Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Θεολογική διάκριση λατρείας και τιμητικής προσκύνησης και η πλαστογράφηση της επιστολής προς τον Θεοδόσιο

Αναλύεται η διαφορά μεταξύ της λατρείας του Θεού και της τιμής προς τις εικόνες, και αποδεικνύεται ιστορικά η πλαστότητα της επιστολής που αποδίδεται στον Επιφάνιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 17 από 18

Οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς. τί ταῦτα λέγων; ὅτι εἰ γράφεται, καταληπτός ἐστιν· εἰ καταληπτός ἐστιν, ἐνηνθρώπησεν· εἰ ἐνηνθρώπησεν, οὐκ ἔστιν ὅμοιος τῷ πατρί. καὶ πῶς οὐχὶ τοῦτο ἄτοπον; ὅμοιος γὰρ ὁ υἱὸς τῷ πατρί· καὶ ἐπεὶ ὁ πατὴρ ἀκατάληπτος καὶ ἄγραφος, καὶ διατοῦτο καὶ ὁ υἱὸς ταῦτα· οὐκ ἄρα ὁ υἱὸς ἐνηνθρώπησεν, ἵνα μὴ καταληφθῇ· οὐ καταληφθήσεται δέ, ἵνα μὴ γραφῇ· οὐ γραφήσεται δέ, ἵνα ᾖ ὅμοιος τῷ πατρί. οὕτως ἐκ τοῦ ἀγράφου δι’ ἀναλύσεως φωράσει τις ἐκτυπώτερον τὴν βλασφημίαν. οὐκ ἔστιν οὖν, φησίν, ὅμοιος τῷ πατρί. οὐκοῦν ἐπειδή σοι οὐ κατείληπται, οὐ δύνῃ διὰ χειρῶν σου γράψαι, καὶ διατοῦτο οὐκ ἐνηνθρώπησεν. οὐκ ἄρα ὅμοιος μητρί. ἢ μὴ δὲ μήτηρ παρὰ σοί; ἀλλὰ μὴν ἔστιν αὐτῷ μήτηρ. πῶς γὰρ οὔ; ἐνηνθρώπησεν ἄρα, διατοῦτο καὶ κατείληπται. οὐκοῦν ἐκ παντὸς καὶ γράφεται, ἐπεὶ καὶ ἡ μήτηρ. οὕτως ἄν τις ἀνθυπενεγκὼν εἴποι. δικαιότερον δ’ ἂν μᾶλλον ῥηθείη ὅτι ἡ ἄμετρος τοῦ λόγου αὐτοῦ βλασφημία εἴη εἰς ἐκεῖνον, ἐπεὶ οὐδὲ μητέρα τῷ Χριστῷ διδόναι βούλεται. ἀλλ’ ὡς φατὲ ὑμεῖς, ἔπειτα οὐδὲ ζωοποιεῖ τοὺς νεκροὺς εἰ γράφεται, φησίν, ταυτὸν δέ, εἰ ἐνηνθρώπησεν, ὡς ὁ λόγος συνήγαγεν· ὡς εἰ ζωοποιεῖ, οὐκ ἐνηνθρώπησεν κατ’ αὐτόν. πῶς δὲ ζωοποιεῖ, ἴδωμεν.

ἆρα οὐκ ἐπειδὴ νενέκρωται σώματι, καὶ ἀνιστάμενος ἐξ Ἅιδου, τοὺς ἀπ’ αἰῶνος τοῖς τοῦ θανάτου βρόχοις κατειλημμένους συνεξανίστησιν; εἰ τοίνυν νενέκρωται, πῶς οὐκ ἐνηνθρώπησεν; πῶς οὐ καταληπτὸς κατ’ αὐτό γε τὸ ἐνηνθρωπηκέναι; πῶς οὐ γράφεται; ζωοποιὸν δὲ τὸ σῶμα Χριστοῦ· θεοῦ γὰρ σὰρξ καὶ ζωῆς σῶμα, ὅπερ ἐκεῖνος ἀθετῶν, τῆς ὄντως ζωῆς διημάρτηκεν καὶ ζῶν ἔτι τέθνηκεν. πρὸς τί οὖν ἔρχεται ὁ λόγος αὐτῷ; ἢ μὴ πιστευθῆναι ἀληθῶς καὶ κυρίως σεσωματῶσθαι τὸν λόγον, τῇ τῆς δοκήσεως ὑπαγομένῳ ἐξαπάτῃ, ἤ, εἰ τοῦτο δοθείη, ἠλλοτριῶσθαι τῆς τοῦ πατρὸς ὁμοιότητος. τούτων μὲν οὖν ἅλις. ἑξῆς δ’ ἂν εἴη τὰ ὑπερτεθέντα τῆς χρήσεως τούτοις ἐπισυνάπτειν, ἐν οἷς ἰουδαΐζων φάσκει τοιάδε· Ποῦ γάρ σοι διέταξεν ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτοῦ καὶ προσκυνεῖν ἢ ὁρᾶν; αὕτη ἡ διάταξις, τοῦ πονηροῦ, δῆλον, ἵνα καταφρονήσῃς θεοῦ. εἴ σοι πεπίστευται ὅτι ἦλθεν θεὸς ἐπὶ γῆς ἐπιφανεὶς τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, ἐγνώρισας ἂν αὐτὸν ὡς ἦλθεν, ὅ ἐστιν θεὸς μετὰ σαρκός· καὶ τὸ μὲν κεκρυμμένον καὶ νοούμενον, ὡς ἄληπτον καὶ ἀόριστον, ἄγραφον ἤδη ἐγίνωσκες, ἔγραφες δ’ ἂν τὸ φαινόμενον ὀρθῶς ὡς ὁριζόμενόν τε καὶ καταλαμβανόμενον· νῦν δὲ φαντασιούμενος, τῷ φαινομένῳ καὶ τὸ νοούμενον δυσσεβῶς καὶ ἀθέως συμπαραγράφῃ. ἀντιπυθέσθαι δέ σου καιρός.

σοὶ γὰρ ποῦ διέταξεν ἐλθὼν ἐπὶ γῆς καὶ ἄνθρωπος ὀφθεὶς ἀληθῶς μετὰ τοῦ εἶναι θεός, ὅμοιον αὐτῷ μὴ ποιεῖν κατὰ τὸ ἀνθρώπινον ἢ τοὺς εὐσεβῶς καὶ θεοπρεπῶς ποιοῦντας καὶ προσκυνοῦντας ἐξείργειν, λόγοις ἐγγράφοις νομοθετοῦντι; εἰ γοῦν οὐδὲν τούτων πρὸς διάταξιν προὔκειτο, νικᾶν οἶδεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εὐσεβέστερον, καὶ πολλοῖς ἄνωθεν χρόνοις κρατούμενον. εἶτα ποῦ σοι διατέτακται θεῖα ἀνορύττειν θυσιαστήρια καὶ ἱερὰ καθαιρεῖν τεμένη διὰ πυρός τε ἄγειν καὶ κατῃθαλωμένα δεικνύειν τὰ εἰς τὴν ὑπηρεσίαν τῶν θείων μυστηρίων κατηρτισμένα τίμια σκεύη; ἃ δὴ πάντα Χριστιανῶν πίστις ἡ εἰς θεὸν καὶ πόθος ἔνθεος καὶ περὶ τὰ ἅγια καὶ ἱερὰ σπουδὴ κατεσκεύασεν. ταῦτα οὐ θεοῦ διάταξις, τὰ θεῖα διαφθείρεσθαι καὶ ἀπόλλυσθαι. ἀλλ’ ὅπερ σοὶ ἀκούειν ἄξιον, ἄκουε· αὕτη ἡ διάταξις, τοῦ ἐν σοὶ ἐνοικοῦντος καὶ διὰ σοῦ φθεγγομένου πονηροῦ πνεύματός ἐστιν. ἡμῖν δὲ τοῖς τὸ θεῖον καὶ σωτήριον κήρυγμα δεξαμένοις διάταξις πάσης τῆς ὁπωσοῦν προστάξεως ἀμείνων πολλῷ καὶ ἰσχυροτέρα ἡ πρὸς τὸν κηρυσσόμενον ἀκλινὴς πίστις καὶ ὀρθὴ ὁμολογία καὶ ἀληθινὴ ἀγάπη καὶ ὁ θεῖος ἔρως καὶ ὁ ἔμφυτος πόθος καὶ ὁ θερμὸς ζῆλος, ἐπεγνωκόσιν τὴν χάριν δημοσιεύειν καὶ διὰ τῆς γραφῆς ταύτης τοῦ σεσωκότος τὴν μεγάλην καὶ ἀνέκφραστον εὐεργεσίαν.

οὐ γὰρ πάντα τῇ προστάξει τοὺς πιστοὺς προσανέχειν χρεών, λογικούς τε ὄντας καὶ τὴν ἐκλογὴν τοῦ κρείττονος παρὰ θεοῦ ποιεῖσθαι πεπιστευμένους, ἐπεὶ οὐδὲ πίστεως τοῦτο καὶ ἀγάπης εἰλικρινοῦς καὶ τελείας· δεῖ γὰρ καὶ παρ’ ἑαυτοῖς εἰσφέρειν ὑπ’ εὐγνωμοσύνης ὁρμωμένους τὰ εἰς σύμβολον πίστεώς τε καὶ πόθου προσήκοντα. ἔνθα τοίνυν τὸν σταυρὸν τοῦ σωτῆρος καὶ τἄλλα ἅγια ποιεῖν καὶ προσκυνεῖν διετάχθημεν, ἐνταῦθα καὶ τὰ τῆς σωτηρίου οἰκονομίας αὐτοῦ σύμβολα, ἔνθα σὺ οὐδὲ πεπίστευκας οὐδὲ κηρύσσειν τοῦ διὰ σὲ πεπονθότος τὴν εὐεργεσίαν ἀνέχῃ, ὁ τοῦ προσκυνεῖν ταύτην ἀνάξιος. ποίας οὖν μωρίας καὶ κακίας ὑπερβολὴν ἀπολείπει, τῷ τὰ θεῖα σεμνῶς καὶ πιστῶς περιέποντι θεοῦ καταφρόνησιν ἐπικαλεῖν; εἰ δὲ καὶ πρόσταξιν ἐπιζητοίης, μάνθανε ὅτι τὸ δρώμενον τοῦ λεγομένου πολὺ μᾶλλον ἰσχυρότερον καὶ πιστότερον, καὶ τὸ ποιεῖν τι αὐτόν τινα τοῦ προστάττειν ἄλλῳ ἀξιολογώτερον.

εἰ οὖν ἤκουσάς ποτε εὐαγγελιστοῦ γράφοντος λόγον πεποιῆσθαι περὶ πάντων ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, πείθου τοῖς ἀληθῶς πραχθεῖσιν καὶ εἰσέτι καὶ νῦν σῳζομένοις καὶ παρὰ Χριστιανοῖς ὁμολογουμένοις καὶ τιμωμένοις, ἄνπερ μὴ πάντῃ τὴν ἀκοὴν κατεφθαρμένος ᾗς, τά τε νοητὰ καὶ αἰσθητὰ ὄμματα μὴ κεκαλυμμένος ἐξ ἀπιστίας, ὅπως αὐτὸς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ἔτι ἀνθρώποις ἐπὶ τῆς γῆς συναναστρεφόμενος ἐν ὀθόνῃ λαμπρᾷ τὸ πάνσεπτον καὶ ὑπερκόσμιον ἑαυτοῦ ἐντυπώσας ὁμοίωμα τῷ πίστει αἰτήσαντι ἐξέπεμψεν, ἐκεῖνο δὴ ὃ λέγεται τὸ φρικτὸν εἶδος τῆς γραφῆς τῆς ἀγράφου. ὡς δὲ ἀρχαῖον καὶ ἀποστολικὸν τὸ ἐπιχείρημα καὶ πατέρων τὸ ἐπισφράγισμα καὶ διατοῦτο αἰδέσιμον παρὰ Χριστιανοῖς καὶ ὁμολογεῖται καὶ διαμένει τιμώμενον, τὰ παρὰ τῶν ἐναντίων εἰς αὐτὰ πραττόμενα ἄτοπα παρίστησιν ἐμφανέστερον. ἐπιβάλλειν λοιπὸν καὶ τοῖς ἀκολουθοῦσιν, ἀκόλουθον· ἐν οἷς ταῦτα παρεγγυᾶται ὁ κενὸς οὗτος διδάσκαλος ὑποτιθέμενος·

Δεῖ οὖν αὐτῷ ζῶντι προσκυνεῖν, ὡς εἶπεν, ἐν πνεύματι καὶ ἀληθείᾳ. πρόεισι νῦν ὁ λόγος αὐτῷ περί γε τῶν ἑτέρῳ τινὶ καὶ οὐ θεῷ προσκυνεῖν εἰρημένων· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ κτίσμα; μέσον γὰρ οὐδὲν θεοῦ καὶ κτίσματος. τί οὖν φασιν οἱ τὴν κενὴν ταύτην δεδεγμένοι διδασκαλίαν καὶ ὡς θεόθεν ἥκουσαν περιέποντες; τί ποτε ἦν αὐτοῖς τὸ προσκυνούμενον, πρότερον ἄγνοιαν θεοῦ νοσήσασιν καὶ λόγου τοῦ καθ’ ἡμᾶς ἠμοιρηκόσιν παντάπασιν; κτίσμα δήπου πάντως ἐροῦσιν. καὶ πῶς οὐχὶ πλανῶντες ἁλώσονται καὶ πλανώμενοι, ἐν τοῖς κατόπιν εἰρημένοις εἴδωλα εἰπεῖν τὰ προσκυνούμενα παρ’ αὐτοῖς φειδόμενοι, καίτοι ἐν ἱερεῦσιν θεοῦ τελεῖν νομιζόμενοι καὶ νόμον θεῖον διεκδικεῖν καὶ θεοῦ πιστευθῆναι μυστήρια, εἶτα τῇ παρούσῃ διδασκαλίᾳ προσχόντες οἱ ἄρτι τῶν εἰδώλων ἀνακύψαντες καὶ Ἑλληνικῆς θρησκείας καὶ δεισιδαίμονος πλάνης ἀπαλλαγέντες, ἐπειδὴ θεῷ προσκυνεῖν ζῶντι ἐν πνεύματι καὶ ἀληθείᾳ νῦν κατήχηνται; εἰ μὲν δεῖ καὶ βαπτίσματος αὐτοῖς, οἷα νεαρὰν παραλαβοῦσιν τὴν πίστιν, ἀκόλουθον καὶ ὅ,τι ἂν ἄλλο ἐπέοικεν τοῖς φωτιζομένοις καὶ νέον ποδηγουμένοις πρὸς τὴν εὐσέβειαν, θρόνοις δὲ ἱερατικοῖς ἐπιπηδᾶν καὶ ἱερουργίας ἅπτεσθαι ἥκιστα ἂν δεήσειεν. πῶς γὰρ θαρσήσουσιν ἱερᾶσθαι θεῷ οἱ ἔναγχος τῶν βωμῶν καὶ τῆς κνίσης ἀναρπασθέντες;

προσῆκον γὰρ ἐπὶ τοὺς τῇ πρὶν δυσσεβείᾳ καὶ ἀπιστίᾳ προαναλωθέντας χρόνους σκυθρωπάζειν καὶ ἀποδύρεσθαι, ἵλεών τε ἔσεσθαι θεὸν ἐπὶ τοῖς προημαρτημένοις κατὰ τοὺς καιροὺς τῆς ἀγνοίας ἐπικαλεῖσθαι, συλλήπτοράς τε αἱρεῖσθαι ἐπὶ τούτοις καὶ συνεργοὺς καὶ διδασκαλίας δεῖσθαι τῆς χρηστοτέρας χειραγωγούσης πρὸς θεοσέβειαν καὶ σωτηρίας ὁδὸν ὑποδεικνύσης. οἱ δὲ ἀθρόον ἑαυτοῖς τάς τε χειροτονίας ἐπιτρέπουσιν καὶ ἱερεῦσιν θεοῦ ἐγκαταλέγεσθαι· τολμῶσιν γοῦν καὶ κατὰ συνόδους ἀθροίζεσθαι καὶ διδασκάλους ἑαυτοὺς ἀνακηρύσσειν· καὶ προκάθηνταί γε μετὰ σοβαροῦ καὶ σεμνοῦ τοῦ φρονήματος καὶ τὴν ὀφρῦν ἀνασπῶσιν καὶ Χριστιανῶν κατεπαίρονται τῶν ἐξ ὀνύχων τῷ θεῷ ἀνακειμένων καὶ ἐκ βρέφους τὴν καθ’ ἡμᾶς θεοσοφίαν μεμυημένων καὶ τοῖς Χριστιανῶν ἔθεσιν ἐνασκηθέντων καὶ τεθραμμένων· καὶ κρίνουσιν ὑφ’ ὧν κατακρίνεσθαι ἄξιοι. διδάσκουσιν δὲ οὐ πίστιν ἀλλ’ ἀπιστίαν, οὐ περὶ τὰ θεῖα εὐλάβειαν ἀλλ’ ἀναισχυντίαν, οὐκ οἰκοδομεῖν ἀλλὰ καταστρέφειν καὶ κατασκάπτειν.

οὐκ εἰρήνην κηρύσσουσιν ἀλλὰ μάχαιραν, καὶ μῖσος ἀντὶ ἀγάπης· καὶ ἐπήγειραν τὸν υἱὸν κατὰ τοῦ πατρὸς καὶ κατὰ τοῦ παιδὸς πατέρα καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἀδελφὸν πρὸς ἀδελφὸν καὶ γείτονα πρὸς γείτονα ἐξεπολέμωσαν, οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἔμιξαν οὐκ εὐαγγελικῶς ἀλλὰ λῃστρικῶς, οὐχ’ ἵνα πιστὸν ἐξ ἀπίστου ἀλλ’ ἵνα πιστοὺς πρὸς ἀπιστίαν ἐκκαλέσωνται. ἐντεῦθεν ὁ ἐπὶ τῇ ἀρχῇ ταύτῃ ἐπαναστὰς τῷ κοινῷ τῶν ἀνθρώπων σάλος, καὶ τῶν διωγμῶν ἡ καταιγίς, καὶ τῶν βασάνων τὰ νέφη· πάσης γὰρ κακουργίας καὶ λύμης ψυχῶν τε καὶ σωμάτων παραίτιοι γεγόνασιν, ταῖς καινοτομίαις ἐπιθέμενοι καὶ τὸν θεῖον φόβον ἐξ ὀφθαλμῶν διωσάμενοι καὶ τῶν νενομισμένων καὶ παραδεδομένων Χριστιανοῖς ἐπιλελησμένοι, ἐπεὶ πᾶσα ἐπιστήμη κανονικὴ καὶ εὐταξία καταπεπάτηται παρ’ αὐτοῖς καὶ διέρριπται. ἆρ’ οὖν τῶν προσκυνούντων ζῶντι θεῷ ἐν πνεύματι καὶ ἀληθείᾳ ταῦτα ἐπιτηδεύματα; ἆρα πίστεως ὀρθῆς βλαστήματα καὶ μυήσεως εὐσεβοῦς γεννήματα; οὕτω κηρύσσων Χριστὸς ἐπὶ γῆς ἐλήλυθεν; οὕτω διδάσκει τὰ εὐαγγέλια; τοιαῦτα τῶν τῆς ἐκκλησίας καθηγεμόνων τὰ δόγματα; καὶ τίς φάναι ταῦτα τολμήσειεν;

ἀλλ’ ἐκ πίστεως εἰς ἀπιστίαν μετέθεντο, καὶ ἀπὸ τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπεπτωκότες πρὸς ἀνθρωπίνην ἀπεῖδον, καὶ ἀπὸ τῆς ὀρθῆς δόξης καὶ τοῦ ἀποστολικοῦ φρονήματος ἐπὶ τὴν σκολιὰν τρίβον καὶ τὸ ἀποστατικὸν μετετάξαντο οἴημα. βαβαὶ ὁπόσον ἀγχινοίας περίεστιν αὐτοῖς καὶ τῆς νήψεως. ἡλίκον ὑπῆρξε τὸ κατορθούμενον. τί γὰρ αὐτοῖς συμβέβηκεν; ὥσπερ διακορεῖς περὶ τὴν πατρῴαν καὶ ὀρθοτάτην πίστιν γενόμενοι καὶ οἷα γεγηρακυῖαν ἀποτεμόμενοι, τὴν νῦν ἐπακμάσασαν καὶ νέον αὐτοῖς ἐπικεκηρυγμένην ἀνθῃρημένοι ἠσπάσαντο, παραπλήσιόν τι ποιοῦντες καθάπερ τῶν φυτηκόμων οἱ ἐπιμελέστεροι· τὰ καταγηράσαντα τῶν πρέμνων πρόρριζον ἀνασπῶντες, νεοθαλεῖς φυτουργοῦσιν τοὺς ὅρπηκας. ἥκουσιν γὰρ ὥσπερ μισθαρνοῦντες καὶ ψυχὰς αὐτὰς καταπροέμενοι, ἵνα τὰ παρόντα κερδήσωσιν, τὴν ῥέουσαν καὶ οὐχ’ ἑστῶσαν δόξαν ἀντὶ τῆς θείας καὶ μενούσης δόξης ἀνταλλαξάμενοι, καὶ ἀνθρώποις ὑποκύψαντες σαρκὶ καὶ ὕλῃ προσδεδεμένοις, καὶ τοῖς βλεπομένοις μόνον τὴν ἐλπίδα τιθεμένοις, καὶ οὐδὲν προϊδέσθαι τῶν μελλόντων τοῖς τῆς καρδίας ὀφθαλμοῖς αἱρουμένοις, ἐπ’ ἀπωλείᾳ δὲ καὶ φθορᾷ τοῦ κοινοῦ παντὸς ἄρχειν συγκεχωρημένοις, μᾶλλον δὲ ἐπὶ τῷ ἑαυτῶν ὀλέθρῳ καὶ πτώματι ἐξαισίῳ διὰ σπουδῆς ἁπάσης ἐρχομένοις.

ἐπεὶ οὖν ἐκεῖνα καὶ παιδευθῆναι καὶ μυηθῆναι ἄξιοι, ἀκούσονται ὅπερ ἀκούειν αὐτοὺς δίκαιον· ὅτι ταῖς ἀληθείαις ἀσύνετοι οὐ συνίεσαν, οὐ τὸ δέον ἐφρόνησαν οὐδὲ ἐπέστησαν οἱ παράπαιστοι καὶ τὸν νοῦν παρενηνεγμένοι ὅτι οὗτος αὐτῶν ὁ διδάσκαλος, σκότους καὶ ἀπιστίας πλήρης τυγχάνων, τοῦ μυστηρίου τῆς Χριστιανῶν θεοσοφίας πάμπαν ὑπῆρξεν ἀμύητος, ἁγίου δὲ καὶ βεβήλου ἀναμέσον οὐδ’ ὅλως κρίνειν εἰδὼς οὐδὲ διαφορὰν προσκυνήσεως συνιδεῖν ἐθελήσας. καθάπερ γὰρ τοὺς τῶν εἰδώλων θεραπευτὰς μηδὲν πλέον τοῦ παρ’ αὐτοῖς σεβομένου μιάσματος φαντάζεσθαι ᾤετο, οὕτω καὶ τοὺς τῆς τριάδος προσκυνητὰς δρᾶν σεσυκοφάντηκεν· πήρωσιν γὰρ τῶν νοητῶν ὀμμάτων νοσῶν ἀναβλέψαι πρὸς τὸ φῶς τῆς ἀληθείας οὐ δεδύνηται. οὐδὲ ἐπέγνω ὁ ἄθλιος ὅτι ἡ ἀληθινὴ καὶ ἐν λατρείᾳ προσκύνησις ἡμῶν τῶν Χριστιανῶν τῷ ζῶντι καὶ ἀληθινῷ μόνῳ θεῷ καθαρῶς καὶ εἰλικρινῶς καὶ ἀνεπιλήπτως προσφέρεται, τοῖς δὲ τῆς οἰκονομίας τῆς σωτηρίου συμβόλοις ἡ προσήκουσα τιμὴ ἐκνέμεται, καὶ αὐτὴ ἐπὶ τὸ πρωτότυπον διὰ τῆς εἰκόνος ἀναγομένη· ὃ δὴ καὶ γεωργοῖς καὶ ἐμπόροις καὶ βαναύσοις καὶ πᾶσιν ἀνθρώποις μικροῖς τε καὶ μεγάλοις τοῖς γε ὡς ἀληθῶς λόγον θεοῦ πεπιστευμένοις καὶ μὴ τὸ ὀπτικὸν τῆς καρδίας ἀμβλυώττουσιν ἀπλανῶς γνωρίζεται καὶ ἐξαγγέλλεται.

τοῖς δὲ ἑξῆς προκειμένοις τῆς παρούσης χρήσεως καὶ ἐπιβάλλειν αἰσχρὸν καὶ σιωπᾶν οὐκ ἀνεκτόν· ἔχει γὰρ οὕτως·

Μὴ οὖν ἡ γάγγραινα νομὴν ἕξῃ· ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ ἀκριβῶς λέγων· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, λέγων· Ζῶ ἐγώ, λέγει κύριος, καὶ ἐμοὶ κάμψει πᾶν γόνυ. οὐ δυνάμεθα οὖν δυσὶν κυρίοις δουλεύειν, ζῶντι καὶ νεκρῷ· ἐπικατάρατος γάρ φησιν, ὃς κτίσμα παρὰ τὸν κτίσαντα προσκυνήσει. πάντα γὰρ ταῦτα περιέχει αὐτὸς καὶ οὐ περιέχεται ὑπό τινος. εἰ μὲν οὖν ἁπλῶς περὶ εἰδώλων ὁ λόγος ἦν αὐτῷ, πᾶς τις ἂν Χριστιανῶν συνηγόρει καὶ συνεφθέγγετο· ἐπειδὴ δὲ τῶν ἱερῶν συμβόλων τῆς θείας οἰκονομίας καταφλυαρεῖ, δι’ ἧς πᾶν εἴδωλον ἐξηφάνισται καὶ πᾶσα τοῦ ἐπικρατοῦντος πάλαι διαβόλου ἡ δύναμις καὶ λατρεία κατήργηται, καὶ πάντα παρ’ αὐτῷ συγκέχυται καὶ οὐδεμία διάκρισις ἁγίου καὶ ἐναγοῦς κατ’ ὀφθαλμοὺς τοῦ ἄφρονος, ὡς μεθυόντων, ὡς μεμηνότων, ὡς λυσσώντων, ὡς βακχευόντων, ὡς ἐξεστηκότων καὶ δαιμονώντων ἀσήμους καὶ ἀνάρθρους φωνὰς ταῦτα κρίνοντες, πλεῖόν τι λέγειν καταλείψομεν. ποῦ γὰρ ἤκουσται ἢ γέγραπται ἐν παλαιᾷ καὶ νέᾳ διαθήκῃ εἰκόνα Χριστοῦ ἢ τῶν ἁγίων ἀναιρεῖσθαι; πρὸς τούτοις γὰρ ἠγνόηται τῷ ἄφρονι καὶ τῆς προσκυνήσεως τὸ διάφορον. φέρε δὴ λοιπὸν καὶ τὰ ἐπὶ τούτοις τῶν δυσφημημάτων καὶ ληρημάτων κατοπτεύσωμεν. ἐπακολουθεῖ γὰρ ἐκ τῆς πρὸς Θεοδόσιον τὸν βασιλέα Ἐπιφανίου δῆθεν ἐπιστολῆς χρῆσις.

ἀλλ’ ἡμῖν γε πάλιν τὰ παρεθέντα αὐτοῖς ἐκ τοῦ κατὰ τὴν ἐπιστολὴν ταύτην τόπου, καθ’ ὃν ἡ κατὰ εἰδώλων ἦρκται αὐτῷ ὑπόθεσις καὶ ἀφ’ ὧν ἐπὶ τὰ καθ’ ἡμᾶς ἱερὰ ἡ τοῦ χριστομάχου βλασφημία μετῆκται, ἐν τάξει πρῶτον ἐκθέσθαι καλῶς ἔχειν δοκεῖ, ἵνα οἱ λέγοντες εἴδωλα ὅλως τὰ ἅγια φείδεσθαι κατονομάζειν καὶ ἐνταῦθα στηλιτεύωνται ἔνδηλοί τε γίγνοιντο ὅθεν τε καὶ ἐξ ὁποίων βλασφήμων δογμάτων ὥρμηνται καὶ προέρχονται, ἔπειτα τοῖς αἱρεθεῖσιν αὐτοῖς ἐφιστάνειν εὐθυβόλως ὡς οἷόν τε. ὧδε γάρ πως ἐκεῖνα κατάρχεται· Τὴν εἰδωλολατρίαν ἐν τῷ κόσμῳ τῇ ἑαυτοῦ κακοτεχνίᾳ ὁ διάβολος ἐμηχανήσατο· καὶ ἐν τῷ κόσμῳ ἔσπειρεν τοῦτο καὶ ἐθεμελίωσεν καὶ τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ ἀπέστρεψεν· νῦν δὲ πάλιν μετὰ τὰς αἱρέσεις, καὶ τὰ εἴδωλα· εἰς ἀρχαίαν εἰδωλολατρίαν τοὺς πιστοὺς καθείλκυσεν καὶ ἠπάτησεν. νοήσει γὰρ ἡ σὴ εὐσέβεια καὶ ἡ ἐκ θεοῦ σοι δοθεῖσα σοφία καὶ ἐν βάθει νοημάτων ἐρευνήσει, εἰ πρέπον ἐστὶν θεὸν ἔχειν ἡμᾶς ζωγραφητὸν διὰ χρωμάτων. τίς ἤκουσεν τοῦτο ποτέ; οἶμαι ἄξιον πρῶτον ἐκ τῶν προκειμένων προσώπων τε καὶ πραγμάτων, ὅθεν τε καὶ πρὸς τίνα τὸ γράμμα καὶ ὅτου δὴ χάριν, καὶ εἰ τὸ ἀληθὲς ὁ λόγος τοῖς χρησαμένοις ἔχει διατεκμήρασθαι.

ὁ ἱερὸς Ἐπιφάνιος, ὁ τῆς Κυπρίων κατὰ τὴν ἱερωσύνην ἡγεῖσθαι λαχών, ἀρχιερεὺς ἦν καὶ ἀρχιερέων ὁ ἐπισημότατός τε καὶ τιμιώτατος, βίου λαμπρότητι καὶ ψυχῆς καθαρότητι τῆς πρὸς θεὸν παρρησίας ἠξιωμένος καὶ σημείοις πλείστοις καὶ μεγίστοις ἐμπρέπων τῷ βίῳ· Θεοδόσιος δὲ τὰ Ῥωμαίων σκῆπτρα ἰθύνειν διεκεκλήρωτο, ὃς οὐ μικρὸν κλέος ἐν βασιλεῦσιν ἠνέγκατο, εὐσεβείᾳ τε καὶ ὀρθῇ πίστει κοσμούμενος καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐσθενῶς μάλα ἐπιδεικνύμενος. τί δὲ τὸ ἐν τῇ γραφῇ δηλούμενον; εἰδωλολατρίας ὑπόθεσις καὶ ἀνθρώπων εἰδωλολατρούντων ἔγκλημα, αἴτησίς τε καθαίρεσιν εἰδώλων καὶ ἀφανισμὸν μηνύουσα ὥστε ἀνθρώπους μύσους εἰδώλων καὶ πλάνης ἀπαλλάττεσθαι καὶ εἰδωλικῆς ἐλευθεροῦσθαι θρησκείας καὶ ἀθεότητος. τί οὖν ἱερωσύνης καὶ βασιλείας ὑψηλότερόν τε καὶ ἐπικλεέστερον; οὐδέν, εἴποι τις ἄν· θεοῦ γὰρ δῶρον ἀμφότερα. τί δὲ εἰδωλολατρίας χεῖρον, οὐδεὶς ἂν τῆς κακίας ἐφίκοιτο λόγος, ὅτι τε θεοῦ τοῦ πάντων κατεξουσιάζοντος ἀπάγει καὶ δαίμοσιν προσάγει μιαροῖς καὶ ἀλάστορσιν καὶ ψυχὰς ἀνθρώπων ἀπόλλυσιν, εἰς γέενναν καὶ ἀΐδιον κόλασιν παραπέμπουσα, ὧν τί βλαβερώτερον ἢ ἀθλιώτερον; ἆρ’ οὖν ἔδει παρὰ τοιούτου ἀρχιερέως λόγον κινούμενον ἀπρακτεῖν καὶ τοσούτου γε πονηροῦ καὶ ὀλεθρίου πράγματος ἕνεκεν ἢ παρὰ βασιλέως τηλικούτου ἐνηχούμενον ἐφ’ ἡσυχίας μένοντα σιωπῇ παραδίδοσθαι; οὔμενουν.

μὴ δὲ γὰρ ἂν καταρραθυμήσαι τὸ παράπαν ἐν οὐδενὶ λόγῳ τὴν τοῦ κακοῦ ποιούμενον ἔφοδον ἐπ’ ἀπωλείᾳ καὶ βλάβῃ τῶν ὑπὸ χεῖρα. πῶς γάρ, ὅς γε παρὰ τοῦ γεγραφότος ἱκανῶς μεμαρτύρηται εὐσθενῶς ἄγαν κατὰ τῆς πρὶν εἰδωλολατρίας διηγωνίσθαι, ἠδύνατο κατηρεμεῖν τὸ βραχύτατον ἕως ἀπόλοιτο αὐτῶν μετ’ ἤχους τὸ μνημόσυνον καὶ ἀνὰ πᾶσαν τὴν γῆν τῆς τοῦ πονηροῦ καθαιρέσεως ὁ φθόγγος ἐξελήλυθεν; πῶς οὖν ἔδει ταῦτα ἐξανύεσθαι καὶ περαίνεσθαι; διὰ πλείστων ὅσων θορύβων καὶ πόνων ἦχθαι, παντί που δῆλον, δι’ ἁπάσης τῆς ἀρχῆς φοιτώσης καὶ διαθεούσης τῆς ἐπὶ τούτῳ ἐρεύνης τε καὶ βασάνου. ποῦ τοίνυν τὰ βασιλικὰ προγράμματα καὶ προθέματα; ποῦ τὰ δημόσια διατάγματα καὶ κηρύγματα, ἃ τοῖς εἰς τοῦτο πλάνης καὶ δυσσεβείας διολισθήσασιν ἠπείληται καὶ προέρχεται; ποῦ οἱ προτρέχοντες καὶ παραπέμποντες; ποῦ τὰ πολιτικὰ καὶ στρατιωτικὰ ἀθροίσματά τε καὶ συγκροτήματα; ποῦ οἱ νόμοι ὅσοι θεῖοι, πολιτικοί τε αὖ καὶ ἀνθρώπειοι, οἱ μὲν τὸ πρᾶον καὶ οἰκονομικὸν πραγματευόμενοι, οἱ δὲ τὸ αὐστηρὸν ἀπειλοῦντες καὶ ἀπότομον; ποῦ οἱ τοὺς νόμους ἐγκεχειρισμένοι καὶ οὓς μὲν νουθετοῦντες τῶν ὑπευθύνων καὶ ἐπιστρέφοντες, οὓς δὲ ἐπιτιμῶντές τε καὶ ἐν δίκῃ κολάζοντες; καὶ ὅποι τὰ δεσμωτήρια καὶ τίνα τὰ δικαστήρια καὶ βασανιστήρια; τίνες οἱ κατηγοροῦντες; τίνες οἱ συνηγοροῦντες καὶ τῶν κατηγορουμένων ἐγκλημάτων οἱ ὑπαίτιοι;

ἢ τάχα βούλεται αὐτῷ ὁ λόγος μὴ δὲ ὁρᾶσθαί τινα τῶν ἐγκλημάτων ἀκαταιτίατον πώποτε, ὡς εἶναι τούς τε κρίνοντας τούς τε κρινομένους ὑποδίκους κολάσεως, καὶ ἢ ἐπιλείπειν τὸν κρίνοντα ἢ μηδένα εἶναι κρινόμενον, ἐπίσης ἐν ἅπασιν ἐκκεχυμένης τῆς ἀθεότητος; ποῦ δὲ τῶν εἰδώλοις ἀνακειμένων τεμενῶν αἱ καθαιρέσεις, ἐν οἷς αἵ τε σπονδαὶ καὶ θυσίαι ἐπετελοῦντο καὶ κνίσαι καὶ καπνοί, ἃ τὸν ἀέρα ἀναδιδόμενα κατεμόλυνεν, καὶ τὸ ἐπιβώμιον λύθρον, οἷς ὁ πονηρὸς ἔχαιρε δαίμων, ταῖς τῶν προσεδρευόντων νεωκόρων τελεταῖς θεραπευόμενος; ποῦ τῶν μολυσμῶν τούτων αἱ καθάρσεις καὶ τῶν τελετῶν αἱ ἀφαγνίσεις καὶ τἄλλα ἃ ποιεῖν Χριστιανοὺς ἐχρῆν, συνιστῶντα μὲν τῆς καθ’ ἡμᾶς πίστεως τὴν καθαρότητα, κατασοβοῦντα δὲ τῶν βδελυρῶν εἰδώλων τὴν μυσαρότητα; τοσούτου πράγματος τοσαύτης ἔδει τῆς σπουδῆς, παραμετρουμένης τῷ μεγέθει τοῦ κακοῦ καὶ τῶν πόνων καὶ τῶν φροντίδων εἰς ὅσον ἀνάλογον, ὥστε στῆσαι τὴν φορὰν τοῦ δεινοῦ, καὶ τὸ εἰσφθαρὲν κατὰ τὴν τοιαύτην ἀρχὴν λοιμῶδες νόσημα καὶ πολιτείαν ὅλην διαλαβὸν ἀνακόψαι, ψυχὰς ἀθλίων ἀνθρώπων καταβοσκόμενον καὶ πυρὸς δραστικώτερον καὶ ὀξύτερον κατανεμόμενον, τά τε τῆς θρησκείας ἀνασώσασθαι δίκαια καὶ ἀνθρώποις τὴν ἐλευθερίαν χαρίσασθαι· πανταχοῦ γὰρ γῆς τὰ παρ’ αὐτοῖς ὑβριζόμενα καὶ καθαιρούμενα ἅγια παρὰ Χριστιανοῖς τιμώμενα ὑπῆρχε καὶ προσκυνούμενα.

πῶς οὖν καὶ πόθεν ἡμῖν ταῦτα πάντα ἐμφανῆ κατασταθήσεται, εἰ πᾶσαν συγγραφὴν καὶ ἱστορίαν ὑπερπλήρη τούτων ἑωρῶμεν τυγχάνουσαν; οὐδὲ γὰρ ἐνὸν τοσοῦτον κακὸν λήθῃ παραδραμεῖν, ᾄδεσθαι δὲ εἰς δεῦρο κατὰ δήμους καὶ ἀγορὰς καὶ πόλεις καὶ ἀγροὺς παρὰ πάσης ἡλικίας καὶ παντὸς ἐπιτηδεύματος καὶ ἀξιώματος. πῶς οὖν καίτοι τοιαῦτα ὄντα ἀμνημονεῖται καὶ σεσιώπηται καὶ οὐδεὶς οὐδέπω τῶν πάντων εἰς μνήμην ἦκται; κεναὶ τούτων αἱ βίβλοι συγγραφέων καὶ ἱστοριογράφων, ἀργεῖ σπούδασμα, καὶ νόμοι ἐσχόλαζον καὶ ἠρεμεῖ κριτήρια καὶ οὐδὲν ὅ,τι τῶν πρὸς τὸ τοιοῦτον ἀσέβημα εὐτρεπισμένων ἐστὶ φαινόμενον. ποῦ γῆς ἢ θαλάσσης ἢ ἐφ’ ὅλην ὅσην ἐφορᾷ ἥλιος χθόνα ταῦτα ἤκουσται πώποτε; ἀντερωτάσθω γὰρ καὶ αὐτὸς εἰ πραττόμενα παρὰ Χριστιανοῖς δέδεικται. ἀλλ’ οὔτε ἤκουσεν οὐδὲ τεθέαται ὁ ἐξάγιστος. οὐκοῦν πλάσματα πάντα. οὐκοῦν ἀπάτη καὶ πλάνη καὶ τῷ ὄντι διαβολικῆς μεθοδείας εὕρεμα· πάντα φασμάτων πλήρη καὶ δόξης ἀπατηλῆς ἐπίμεστα. οὐκοῦν οὐδὲ παρὰ Ἐπιφανίῳ τῷ θεοφόρῳ γέγραπται οὐδὲ Θεοδοσίῳ κατ’ ὀνείρους γοῦν ποτε παραπλασθέντα ἐλήλυθεν· πολλῷ μᾶλλον, οὐδὲ εἰδωλολατρίᾳ Χριστιανοὶ ἑάλωσαν πώποτε· προσκυνηταὶ δ’ οὖν τῆς τριάδος ἀληθινοὶ ὑπάρχοντες, τῆς θείας οἰκονομίας τιμῶσι τὰ σύμβολα.

ἀλλὰ τί γὰρ δράσειν οὐκ ἤμελλον οἳ δι’ ὧν ἐπλάσαντο φωνῶν, τοῦ ἀκαταλήπτου λέγω καὶ ἀπεριγράπτου, τὸ μέγα τῆς σωτηρίας ἡμῶν μυστήριον ἐν φάσματι καὶ δοκήσει γεγενῆσθαι οὐ καταπεφρίκασιν φθέγξασθαι καὶ ἀνθρώποις Χριστιανοῖς εἰδωλολατρίαν ἐπιγράψαι; σπουδὴ γὰρ αὐτοῖς ὡς τὴν ἱερὰν τοῦ εὐαγγελίου εἰσήγησιν ἐκ μέσου ποιήσοιντο καὶ παρείσδυσιν εὕροι τὸ παρ’ αὐτοῖς τῆς δοκήσεως μιαρώτατον δόγμα, οἷα πράγμασιν μᾶλλον αὐτοῖς παρὰ τῆς ἱστορίας ταύτης ἢ λόγοις τοῖς κατὰ τὰς ἱερὰς τοῦ εὐαγγελίου βίβλους ἐγγεγραμμένοις ἐξελεγχόμενοι. προφῆται μὲν οὖν ἄνδρες θεόληπτοι τὴν τοῦ θείου λόγου πρὸς ἀνθρώπους κοινωνίαν τε καὶ ἐπιφάνειαν ἄνωθεν προεκήρυξαν κἀντεῦθεν κατεστράφθαι καὶ ἠφανίσθαι εἰδωλικὴν ἅπασαν πλάνην καὶ ἀνθρώπους ταύτης λελυτρῶσθαι τὸν θεῖον δεδεγμένους λόγον καὶ τὸ σωτήριον κήρυγμα. ὁ μὲν γάρ τις προανακεκράγει πάντας εἰδήσειν ἀπὸ μικροῦ ἕως μεγάλου τὸν κύριον· ὁ δὲ καὶ τὰ ὀνόματα τῶν εἰδώλων μετὰ τῆς μνήμης αὐτῶν ἀπὸ τῆς γῆς ἐξαλειφθήσεσθαι· αὐτὸς δὲ ὁ σωτὴρ ἀνθρωπισθεὶς μὴ κατισχῦσαι πύλας Ἅιδου τῆς ἐκκλησίας τοῖς φοιτηταῖς ἐπήγγελται, ὁ τοῦ εὐαγγελίου δὲ κῆρυξ ἄμωμον καὶ ἄσπιλον καὶ ἀρρυτίδωτον ἑαυτῷ τὸν σωτῆρα παραστῆσαι διϊσχυρίσατο.

ἄλλοι τε πλεῖστοι τούτοις ἐμβοῶσι τὰ παραπλήσια· οὐ μὴν ὅτι γε κενὸν ὀφθῆναι τὸ κήρυγμα καὶ τὸ ἐνανθρωπῆσαι τὸν λόγον μάταιον, οὐδ’ ὅτι εἰδωλολατρίαν ἐν κόσμῳ πάλιν ἐναυλισθήσεσθαι καὶ προσκυνηθήσεσθαι δαίμονας, οὐδ’ αὖ γε ὅτι Χριστιανούς, ὑπερεμπιπλαμένους τῆς πίστεως καὶ ἀχθοφορεῖν οἰομένους, ὡς δύσοιστον ἄχθος ἀποφορτίζεσθαι καὶ ἑτέρας θρησκείας γλίχεσθαι καὶ παλινοστεῖν ἐπὶ τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα, ὥστε καὶ ἄλλου Χριστοῦ θειοτέρου τε καὶ φιλανθρωποτέρου δεήσεσθαι τοῦ πρὶν ἐληλυθότος ἀσθενοῦς νομισθέντος, καὶ ἑτέρας οἰκονομίας καὶ πάθους καὶ σταυροῦ καὶ κηρύγματος. ἀλλ’ εἰ χρὴ τοῖς παρ’ Ἐπιφανίου τοῦ θεοφόρου πρὸς Θεοδόσιον γεγραμμένοις προσεσχηκέναι, τὰ σκευωρηθέντα καταλιπόντες, ἐκ τῶν κατὰ τὸν βίον αὐτοῦ ἀναγεγραμμένων ἀναλεξάμενοι τἀληθὲς εἰσόμεθα. καὶ γὰρ τῶν φυεισῶν κατὰ τὴν Κυπρίων νῆσον αἱρέσεων χάριν, Θεοδόσιον δι’ ἐπιστολῆς ᾔτησεν ὥστε βασιλικοῖς διατάγμασιν τυπώσαντα ἐκεῖθεν ἐξελαύνειν ὅτι τάχιστα. καὶ δὴ αὐτίκα Θεοδόσιος εἴξας ἐπλήρου τὰ αἰτηθέντα· Σιμωνιανῶν δὲ ἦσαν καὶ Βαλεντίνων, Σαβελλιανῶν τε αὖ καὶ Νικολαϊτῶν, Ὀφιτῶν τε καὶ Βασιλειδιανῶν καὶ Καρποκρατιτῶν. πῶς οὖν ταῦτα τοῖς ἐν τῇ ψευδῶς ἀναφερομένῃ εἰς Ἐπιφάνιον ἐπιστολῇ συμβήσεται;

ἐκεῖ μὲν γὰρ οὐδεμίαν τούτων εὕροι τις ἂν τῶν αἱρέσεων ἐγγεγραμμένην ὅτι μὴ μόνον τὴν Βαλεντίνων· τὰς γὰρ ἀπηριθμημένας αὐτῷ εἶναι κατὰ τὴν Κυπρίων νῆσον, Μανιχαίων φησὶν εἶναι καὶ Βαλεντίνων Ἐβιωναίων τε καὶ Μαρκιωνιστῶν καὶ Ἀπολιναριδῶν, ἐνταῦθα δὲ ἐν τοῖς αἰτηθεῖσιν οὐχ’ οὕτως ἔχει. οὐδὲ γὰρ εἰδώλων ἕνεκεν τὸ εἰτιοῦν ἐνσημαίνεται, καίτοι γε ἐχρῆν πολὺ μᾶλλον καὶ πρὸ τῶν ἄλλων ἐντετάχθαι. τί γὰρ τούτου, εἴπερ εἰδωλολατρία ἐδόκει Ἐπιφανίῳ, ἀτοπώτερον ἢ ἀθεώτερον; καὶ τίνι λόγῳ τῶν ἡττόνων κατανδριζόμενος κακῶν, τῶν μειζόνων κατωλιγώρησεν; τοῦτο οὐ τὸ τυχὸν Ἐπιφανίου τὸ ἔγκλημα· ἀβελτηρίας γὰρ καὶ ἀσυνεσίας οἴσει γραφήν. ὃ δὲ μάλιστα ταύτην ἐλέγχει τὴν πλάνην, εἰπεῖν καὶ ἐν τῷ παρόντι ἀναγκαῖον. πρῶτος, ὡς μεμαθήκαμεν, ἐπ’ ἀνατροπῇ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως τὴν δόκησιν καὶ φαντασίαν ὁ θεομισὴς εἰσηγήσατο Βαλεντῖνος· ὃς περὶ ὀλίγας τοῦ ἀποστόλου κακουργήσας ῥήσεις, τὸ οἰκεῖον δυσσεβὲς κατεσκεύασεν δόγμα, μορφὴν δούλου ἀνειληφέναι λέγων τὸν κύριον, οὐκ αὐτὸν τὸν δοῦλον, καὶ ἐν σχήματι εὑρῆσθαι ἀνθρώπου, οὐκ αὐτὸν ἀνειληφέναι τὸν ἄνθρωπον, καὶ ἐν ὁμοιώματι σαρκός, οὐ σαρκὸς ἁμαρτίας προστιθείς. καὶ ὃ τούτου χαλεπώτερον· παθητὴν ᾤετο τὴν θεότητα καὶ ἐπ’ αὐτὴν τὰ πάθη ἀνέφερεν.

ἐξ οὗ εἰς τοὺς ἀθέους τοὺς περὶ Μαρκίωνά τε καὶ Μάνεντα καὶ τὸν δυσσεβέστατον Ἄρειον ὥσπέρ τι ψυχοφθόρον τὸ ἄθεσμον τοῦτο ἐγκατέσκηψε πάθος. ἐκ δὴ τούτων τῶν φασματωδῶν ἐμπεφορημένοι, τὸ μὴ δεῖν εἰκονίζεσθαι Χριστὸν ὠνειροπόλουν, ἐπεὶ μὴ δὲ σεσῶσθαι ἐν αὐτῷ τέλεον τὸ ἀνθρώπειον ᾔδεσαν εἶδος. ὡς οὖν ἀσύμβατα ταῦτα τῇ Ἐπιφανίου δόξῃ, ἣν περὶ τὸ κυριακὸν ἔσχε σῶμα, ἐκ τῶν πρώην λεχθέντων λόγων αὐτοῦ, οὐκ ἀσυμφανές· ἐς ὅσον δὲ τῶν ἄλλων μάλιστα ἡ Βαλεντίνου ἀσέβεια ἀπηχθημένη Ἐπιφανίῳ ἐτύγχανεν, ἐν τοῖς συγγεγραμμένοις αὐτῷ κατὰ αἱρέσεων διὰ μακροτέρων ἐπιγνωσθήσεται λόγων. ὅμως δ’ οὖν καὶ αὐτὸς πάλιν ἡμᾶς ὁ συγγραφεὺς τοῦ βίου πληροφορείτω, γεγραφὼς ὡς συμβαλόντι αὐτῷ ποτὲ τῷ ἐκ τῆς Βαλεντίνου αἱρέσεως ἐπισκόπῳ καὶ τοῖς ὀρθοῖς τῆς ἀληθείας ἀντεπεξάγοντι δόγμασιν (Ἀέτιος δ’ ἦν αὐτῷ ὄνομα) ἐπιτετιμηκὼς θανάτῳ πικρῷ κατεδίκασεν· δεσμοῖς γὰρ τοῖς παρὰ τοῦ ὁσίου τὴν γλῶσσαν πεδηθεὶς καὶ ἀφθεγξίᾳ ἐφ’ ὅλαις ἓξ ἡμέραις συσχεθεὶς ἑβδομαῖος κακῶς τέθνηκεν.

οὐκοῦν καὶ ἐντεῦθεν τῶν πλαστογραφούντων καὶ Ἐπιφανίῳ ἐκεῖνα ἀνατιθέντων ἡ κενοφωνία καὶ τὸ κακούργημα στηλιτεύεται· ὧν οὐκ ἄν τις τοσοῦτον ἐκπλαγείη τὸ ἀνόσιον ἢ ὅσον γε τῶν ἀναλεξαμένων καὶ εἰς συνηγορίαν παραγαγόντων τὸ ἀναίσθητον· οὓς οὐδὲ ἡ Θεοδοσίου εὐσέβεια δεδυσώπηκεν καὶ ὅσα αὐτῷ περὶ τοὺς θείους ναοὺς καὶ τὰ ἱερὰ κατασκευάσματα διεσπούδασται, ἐν οἷς ἡ τῆς εὐαγγελικῆς ἱστορίας εὐκοσμία τε καὶ λαμπρότης ἐμπρέπει. ἀλλὰ φησὶν οὐκ Ἐπιφάνιος, ἀλλ’ ὁ τῆς τοῦ θεοῦ λόγου καταγορεύων πρὸς ἀνθρώπους γεγενημένης ἐπιφανείας, ὅτι μετὰ τὰ εἴδωλα καὶ τὰς αἱρέσεις πάλιν εἰς εἰδωλολατρίαν τοὺς ἀνθρώπους ὁ Σατανᾶς καθείλκυσεν. ὢ τῆς βλασφημίας καὶ ἀτοπίας. τί τῆς ἀθεΐας ταύτης ἀτοπώτερον καὶ πρὸς ὕβριν τῆς τοῦ μονογενοῦς συγκαταβάσεως ἀνομώτερον; ποῖος Ἅιδης ταῦτα ἐφθέγξατο, ποῖος τάφος ἠρεύξατο ταῦτα; οἱ τῆς πασῶν κακίστης αἱρέσεως ὑπασπισταί, οὓς τῷ ὄντι εἰς τὸ τῆς ἀπωλείας βάραθρον καθείλκυσεν ὁ διάβολος.

Χριστοῦ μνήμη καὶ ὄνομα, ὃ καὶ δαιμόνια φρίσσουσιν, καὶ δυσφημία εἰδώλων αὐτοῖς ἀντιπαραλαμβάνεται· καὶ ὅθεν τὸ πονηρὸν ἐπαύξεται, ἐπειδὴ γὰρ ἐναντία τῇ δοκήσει ἡ ἐνάργεια, ἣ τὸ ἀψευδὲς τῆς τοῦ λόγου σαρκώσεως διὰ τῶν ἱερῶν τύπων παρίστησιν, ὡς ἂν οὖν τὸ πρὸς αὐτὴν ἔχθος, οἷα φευκτέαν ἡγούμενοι, ἀποπλήσωσιν καὶ ἅμα τὸ βλάσφημον ἐκκλίνειν δόξωσιν, τῇ μεταθέσει τῆς προσηγορίας καθυβρίζουσιν καὶ τῷ τῶν εἰδώλων μύσει τὰς ἐναγεστάτας γλώσσας μαινόμενοι καταχραίνουσιν. εἰς τοῦτο αὐτοὺς ἀσεβείας, τοῦ ἀγράφου καὶ ἀκαταλήπτου τὸ πρόσρημα κατολισθῆσαι παρεσκεύασεν· ὅπερ ἐπὶ τῆς τοῦ λόγου ἐνσωματώσεως ἀπορρίπτοντες, τὸ ὁρώμενον αὐτοῦ κατὰ τὴν ἀνθρωπείαν ἣν ἀνείληφεν μορφὴν ἀπεικόνισμα, ὡς οὐδαμῶς τὸ ἐμφερὲς καὶ ὅμοιον πρὸς αὐτὸν ἔχειν οἰόμενοι οὐδὲ τὴν ὁπωσοῦν ἀναφορὰν ἢ σχέσιν διασῷζον ἀλλ’ ὡς ἀλλότριον αὐτοῦ τυγχάνον, χριστομαχοῦντες φλυαροῦσιν, εἴδωλον κατονομάσαι κατὰ τὴν παρ’ ἕλλησιν τετολμήκασιν δόξαν. ἐξ οὗ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ εἰδωλολατρεῖν ἀθέως προσάπτουσιν, καὶ ταύτῃ πείθειν τοὺς τῇ ἐκείνων ὑπαγομένους ἀθεότητι ἀγῶνα τίθενται, ὅπως τὸν φωτισμὸν καὶ τὴν λάμψιν τοῦ καθ’ ἡμᾶς κηρύγματος ἐξαμαυρώσωσιν καὶ τὸ σκότος τῆς φαντασίας παρρησιάσωνται. οὐδὲν οὖν θαυμαστὸν τοὺς οὕτως ἀνοσίως διακειμένους τοιαῦτα καὶ διδάσκειν καὶ γράφειν.