦτον, τὴν εἰς θεὸν ἐλπίδα, ἐν γνώσει αὐτὸν ζωγραφήσας προσκυνεῖσθαι ἐκέλευσεν; ὁ ἡγούμενος τῶν ἐν πίστει Ἀβραὰμ οὐχὶ φεύγων τὰ νεκρὰ φίλος ζῶντος θεοῦ ἐκλήθη; ἢ Μωσῆς οὐχὶ φεύγων τὴν τοιαύτην πλάνην ἠρνήσατο τὴν παροῦσαν ἀπόλαυσιν; ἀδήλως τρέχοντας τίνας καλεῖ, ἢ πάντῃ καὶ πάντως τοὺς ἐν χάριτι δεδικαιωμένους διὰ τῆς πίστεως καὶ τὸν εὐαγγελικὸν χαρακτῆρα μεταδιώκοντας;

οἷς διαλοιδορούμενος ἐκεῖνα καταφλυαρεῖν ἔοικεν, ὡς ἐπ’ ἀδήλοις καὶ ἑώλοις τὸν ἀγῶνα διατίθενται, οὐ πρός τινα σκοπὸν ἑδραῖον καὶ ἐμφανῆ τὸν δρόμον ἀπευθύνουσιν, διεψευσμένη αὐτῶν ἡ πίστις, ἀνόνητον καὶ ἀκερδῆ τῆς ἐλπίδος τὸν δίαυλον ἐξανύουσιν· μάτην ἄρα εἰς Χριστὸν πεπιστεύκασιν μηδὲν ἐκ τῆς πίστεως ἀπονάμενοι, εἰκῇ δεδεγμένοι τὸ εὐαγγέλιον, ἐπὶ κεναῖς ἐλπίσιν προσκεχηνότες τῆς χάριτος, ἐν ᾗ οὐδὲν ἱδρυμένον καὶ βέβαιον, εἰκαῖον αὐχοῦσι τὸ βάπτισμα καὶ τὴν τῆς τριάδος ἔχειν ἐπίγνωσιν. ἀδήλως οὖν τρέχουσιν, παραβεβηκότες τὸν νόμον καὶ τὴν εἰς θεὸν ἐλπίδα καταλελοιπότες καὶ τὴν τῶν πατέρων πολιτείαν ὑπεριδόντες καὶ εἰς εἰδώλων ἀπονενευκότες προσκύνησιν. πῶς καὶ τίνα τρόπον; νέαν ὁδὸν καὶ καινὴν πολιτείαν τέμνουσιν, χειροποιήτοις προσερχόμενοι καὶ ἐπ’ αὐτοῖς τὴν ἐλπίδα τιθέμενοι. Πῶς σύ, φησίν, εἰκόνι Χριστοῦ προσέρχῃ, ἣν οὐδεὶς τῶν πατέρων οὔτε εἶδεν οὔτε προσεκύνησεν, καὶ σοὶ θεὸς τὸ ὁρώμενον, ἀλλ’ οὐκ ἐκείνοις; θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε. τίς λοιπὸν ἀνθρωπισθέντα θεὸν πιστεύσειεν; τίς τόκον ἀκούων παρθενικὸν γεγενῆσθαι προσήσεται; τίς ὁρώμενον θεὸν ἢ καταληφθέντα ἢ γραφόμενον ἀνέξεται, παθόντα δὲ καὶ τῶν καθ’ ἡμᾶς τινα τάχα οἴεσθαι οὐ παρῄτηται; λῆρος δὲ αὐτῷ τηνάλλως καὶ μεμυθευμένον νενόμισται ἡ ἀνάστασις.

ὅλον οὖν αὐτῷ τῆς Χριστοῦ οἰκονομίας ἀνατέτραπται καὶ διέρριπται τὸ μυστήριον. εἶτα πάλιν τὸν Ἀβραὰμ καὶ Μωσέα εἰς πίστωσιν τῶν ἑαυτοῦ λόγων παραλαμβάνει, καὶ τὴν πίστιν αὐτῶν ἀπὸ τοῦ παραιτεῖσθαι χειροποίητον ὑπεραγάμενος ἀνακηρύσσει, καὶ ταύτην ζηλοῦν διακελεύεται, ὅτι γε ὁ μὲν θεοκλυτήσας τὴν πατρῴαν γῆν καὶ δυσσέβειαν διαπέφευγεν, ὁ δὲ τὴν ἐπ’ Αἴγυπτον δεισιδαιμονίαν βδελυξάμενος ἀπεδίδρασκεν. Πῶς οὖν ὃν Μωσῆς οὐκ εἶδεν, Ἀβραὰμ οὐ τεθέαται, σὺ κατεπαγγέλλῃ τεθεᾶσθαι; ἆρα σὺ τούτων σεμνότερος; ἆρα δικαιότερος ἢ πιστότερος; καὶ πῶς ἂν τοῦτό γε λόγον ἕξει; ἐκεῖνοι χειροποίητον, τὰ νεκρὰ φεύγοντες, οὐ προσεκύνησαν καὶ διατοῦτο φίλοι θεοῦ ἐκλήθησαν, σὺ δὲ τὰ χειρότευκτα ἐργαζόμενος σέβῃ; τὰ παρ’ ἐκείνοις φευκτά, παρὰ σοὶ αἱρετά. οὐκοῦν οὐδὲ φίλος θεοῦ κατ’ ἐκείνους κεκλήσῃ. καθάπαξ γοῦν Χριστοῦ καὶ τῆς ἐκκλησίας καταγορεύειν κατάρξας, εἰδώλων μνήμης ὁ χριστομάχος οὐκ ἀφίσταται. φεῦ τῆς τοῦ ἀθέου καὶ μιαροῦ βδελυρίας καὶ παρανοίας. τί τούτῳ ἐγκλητέον; ὡς ἀναμέσον ἁγίου καὶ βεβήλου διαστεῖλαι οὐκ ᾤετο δεῖν, τῶν λυσσώντων καὶ ἐξεστηκότων μανικώτερον κριτέον· ᾧ γε οὐκ οἶδα ἢ ἀλογία τὴν ἀσέβειαν ἀπεγέννησεν ἢ ἔμπαλιν ἡ ἀσέβεια τὴν ἀλογίαν ἐξέτεκεν.

τί γὰρ τῶν λόγων τούτων δυσσεβέστερον ἢ κτηνοπρεπέστερον, εἰκόνος τοῦ ἐνανθρωπήσαντος λόγου προκειμένης, Ἀβραὰμ καὶ Μωσέα καὶ προφήτας παράγειν, παρ’ ὧν μὴ δὲ τεθεᾶσθαι ἢ πεποιῆσθαι ἢ προσκεκυνῆσθαι εἰκόνα διϊσχυρίζεσθαι καὶ ταύτῃ εἰδώλων σεβάσματος ἀπηλλάχθαι; ὅσῳ οὖν χρόνῳ τὰ κατὰ Ἀβραὰμ καὶ Μωσέα πρὸς τὴν τοῦ σωτῆρος ἡμῶν διέστηκε σάρκωσιν, τοσούτῳ καὶ πολλῷ πλέον τῆς τε ἀληθείας καὶ νοῦ τοῦ προσήκοντος ὁ τρισάθλιος ἀποπέπτωκεν. καὶ τὰ μὲν τοῦ ματαιόφρονος τοιαῦτα, οἱ δὲ τῆς εὐαγγελικῆς πολιτείας ἀντεχόμενοι τὴν πίστιν τοῦ Ἀβραὰμ ζηλοῦσιν· οὐχ’ ᾗ τῆς Χαλδαίων ἐκπεφοίτηκεν, ἀλλ’ ᾗ διὰ πάντων θεῷ πεπιστευκὼς εὐηρέστησεν· Ἐπίστευσεν γὰρ Ἀβραὰμ τῷ θεῷ, φησίν, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. καὶ τέκνα οὐκ ἐκ συγγενείας σαρκὸς καὶ αἵματος ἀλλὰ τῆς κατ’ ἐπαγγελίαν υἱοθεσίας αὐτοῦ χρηματίζουσιν, καθ’ ἣν ἐθνῶν πολλῶν πατὴρ ἀναδέδεικται. κατ’ ἴχνος τῆς ἐκείνου φιλοθεΐας βαίνοντες καὶ Μωσέα προφήτην ἴσμεν καὶ θεοῦ θεράποντα· καὶ διατοῦτο παρ’ ἡμῖν τιμιώτατος, οὐ καθὸ τῆς Αἰγυπτίων ἀπέδρα. καὶ τὸν Μωσέως νόμον παιδευόμεθα, οὐ σαρκικῶς ἀλλὰ πνευματικῶς ἐκδεχόμενοι, καὶ πνεύματι στοιχοῦντες, οὐ δουλεύοντες γράμματι· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.

καὶ προφητῶν ἁγίων τὰ θεῖα κηρύγματα περιέπομεν καὶ ὡς λόγια θεοῦ τὰ παρ’ αὐτῶν διακονούμενα προσιέμεθα, αὐτούς τε ἐκείνους διὰ τιμῆς ἔχομεν, οὐ τῷ μὴ σέβειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλ’ ἀξίους θεοῦ κεκλῆσθαι καὶ χάριτος μεταλαχόντας τῆς ἐκεῖθεν καὶ οἰκειότητος διὰ καθαρότητα ψυχῆς τε καὶ σώματος· αὐτίκα γοῦν, ἐπεὶ ταύτης δόξης ἠξίωνται, καὶ τὰ ἱερὰ αὐτῶν τιμῶμεν μετὰ τῶν ἄλλων ἁγίων εἰκονίσματα. ἐξ ὧν δείκνυται σαφῶς ὡς ἡμῖν μᾶλλον τὰ προφητῶν καὶ πατέρων ἢ τοῖς εἰς αὐτοὺς καὶ εἰς θεὸν ἐξυβρίζουσιν διαφέρουσιν. ἐπεὶ οὖν πάλαι φυγοῦσιν ἡμῖν τὴν δεισιδαίμονα πλάνην κεχάρισταί τε καὶ ἐν ἐξουσίᾳ δέδοται τέκνα θεοῦ γενέσθαι οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ’ ἐκ θεοῦ γεννηθῆναι καὶ θείαν ἐπίγνωσιν δεξαμένους προσκυνεῖν καὶ λατρεύειν ἐν ἀληθείᾳ καὶ εἰλικρινείᾳ θεῷ ζῶντι καὶ ἀληθινῷ ἐν τριάδι γνωριζομένῳ καὶ προσκυνουμένῳ, πῶς θεσμοὺς εἰδώλων καὶ ἐπιτηδεύματα Χριστιανοῖς ἐπικαλεῖν καὶ ἐπιφημίζειν ἀποτολμᾷ ὁ βέβηλος καὶ ἀκάθαρτος; οὗ τῆς πλάνης οὐδεὶς λόγος παραστήσει τὸ ὑπέρογκον. αὔξει δὲ αὐτοῦ μάλιστα τῆς μανίας τὸ μέγεθος, ὅτι εἰδόσιν νόμον λαλῶν τὰ ἐν νόμῳ οὐ προσίεται, ἵνα ὀφθῇ καὶ Ἰουδαίων ἀπειθέστερος καὶ ἀγνωμονέστερος.

πλεῖστα γὰρ τῶν ἐν τῷ νόμῳ χειροποίητα τίμια καὶ σεβάσμια παρὰ τοῖς ἐν νόμῳ βιοῦν ᾑρημένοις ἐῶμεν λέγειν νῦν, ὡς ὁ Ἰακὼβ τὸ πρὶν ὁ πατριάρχης μὴ δὲ τοῦ προστάττοντος δεηθείς, εὔνους δὲ καὶ πιστὸς τῷ ἐπιτροπεύοντι φανείς, στήλην ἀλείφει καὶ εἶδος θεοῦ τόπῳ τινὶ προσηγορίαν τίθησιν εἰς τιμὴν τοῦ ὀφθέντος θεοῦ, καὶ ὅ,τι τοῖς ἐκγόνοις τοῖς ἐκείνου μεταταῦτα προστέτακται· μετὰ τὴν Ἰορδάνου διάβασιν δύο λίθους μεγάλους ἑαυτοῖς ἀνιστᾶν καὶ κονιάσαντας γράφειν ἐπ’ αὐτῶν τοὺς λόγους τοῦ νόμου, ἔτι μὴν καὶ θυσιαστήριον ἐκ λίθων οἰκοδομεῖν, ἐφ’ ᾧ ἀναφέρειν κυρίῳ τὰ ὁλοκαυτώματα, καὶ εἴ τι προσόμοιον γέγραπται· ἃ οὐ πρὸς ἀτιμίας ἀλλὰ πρὸς δόξης θεοῦ ἀνεστηλῶσθαι νενομοθέτηται. ἀλλ’ οἷα τὰ κατὰ τὴν σκηνήν, ἡ κιβωτὸς ἐκείνη τά τε ἐν αὐτῇ ἐντεθησαυρισμένα καὶ τὰ καθύπερθεν ἱδρυμένα χρυσήλατα Χερουβίμ· ἃ δὴ οὐ παρ’ Ἰουδαίοις μόνον δεδόξαστο, ἀλλὰ καὶ τῆς χάριτος ὁ κῆρυξ Χερουβὶμ δόξης καλεῖ ἤτοι τὰ δεδοξασμένα. καὶ τὰ μὲν περὶ τὴν σκηνὴν τιμᾶσθαι οὐ κεκώλυται, ἀλλὰ καὶ τοῦ λαοῦ ἕκαστος ἐκ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ πρὸς αὐτὴν ἀφορῶν προσεκύνει, καθάπερ καὶ ὕστερον κατὰ τὸν Σολομῶντος ναὸν κύκλῳ περιεστῶτες προσεκύνουν καὶ οὐκ ἀπείργοντο.

τὸ μὲν οὖν ποιεῖν παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ γῇ καὶ τοῖς ὕδασιν, ὡς οἷα πόρρω θεοῦ ἀπάγον, ἤδη διὰ τῶν νομοθετουμένων εἰκότως ἂν τοῖς παλαιοῖς ἀπείρητο, ὡς ἂν μὴ τῇ κτίσει δι’ αὐτῶν προσκυνεῖν καὶ λατρεύειν παρὰ τὸν κτίσαντα μάθοιεν. ἄρτι τῶν εἰδώλων καὶ τῆς εἰδωλικῆς μανίας μετὰ τῆς Αἰγυπτιακῆς δουλείας λελυτρωμένοι, καὶ δεσμοῖς τοῖς ἐκ τοῦ νόμου κατεζεύγνυντο, ἵνα μὴ πρὸς τὴν παρ’ Αἰγυπτίοις εἰδωλομανίαν παλινοστήσωσιν. ἃ δὲ θεῷ γενέσθαι βουλομένῳ ἦν, ταῦτα δὴ καὶ ποιεῖσθαι προστέτακται, οἰκειοῦντα θεῷ μᾶλλον ἢ ἀπάγοντα, ὧν τινα καὶ τίμια εἶναι καὶ σεβάσμια· καὶ ἅγια ἁγίων κέκληται καὶ οὐδὲ πᾶσιν εἰσιτητὰ καὶ βάσιμα. καὶ γὰρ οὖν εἰς τὰ μετὰ τὸ δεύτερον καταπέτασμα μόνῳ τῷ ἀρχιερεῖ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιέναι καὶ προσψαύειν ἐφεῖτο τὰς νενομισμένας θυσίας ἐπιτελέσοντι· τοῖς δ’ ἄλλοις ἄψαυστα καὶ ἀστιβῆ ὄντα ἐτύγχανεν καὶ τοσούτῳ τίμια ὥστε τοὺς μὲν αἰδοῖ καὶ εὐλαβείᾳ τῶν ἁγίων προσψαύοντας ἁγιάζεσθαι, τοὺς δὲ θράσει καὶ προπετείᾳ προσαπτομένους κολάζεσθαι. καὶ ταῦτα ἡμᾶς ἐμπεδοῖ τὸ γράμμα τὸ ἱερόν.

φησὶ γοῦν τῷ Μωσεῖ χρηματίζων ὁ τῶν ὅλων θεός, ὁπηνίκα τὸ χρῖσμα τὸ ἅγιον τελεῖσθαι διέταττεν· Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ· καὶ ἁγιάσεις αὐτὰ καὶ ἔσται ἅγια τῶν ἁγίων· καὶ πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται. καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. οὕτω μὲν ἐκεῖνα ἅγια καὶ οἱ σεμνότητι προσιέντες ἡγιασμένοι καὶ ἱεροί· ὁποῖα δὲ τοῖς ἀπαυθαδιζομένοις καὶ καταφρονητικῶς διατεθεῖσιν ἀπήντηκε πρὸς τὰ ἅγια, πάλιν ἐκ τῶν αὐτῶν γραμμάτων εἰσόμεθα· ὡς Ναβὰδ καὶ Ἀβιοὺδ ξένῳ πυρὶ θυμιάσαντες ξένῳ καὶ ἀνηλώθησαν, δι’ ὧν ἠσέβησαν κολασθέντες καὶ τὸν αὐτὸν εὑρόντες τῆς ἀπωλείας ὃν καὶ τῆς ἀσεβείας καιρὸν καὶ τόπον. καὶ μὴν καὶ Ἠλεὶ ὁ ἱερεὺς ὕστερον δίκας ὑπὲρ τῆς τῶν παίδων παρανομίας εἰσπράττεται, ὧν εἵνεκεν κατὰ τῶν θυσιῶν ἀπετόλμων, καίτοι οὐκ ἀποδεχόμενος τὴν ἀσέβειαν ἀλλὰ καὶ πολλὰ πολλάκις καὶ ἐπιτιμήσας καὶ νουθετήσας. καὶ Ὀζὰν ἐκεῖνος ὁ τολμητίας ψαύσας τῆς κιβωτοῦ μόνον περισπασθείσης ὑπὸ τοῦ μόσχου, καὶ τῆσδε περισωθείσης, αὐτίκα ὅ γε ἀπώλετο, φυλάσσοντος τῇ κιβωτῷ τοῦ θεοῦ τὸ σεβάσμιον.

τοσούτου δὴ τετίμηνται τὰ παλαιὰ ἐκεῖνα καὶ οὕτω σεβάσμια τὰ χειροποίητα, καὶ ἅγια ἁγίων γνωρίζεται. ἀλλ’ οὗτος ὁ ἐξάγιστος οὐδὲ τοῖς ἐν νόμῳ παραμετρεῖσθαι τὰ τῆς χάριτος βούλεται. καὶ τί δεῖ τὰ τῆς χάριτος λέγειν, ὁπότε καὶ εἰς τὸν νόμον αὐτὸν παρανομῶν δείκνυται; μανθανέτωσαν οἱ τούτου νῦν φοιτηταί, οἱ ἐκ τοῦ χριστιανίζειν ἐπὶ τὸ ἰουδαΐζειν μεταταξάμενοι, ὅτι εἰ ὁ νόμος οὐδὲν ἐτελείωσεν, ἐπ’ εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, ᾗ φησιν ὁ θεῖος ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. τοσαύτης δὲ ἔλαχεν τὰ ἐν νόμῳ τῆς σεβασμιότητος. πῶς οὐχὶ πολλῷ τὰ τῆς χάριτος, ἣ καὶ τὸν νόμον τετελείωκεν, ὑψηλότερα τε καὶ σεβασμιώτερα; εἰκότως οὖν ὁ πιστὸς τὸ τέλειόν τε καὶ ἄρτιον καταπλουτήσας ἐν χάριτι, τὰ τῆς χάριτος τιμᾷ σύμβολα. ποῖος οὖν τὸ λοιπὸν νόμος ἐπὶ τὸν νόμον καὶ πρὸ τοῦ νόμου ἀνάγεσθαι κἀκεῖθεν ἡμῖν πάλιν πίστιν ἐπικηρύσσεσθαι; ταῦτα πόσην κατηγορίαν οὐ καταχέει τῆς ἀλογίας καὶ ἀπιστίας τοῦ ἄφρονος; τί οὖν ἐδόκει φάσκειν ὁ ἄθλιος πρὸς τὸν εἰρηκότα· Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου;

εἰ μὲν κἀκεῖνος ἐν ναῷ χειροποιήτῳ προσεκύνει, οὐκ ἐνδοιαστὸν οἶμαι· ἡμεῖς δὲ τί ποτε ἄλλο μετά γε τὴν εἰς θεὸν προσκύνησιν προσκυνοῦμεν; ἢ οὐχὶ τὸ ζωοποιὸν τοῦ Χριστοῦ μνημεῖον χειροποίητον, ὁ τοῦ τιμίου σταυροῦ τύπος, ἥ τε ἱερὰ τοῦ εὐαγγελίου βίβλος, αὐτά τε τὰ θεῖα καὶ ζωοποιὰ μυστήρια, καὶ ὡς συνελόντα εἰπεῖν, οἱ σεπτοὶ τοῦ θεοῦ ναοὶ καὶ τὰ ἐν αὐτοῖς ἅπαντα; καὶ ἐπεὶ πατέρες καὶ προφῆται οὐ προσεκύνησαν χειροποίητα, τί δοκεῖ τοῖς ἄφροσιν; πάντως που καὶ ταῦτα ἠτιμωμένα καὶ ἀπροσκύνητα ἀποφανοῦσιν. μάταιον οὖν πόνον ἐν τοῖς προειρημένοις αὐτῷ ἐξαναλώσας, ἐπισυνάπτει τοιαῦτα· Ἀλλ’ ἐρεῖς μοι ὅτι «Οἱ πατέρες εἴδωλα ἐθνῶν ἐβδελύξαντο, ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον αὐτῶν, καὶ εἰς τιμὴν ἐκείνων ταύτας προσκυνοῦμεν.» καὶ πάντως γὰρ ταύτῃ τῇ ὑποθέσει ἐτόλμησάν τινες ὑμῶν ἔνδον τοῦ ἁγίου οἴκου τὸν τοῖχον κονιάσαντες χρώμασιν διηλλαγμένοις, εἰκόνας ἀνατυπώσαντες Πέτρου καὶ Ἰωάννου καὶ Παύλου, ὡς ὁρῶ κατὰ τὴν ἐπιγραφὴν ἑκάστης τῶν ψευδωνύμων εἰκόνων ὑπὸ τῆς μωρίας τοῦ ζωγράφου κατὰ τὸν νοῦν αὐτοῦ τυπωθεῖσαν. καὶ πρῶτον μὲν οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶ τῆς τιμῆς πλέον αὐτοὺς ἀτιμάζουσιν·

Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο. οὐκοῦν εἰκόνας αὐτῶν τὰς αὐτῶν ἐντολὰς δι’ ἀρετῶν στήσωμεν. ἀλλ’ ἐρεῖς ὅτι «Εἰς ὑπόμνησιν τῆς ἰδέας αὐτῶν τὰς εἰκόνας αὐτῶν θεωροῦμεν.» καὶ ποῦ γάρ σοι ταῦτα προενετείλαντο; προῃτιασάμεθα γὰρ τοὺς τοιούτους ὅτι ἀγνοίᾳ φερόμενοι κοπιῶσιν εἰκῇ. ὁ πανταχοῦ διεφθαρμένην τὴν γνώμην ἔχων καὶ νῦν ἐκ τῆς οἰκείας ἀπροσεξίας καὶ δυσβουλίας τὸν τοιοῦτον λογισμὸν ἐπὶ τοῖς παροῦσιν προτίθησιν. εἰ γὰρ μετῆν αὐτῷ εὐθύτητος καὶ γνώμης ὀρθῆς, ἐχρῆν ἂν ἐπιγνόντα ὡς εἰς μνήμην καὶ τιμὴν τῶν ἁγίων παρὰ τῶν πιστῶν τὰ ἀπεικάσματα αὐτῶν γίνονται παύσασθαι τῆς μωρίας καὶ τῆς κατὰ τῶν ἁγίων μανίας· ἀλλὰ πεπεισμένον ἂν εἴη ὡς ταῦτα ὁρῶν καὶ τῆς τιμῆς αὐτοῖς ἤδη βασκαίνων, πλεῖον εἰς ἔχθραν αὐτὸς ἐξεκαίετο. οἱ γὰρ ποιοῦντες καὶ τιμῶντες οὐκ ἀφ’ ὧν ἐκεῖνος κακῶς ἐγίνωσκεν, ἀλλ’ ἀφ’ ὧν αὐτοὶ εὐγνωμόνως καὶ πιστῶς διέκειντο, ταῦτ’ ἔπραττον. ἀλλ’ ἅπαξ τῇ τῶν εἰδώλων προκατισχημένος προλήψει, συνιέναι οὐκ ἠβουλήθη ὅτῳ τρόπῳ καὶ διανοίᾳ καὶ ποιοῦσιν καὶ τιμῶσιν Χριστιανοί, οὐδὲ ὁπόσον εἰς ἄπειρον καὶ ἀσυγκρίτως ἔχει τὰ ἅγια τῆς τῶν στυγητῶν εἰδώλων βδελυρίας διῴκιστο. πόθεν τοῦτο πάσχων;

ὅτι τῷ σκότῳ τῆς ἀπιστίας καὶ ἀμαθίας τὴν ψυχὴν περικεχυμένος, οὐκ ἔγνωκεν οὐδὲ συνῆκεν ὅτι οὐδεμία κοινωνία φωτὶ πρὸς σκότος οὐδὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων, οὐδὲ ὅτι πρὸς οἰκουμένην ὅλην καὶ ἐκκλησίαν καθολικὴν ἀπὸ περάτων γῆς εἰς πέρατα διήκουσαν εὐθυτάτῃ δόξῃ καὶ θεοπρεπεῖ κατηρτισμένην ἀντιπαρατάττεται. ἐντεῦθεν οἶμαι καὶ πρὸς ἡδονὴν τὸν λόγον καὶ χάριν οἱ τοῦ ἀνοσίου φοιτηταὶ προσδέξονται, πλείστην ὅσην κατὰ τῶν θεοφόρων πατέρων ἡμῶν τὴν διαβολὴν καὶ κατηγορίαν κατασκευάζοντα· ὅτι ὁ μὲν τὴν τοῦ μεγάλου Παύλου τοῦ ἀποστόλου εἰκόνα κατ’ ὀφθαλμοὺς ἀεὶ προκειμένην ἔχων σεμνῶς τε περιέπων ἐτίμα, ὁ δὲ καὶ τοῖς ζωγράφοις παρεκελεύετο τῶν μαρτύρων ἀνιστᾶν τὰ ὁμοιώματα, καὶ ἄλλος ὁρῶν ἐν τοίχοις γεγραμμένας, κατανύξεως καὶ ὠφελείας πλήρης ἐγίνετο· περὶ ὧν διαφόρως προλέλεκται. ἄξιον δὲ τῆς ἐκείνου ἀφροσύνης καὶ τῆς τῶν παραδεδεγμένων ἀναισθησίας ὃ παρείληφεν ἐπὶ καθαιρέσει τῶν ἱερῶν ἐπιχείρημα· ὅ ἐστιν τὸ τὸν Παῦλον τοῖχον κεκονιαμένον τὸν ἀρχιερέα ἀποφῆναι. τί γὰρ τοῦτο πρὸς τὸν μάταιον αὐτοῦ συνοίσειν σκοπὸν ἠδύνατο;

ἔδει γὰρ αὐτόν, εἴπερ ἀσεβεῖν ἐξῆν, τοὺς ἱεροὺς οἴκους ὅλους καὶ αὐτὰ τὰ θυσιαστήρια ἐκ τούτου καταστρέφεσθαι δογματίζειν (ὅπερ οἰκειότερόν τε καὶ ἐγγύτερον), εἴ γε ἐκ τοίχων κεκονιαμένων ἱδρυμένα συνέστηκεν, ὡς ἂν μὴ εἰκονίσματα μόνον ἀλλὰ καὶ οἱ τύποι τοῦ ζωοποιοῦ σταυροῦ καὶ πάντα τὰ ἐν αὐτοῖς, ὅσα μάλιστα διὰ χρωμάτων καὶ ὕλης ἑτέρας ὁποιασοῦν ἐμπρέποι, ῥᾳδίως μάλα συνεξαφανίζοιτο. τί οὖν ἐντεῦθεν ἀπαντήσει τῷ ἄφρονι; ἐπειδὴ καί τις τῶν ἀποστόλων ἕτερος ἀσεβεῖς τινας καὶ φαύλους ἄνδρας δένδρεσι φθινοπορινοῖς καὶ ἀκάρποις συνέβαλεν, διατοῦτο ἔτι ἆρα καὶ πᾶν δένδρον ἐκτέμνειν σπουδάσομεν; ἢ καὶ τοὺς τῶν δένδρων καρποὺς βδελυξόμεθα; ἢ ἐπειδὴ ὁ Χριστὸς ταλανίζων τοὺς Φαρισαίους τάφοις κεκονιαμένοις ἀφομοιοῖ, ταύτῃ τοὺς τῶν ἁγίων τάφους ἅπαντας ἀνορύξομεν; πόσης ταῦτα γέμει τῆς ἀλογίας καὶ τῆς τοῦ ἄφρονος ἠλιθιότητος. ἀλλ’ ἐξ ὧν πλέον τὸ ἄχθος αὐτῷ περιεγίνετο, ἐπ’ ἐκείνοις δὴ καὶ τὸ ἔχθος κεκτημένος τὴν γλῶσσαν τὴν μιαρὰν ἐπαφίησιν· λυσσώντων οὖν καὶ μεμηνότων οἱ λόγοι οὐδὲν ἀπεοίκασιν. τί γὰρ ἂν ἔφησεν ὁπότε τὸν Παῦλον ἀπολογούμενον πρὸς τὸν ἀρχιερέα ἐκεῖνον ἑώρα καὶ πάνυ τὴν ὕβριν τὴν εἰς αὐτὸν θεραπεύοντα; οὐκοῦν συνάγεται πάντοθεν ὡς οὐδὲν πρὸς συνηγορίαν τῆς ματαιότητος τοῦ ἄφρονος οἱ προκείμενοι λόγοι αὐτῷ χρησιμεύσοιεν.

ψευδωνύμους δὲ καλεῖ τὰς ἱερὰς εἰκόνας, ἀναιρεῖν διὰ τούτου τὸν λόγον τῶν ἀρχετύπων πειρώμενος—εἰ γὰρ ψευδεῖς, ὡς ᾤετο, ὀνομάζονται, οὐκ ἔνι παράδειγμα πρὸς ὃ ἄν τις ταῖς ἀληθείαις αὐτὰς ἀπεικάσειεν—, ἵνα τοῖς προσέχουσιν τῶν εἰδώλων τῇ ματαιότητι τὰ Χριστιανῶν παραθείς, φασματώδη καὶ ἀνύπαρκτα ὡσαύτως ἐκείνοις τό γε ἐπ’ αὐτὸν τὰ καθ’ ἡμᾶς ἀποφήνῃ μυστήρια, ὥστε καὶ τοὺς τῆς σαρκώσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ λόγους καὶ τοὺς τῶν μαρτύρων ἀγῶνας σκηνὴν θεῖναι κενούς τε καὶ εἰκῇ τῷ βίῳ προσᾳδομένους καταδεῖξαι· περὶ ὧν πλατύτερον ἐν τοῖς ἐπάνω εἴρηται. ἐπὶ τούτοις φησίν· ἀλλ’ ἐρεῖς ὅτι «Εἰς ὑπόμνησιν τῆς ἰδέας αὐτῶν τὰς εἰκόνας αὐτῶν θεωροῦμεν.» ἐροῦμεν καὶ ἡμεῖς ὅτι ἐπὶ τῆς τοῦ θεοῦ λόγου ἐνανθρωπήσεως κακῶς καὶ ἀθέως τὸ ἀκατάληπτον προχειρίζῃ, τὴν σάρκα μετὰ τῆς οἰκονομίας ὅλης τέλεον παραιτούμενος· ἐπὶ δὲ τῶν ἁγίων ποῖον ἕξεις ἀκαταλήπτου ἢ ἄλλου τινὸς ἑτέρου λόγον, ὃς κωλύσει τὸ εἰκονίζεσθαι; καὶ ποῦ γάρ σοι ταῦτα προενετείλαντο; φησίν. συνιδεῖν ἔξεστιν ὡς πανταχοῦ πρὸς εἴδωλα ἀπάγεται, καὶ εἰδώλοις συμφερόμενος οὐκ ἀπολήγει, εἰκόνων ἁγίων ἕνεκεν ὑπολαμβάνων. ὧν τί ἀνοητότερον ἢ ματαιότερον, ὡς τὰ ἑξῆς δείκνυσιν; προῃτιασάμεθα γάρ, ἔφη, τοὺς τοιούτους, ὅτι ἀγνοίᾳ φερόμενοι κοπιῶσιν εἰκῇ.

ἡμῖν μὲν οὖν εἰδώλων χάριν λόγος οὐδείς· εἰ δέ τις ὅποι οἱ ἅγιοι ἐνετείλαντο ἐπιζητῶν διαποροίη, ἐκ τῶν ἱστορουμένων καὶ προγεγραμμένων εἴσεται ὡς παρὰ ἀποστόλων ταῦτα ἐπιτέτραπται. εἰ δὲ καὶ περὶ ταῦτα ἀναδύεται, εὐκαίρως ἀκούσεται ὅτι οὐδὲ τὸ μὴ ποιεῖν ἢ μὴ προσκυνεῖν εἰκόνι Χριστοῦ ἢ εἰδώλων καλεῖν προσηγορίᾳ παρηγγύησαν· καὶ κρατείτω ἡ πίστις καὶ τὸ πρὸς τοὺς ἁγίους σέβας, καθὸ πιστοὶ γεραίροντες εἰκονίζουσιν. ἀπέρρηκται οὖν ὁ ἀνόσιος πάντοθεν τῆς τῶν ἁγίων πατέρων δόξης καὶ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος ἠλλοτρίωται. ποῦ ποτε ἄρα εἰσὶν οἱ λέγοντες εἴδωλα φεισάμενοι τὰ ἅγια εἰπεῖν καὶ πᾶσαν τὴν κατὰ τῆς ἐκκλησίας ὁρμὴν ἐκ τῆς τῶν εἰδώλων ποιούμενοι προχειρίσεως; ἐπειδὴ δὲ ὁρῶμεν ὃν οἱ τῆς πλάνης ταύτης κατάρξαντες Θεόδοτον Ἀγκύρας ἐπίσκοπον κεχειροτονήκασιν κἀνθάδε φθεγγόμενον (ἐξ ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ βορβορώδους λάκκου τὸ δυσῶδες τῆς βδελυρίας ἐκδίδοται· ἤδη δὲ ἐν τοῖς φθάσασιν τὰ ἐκείνου ἐλήλεγκται), ὡς ἐφ’ ὁμοίοις τοῖς ἀσεβήμασιν προηγμένα καὶ τὰ παρόντα συναπελέγχεται, περιττόν τι λέγειν ἀδολεσχεῖν ἡγούμεθα. διὸ ἐπὶ τοῖς προκειμένοις εὐθὺς μετοιχόμεθα. φάσκει γὰρ οὑτωσί· Οἴδαμεν γάρ φησιν Ἰωάννης, ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. καὶ Παῦλος δὲ τοὺς ἁγίους συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξεν.

ἐκ τῆς τῶν μελλόντων δόξης καὶ τῆς πρὸς θεὸν ὁμοιότητος τὸ αἰσχρὸν ἐνταῦθα ἐπινέμει τοῖς ἁγίοις καὶ ἄδοξον, καὶ εἰδωλικοὺς ἐπεισκρίνει θεσμούς, εἰς τὰς ἱερὰς αὐτῶν ἀφυβρίζων μνήμας· ἐξ ὧν τὸ εἰς αὐτοὺς μῖσος ἐνδείκνυται. εἰ γὰρ σκιὰν γοῦν εὐνοίας τῆς πρὸς αὐτοὺς διέσῳζεν, ἐκ τῆς τῶν ὁμοιωμάτων αὐτῶν τιμῆς ἐμφανῆ ἑαυτὸν καθίστη· νῦν δὲ πρὸς τοὐναντίον ἅπαν ἵεται. ταῦτα δὲ πρὸς τῷ ἀσεβεῖ καὶ τὸ γελοῖον ἔχει. τίς γὰρ τῶν σωφρονούντων ἀφ’ ὧν μέλλοι συμβήσεσθαι γράφειν ἢ ἱστορεῖν πειραθείη; οὐ γὰρ οἷοι μέλλουσιν ἔσεσθαι οἱ ἱστορούμενοι, ἀλλ’ ὁποῖοι νῦν εἰσιν ἢ ὑπῆρξάν ποτε γράφονται εἶδός τε καὶ πρᾶξιν· παρά τε τῶν ἑωρακότων παρά τε τῶν ἀκηκοότων (ἐπεὶ οὕτω γε καὶ ἅπερ ἐν ταῖς βίβλοις αὐτῶν ἀναγέγραπται) διαγεγράψεται· ὅτι οὐκ ἐκ τῶν μελλόντων αὐτοῖς λαμπρῶν ἀλλ’ ἐκ τῶν παρῳχηκότων ἐπιπόνων καὶ σκυθρωπῶν ἀνεγράφησαν, ἐν οἷς διὰ πάσης αἰκίας καὶ μυρίων θανάτων ἠγμένοι τὰ παρόντα κατέλυσαν· ἐξ ὧν καὶ ἡ μέλλουσα φαιδρότης αὐτοῖς καὶ δόξα παρὰ τῷ ἀθλοθέτῃ περιγενήσεται θεῷ. ἀλλὰ καὶ Παῦλος, φησίν, τοὺς ἁγίους συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ ἐκήρυξεν. ὁ τῆς ἀληθείας παραχαράκτης καὶ τοῦ ἀποστολικοῦ γράμματος ἱερόσυλος, καὶ τὸν ἦχον αὐτὸν τοῦ τῆς εἰκόνος ὀνόματος ὡς πολέμιον ἀποστρέφεται, καίτοι οὐδὲν συντεῖνον ἐνταῦθα πρὸς τὰ χειρόκμητα.