Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Η μαρτυρία των Οικουμενικών Συνόδων και της πατερικής παραδόσεως υπέρ των ιερών συμβόλων

Επεξηγείται η σχέση εικόνας και πρωτοτύπου, η σχετική τιμή και ανασκευάζονται οι ισχυρισμοί των εικονομάχων μέσα από την ιστορική διδασκαλία των πρώτων έξι Οικουμενικών Συνόδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 2 από 18

πρὸς ταῦτα φαμέν· εἰ, ὡς κατακομψεύονται, ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπηκολούθησαν οἱ παλαιοὶ τὴν ἀσέβειαν καὶ νέοι τούτων διδάσκαλοι, κυροῦντες τῶν πατέρων τὰ δόγματα, ὧν στέργειν καὶ τοὺς θείους θεσμοὺς ὤφελον, πῶς ἐνταῦθα τὸ ἀκόλουθον οὐκ ἐφύλαξαν, ἀλλ’ ἀπεναντίας ἦλθον παντάπασιν, ἀκυροῦντες αὐτῶν τὰ δογματιζόμενα καὶ κανονιζόμενα;

εἴπερ γὰρ συνοδικῆς ἀκολουθίας μετῆν αὐτοῖς ὁπωσοῦν λόγος, ὥσπερ οἱ τῆς οἰκουμενικῆς ἕκτης συνόδου ἱεροὶ πατέρες μετὰ πάσης ἐμμελοῦς διασκέψεως κανόνας ἐξέθεντο εὐσεβείας πεπληρωμένους καὶ εὐθύτητος, ἐν οἷς τὴν μὲν χάριν προτετιμήκασιν, τοὺς παλαιοὺς δὲ τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, οὐ κατέκριναν, οὐκ ἠτίμωσαν, ἀσπασίως δὲ μᾶλλον ὡς τίμια καθὰ προσῆκεν προσεδέξαντο, τὸ δὲ εἶδος τοῦ πανσέπτου καὶ ὑπερτίμου τοῦ Χριστοῦ σώματος κατὰ τὸν χαρακτῆρα τὸν ἀνθρώπινον ἀναστηλοῦσθαι εὐαγῶς καθωρίσαντο, οὕτω δὴ καὶ αὐτοὺς ἐχρῆν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προτετιμηκότας προσκύνησιν, καὶ αὐτῷ δὴ τούτῳ τῷ ἱερῷ τοῦ Χριστοῦ ἀπεικονίσματι τὴν πρέπουσαν καὶ ἐποφειλομένην νεῖμαι τιμὴν καὶ προσκύνησιν, μὴ μὴν οὕτως ἀπηνῶς καὶ δριμέως ὥσπέρ τινος δυσμενοῦς ἐξουθενῆσαι καὶ κατακρῖναι, ἵνα ὡς ἀληθῶς καὶ ἡ ἀκολουθία καὶ τάξις, ἣν ἐν ἐπαγγελίαις ἐποιοῦντο, ἄμεμπτος διεσῴζετο· καὶ οὐδὲν ἂν οὕτω προσπταῖον τὴν οἰκονομίαν τοῦ θεοῦ λόγου ἐλωβήσατο, καθάπερ οὐδὲ τὰ πάλαι τῆς χάριτος σύμβολα τὴν χάριν τιμώμενα ἐλυμήνατο· ᾔδεισαν γὰρ καὶ μάλα ἐπιστημόνως οἱ σοφοὶ πατέρες τὸν τῆς προτιμήσεως τρόπον, καὶ ὅπως ἔδει μεταχειρίζεσθαι· περὶ ὃν οἱ ἀνόητοι φανερῶς ὡς πανταχοῦ ἀποσφάλλονται.

καὶ γὰρ διάφορον τοῦτόν τις ἐπιὼν καταλήψεται· εἰ μὲν γὰρ ἐπὶ τῶν ἐναντίων λάβοι, τὸ ἀγαθὸν προτιμῶν πάντως αἱρεῖται καὶ τὸ κακὸν ἀποπέμπεται, ὡς ἐπί τε φρονήσεως καὶ ἀφροσύνης, ὑγείας καὶ νόσου, καὶ κάλλους καὶ αἴσχους θεωρεῖται· εἰ δὲ ἐφ’ ὧν οὐκ ἐναντίωσις ἀλλ’ ὁμοίωσις δείκνυται, καὶ τὸ ἕτερον ἧττον ὑπάρχει, ὡς ἐπὶ τῶν προκειμένων ὁρᾶν ἔνεστιν (εἰ γάρ τις μὴ οὕτω ταῦτα ἔχειν οἰήσεται, σαφῶς ἐκ τοῦ ἐναντίου παραφθέγγεται πνεύματος, ὡς οὐδὲν ἔνθα μνήμη Χριστοῦ ὑπεναντίον), οὐ πάντως ἐπειδὴ τὸ προῦχον ἐνταῦθα προτετίμηται, τὸ ὑφειμένον κατακριθήσεται ἢ ἀναιρεθήσεται, μᾶλλον μὲν οὖν καὶ συνεισαχθήσεται καὶ περιποιηθήσεται· ἐπεὶ πόθεν τὸ ὑπεραναβεβηκὸς ἐν τούτοις τὴν προτίμησιν σχοίη καὶ τὸ πρεσβεῖον, μὴ συνεπινοουμένου καὶ σῳζομένου καὶ τοῦ ἐλάττονος καὶ ὃ τὰ δεύτερα φέρεται, ἐν οἷς μάλιστα καὶ κυριώτερον ἡ προτίμησις ὁραθήσεται;

δῆλον δέ· καὶ γὰρ οἱ τῶν νοητῶν διακόσμων ταξίαρχοι, οἷον ὁ θεῖος Μιχαὴλ καὶ Γαβριὴλ φέρε εἰπεῖν, ἐπειδὴ τῶν ὑποβεβηκότων ἁγίων ἀγγέλων ἐν ἀξιώματι προτετίμηνται, οὐ διατοῦτο οἱ λοιποὶ θεῖοι ἄγγελοι ἠτιμωμένοι τε καὶ κατάκριτοι· οὐ μὴν οὐδὲ ἡνίκα ὁ τοῦ ἀποστολικοῦ κορυφαῖος χοροῦ, Πέτρος φημὶ ὁ θεσπέσιος, τὸ ἔξοχον ἐνταῦθα ἀποκεκλήρωται, ἤδη οἱ λειπόμενοι τοῦ σωτῆρος μαθηταὶ ἐξουθενημένοι καὶ ἀπωσμένοι· ἀλλὰ μὴν οὐδὲ εἰ ὁ τὴν βασίλειον διέπων ἀρχήν, ἐπεὶ τὸ ὑπερφερὲς ἐν ἅπασιν κέκτηται, ταύτῃ δὴ οἱ τῆς ὑπατικῆς ἀξίας μεμοιραμένοι, ἔκπτωτοι καὶ ἄτιμοι. ὅπου γε ὁρῶμεν τὰ ἀνθρώπινα ἔσθ’ ὅτε τῶν θείων προτιμώμενα, τοῦτο τῆς θείας ἔργον προνοίας, τρόποις οἷς οἶδεν ἀπορρήτοις κυβερνώσης καὶ διεξαγούσης τὰ ἡμέτερα καὶ πολλὴν τὴν κηδεμονίαν περὶ ἡμᾶς ἐνδεικνυμένης. καὶ εἴ τις ἐνίσταιτο, παρὰ τῆς εὐαγγελικῆς ἐμπεδούσθω διδασκαλίας, ἣ τῷ προσφέροντι τὸ δῶρον ἐπὶ τὸ θυσιαστήριον παρακελεύεται, εἴ που μνησθείη τὸν ἀδελφὸν ἔχειν τι κατ’ αὐτοῦ, ἀφεῖναι τὸ δῶρον αὐτοῦ, καὶ ἀπελθόντα πρῶτον καταλλαγῆναι καὶ τηνικαῦτα προσφέρειν· ἀλλ’ οὐκ εἰ ταῦτα προτιμητέα, διατοῦτο τὰ θεῖα περιοπτέα ἢ κατακριτέα.

Εἰ δὲ ἔδει παρθενίαν προτιμηθῆναι, ἔδει καὶ γέννησιν τιμηθῆναι, ὁ μέγας ἐπιφωνείτω Γρηγόριος. οὕτω καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ ὁ τῆς ἀληθείας λόγος ἔχοι ἂν τὸ ἀδιάπτωτον, ἐν οἷς καὶ περὶ ἕτερα καὶ διάφορα ἡ προτίμησις· ἐνταῦθα δὲ οὐχ’ οὕτως, ἀλλὰ περὶ ἓν καὶ τὸ αὐτὸ ἡ τιμή, κἂν διαφόρως προσάγοιτο· καὶ γὰρ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ἔδει ταῦτα δυσωπῆσαι τῶν χριστομάχων τὴν ἀπαιδευσίαν καὶ μοχθηρίαν. εἰ μὲν γὰρ πρὸς ἄλλου τινὸς εἶδος ταῦτα ἐτετύπωτο τὰ ὁμοιώματα, ἢ ἑτέρου του μνήμην εἰσῆγεν, ἔσχεν ἂν τὸ εὐπρόσωπον ὁ λόγος αὐτοῖς· εἰ δὲ αὐτὸν ἡμῖν τὸν σωτῆρα Χριστὸν χαρακτηρίζει—δηλοῖ ἐπιγεγραμμένον καὶ τοὔνομα—, ᾧ καὶ ἡ ἐν λατρείᾳ προσκύνησις σὺν τῷ πατρὶ προσάγεται καὶ τῷ πνεύματι (καὶ οὐδεὶς τούτοις ἀντερεῖ, κἂν μανίας εἰς ἄκρον καὶ βακχείας ἐξεκυλίσθη· οὐ γὰρ ἑτέρου εἰκὼν ἡ Χριστοῦ εἰκὼν νοηθήσεται, ὡς οὐκ ἐνὸν τὴν ἐπί τινος κηροῦ σφραγῖδα ἑτέροις χαράγμασιν ἐναρμόσασθαι· ἢ δεδόσθω παρ’ αὐτοῖς ὁ ἐνανθρωπήσας ἕτερος καὶ τὸ πᾶν λέλυται), τί δὴ οὖν λυπεῖ, τοῦ θείου προτετιμημένου σεβάσματος, μὴ καὶ ταῦτα τὸ ἐοικὸς αὐτοῖς καὶ ἀναλογοῦν σέβας ὡς οἰκεῖα Χριστοῦ ἀποφέρεσθαι, ἀλλὰ μὴ τὸ ἄχρηστον παρὰ τῶν ἀσεβῶν καὶ κατάκριτον, εἴ γε δεῖ κατὰ τὴν θεολόγον φωνὴν καὶ ταῦτα τιμηθῆναι κἀκεῖνα προτιμηθῆναι;

ἀλλὰ κἂν αὐτοὶ σιγῶσι τὸ ἀπόρρητον, οἱ λίθοι κεκράξονται, ὅτι καὶ ἡ ἀτιμία τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον (ὅπερ ἔστιν αὐτοῖς περισπούδαστον) διαβαίνει, καθὰ παρ’ ἡμῖν ἡ τιμή. εἶτα ποῦ οἱ φιλοσκώμμονες καὶ συκοφάνται τῆς ἀληθείας ὁμοτίμους τὰς εἰρημένας προσκυνήσεις προσφέρειν Χριστιανοὺς κατειλήφασιν, ἵνα τὴν μὲν προτιμήσωσιν, τὴν δὲ κατακρίνωσιν; εἰ δ’ οὖν τοῦ προτετιμῆσθαι χάριν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν ἐκείνη κατακέκριται, ἐξῆν πάντως αὐτοῖς καὶ πᾶν ἱερὸν καθαιρήσειν καὶ διολλύναι, ἵνα πλείονος τῆς προτιμήσεως καὶ δόξης ἔτυχεν· ὃ γὰρ ἐφ’ ἑνὶ καθαιρεθέντι δόξαν ἀποφέρεται, ταύτην ἐπὶ τῇ τῶν πλειόνων ἀναιρέσει μείζονα δήπου ἀποίσεται.

ἀλλὰ γὰρ οὐχ’ ὅπως τὴν ἐν πνεύματι λατρείαν οἵ γε προτιμήσωσιν, διατοῦτο προτιμήσεις καὶ κατακρίσεις ἐπετεχνάσαντο, οὐδὲ τοῦ περὶ τὸ θεῖον σεβάσματος φροντίδα τιθέμενοι, ἀλλ’ ἵνα ὥσπερ ἐκ τοῦ ἐναντίου ἐμπνεόμενοι πνεύματος τὴν παροῦσαν εὐημερίαν καὶ δόξαν μετὰ τῆς τῶν ἀγόντων κακοδαιμονίας τιμήσωσιν καὶ τὸν κτηνώδη βίον καὶ ἀσχήμονα καὶ παράνομον θεραπεύσωσιν, τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου προσκεχηνότες, δεδουλωμένοις κόσμῳ καὶ κοσμοκράτορι, τοῖς παροῦσι μόνοις προστετηκόσι καὶ γήϊνον καὶ χαμαίζηλον ἐξ ἀλογίας καὶ ἀπιστίας κεκτημένοις τὸ φρόνημα, μηδεμίαν ἐλπίδα πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι τοῖς ἀξίοις δόξαν κεκτημένοις, εὐημέρησιν ἐπαγγελλόμενοι καὶ χρόνους ἐπιμετροῦντες ὧν οὐκ ἦσαν κύριοι, ὅτι «καθ’ ὅσον προσκόψεις εἰς τὰ θεῖα, κατὰ τοσοῦτον εὐημερήσεις· καθ’ ὅσον καθέλοις, τοσοῦτον εὖ βιώσοις». ὧν τοῖς προμεμαντευμένοις πτερούμενοι οἱ ἄνομοι, ἐπὶ τοσοῦτον ἀπιστίας καὶ ἀθεΐας ἐξώκειλαν, κατὰ Χριστοῦ τε καὶ τῆς Χριστοῦ κληρονομίας ἀπομανέντες· ταύτῃ τοι τῇ θείᾳ δόξῃ μεμαχημένοι καὶ τῶν ἁγίων πολέμιοι καὶ πάσης τῆς ἐκκλησίας κατέστησαν. ὧν ἡ δόξα ἀπέσβη, ὀνείροις ἐν ἴσῳ ἀποπτᾶσα, καὶ τὰ δραματουργούμενα παραδεδειγμάτισται· θεία γὰρ δίκη ἐπιλαβοῦσα τὴν κακίαν τῶν μοχθηρῶν ἐθριάμβευσεν.

ἆρα οὐδενὶ τῶν πρὶν βεβασιλευκότων τῆς περὶ τὸ θεῖον λατρείας ἐμέλησε πώποτε, καίτοι πολλῶν ὀρθοδόξων γε ὄντων καὶ τῶν τῆς εὐσεβείας δογμάτων ἀντεχομένων, εἴπερ, ὡς ἔφασκον οὗτοι, εἰδωλολατρία τὸ πραττόμενον ἐξ ἀρχῆς ἦν; καὶ γὰρ ὁ διδάσκαλος αὐτῶν ἀπεφαίνετο δι’ ὧν τε παρρησίᾳ ἐδημηγόρει θεομαχῶν, δι’ ὧν τε ἔγραφεν πολλοῖς πολλάκις ματαιοπονῶν, ὡς ἐκ παλαιοῦ καὶ τῶν ἄνωθεν χρόνων εἰδωλολατρίᾳ Χριστιανοὶ προσέσχον. ἀλλὰ καὶ ἐν συνόδοις ἱεραῖς ἐκεῖνοι διέπρεψαν καὶ τοῖς προγεγενημένοις ἔστερξαν καὶ αὐτοί γε ἐπῳκοδόμησαν—καὶ δηλοῦσιν οἱ παρ’ αὐτῶν ἀνασταθέντες θεῖοι ναοὶ καὶ τὰ ἱερὰ κειμήλια· οὐ μήν, καίτοι αἱρέσεις ἀτοπωτάτας ἐλαύνοντες, διωγμοῖς τηλικούτοις ἀνθρώποις ἐπέθεντο πώποτε. ἤδη δὲ οὐκ ὀλίγοι καὶ τῶν τὸ ἱερατικὸν ἀξίωμα κατακληρωσαμένων ταῦτα καλλιεργήσαντες ἐγνωρίσθησαν· οἱ δὲ τῆς θείας κατεπαιρόμενοι δόξης καὶ τοῖς τοῦ πονηροῦ ὑποσυρέντες δελεάσμασιν, κιβδήλοις δὲ καὶ ἀλλοτρίοις τῆς εὐσεβείας δόγμασιν προσεσχηκότες καὶ αὐθαίρετοι πρὸς τὴν δυσσέβειαν ὡρμημένοι, χεῖρα μαργῶσαν κατὰ τῶν εὐσεβούντων ἐπανετείναντο καὶ τὰ κάκιστα καὶ παγχάλεπα ἔδρασαν.

οὐδὲ γὰρ βασιλέων εὐσεβούντων παρ’ ἑαυτοῖς δόξας κινεῖν τε καὶ ἀνελίττειν τὰς εὖ καθεστηκυίας μάλιστα, αἱρέσεων δὲ πονηρῶν παρεμφυεισῶν τῇ ἐκκλησίᾳ χεῖρα ὀρέγειν, καὶ ταῖς σπουδαῖς χρωμένους τῷ τῆς ὀρθοδοξίας λόγῳ συναίρεσθαι, ψήφῳ δὲ καὶ ἐπικρίσει τῶν πεπιστευμένων τῆς ἐκκλησίας τοὺς οἴακας ἕπεσθαι καὶ τὰ δοκιμασθέντα ἐκθύμως ἐπιτελεῖν καὶ ἐξανύειν ὡς ἄριστα· οἷς γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ ἄνωθεν ἐπιτέτραπται, οὐκ ἀσυμφανές. ἐμβοάτω Παῦλος μεγαλόφωνόν τι καὶ ἔκπυστον, ὡς ἀπόστολοί τε εἶεν, προφῆται αὖ καὶ μὴν καὶ διδάσκαλοι. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐχέτω· ἡμεῖς δέ, οἷς τὸ διάφορον τῆς προσκυνήσεως ἔγνωσται, ἐπεὶ διδακτοὶ θεοῦ ἐσμὲν καὶ θεὸν ἔγνωμεν τὴν πάντων ποιητικὴν καὶ συνεκτικὴν αἰτίαν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, αὐτῷ μόνῳ πιστεύομεν καὶ λατρεύομεν καὶ τὴν πάντων ἐπέκεινα καὶ ἐξῃρημένην δόξαν προσφέρομεν καὶ προσκύνησιν, τὴν ἐν πνεύματι λογικὴν καὶ ἀληθινὴν λατρείαν.

καὶ ἡμεῖς ἐσμὲν οἱ ἀληθινοὶ προσκυνηταὶ οἱ τῇ χάριτι αὐτοῦ καὶ φιλανθρωπίᾳ τὴν εἰς αὐτὸν γνῶσιν πεπλουτηκότες, ἐπειδὴ πνεῦμα ὁ θεὸς καὶ πάσης ἀσωματίας καὶ ἀϋλίας ἐστὶν ὑπερέκεινα καὶ τῶν ὄντων πάντων ἐξῃρημένως ὑπεραναβέβηκεν· καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ, φησὶν ἡ ἀλήθεια Χριστός· τοιούτους γὰρ ζητεῖ καὶ ὁ πατὴρ τοὺς προσκυνοῦντας αὐτόν. ταύτῃ τοι καθαρῷ συνειδότι καὶ ἀνεπιθολώτῳ νῷ, ᾧ καὶ παρ’ ἡμῖν σκιαγραφεῖται τὸ ἀσώματον, καὶ ἁπλῶς καὶ εἰλικρινῶς καὶ ἀσκεδάστως ταῖς ἁπλαῖς τοῦ νοῦ ὁρμαῖς ἀΰλως καὶ ἀμέσως καὶ ἀσκίως καὶ δίχα παντὸς παραπετάσματος ἐπιβάλλοντες, οὐδαμῶς τὴν διάνοιαν κτίσμασιν ἢ χρώμασιν τεθολωμένην ἔχοντες ἀλλὰ πάσης κτιστῆς ἐμφάσεως ἀμιγῆ καὶ καθαρὰν κεκτημένοι, ὁσίας χεῖρας ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ ἐπαίροντες τὰς ὀφειλομένας εὐχαριστίας ἀποδίδομεν. οὐ γὰρ τόπῳ τινὶ τὴν λατρείαν ἡμῶν περιγράφομεν καθάπερ πάλαι Ἰουδαίοις νενομοθέτητο· οὐκ ἐν ὁλοκαυτώμασιν κριῶν καὶ ταύρων ἢ προσχύσεσιν αἵματος, ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως καὶ καθαρᾷ καρδίᾳ, ὃ δὴ λέγεται, θύομεν τῷ θεῷ θυσίαν αἰνέσεως.

πνευματικὴ οὖν ἡμῶν ἡ λατρεία, καθ’ ἣν καὶ Παῦλος ὁ θεῖος ἐλάτρευεν ἐν τῷ ἑαυτοῦ πνεύματι, ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ τοῦ θεοῦ, παριστάνειν καὶ ἄλλους παρακαλῶν τὰ σώματα, θυσίαν εὐάρεστον, τὴν λογικὴν λατρείαν. ἐπειδὴ δὲ ὁ εἷς τῆς ὑπεραρχίου καὶ ὑπερθέου τριάδος, ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱός, ὁ κύριος καὶ θεὸς ἡμῶν, ἀρρήτῳ φιλανθρωπίᾳ καὶ εὐδοκίᾳ τοῦ πατρός, συνεργοῦντος τοῦ παναγίου καὶ ζωαρχικοῦ πνεύματος, τὴν ἡμετέραν ὑπέδυ πτωχείαν καὶ ἄνθρωπος κατὰ πάντα τέλειος πλὴν ἁμαρτίας καθ’ ἡμᾶς κεχρημάτικεν, καὶ κυρίως καὶ ἀληθῶς, οὐ δοκήσει καὶ φαντασίᾳ ὡς δοκεῖ τοῖς ἀδοκήτοις, ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη—οὗ δὴ χάριν καὶ περιγέγραπται καὶ γράφεται σωματικῶς κατὰ τὸ ἀνθρώπινον, ὥσπερ τυγχάνει ἀπερίγραπτος κατὰ τὴν θεότητα, κατ’ οὐδένα τρόπον συγχύσεως ἢ διαιρέσεως ἐπὶ τῶν συνδραμουσῶν φύσεων ἐν τῇ μιᾷ ὑποστάσει κατὰ τοὺς ἀνοήτους ἐπινοουμένης· οὐδὲ γὰρ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν σώματι τούτων τι πέπονθεν· ταύτῃ τε πεπιστεύκαμεν ὀρθῶς καὶ ταύτην τὴν ὁμολογίαν ὡς σωτηρίας ἡμῖν αἴτιον περιέπομεν—, τούτου γε χάριν καὶ τοῖς σεπτοῖς καὶ ἱεροῖς τῆς θείας οἰκονομίας συμβόλοις τὴν πρέπουσαν, καθάπερ καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὴν ἐκκλησίαν ἱεροῖς, τὴν τιμὴν καὶ τὸ σέβας ἐκνέμομεν κατὰ τὴν ἀρχῆθεν κεκρατηκυῖαν παράδοσιν.

καὶ οὐδεὶς ὁ κωλύσων λόγος, ὅτι μηδὲν ὑπεναντίον τῆς εὐσεβοῦς ἡμῶν ἔχει δόξης. καὶ γὰρ ἐπὶ τιμῇ τοῦ ἐνηνθρωπηκότος υἱοῦ καὶ θεοῦ ἡ προσκύνησις αὕτη γνωρίζεται· ἡ δὲ εἰς τὸν υἱὸν τιμή, ἐμφανὲς ὅτι καὶ εἰς τὸν πατέρα καὶ εἰς τὸ ἅγιον ἀνάγεται πνεῦμα· ὁ γὰρ τιμῶν τὸν υἱόν, φησίν, τιμᾷ τὸν πατέρα· οἷς καὶ τὸ πνεῦμα ἀχωρίστως συντιμηθήσεται. ἡ οὖν ἐπὶ τῇ εἰκόνι Χριστοῦ παρ’ ἡμῶν γινομένη προσκύνησις οὕτως ἔχει, καὶ λόγος αὐτῇ τῷ μὲν προφανεῖ τῆς ἐντεύξεως, τοῖς αἰσθητοῖς αἰσθητῶς εὐθὺς καὶ ἐκ πρώτης θέας ἐπιβάλλειν τοὺς θεωμένους, τῷ κεκρυμμένῳ δὲ τῆς νοήσεως οὐ μέχρι τούτων τὸν νοῦν ἵστασθαι· νοερῶς γὰρ ἐπὶ τὰ πρωτότυπα ποδηγεῖ καὶ πρὸς τὰ ὑψηλότερα προάγει, τὴν κτίσιν ὑπεραναβαίνειν καὶ τῶν οὐρανῶν ὑπεράλλεσθαι καὶ μετὰ τῶν μακαρίων δυνάμεων γίνεσθαι καὶ συνομίλους τοῖς ἀσωμάτοις καθίστασθαι καὶ συνδοξολογεῖν τὸν ἐπὶ πάντων θεὸν καὶ δεσπότην καὶ ὑπὲρ τῶν ἐκεῖθεν ἡμῖν δηλουμένων εὐεργεσιῶν τὰς εὐχαριστίας προσάγειν· καί, ὡς ἄν τις σαφέστερον εἴποι, οἱονεὶ προπύλαια τῶν νοητῶν τυγχάνει καὶ τὰς πύλας ἡμῖν ἀναπετάννυσιν τὰς οὐρανίας καὶ πρὸς τὰ ἄδυτα τῶν ὑπερκοσμίων παραπέμπει.

τοιαύτη γὰρ τῶν συμβόλων ἡ φύσις, διαμέσου τούτων ἐπὶ τὰ ὧν εἰσιν σύμβολα τοὺς μεμυσταγωγημένους ἀνάγειν· ἐντεῦθεν καὶ ἑρμηνευτικὰ τοῦ εὐαγγελίου ὑπάρχουσιν, ἢ αὐτόθεν εὐαγγέλιον, καὶ διασαφητικὰ καὶ ἐπεξηγητικὰ τῶν ἐν αὐτῷ λόγων. ἀναγωγικὴ οὖν μᾶλλον ἡ τούτων θεωρία καὶ χειραγωγικὴ ἐπὶ τὴν ὑπερτάτην προσκύνησιν· ὡς γὰρ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ πρωτότυπα ἡ τιμὴ ἄνεισιν, οὕτως ἀπ’ αὐτῶν κατὰ τὴν νοερὰν δύναμιν ἐπὶ τὴν ἁπλῆν καὶ ἐνθεεστέραν καὶ ἄϋλον μέτεισιν ἡ προσκύνησις. ἐπειδὴ γὰρ ἐπὶ τὰ οὕτως ὑψηλὰ καὶ ὑπερφυῆ πολλάκις νοῦς ἰλιγγιᾷ καὶ ὀκλάζει ὁ ἀνθρώπινος, τοῖς ταπεινοῖς συγκαθελκόμενος, οὐδὲν ἀποδεῖ καὶ διὰ τῶν ἱεροτυπιῶν τούτων, οἷα οἰκείων καὶ συμφυῶν συμβόλων, ἐπὶ τὴν ἀτύπωτον ἐκείνην καὶ ἀπόρρητον ἀναγόντων χειραγωγεῖσθαι θεωρίαν, κατόπιν τιθεὶς τὰ ὑλικὰ πάντα καὶ φαινόμενα. οὐκοῦν οὐκ ἐναπομένομεν τῇ ὕλῃ καὶ τοῖς χρώμασιν, ὡς τοῖς ἀνοήτοις δοκεῖ, οὐδὲ ἅπερ εἴδομεν, τὸν νοῦν τοῖς φαινομένοις προσιόντες, ἄπαγε, οὐ πίστιν καὶ λατρείαν προσφέρομεν· ἀλλ’ ἐντεῦθεν ἐπὶ τὴν ἄβατον καὶ ὑπερκειμένην θεωρίαν νοερῶς σὺν εὐλαβείᾳ καὶ εὐσεβείᾳ ἀνατιθέμεθα, ὁποῖόν τι καὶ ἐπὶ τῶν ἐντεύξεων ἡμῖν ὁρᾶται· καὶ γὰρ ἐλθεῖν τῶν ἡμετέρων λόγων ἐπήκοον τὸν θεὸν ἐπικαλούμεθα, καὶ μεσίταις τοῖς ἁγίοις συγχρώμεθα, δι’ ὧν ἐπίκουρον ἡμῖν γίνεσθαι ἱκετεύομεν.

καὶ ὧδε μὲν τῶν προσκυνήσεων δεδείχθω τὸ διάφορον. πλὴν καίτοι τοσούτοις ἐλέγχοις οἱ τῆς ὀρθῆς δόξης ἀντίπαλοι περιστοιχιζόμενοι, οὐδ’ οὕτω χαλινὸν ἐπιθεῖναι τῷ στόματι καὶ πεδῆσαι τὴν βλάσφημον γλῶσσαν ἐθέλουσιν, κατὰ τῶν ἱερῶν ἡμῶν δογμάτων ἐπιμαινόμενοι. ἐπὶ δὲ τοῖς εἰρημένοις παρ’ αὐτῶν παλινδρομῶμεν· ἥτις σύνοδος κυρώσασα καὶ βεβαιώσασα τῶν ἁγίων πατέρων τὰ θεόκλυτα δόγματα καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις ἐπακολουθήσασα εὐαγεστάτους κανόνας ἐξέθετο. ἐπὶ τούτοις ἐγκα<λ>λωπίζονται καὶ σεμνύνονται, ἐφ’ οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἔδει· τὴν γὰρ ἑαυτῶν συστῆσαι δυστροπίαν βουλόμενοι, τὴν προηγησαμένην τῶν ἀσεβῶν ἐξυμνοῦσι κακοδοξίαν, ἵνα, ὃ ἐκείνοις ἐπιψηφίσονται, τοῦτο ἐπὶ τῇ οἰκείᾳ δόξῃ μεγαλαυχοῦντες ἐκνείμωσιν, οἵ γε οὐ τοσοῦτον φευκτοὶ τῆς ἀσεβείας, ὅσον βδελυκτοὶ τῆς ἀναισχυντίας· ἐκ πολλῆς γὰρ ἀβουλίας καὶ ἀμαθίας, οὔτε ἃ λέγουσιν ἴσασιν οὔτε περὶ τίνων διαβεβαιοῦνται ἀνεπισκέπτως καὶ ἀβασανίστως τὸ ψευδομυθεῖν ἔργον τίθενται, τοῖς ματαίοις ἐγγεγυμνασμένοι καὶ τὰς γλώσσας ταῖς δολιότησιν παραθήξαντες· ἐν ᾧ γὰρ ταῦτα λέγουσιν, ἐκ τοῦ πατρὸς τοῦ ψεύδους τοῦ δι’ αὐτῶν ἐνεργοῦντος παραφωνοῦσιν. καὶ τοῦτ’ ἂν ἔνδηλον γένοιτο, ἐπιβάλλουσιν ἤδη τοῖς κατὰ μέρος.

πῶς γὰρ ἐπακολουθεῖν τὸ θεοστυγὲς ἐκεῖνο σύνταγμα ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις εἰπεῖν καταλαζονεύονται; πρῶτον μὲν γὰρ τὸ ἀνακόλουθον καὶ ἀσύμβατον πρὸς αὐτὰς ἔχει, ὅτι παρὰ πάντα κανονικὸν καὶ ἐκκλησιαστικὸν θεσμὸν συνείλεκται, συναινοῦντος τῶν ἐν τοῖς μεγίστοις καὶ ἀρχιερατικοῖς καθιδρυμένων οὐδενός. ὅρος δὲ ὁποῖος παρ’ αὐτῶν ἐξενήνεκται (νόμος γὰρ ἐκκλησιαστικός, μηδαμῶς τῆς παρ’ ἐκείνων γνώμης ἄνευ, εἴ που ἀμφισβητήσιμον ἐν δόγμασίν τι τύχοι, λύεσθαι), ὁπότε οὐδὲ ὁ τῆς βασιλίδος θρόνος ἀρχιερέως μεμοίρατο ἐν ᾧ ταῦτα ἐν μελέτῃ ἐτύγχανεν, ὡς δή μοι καὶ προλέλεκται ἤδη; ἔπειτα δέ, ποῦ ταύτας εἰδώλων προσηγορίαν τοῖς ἱεροῖς τούτοις ἀπορριπτούσας κατέλαβον ἢ τὸ ἄναλκι καὶ ἀδρανὲς Χριστοῦ καταγορευούσας, ὡς οὐδαμῶς κατισχύσαντος εἰδώλων πλάνης τὸ γένος τὸ καθ’ ἡμᾶς ῥύσασθαι, ἢ Χριστιανῶν καταφλυαρούσας εἰδώλοις ὡς θεοῖς προσκεκυνηκότων, ἢ γοῦν ἐπὶ καθαιρέσει τούτων ἀποφαινομένας ἔναυσμά τι ἐπέγνωσαν, ἵνα ταύταις ἐπακολουθήσαντες σύμφωνον τὴν κατ’ αὐτῶν οἴσουσιν ψῆφον; ἀλλ’ οὐκ ἄν ποτέ τις γρύξαι δυνήσεται, κἂν εἰς ἄκρον κατ’ αὐτοὺς μανίας ἐλάσῃ καὶ ἀπονοίας.

ὁποίαν δὲ περί γε τῶν προκειμένων ἡμῖν εἰς λόγον τὴν διάληψιν εἶχον καὶ ὅπως ἄσμενοι καὶ στέργοντες ἐπ’ αὐτοῖς διετέλουν οἱ τῶν τοῦ θεοῦ μυστηρίων ἱεροφάνται, ἵνα ἐξ ὧν ἡ πρωτίστη συνέστηκεν ἱερὰ ὁμήγυρις περὶ τὸ κατὰ Νίκαιαν τῆς Βιθυνῶν καλλίνικον καὶ ὀρθοδοξότατον ἄστυ τοῦ λόγου κατάρξωμαι, μέγα εὐθὺς κεκράξεται ὁ ἐπ’ ὀνόματι αὐτῶν δεδομημένος ἱερὸς σηκός. πρὸς τιμῆς γὰρ αὐτῶν, οὐκ ἀτιμίας, ἐγήγερται, μετὰ τῶν ἄλλων ἱερογράφων τύπων καὶ αὐτῶν τῶν ὁσίων πατέρων μέχρι καὶ σήμερον ἐν ψηφῖσι λαμπραῖς καὶ διαυγαζούσαις τὰ σεπτὰ εἰκονίσματα φέρων, αὐτοῦ τε τοῦ ἠθροικότος, τοῦ μεγάλου φημὶ Κωνσταντίνου τοῦ ἐν εὐσεβείᾳ δεδοξασμένου, τὴν προτομὴν ἀνεστηλωμένην δεικνύων. ἐπὶ τούτοις τὰ εὐθύτατα αὐτῶν καὶ ὀρθὰ δόγματα τοὺς ἀσεβεῖς αἰσχυνέτωσαν· τὴν Ἀρείου γὰρ τοῦ μιαρωτάτου καθαιροῦντες μανίαν, κτισματολατρίαν τὴν ἐκείνου ἀνοσίαν αἵρεσιν ὁριζόμενοι (καὶ γὰρ τὴν πάντων δεσπόζουσαν καὶ κατεξουσιάζουσαν φύσιν εἰς κτίσμα καταβιβάζειν τετόλμηκεν, ὁμόδουλον τιθεὶς τὸ ἐλεύθερον), πῶς οὐχὶ μᾶλλον, εἴπερ εἰδωλολατρίας πτώματι κατολισθήσαντας Χριστιανοὺς ἑώρων, ὃ καὶ λόγῳ καὶ ἔργῳ πάντων τὸ δυσσεβέστερον καὶ ἀθεώτερον ὑπάρχει νόσημα, καὶ διηρευνήσαντο ἀσφαλῶς καὶ κατέκριναν εὐσθενῶς, τοῦ δευτέρου εἰς ἀσέβειαν καταφρονήσαντες, ὃ λόγῳ μόνῳ τὸ ἀσεβεῖν εἰς θεὸν ἔσχεν;

ὥστε οὐκ ἐπηκολούθησαν, ἀλλ’ ἀπεναντίας αὐτοῖς κατὰ πάντα ἴασιν. οὔκουν οὐδέ γε παρὰ τοῖς κατὰ τὸ βασίλειον ἄστυ συναγηγερμένοις, ὧν οὗτοι ληρωδοῦσιν καταληφθῆναί τι, φῆσαι θαρρήσουσιν (λέγω δὲ νῦν τοὺς θεοφάντορας διδασκάλους ἐκείνους οἳ τὴν δευτέραν καὶ πέμπτην ἱερὰς διεκόσμουν συνόδους), καίτοι κτισματολατρίας ἕνεκεν ὁ ἀγὼν αὐτοῖς συνειστήκει· ὧν οἱ μὲν τὸν δυσσεβῆ παρεδειγμάτισαν Μακεδόνιον ἐν κτίσμασι τιθέντα τὸ θεῖον καὶ ζωαρχικὸν πνεῦμα, οἱ δὲ τὰ καινιζόμενα θεοστυγῆ δόγματα τῶν Ἰουδαιοφρόνων κατὰ τῆς σωτηρίου Χριστοῦ ἐνσωματώσεως, Νεστορίου τοῦ κακῶς τῆς βασιλίδος ἱεραρχήσαντος καὶ Θεοδώρου τῆς Μομψουεστίας ἀθεώτερον ἐπισκοπήσαντος, καὶ τὴν ἐκκλησίαν διαλυμαίνεσθαι κατάρξαντα γενικῶς κατεστρέψαντο. ποῦ δὲ φανοῦνται οἱ κατὰ τὴν Ἐφεσίων συνειλεγμένοι, ἐπὶ κτισματολατρίᾳ τὸν φρενοβλαβῆ καθελόντες Νεστόριον, τούτων γε μνήμην πρὸς καθαίρεσιν πεποιημένοι, καίτοι γε ἐχρῆν καὶ πρὸ τῶν ἄλλων τοῦ ἐκ τῆς εἰδωλολατρίας βλάβους Χριστιανοὺς ἐπανορθώσασθαι, ἄνπερ ταύτῃ κατακεκρατημένους εἶδον; οἱ δέ γε καὶ περιγραπτὸν τὸν Χριστὸν κατὰ τὸ ἀνθρώπινον εὐσεβῶς καθωρίσαντο, ὥσπερ ἀπερίγραπτον τῇ θεότητι, καὶ τοὺς μὴ οὕτως ὁμολογοῦντας κατακρίμασι καὶ ἀναθέμασι κατέζευξαν φρικτοῖς· ὥστε οὐδὲ τούτοις ἀκόλουθοι, ἀλλ’ ἀντίθετοι.

τέλειος ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι ὁ Χριστὸς καὶ θεὸς ἡμῖν ὁμολογεῖται γνωριζόμενος. οὕτω καὶ ἡ πολυάνθρωπος καὶ θεόλεκτος ἡ κατὰ τὴν Χαλκηδονέων ἐμπρέψασα πληθὺς διαρρήδην ἐκήρυξεν· καὶ ὅπως, ὁ παρ’ αὐτῆς ἐκπεφωνημένος θεόπνευστος ὅρος διευκρινείτω· τὸν ἕνα γὰρ Χριστὸν Ἰησοῦν καὶ κύριον ἐν δυσὶ φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον ἐκδιδάσκουσιν, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης. εἰ τοίνυν ἀσύγχυτοι καὶ ἄτρεπτοι αἱ κατὰ τὸν σωτῆρα φύσεις, καὶ οὐδαμοῦ τούτων ἡ διαφορὰ ἀνῄρηται, ἓν δὲ τῶν κατὰ τὴν ἀνθρωπείαν φύσιν διαφορῶν ἤτοι τῶν σωματικῶν γνωρισμάτων τὸ περιγραπτόν, οὐκ ἀνῄρηται ἄρα, οὐδὲ τέτραπται εἰς τὸ ἀπερίγραφον. τὸ δὲ αὐτὸ τοῦτο, καὶ τῶν ἰδιωμάτων τοῦ σώματος καὶ τὸ οἰκειότερον καὶ ἐμφανέστερον· οὐ γὰρ ἂν σῶμα περιγραφῆς ἄνευ λεχθείη ποτέ· σῴζεται δὲ ἡ ἰδιότης ἑκατέρας φύσεως· σῴζεται ἄρα καὶ τὸ περιγραπτὸν περὶ ἓν καὶ τὸ αὐτὸ τοῦ Χριστοῦ πρόσωπον· ἐπεὶ πόθεν αὐτοῖς τὸ τέλειον τῶν κατὰ Χριστὸν φύσεων εἰσαχθήσεται, εἰ τῶν ἰδιοτήτων δοθείη τι ἀναιρούμενον;

εἰ γὰρ ἕν τι τούτων ἐπιλείποι, τὸ πᾶν οἴχεται, ὥσπερ καὶ ἐπὶ ἀνθρώπου συνιδεῖν πάρεστιν· εἰ γοῦν ἀφέλοιτό τις τὸ λογικὸν ἢ θνητὸν ἢ τῶν ἄλλων τι, οὐδὲ ἄνθρωπος ἔσται λοιπόν· οὕτω κἀν τοῖς ἄλλοις ζῴοις ἐπιτηρεῖν ῥᾴδιον. ὡς οὖν σῴζονται αἱ κατὰ τὴν θείαν φύσιν διαφοραὶ καὶ ἰδιότητες ἄτρεπτοι καὶ οὐδ’ ὁπωσοῦν συγκέχυνται (ὧν δή ἐστιν τὸ ἀπερίγραπτον, καὶ οὐ μετῆκται εἰς τὸ περιγραπτόν), ἀναγκαίως καὶ αἱ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ ἀντικείμεναι διαφοραὶ σῳζόμεναι καὶ ἰδιότητες τὸ ἄτρεπτον ἕξουσι καὶ ἀσύγχυτον· τούτων δέ ἐστι καὶ τὸ περιγραπτόν. περιγραπτὸς ἄρα κατὰ τὸ ἀνθρώπινον ὁ Χριστός· οὕτω γὰρ καὶ αἱ περὶ τὸ ἓν πρόσωπον ἐναντίαι διαφοραὶ τῶν φύσεων ὑγιῶς ὁμολογηθήσονται, εἴπερ ἐκ δύο τῶν ἐναντίων, σαρκὸς φημὶ καὶ πνεύματος, κατὰ τοὺς καθ’ ἡμᾶς θεολόγους ὁ Χριστὸς προέρχεται· δοῦναι δὲ τοῦτο τῷ σώματι Χριστοῦ οἱ τῆς συγχύσεως προεστηκότες οὐ προῄρηνται, παντὶ δὲ τρόπῳ ἀναιρεῖν διασπουδάζουσιν. πῶς ἐξακολουθεῖν ταῖς συνόδοις ἐπαγγέλλεσθαι οἱ τῶν συνοδικῶν δογμάτων ἀντίπαλοι οὐ καταδύονται; διὰ μὲν οὖν τῶν ἱερῶν τούτων συνόδων καὶ τοῦ κατ’ αὐτὰς χρόνου παντός, τῆς θεοφιλοῦς ταύτης ἱστορίας διαμενούσης, οὐδὲν ἀκλεὲς εἴρηται πώποτε· ὡς δὲ μᾶλλον τετίμηται, τὰ ἑξῆς δηλώσει.

λείπεται λοιπὸν πρὸς τὰ πολύευκτα τῶν μακαρίων πατέρων, οἳ τὴν σεπτὴν ἡμῖν συγκεκροτήκασιν ἕκτην σύνοδον καὶ ἀνὰ πᾶσαν τὴν ὑφ’ ἡλίῳ προλάμπουσιν, δόγματα, τουτωνὶ τῶν ἀνοσίων παρεξετάζειν τοὺς λόγους, ὡς ἂν εἰδείημεν ὅπως καὶ αὐτοῖς περὶ τὸ προκείμενον ἕπονται κεφάλαιον. οἱ γὰρ τῆς εὐσεβείας ὑπασπισταί, ἐπειδὴ ὁμότιμον τοῖς προλαβοῦσι ποιμέσι τὸν κλῆρον ἔλαχον, ὁμότιμα καὶ ἀδελφὰ τῶν τε θελημάτων καὶ ἐνεργειῶν τῶν κατὰ Χριστὸν ἕνεκεν γνωρίζονται δογματίζοντες· φασὶ γοῦν ἐν τῷ κατ’ αὐτοὺς θείῳ ὅρῳ ὅτι Ὅνπερ τρόπον ἡ παναγία καὶ ἄμωμος τοῦ σωτῆρος ἐψυχωμένη σὰρξ θεωθεῖσα οὐκ ἀνῃρέθη ἀλλ’ ἐν τῷ ἰδίῳ αὐτῆς ὅρῳ τε καὶ λόγῳ διέμεινεν, οὕτως καὶ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα θεωθὲν οὐκ ἀνῃρέθη, ἀλλὰ σέσωσται. εἰ τοίνυν θεωθεῖσα ἡ τοῦ κυρίου σὰρξ τοῦ ἑαυτῆς ὅρου τε καὶ λόγου οὐκ ἐξέστηκεν, πῶς οὐκ ἂν εἴη περιγραπτὴ καὶ μετὰ τὴν θέωσιν; εἰ γὰρ οὐ περιγραπτή, ἐξέστηκεν ἄρα. καὶ εἰ τὸ θέλημα οὐκ ἀνῄρηται τὸ ἐν αὐτῷ ἀνθρώπινον, πόσον τὸ ἐξ οὗ τὸ θέλημα πρόεισιν σῴζεσθαι ὁμολογεῖν ἀναγκαῖον; τοῦ δὲ ἀνθρωπίνου σῳζομένου, τίς οὕτως ἀναίσθητος, τίς οὕτως ἐξεστηκὼς καὶ ἀνόητος μὴ παντὶ τρόπῳ συνομολογεῖν τὸ περιγραπτὸν τοῦ σωτῆρος κατὰ τὸ ἀνθρώπινον;

τοιαῦτα καὶ περὶ τῶν ἐνεργειῶν αὐτοῦ διαγορεύουσι, θεοπρεπῶς φάσκοντες· Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας ὅπερ ἴδιον ἔσχεν, τοῦ μὲν λόγου κατεργαζομένου τοῦτο ὅπερ ἔστιν τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπέρ ἐστιν τοῦ σώματος. οὐ γὰρ δήπου μίαν δώσομεν φυσικὴν τὴν ἐνέργειαν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀν<αγ>άγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα καταγάγωμεν τόπον· ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ παθήματα γινώσκομεν κατ’ ἄλλο καὶ ἄλλο τῶν ἐξ ὧν ἐστι φύσεων καὶ ἐν αἷς τὸ εἶναι ἔχει. εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς οὐ δίκαιον καὶ ἐνταῦθα ἐκ τοῦ ἀκολούθου λέγειν ὅτι οὔτε τὸ περιγραπτὸν λέγοντες εἰς τὴν θείαν αὐτὸ ἀναφέρομεν οὐσίαν οὔτε τὸ ἀπερίγραπτον λέγοντες εἰς τὴν γενητὴν κατάγομεν φύσιν, ἀλλ’ ἑκάτερον ἐν τῷ ἰδίῳ ὅρῳ καὶ λόγῳ διαμένειν κατὰ τὸν εὐσεβῆ καὶ ἀληθῆ λόγον δοξάζομεν. οἱ δὲ ἀνόσιοι, πάντα ὅρον καὶ λόγον ἐπὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἠρνημένοι, πῶς ἀπαυθαδίζονται ταῖς συνόδοις ἀκολουθεῖν φλυαροῦντες; ἐπειδὴ δὲ καὶ οὗτοι οἱ θεῖοι ἡμῶν πατέρες κανόνας ἐτύπωσαν τῷ ἀποστολικῷ χαρακτῆρι ἀνήκοντας, κἀκεῖνοι, φασίν, εὐαγεῖς κανόνας ἐξέθεντο.

τούτους ἐκ παραλλήλου θέσθαι ἁρμόδιον, ὅπως ἂν γνοίημεν ὅσον ἐν ἀλλήλοις τὸ σύμφωνον καὶ ὁμόλογον φέρουσιν· ἡγείσθω δὲ τὰ τῆς ἀληθείας καὶ ἡμέτερα· ἐκπεφώνηται γὰρ παρ’ αὐτοῖς κανὼν περί γε τῶν ἱερῶν τῆς σωτηρίου τοῦ Χριστοῦ οἰκονομίας συμβόλων τοῦτον ἔχων τὸν τρόπον· Ἔν τισιν τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράσσεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου καὶ προφητῶν προϋποφαίνων ἀμνὸν Χριστὸν τὸν θεὸν ἡμῶν· τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι ὁρίζομεν, δι’ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως. δυσωπείτω ταῦτα τῶν χριστομάχων τὴν μοχθηρίαν καὶ πειθέτω ἃ καὶ τοὺς λίαν ἀγνώμονας πείθειν ἱκανά.

τί γὰρ τούτων λευκότερον ἢ λαμπρότερον πρὸς διδασκαλίαν καὶ πληροφορίαν τοῦ καὶ εἶναι ἐξ ἀρχῆς καὶ διαπρέπειν καὶ τίμια ὑπάρχειν ταῦτα δὴ τὰ σεπτόγραφα παρά τε ἱερεῦσιν καὶ βασιλεῦσιν καὶ Χριστιανοῖς ἅπασιν; ἀξιόχρεοι γὰρ μάρτυρες τὸ ἀπαράγραπτον ἔχοντες οἱ θεῖοι κήρυκες εἰσβαίνοντες εὖ μάλα ταῦτα πιστώσονται. εἰ γοῦν οἱ παλαιοὶ τύποι ἐκεῖνοι τὸ ἀσπαστὸν καὶ τίμιον ἀπεφέροντο, τὰ ἐν τῇ χάριτι αὐτῇ πόσον; οὐκοῦν πεδείσθωσαν τὰς γλώσσας οἱ θεομάχοι καὶ ἐμφραττέσθω πᾶν στόμα κενὰ καὶ παράνομα μελετώντων κατὰ τῆς Χριστιανῶν ὑπολήψεως καὶ πολλὴν τὴν συκοφαντίαν κατὰ τῆς ἐκκλησίας ἐξυφαινόντων. καὶ τὰ μὲν τῶν ἁγίων ταῦτα· τὰ δὲ τῶν ἐναγῶν, ὁποῖα; ἑξῆς γὰρ λοιπὸν κἀκεῖνα παραθέσθαι καιρός, ἐξ ὧν πως δείκνυται τὸ ἀκόλουθον. πρῶτον μὲν γάρ, καθὰ φασὶν οὗτοι, ὡς ἀκέφαλον καὶ ἀπαράδοτον καὶ ἄχρηστον τὴν ποίησιν καὶ προσκύνησιν τῶν εἰκόνων κατέκριναν.

δογματίζουσιν γὰρ ἐκεῖνοι οὕτως· ἀπόβλητον εἶναι καὶ ἀλλοτρίαν καὶ ἐβδελυγμένην ἐκ τῆς Χριστιανῶν ἐκκλησίας πᾶσαν εἰκόνα ἐκ παντοίας ὕλης καὶ χρωματουργικῆς τῶν ζωγράφων κακοτεχνίας πεποιημένην, καὶ μηκέτι τολμᾶν ἄνθρωπον οἱονδήποτε ἐπιτηδεύειν τὸ τοιοῦτον ἀσεβὲς καὶ ἀνόσιον ἐπιτήδευμα· ὁ δὲ τολμῶν ἀπὸ τοῦ παρόντος κατασκευάσαι εἰκόνα ἢ προσκυνῆσαι ἢ στῆσαι ἐν ἐκκλησίᾳ ἢ ἐν ἰδιωτικῷ οἴκῳ κρύψαι· οἷς ἀκολούθως ἐπί τε ἐπισκόπων καὶ πρεσβυτέρων καὶ τῶν λοιπῶν ταγμάτων τὰ δοκοῦντα καθορίζονται ἐπιτίμια. τούτοις δὲ τὰ παραπλήσια καὶ οἱ ἐκείνων ἐυήκοοι φοιτηταὶ καὶ νεόχριστοι διδάσκαλοι δογματίζοντες ὁρίζονται.

ἔπειτα δὲ τὴν τῶν θείων συμβόλων προσκύνησιν εἰδωλολατρίαν κατονομάσαι οὐκ ἠρυθρίασαν· ῥήσεις γάρ τινας τοῦ θείου Γρηγορίου τοῦ τῆς Νυσαέων ἐκκλησίας ἐπιτροπεύσαντος ἐν τῷ πεποιημένῳ αὐτῷ εἰς τὸν ὁμαίμονα καὶ μέγαν Βασίλειον ἐπιταφίῳ κατὰ τῶν θεομάχων Ἀρειανῶν, τῶν κτίσμασιν τὸν μονογενῆ υἱὸν καὶ θεὸν τῶν ὅλων καὶ δημιουργὸν συγκαταριθμούντων, εἰρημένας ἀποτεμόμενοι οἱ παράφρονες, ἃς δὴ κακῶς ἐξειληφότες καὶ πρὸς τὴν ἰδίαν παράνοιαν μεταρυθμίζοντες ὡς δῆθεν τῶν ἱερῶν κατηγορούσας ἐκτυπωμάτων προὔθηκαν, καὶ ταύταις τὰ τῆς συνήθους αὐτῶν βλασφημίας προσεπενέγκαντες, τὸν ἄθεσμον ἐκεῖνον καὶ θεοστυγῆ ὅρον παρεφθέγξαντο, παγίδα καὶ μηχανὴν ψυχοφθόρον καὶ ὀλεθρίαν τοῖς τῶν ἁπλουστέρων ἤθεσι τεκτηνάμενοι. ἔχει δὲ ὧδε·

Πάλιν δὲ ταύτης τὴν εὐπρέπειαν βλέπειν μὴ φέρων ὁ τῆς κακίας δημιουργός, οὐκ ἠπόρησεν κατὰ διαφόρους καιρούς τε καὶ τρόπους πονηρᾶς ἐπινοίας ὥστε ὑπὸ χεῖρα δι’ ἀπάτης ἑαυτῷ ποιῆσαι τὸ ἀνθρώπινον, ἀλλ’ ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρίαν κατὰ τὸ λεληθὸς ἐπανήγαγεν, πείσας τοῖς οἰκείοις σοφίσμασιν τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως, ἀλλὰ ταύτῃ προσκυνεῖν καὶ ταύτην σέβεσθαι, καὶ θεὸν τὸ ποίημα οἴεσθαι τῇ τοῦ Χριστοῦ κλήσει ὀνομαζόμενον. τὰ μὲν τοῦ πατρὸς μέχρι τούτων ἐσφετερίσαντο· ἐντεῦθεν λοιπὸν τὰ τῆς οἰκείας ἀσεβείας ἐπισυνάπτουσιν οὕτως ἔχοντα· Διὸ δὴ καθὼς πάλαι ὁ τῆς σωτηρίας ἡμῶν ἀρχηγὸς καὶ τελειωτὴς Ἰησοῦς τοὺς ἑαυτοῦ πανσόφους μαθητὰς καὶ ἀποστόλους τὴν τοῦ παναγίου πνεύματος ἐνδύσας δύναμιν, ἐπὶ ἐκμειώσει τῶν τοιούτων κατὰ παντὸς ἐξαπέστειλεν, οὕτω καὶ νῦν τοὺς αὐτοῦ θεράποντας καὶ τῶν ἀποστόλων ἐφαμίλλους πιστοὺς ἡμῶν βασιλεῖς ἐξανέστησεν, τῇ τοῦ πνεύματος σοφισθέντας καὶ ἱκανωθέντας δυνάμει, πρὸς καταρτισμὸν μὲν ἡμῶν καὶ διδασκαλίαν, καθαίρεσιν δὲ δαιμονικῶν ὀχυρωμάτων, ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ ἔλεγξιν διαβολικῆς μεθοδείας καὶ πλάνης.

οἳ τῷ περιόντι αὐτοῖς θείῳ ζήλῳ τὴν τῶν πιστῶν ἐκκλησίαν τῇ τῶν δαιμόνων ληϊζομένην ἀπάτῃ ὁρᾶν οὐκ ἀνεχόμενοι, πᾶσαν τὴν ἱερωσύνην προσεκαλέσαντο, τῶν θεοφιλῶν ἐπισκόπων ὁμήγυριν, ὅπως συνοδικῶς ἐπὶ τὸ αὐτὸ γενομένη, γραφικήν τε ζήτησιν ποιησαμένη περὶ τῆς ἀπατηλῆς τῶν ὁμοιωμάτων χρωματουργίας, τῆς κατασπώσης ἐκ τῆς ὑψηλῆς καὶ θεῷ πρεπούσης λατρείας εἰς τὴν χαμαίζηλον καὶ ὑλικὴν κτισματολατρίαν τὸν τῶν ἀνθρώπων νοῦν, θεοκινήτως ἐκφωνήσῃ τὸ αὐτῇ δοκοῦν. τί τούτων τῶν φωνῶν ἀθεώτερον ἢ δυσσεβέστερον; τί τούτων εἰς βλασφημίαν ἰσόρροπον; τίς οὕτως τῶν μισούντων θεὸν ἦρεν κατὰ θεοῦ κεφαλὴν καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν; τίς οὕτως τὴν γλῶσσαν κατὰ τῆς θείας οἰκονομίας παρέθηξεν καὶ κατὰ τοῦ κτίστου ἐπονηρεύσατο; τίς οὕτως ἔθετο εἰς οὐρανὸν τὸ στόμα καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς; τοιαῦτα οὐδ’ ἂν οἱ κυριοκτόνοι Ἰουδαῖοι τὸν Χριστὸν σταυρώσαντες κατεφρυάξαντο. τί λέγω Ἰουδαίους; εἰ ἐξῆν τῷ πονηρῷ καὶ ἀλιτηρίῳ δαίμονι γλώσσῃ ἀνθρωπείᾳ καθάπερ πάλαι τῇ τοῦ ὄφεως ἀποχρήσασθαι, οὐκ ἂν οἶμαι κατὰ τοῦ κτίσαντος τοιαύτας ῥῆξαι φωνὰς ὁποίας οἱ δείλαιοι οὗτοι καὶ ἀνόσιοι ἀπετόλμησαν, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα, ὅλην αὐτοῦ τὴν πονηρίαν καὶ τὸν ἰὸν εἰσδεξάμενοι καὶ κατὰ τῆς τοῦ μονογενοῦς ἰσχύος καὶ τῆς Χριστιανῶν θεοσεβείας ἐπαιρόμενοι.

ἀνεκτότερον οἶμαι θύειν εἰδώλοις ἢ τοιαῦτα φθέγγεσθαι· εὐγνωμονέστερον δ’ ἂν διετέθησαν δαίμονες, τέλεον διὰ τῆς τοῦ λόγου ἐξησθενηκότες συγκαταβάσεως, καὶ δεικνύουσιν ὁμολογοῦντες ἐξ ὧν ἔπασχον. ὢ τῆς τοῦ θεοῦ μακροθυμίας· ὢ τῆς μεγάλης ἀνεξικακίας. οὐδὲ θεῖος φόβος, οὐκ ἀγγέλων εὐλάβεια, οὐκ ἀνθρώπων αἰδώς, οὐχ’ ἡ περὶ τὰ ἅγια σεβασμιότης, οὐδὲ σύμπασα ἡ περιεστῶσα κτίσις εἰς συναίσθησιν αὐτοὺς τῆς τοσαύτης ἤγαγεν βλασφημίας. οὕτω γὰρ κατὰ τῆς θείας τραχηλιάσαντες μεγαλειότητος, τὸ ἀδρανὲς καὶ ἀνίσχυρον τοῦ θεοῦ λόγου καὶ τῆς πανσθενοῦς δυνάμεως κατεψηφίσαντο ὡς ἥκιστα ἡμᾶς εἰδωλικῆς ἀπάτης ῥύσασθαι κατισχύσαντος οὐδὲ ἀνθρώπους διὰ τῆς θείας αὐτοῦ ἐνσωματώσεως ὀνίνασθαί τι. εἰς ταυτὸν γὰρ τῆς δυσφημίας ὁ λόγος φέρει ἀμφότερα· εἰς τοσοῦτον ἀνῆκται τῶν θεομάχων τὸ τόλμημα. οἱ δὲ γὰρ ἀλογίᾳ καὶ ἀσεβείᾳ συζῶντες, ἀναμέσον ἁγίου καὶ βεβήλου καὶ καθαροῦ καὶ ἀκαθάρτου διαστεῖλαι οὐκ ἐξισχύσαντες, τὰ ἄμικτα καὶ τῷ ἀπείρῳ διϊστάμενα μᾶλλον ἢ ὅσον γε τοῦ σκότους φῶς μιγνύουσιν, τὴν ἀλήθειαν δολοῦντες καὶ τῷ ψεύδει ἐπερειδόμενοι.