Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Ιστορική αναδρομή στους διωγμούς των εικονομάχων και η επικύρωση της ορθοδόξου πίστεως από την Ζ΄ Οικουμενική Σύνοδο

Καταγράφονται τα μαρτύρια και οι καταστροφές της Εικονομαχίας, καθώς και η ειρήνευση της Εκκλησίας διά της αποκατάστασης της ορθόδοξης προσκύνησης στην Ζ΄ Οικουμενική Σύνοδο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 3 από 18

ἀλλ’ οὐδὲ συνῆκαν ὡς τῆς ἑαυτῶν κεφαλῆς καταψηφίζονται οἱ ἀναίσθητοι· τὰ γὰρ Ἀρειανῶν πρεσβεύοντες (ἐκείνων γὰρ δόγμα τὸ μὴ γράφεσθαι τὸν Χριστόν, ὅπερ καὶ τούτοις ὁ τῶν Ἀρειανῶν κορυφαῖος Εὐσέβιος εἰσηγήσατο), τοῖς κατὰ Ἀρειανῶν εἰρημένοις τοῦ πατρὸς λόγοις ἀπεχρήσαντο, καθ’ ἑαυτῶν μᾶλλον προάγοντες ἢ Χριστιανῶν, ὧν κατηγορεῖν ἀνοηταίνοντες ὑπελάμβανον. ἐκ ποίας δὲ γραφικῆς ἐρεύνης καὶ ἐξετάσεως τοῦ ζητουμένου πεποίηνται τὴν κατάληψιν; ὡς εἴ που ψιλῆς τετυχήκασι φωνῆς, κἂν ἡμῶν κατεκτυπεῖτο τὰ ὦτα σάλπιγγος ἤχῳ ὡσαύτως περιβομβούντων καὶ ἀποκωφούντων τὴν αἴσθησιν. εἰ γάρ τι αὐτοῖς πονηρὸν ἐξεύρηται, τὰς κατ’ εἰδώλων ἐκτεθειμένας φωνάς, κατὰ τῶν θείων θεομαχοῦντες προηνέγκαντο, ὁπότε καὶ τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωσῆς, θεοῦ προστεταχότος, ἐτεκτήνατο, καὶ ἡ παλαιὰ καὶ ἐν νόμῳ σκηνὴ καθύπερθεν τῆς κιβωτοῦ ἔφερεν, ἔτι καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία, καὶ ἃ τῷ θεσπεσίῳ προφήτῃ Ἰεζεκιὴλ ὦπται, καὶ εἴ τι τοιοῦτον κατὰ τὰς ἱερὰς βίβλους ἱστόρηται, ἐν εἰδώλων μοίρᾳ θεῖναι οὐ δεδίασιν, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θεοπνεύστους γραφὰς προελόμενοι. ἐξ ὧν καὶ Ἰουδαίων ἀπιστότεροι καὶ ἀγνωμονέστεροι εἰκότως νομισθήσονται, ἄξιά γε ὡς ἀληθῶς τῆς ἑαυτῶν βδελυρίας καὶ ἀπιστίας καὶ φρονήσαντες καὶ ἐκφωνήσαντες.

καὶ γὰρ τῷ Χριστῷ φανερῶς κἀνταῦθα ἀπομάχονται· τὰ γὰρ τῷ θείῳ Ἰεζεκιὴλ διατεταγμένα, ἅπερ ἦν Χερουβὶμ καὶ φοίνικες, ἐν τῷ Ἰουδαϊκῷ ναῷ ἀνιστόρητο, εἴπερ μὴ ψευδομυθεῖν τὸ πνεῦμα οἰήσονται· καὶ οὐ καθῄρει Χριστός, ἀλλ’ οἶκον τοῦ πατρὸς ἀπεφαίνετο καὶ τοῖς ἐντεῦθεν δὲ ἀπεληλαμένοις μὴ ποιεῖν οἶκον ἐμπορίου καὶ λῃστῶν σπήλαιον παρηγγύα. ὅς γε οὐδὲ τὴν Καίσαρος εἰκόνα ἀτιμάσας ὤφθη, καὶ ταῦτα ἀνδρὸς εἰδωλολάτρου καὶ Ἕλληνος, ἀλλὰ καὶ τιμῆς ἠξίου, ὥσπερ τὰ τοῦ θεοῦ τῷ θεῷ ἀποδίδοσθαι λέγων καὶ τὰ Καίσαρος Καίσαρι. ἆρ’ οὖν οἱ ταῦτα φλυαροῦντες, τοῖς ἁγιωτάτοις ἡμῶν πατράσιν καὶ ταῖς ἱεραῖς συνόδοις κατηκολούθησαν; τίς εἰς ἄκρον κτηνωδίας καὶ ἀφροσύνης ἀπώλισθεν, ὃς οὕτως ἔχειν φάναι ταῦτα τολμήσοι; ἢ οὐχὶ δὴ μᾶλλον πολέμιοι ἐν ἅπασιν ὁρῶνται; ἃ γὰρ ἐκεῖνοι ὡς σεπτὰ καὶ τίμια περιέποντες διετέλουν, οὗτοι ὡς βδελυκτὰ καὶ ἠτιμωμένα ἀπωθούμενοι διέπτυον· κα<ὶ ἃ ἐ>κεῖνοι σεπτὰ καὶ προσκυνητὰ κεκλήκασιν, οὗτοι εἰδώλων ὀνόματι καθυβρίσαι οὐ κατεπτήχασιν.

καὶ οἱ μὲν κἀν ταῖς χρωματουργίαις τὸ τέλειον τῆς τοῦ λόγου ἐνανθρωπήσεως ὑπογράφεσθαι βούλονται, πρὸς μνήμην τῆς ἐνσάρκου αὐτοῦ πολιτείας καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως· οἱ δὲ ταῦτα δαιμονικὰ ὀχυρώματα ἀποφαίνονται καὶ διαβολικῆς μεθοδείας πλάνην καὶ ἀπατηλὴν χρωματουργίαν περιθρυλλοῦσιν, κατασπῶσαν ἐπὶ τὴν ὑλικὴν καὶ χαμαίζηλον κτισματολατρίαν· ἐπειδὴ δὲ καὶ ὁμοιώματα καλοῦσιν, ζητεῖν ἀναγκαῖον πρὸς τί τὰ ὁμοιώματα, ἐφ’ ὃ τὸ βλάσφημον ἀναφέρουσιν. ἐκείνοις τῆς τῶν θείων ναῶν ἐμέλησε καλλιεργίας τε καὶ λαμπρότητος· τούτοις σπουδὴ καθαιρεῖν καὶ διαφθείρειν καὶ πυρὶ παραδιδόναι τὰ ἅγια. ὁ δ’ οὖν κατὰ τῶν εὐσεβούντων πόλεμος ἡλίκος καὶ ὅσος. τί τἄλλα λέγειν; ἅπερ οἱ ἱερεῖς τοῦ θεοῦ κοσμίως καὶ σεμνῶς κατηρτίσαντο, οἱ τῆς αἰσχύνης ἱερεῖς ἀκόσμως καὶ ἀσέμνως κατεστρέψαντο. οὐκοῦν διὰ πάντων ἐληλεγμένοι καὶ ᾐσχυμμένοι τυγχάνουσιν, οὐ ταῖς συνόδοις ἑπόμενοι, ἀλλ’ ὡς κατὰ Χριστοῦ καὶ τῆς σωτηρίου αὐτοῦ μεμηνότες σαρκώσεως.

τῆς τρίβου γὰρ τῆς βασιλικῆς ἐκκεκλικότες καὶ τοῖς ὀρθοῖς ἡμῶν γεννικῶς ἀντικαθιστάμενοι δόγμασιν, ἐντάλμασιν καὶ διδασκαλίαις ἀνθρώπων ἀσεβῶν, κατεφθαρμένων καὶ σῶμα καὶ ψυχὴν καὶ διάνοιαν καὶ τὸ φρόνημα κεκτημένων ἀλλότριον καὶ σαρκὸς δεδουλωμένων ὀρέξεσιν, ἐξηκολούθησαν, οὓς διδασκάλους καὶ πρὸς καταρτισμὸν ἀπεσταλμένους ἐπεγράψαντο, τυραννικοὺς καὶ τὴν γνώμην καὶ τὴν ἀσέβειαν. πῶς οὖν οὗτοι ἐν ἱερέων κλήρῳ τετάχθαι ποτὲ λογισθήσονται, τοῖς ἐν τῇ τῶν λαϊκῶν κατειλεγμένοις μοίρᾳ τὰ τῇ ἱερωσύνῃ καὶ τοῖς εὐαγγελικοῖς κανόσιν ἀνακείμενα ἐπιτρέποντες, πάντα ἐκείνοις χαριζόμενοι, ὡς οὐδὲν παρὰ τοῦ πνεύματος ἀπονάμενοι; εἰ δὲ ὁ πατὴρ αὐτῶν καὶ διδάσκαλος, τοῦ Μαμωνᾶ τὸ ἀνδράποδον (ἢ αὐτὸς ἂν μᾶλλον Μαμωνᾶς λεχθείη), ἐκ παλαιῶν καὶ πλείστων χρόνων εἰδωλολατρίᾳ κεκρατημένους Χριστιανούς, ὡς φασίν, κατέλαβεν, πῶς τοὺς νέον τῶν εἰδώλων καὶ τῶν βωμῶν ὑπερκύψαντας, τῆς ὁπωσοῦν μετανοίας καὶ δεσμῶν κανονικῶν ἄνευ, εἰς ἱερωσύνης τάξιν εἰσδέξαιτό τις; πῶς κατὰ συλλόγους συνέρχεσθαι καὶ δόγματα ἐκκλησίας Χριστιανῶν ἐκτίθεσθαι, οἱ ἐκ τῆς κνίσης καὶ τοῦ μύσους τῶν ἐπὶ τοῖς εἰδώλοις θυσιῶν ἄρτι, τότε ὡς γράμμασιν οἰκείοις διωμολόγησαν ἀνανεύσαντες, δίκαιοι παρὰ Χριστιανοῖς νομισθήσονται ἢ πιστευθήσονται; πῶς οἱ τῶν οἰκείων ἐπιμελεῖσθαι δεόμενοι, τῶν ἀλλοτρίων φροντίσειαν;

ποῖος λόγος τοὺς τοῖς ἕλκεσι τῆς ἀθεΐας βρύοντας καὶ τοῖς μώλωψι τῆς ἀπιστίας σεσηπότας καὶ ἀπόζοντας καὶ ἀνίατα καὶ δυσθεράπευτα κάμνοντας, τοῖς ἐν τῇ ὑγιαινούσῃ πίστει ἐρρωμένοις ῥώμης ἕνεκεν καὶ εὐεξίας πνευματικῆς διατίθεσθαι; ἀλλὰ τὰ ἐν τούτοις ὡς παράλογά τε ὄντα καὶ πλείστης τῆς ἀτοπίας καταγέμοντα, ἔτι καὶ τὰ παρὰ τῶν ἐπαινούντων τερατευόμενα πολλῆς τε ἀφροσύνης καὶ φλυαρίας ἔμπλεα, οἷα γραοπρεπῆ μυθεύματα καὶ παιδικῶν ψελλισμάτων καὶ ἀθυρμάτων κατ’ οὐδὲν διαφέροντα, χαίρειν ἐατέον, ἤδη καὶ παρὰ τῶν πρὸ ἡμῶν ἐμμελῶς τε καὶ συνετῶς μάλα ἐληλεγμένα καὶ ἀνατετραμμένα. οἷα δὲ τὰ ἐξῆς λεγόμενα κατοψόμεθα. ἐπάγουσιν γοῦν· Διὸ καὶ ἀκύμαντος οὐκ ἐν ὀλίγοις ἔτεσιν ἡ ἐκκλησία τοῦ θεοῦ μεμένηκεν, εἰρηνικώτερον τὸ ὑπήκοον φυλαττόμενον, ... τίς οὕτως ἐξέστηκεν, τίς οὕτω παραπληξίας εἰς ἔσχατον καθῖκται, ὥστε τοιαῦτα τολμᾶν ἀποφαίνεσθαι; ἀλλ’ αὐτοί γε τὸν τοῦ θεοῦ φόβον τέλεον παρωσάμενοι, συνείδησιν δὲ οὐκ οἶδα ὁποίαν ἔχοντες, ταῦτα παραπλασάμενοι κενολογοῦσιν, οὐδὲ τὸν παρὰ τῶν εἰδότων γέλωτα ὑπιδόμενοι ἢ τῶν εὐσεβούντων καὶ σωφρονούντων τὰ ὀνείδη περιϊστάμενοι. ὄντως ὄψις πόρνης ἐγένετο αὐτοῖς· ἀπηναισχύντησαν πρὸς πάντας. τὰς ψυχὰς γὰρ ὑπ’ ἀναιδείας ἀπεσκληκότες, οὐδαμῶς εἰς δέον τῷ λόγῳ χρήσασθαι προτεθύμηνται.

ποῦ γὰρ θήσομεν τὸν κεκινημένον κατὰ τῶν Χριστιανῶν τῶν εὐσεβεῖν μεμαθηκότων βαρύτατον καὶ δύσοιστον διωγμόν; οἷος μὲν οὖν καὶ ὅσος—ὡς συνοπτικώτερον φάναι, ὁποῖος δὴ τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις ἀρξάντων—κατὰ τῶν τηνικαῦτα πιστῶν ἀνέφλεκται, ὁπόσα δὲ πολυειδῆ καὶ ποικίλα τῶν βασάνων τὰ νέφη, οὔμενουν παραστῆσαι καὶ ἀναμετρήσασθαι ῥᾴδιον. εἰ γάρ τις τὰ κατὰ μέρος ἐκδιηγεῖσθαι βούλοιτο, ἐκλελοιπότα ἂν αὐτῶ σχοίη τὸν χρόνον, κάμνειν τε μακρὰ καὶ πονεῖσθαι τηνάλλως δεήσειεν, εἴπερ μέλλοι πολλοστοῦ μέρους ἐφικέσθαι· εἰ δὲ χρὴ ὀλίγα ἐκ πολλῶν θέσθαι, τοιαῦτα, ἅπερ ἡ παλαιὰ τὴν κακίαν καὶ ἀκμάζουσα τὴν ἀσέβειαν καὶ ἐδίδαξεν καὶ παρεσκεύασεν κακεργέτις συνέλευσις. εὐθὺς μὲν τὰ προγράμματα καὶ προθέματα τῆς βασιλικῆς ἀθεΐας κατὰ πάσης φοιτῶντα χώρας καὶ πόλεως, ἀπειλοῦντα ὁπόσα καὶ οἷα τῶν πάλαι ἀπίστων ἔγνωμεν δείματα· δεσμὰ δὲ τὸ ἐντεῦθεν βαρύτατα, καὶ μάστιγες αἱ δυσβάστακτοι, καὶ τὰ λοιπὰ ἃ τούτοις ἕπεται κολαστήρια, μελῶν ἐκτομαὶ τῶν ἐπισημοτάτων μάλιστα καὶ ἀναγκαιοτάτων, οὐδεμιᾶς φειδοῦς τῶν διωκομένων ἀξιουμένων. ῥῖνας γοῦν ποτε ὡς πλείστας ἀνθρώπων ἀθλίων ἀποτεμόντες, ὥσπερ πάλαι τὴν τοῦ θείου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου κεφαλὴν Ἡρῴδῃ προσέφερον, οὕτως τῷ ἐφ’ ἡμῶν Ἡρῴδῃ τῷ δυσσεβεῖ οἱονεὶ δῶρον ἡδὺ καὶ ἐπέραστον ἀνετίθεσαν ἐπὶ πίνακος.

ὀφθαλμῶν δὲ πηρώσεις καὶ γενειάδος ἐμπρησμοὺς καὶ τῶν αἱμάτων ἐκχύσεις, τί χρὴ καὶ λέγειν; καὶ εἴ που πίνακες τὰς ἱερὰς ταύτας ἐντετυπωμένοι μορφὰς εὑρεθεῖεν, οὗτοι κατὰ τῆς κάρας τῶν κεκτημένων καταγνύμενοι περιεθραύοντο· τῶν πεπονθότων τινές, οἷον στῆλαι τῶν ἀσεβῶν, εἰσέτι καὶ νῦν περισῴζονται, θριαμβεύοντες αὐτῶν τὸ θηριῶδες τῆς γνώμης καὶ ὠμὸν καὶ ἀπάνθρωπον. θάνατοι δὲ ὡς βίαιοι καὶ ἐξαίσιοι τῶν τὸ τέρμα τῆς ἀθλίας ζωῆς δεχομένων. μέγά τι καὶ γεγωνὸν οἱ σάκκοι ἂν ἐξεβόησαν, εἴπερ αὐτοῖς φωνὴν προέσθαι ἐξῆν, ἠδικημένοι τῆς χρήσεως, πρὸς εὐχρηστίαν μὲν καὶ ὑπηρεσίαν τὴν κατὰ τὸν βίον τὸν ἀνθρώπινον ἐξευρημένοι, ἀθλίων δὲ ἀνθρώπων ὀλέθρου χρηματίσαντες ὄργανα, ἐπὶ βυθοὺς θαλαττίους τοῖς ἐναπειλημμένοις ἐντὸς ἅμα καταδυόμενοι, ὑγρῷ ξίφει τῇ γεύσει τῆς ἁλμυρίδος περιπεσοῦσιν. ποίαν ταῦτα τραγῳδίαν οὐκ ἀποκρύπτει; τίς δὲ οὐ μέγα ἀνῴμωξεν ὁρῶν ναοὺς ἱεροὺς καθῃρημένους καὶ ἠφανισμένους, καὶ θυσιαστήρια ἅγια καταβεβλημένα καὶ διορωρυγμένα καὶ τὸν ἑαυτῶν κόσμον οὐκ ἔχοντα, κειμήλια ἅγια χερσὶ βεβήλοις καὶ ἀνοσίαις ἐγχειριζόμενα καὶ πυρὶ παραδιδόμενα καὶ τεφρούμενα;

τίς δὲ τῆς θείας ἡμερότητος οὐ τεθαύμακε τὸ μακρόθυμον, ἡνίκα τὰ τῷ θεῷ ἀνακείμενα μοναστήρια εἰς κτῆσιν καὶ οἴκησιν ἀνδρῶν ἀσεβῶν καὶ τῷ στρατιωτικῷ ἐγκατειλεγμένων τάγματι ἀνιέμενα καὶ κοινούμενα καὶ ἄλλοις ἄλλως ἀπεμπολούμενά τε καὶ ἐγχειριζόμενα, αἵ τε λεγόμεναι καθολικαὶ ἐκκλησίαι ὅπως εἰς χρῆσιν ἱπποστασίων τῶν ἐκ τῆς στρατιωτικῆς ἀλογίας χρηματίζουσαι συγκεχώρηνται; ἐντὸς γὰρ τοῦ ἱεροῦ μέχρι καὶ σήμερον τῶν κοπροδόχων ξύλων τὰ λείψανα διαμεμένηκε κείμενα· ἃ καὶ ὄψεσιν οἰκείαις τεθεαμένοι, αὐτόχειρες τῆς τούτων γεγόναμεν ἀνακαθάρσεως. ὅπως δὲ καὶ δούλους τοῖς οἰκείοις δεσπόταις ἐπανέστησεν, συνεργοὺς ἐπὶ τῇ τῶν κεκτημένων, εἰ εὐσεβεῖς ἐτύγχανον, κατηγορίᾳ καὶ προδοσίᾳ ποιούμενος ὁ ἐξάγιστος, τοῖς πολλοῖς οὐκ ἠγνόηται. τί δ’ ἄν τις εἴποι ὅπως τὸ στρατιωτικὸν ἅπαν κατὰ τοῦ ὀρθοδόξου μέρους ἐξέμηνεν, καὶ τούτου μάλιστα ὅσον κατὰ τὴν βασιλίδα ἔκ τε τῶν αἰπολίων καὶ βουκολίων καὶ τῆς συοφορβίας κακῶς συνέλεξεν, καὶ ἐπὶ κοπρίᾳ τοὺς ἐκ τῆς κοπρίας τελουμένους διῆγεν, ὥσπερ μηχανάς τινας καὶ πολέμια ὄργανα κατὰ τῆς ἐκκλησίας ὁπλίσας;

οὓς δὴ καὶ ὅρκια ἐπράττετο, κατὰ πάσης δυνάμεως θείας ὁρκωμοτεῖν παρακελευόμενος μήποτε εἰς κοινωνίαν τῷ εὐσεβοῦντι μέρει συνέρχεσθαι, τοὺς δ’ οὖν τοῦ μονήρους βίου ὡς ἄγος τι ὁρᾶν καὶ μὴ δ’ ὁπωσοῦν πελάζειν ἢ προσομιλεῖν τὰ εἰς εἰρήνην παντάπασιν αὐτοῖς· εἰ δέ που καὶ περιτύχοιεν, δεσμεῖν, μαστιγοῦν, εἰς δεσμωτήρια ἄγειν, ταῖς ἀρχαῖς παραδιδόναι, εἰς τὰ βασίλεια, ὥσπέρ τινας τῶν βαρβάρων δυσμενεῖς καὶ πολεμίους, ἑλόντας περιάγειν, ἠναγκασμένους ἢ ἐξόμνυσθαι τὴν εὐσέβειαν καὶ τὸ ἀποστολικὸν μεταμείβειν σχῆμα καὶ τὴν τῶν λαϊκῶν στολὴν μεταμφιέννυσθαι, τῷ κοινῷ πλήθει ἐναριθμίους γινομένους, ἢ πάσχειν τὰ ἀνήκεστα. καθ’ ὧν συχναῖς μὲν ἐχρῶντο καὶ πονηραῖς ταῖς ἐπινοίαις, πλείσταις δὲ κατηγορίαις καὶ συκοφαντίαις, ἃς οὐδ’ ἀκοῇ ποτὲ παρεδέξαντο· καὶ οὐδὲν εἶδος πομπείας ἢ κωμῳδίας ἀπέλιπον, ὁπότε καὶ τὸ καινὸν αὐτοῖς, ἐκεῖνο δὴ τὸ ‘ἀμνημόνευτοι’ ἐπεκλήρωσαν ὄνομα· τούτων πλῆθος οὐκ εὐαρίθμητον ἐπὶ θεάτρου ἱππικοῦ βιαίως ἠγμένον, ταῖς μοναζούσαις ὁμοῦ παρθένοις, οὐδὲ τὴν κοσμίαν ἢ γυναικείαν αἰδῶ εὐλαβούμενοι, κατὰ συζυγίαν χερσὶν ἄλλης ἄλλου ἐπειλημμένου συναρτήσαντες ἐθριάμβευον, παραδειγματίζοντες ἄλλα καὶ ὅσα τούτων ἀτοπώτερα καὶ φευκτότερα, ἃ λέγειν μακρόν.

οὕτω δὴ οὖν ἀνθρώπων ἕκαστον πρὸς τὸν πλησίον ἐξεπολέμωσεν καὶ ἅπαν τὸ φῦλον σχεδὸν τὴν κατ’ ἀλλήλων ἀνελέσθαι δυσμένειαν παρεσκεύασεν. τίς ἂν ἐξαριθμήσαιτο τὰ ἐκ τῆς θείας ὀργῆς μηνίματα, τὰς θεηλάτους πληγάς, καὶ οἷα κατ’ ἐκείνους τοὺς χρόνους τοῖς ἀνθρώποις ἐγκατέσκηψεν, δίκας τοὺς ὑπευθύνους εἰσπραττόμενα; ἐκ μὲν τῆς γῆς ὁποῖον τῶν βρασμῶν καὶ τοῦ φρικώδους ἐκείνου κλόνου τὸ χρῆμα, τὰ ἐρείπια κείμενα πτώματα κατὰ τὴν βασιλεύουσαν ἐκβοήσειαν. τὰ ἐξ ὑδάτων παράδοξα τέρατα μαρτυρείτωσαν, ἃ δὴ εἰς κρυστάλλου μεταπαγέντα φύσιν, ἐν ἴσῳ δὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρέων ὑπεραιρόμενά τε καὶ κορυφούμενα, τῷ πλήθει καὶ τῷ μεγέθει, βάσιμον τοῖς ἀνθρώποις τὴν ὑγρὰν τῆς θαλάσσης φύσιν παρέσχοντο· ὧν δή τινα τῇ πόλει προσρήξαντα, ἱκανῶς τά τε τείχη διέσεισεν καὶ τοὺς ἐντὸς ἐτάραξέν τε καὶ εἰς ἔκπληξιν ἤγαγεν. ὅση δὲ ἡ λοιμώδης φθορὰ τοὺς ἀθλίους ἐπενέμετο (βουβὼν ἐπῆρτο, καὶ θάνατος αὐτίκα παρῆκτο), οὐδὲ τὸν ἀριθμὸν τῶν ὀλλυμένων ἐξειπεῖν οἵα τε γλῶσσα ἀνθρώπων γενήσεται. τὰ ἐκ τοῦ αἰθερίου τόπου δείματα ἐξαίσια οἷα· καὶ γὰρ ἐδόκει τοὺς ἀστέρας ἅπαντας, τοῦ οὐρανίου ἐν ᾧ ἐπεπήγεσαν χώρου ἀπορρηγνυμένους, ῥαγδαίως κατὰ γῆς φέρεσθαι, οὕτω καὶ τῶν στοιχείων καὶ πάσης πασχούσης τῆς κτίσεως, οὐκ ἐνεγκάσης τὴν εἰς τὸν κτίσαντα παρὰ τῶν δυσσεβούντων πλημμέλειαν.

ὧν τὰ πολλὰ καὶ μέχρι τοῦ δεῦρο ἀναγγέλλουσιν ἄνθρωποι, κήρυκες τῶν ἐπὶ τοῖς παρανομοῦσι παθῶν περισῳζόμενοι. τοιοῦτοι μὲν οὖν οἱ ἐκ τῆς παρ’ ἐκείνοις συνόδου καρποί· οὕτως ἀκύμαντος ἡ ἐκκλησία τετήρηται· τοσαῦτα τὰ τῆς εἰρήνης αὐτοῖς διαπεπραγμάτευται ἀγαθά. ἀλλ’ ἐπειδή, ἐξ ὧν καὶ οὗτοι ἐδογμάτιζον, προῄσθοντο ὡς ὁ ἶσος Χριστιανοῖς ἐπαναστήσεται κλύδων, ταύτῃ τοι ἐπὶ τῇ τῶν προλαβόντων κακίᾳ ὥσπερ ἐπὶ οἰκείᾳ ἐφιλοτιμοῦντο ἀρετῇ, ἵνα ἐφ’ οἷς μέλλουσι δρᾶν μὴ αἰσχύνοιντο. καὶ ἐντεῦθεν οὖν ἐλέγχονται οἱ τάλανες τῷ ψεύδει καὶ τῇ πλάνῃ τῆς ἀσεβείας θερμῶς συνιστάμενοι. τοῖς εἰρημένοις δὲ ἐπισυνάπτοντες καὶ ψεῦδος ἐκ ψεύδους διαμείβοντες, γράφουσι τοιάδε· ... ἕως ἂν τὸ βασιλεύειν ἐξ ἀνδρῶν εἰς γυναῖκα μετέπεσεν καὶ τῇ γυναικείᾳ ἀφελότητι ἡ ἐκκλησία τοῦ θεοῦ ἐπημαίνετο· ἀπερίσκεπτον γὰρ ἄθροισμα συναγείρασα, ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα, ... πάλιν οἱ τῶν πραγμάτων ἄδικοι κριταὶ καὶ ἐπὶ τοῖς εὖ πεπραγμένοις καὶ λελεγμένοις ἀεὶ δυσχεραίνοντες, τοῖς δὲ ἀπεναντίας ἔχουσιν συνηδόμενοι, οἷα δὴ παραβλῶπές τινες καὶ τὰς ὄψεις ἐνδιάστροφοι, τὸ μὲν εὐθὺ καὶ εὖ ἔχον βλέπειν οὐ βούλονται, οὐδὲ τοῖς εἰς προῦπτον πᾶσιν κειμένοις καὶ ἐγνωσμένοις ἐφιστάνειν τὸν νοῦν ἐθέλουσιν.

διὸ περὶ τὰς εὐεργεσίας τοῦ θεοῦ ἀγνωμονοῦντες δείκνυνται, ἀρετῆς μὲν γὰρ καὶ χρηστότητος δριμεῖς κατήγοροι, κακίας δὲ καὶ θρασύτητος ἐπαινέται θερμοὶ καθιστάμενοι· καὶ οἷα μὲν τοῦ ἀλογωτάτου θράσους τῶν δυσμενῶν Χριστιανοῖς καὶ τῆς πικρᾶς δουλείας, ἀποδέχονται, ὅσα δὲ τῆς ἐπιεικείας καὶ ἐλευθέρας βιοτῆς, ἀποπέμπονται. οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς ἀκροωμένους διὰ τοῦ ψεύδους φενακίζειν ἐπιχειροῦσιν. ἐξ ἀνδρῶν εἰς γυναῖκας μετέπεσεν τὸ βασιλεύειν. τίνες οἱ παρ’ αὐτῶν ἄνδρες εὐφημούμενοί τε καὶ θαυμαζόμενοι;

εἰ γοῦν ἀνδρεῖοι τυραννῆσαι καὶ ἀδικῆσαι καὶ ὠμότητος καὶ δυστροπίας ἔργα ἐπιδείξασθαι, σύμφημι· μέγα γὰρ κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας πνεύσαντες, τοὺς θυμοὺς κατὰ τῶν εὐσεβούντων ἐξέχεαν καὶ τὰς μήνιδας, καὶ ὥσπερ θῆρες ἀτίθασοί τινες καὶ ἀπηγριωμένοι τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐπιδραμόντες καὶ εἰρηνεύουσαν καθ’ ἑαυτὴν καταλαβόντες νεωτερίζουσι τοῖς καθεστῶσι πράγμασιν· τοῖς ἰδίοις γὰρ δουλούμενοι πάθεσιν καὶ πολυχρονιότητος κεναῖς ἐλπίσι τρεφόμενοι, μόνον δὲ οὐχὶ καὶ αὐτοὶ σαφῶς βοῶντες· «Ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά», ὧν τὸ κρῖμα ὄντως ἔνδικόν ἐστιν, τὰ καλῶς ἡνωμένα καὶ συνηγμένα τῆς ποίμνης τοῦ Χριστοῦ λογικὰ πρόβατα ἐσπάραξάν τε ἀνηλεῶς καὶ διέφθειραν, οἵ γε οὐδὲ καθ’ ἑαυτοὺς τὸ εἰρηνεύειν προείλοντο· ἅπας γὰρ αὐτοῖς ὁ βίος θυμῶν καὶ ταραχῶν ἐπίμεστος ἦν, καὶ μάχαιρα ἐπρυτάνευε, καὶ πληγαὶ περὶ τὸ ὑπήκοον ἅπαν ἀνήκεστοι, καὶ κολαστήρια δεινά, καὶ ὁ κατὰ τῶν ὁμοδούλων ἀκατεύναστος πόλεμος. πότε δὲ τὸ εἰρηναῖον καὶ ἀταρακτότατον εἰς τὴν Ῥωμαίων πεφοίτηκεν; πότε δὲ τὸ πρᾶον καὶ εὐσταθές; τὸ ἤπιον δὲ καὶ ἀστασίαστον, ὅθεν; ἆρ’ οὐχὶ παρὰ τῆς γυναικείας ἀφελότητος; πότε οὖν καὶ πόθεν τὸ πημαίνεσθαι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συμβέβηκεν, καὶ οἱ λίθοι κεκράξονται, κἂν ἄνθρωποι σιγᾶν ἐθελήσωσιν καὶ οἱ λίθων ἀναισθητοτέραν καὶ σκληροτέραν τὴν καρδίαν μάλιστα θέμενοι.

εἰ δὲ γυναικῶν ἡ εὐτολμία καὶ τὸ περὶ τὴν πίστιν θερμόν, ἀνδρεῖον καὶ ῥωμαλέον, εἰκότως παρὰ τῶν εὖ φρονούντων λογισθῆναί τε καὶ ἐπαινεῖσθαι ἄξιον. οἷς τὸ εἰς πάθη συμβέβηκε κατασύρεσθαι καὶ περὶ τὰ καιριώτατα ἀλόγως ἐξαμαρτάνειν, πῶς οὐχὶ τὸ ἄνανδρον καὶ ἀσθενὲς ἐπιγραφήσεται, κἂν ἄνδρες τὴν φύσιν ὄντες τυγχάνωσιν, ῥώμῃ δὲ καὶ εὐσθενείᾳ γυναικῶν ἀνδρείων παραπολὺ ἡττώμενοι; πῶς δὲ οὐκ ἐν δίκῃ μεμφθήσονται καὶ καταδικασθήσονται, αἴσχους τε ἀποπληρούμενοι καὶ ὀνείδεσιν βαλλόμενοι πλείοσιν; ἡ δ’ οὖν γυναικεία ἀφελότης ὅσον ὤνησεν τὸ κοινὸν ἅπαν, οὐκ ἀσυμφανές. τὴν ἐκκλησίαν γὰρ τοῦ θεοῦ τετμημένην καταλαβοῦσα (τί δεῖ λέγειν περί γε τῶν ὑπὸ τοῖς ἄλλοις ἀρχιερατικοῖς θρόνοις τελούντων Χριστιανῶν, ὡς τὸ ἀκοινώνητον ἡμῖν διὰ τὴν ἀσέβειαν ἔσχον; αὐτοὶ καθ’ ἑαυτοὺς οἱ κατὰ τὴν ἀρχὴν τῶν ἐνταῦθα τεταγμένοι ἐστασίαζον, τὸ ἀσύμβατον περὶ τὴν τῆς πίστεως ὁμολογίαν ἐνδεικνύμενοι) σκοπὸν ἐτίθει εὐσεβῆ καὶ φιλόθεον, τὴν ἕνωσιν πραγματεύσασθαι, τὰ διεστῶτα συνάψαι καὶ τῶν διαιρεθέντων γενέσθαι συνούλωσιν καὶ τὴν εἰρήνην βραβεῦσαι ἐν ἅπασιν, εἰς μίαν συνιέναι ὁμολογίαν καὶ σύννευσιν. ἆρ’ οὖν οὐ ταῦτα τὸν ἀκύμονα καὶ γαλήνιον ἡμῖν βίον ἐπαγγέλλεται, παντί που δῆλον.

οἱ δὲ τὰ ἐν ποσὶν ἀγνοοῦντες καὶ ἀεὶ τῇ ματαιότητι συγκλωθόμενοι, μὴ δ’ ὁτιοῦν εἰδέναι τῶν δεόντων αἱρούμενοι, οὐδὲ ὅπως τὰ τῆς ἱερᾶς ἐκείνης καὶ καθ’ ἡμᾶς μεγάλης συνόδου κεκίνηται ἢ συγκεκρότηται ἴσασιν. ὅτῳ δὲ τρόπῳ ἐνῆρκταί τε καὶ περαίνεται, ὅδε ὁ λόγος νῦν παραστήσει· λελέξεται γὰρ ἐπιτομώτερον καὶ ὡς ἔσχεν ἀκολουθίας καὶ ἀληθείας τὰ πράγματα. ὁ χρόνοις πρόσθεν τισὶν τὸν κατὰ τὴν βασιλεύουσαν ἀρχιερατικὸν περιέπων θρόνον (Παῦλος δὲ ἦν ὄνομα αὐτῷ), ἀνὴρ ἀγαθὸς ἐς τὰ μάλιστα, ἀγχινούστατός τε ἅμα καὶ συνετώτατος καὶ δογμάτων τὸ ἐξ ἀρχῆς τεθραμμένος εὐθύτητι πράξει τ’ ἀρίστῃ καὶ λόγῳ καὶ ταῖς ἄλλαις ἐμπρέπων ἀρεταῖς, οὐκ ἐνεγκὼν ἐπὶ πλεῖστον ὁρᾶν τὸν ὀρθὸν τῆς ἀληθείας λόγον κάμνοντα, καὶ τοῦ κακῶς καὶ δυσσεβῶς δεδιδαγμένου λαοῦ τὴν σκληροκαρδίαν καὶ ἀπείθειαν, καὶ ἅμα τῆς τυραννίδος ἤδη σβεσθείσης καὶ τοῦ σοβαροῦ τῶν παλαμναίων φρονήματος ἐκ ποδῶν γεγενημένου, βουλὴν τοιάνδε βουλεύεται καὶ οὕτω τὰ καθ’ ἑαυτὸν διατίθεται· τοῦ τῆς ἀρχιερωσύνης μικρὰ φροντίσας ἀξιώματος, τὸν δὲ μονήρη καὶ ἡσυχαίτατον ἐπανῃρημένος βίον, ἐπί τι μοναστήριον οὐ πολλῷ ἄπωθεν τοῦ μεγίστου ἱεροῦ καθεστὸς κατιὼν ἀφικνεῖται καὶ αὐτοῦ τὸ μοναστικὸν μετενδιδύσκεται σχῆμα.

ἐφ’ ᾧ μέγα ἤχθετο ἡ τὰ βασίλεια διακοσμοῦσα σκῆπτρα καὶ λίαν ἐπηγανάκτει καὶ ἅπαν τὸ κοινὸν τῆς πόλεως ἐπὶ τοῖς καινοποιηθεῖσιν ἐθορυβεῖτο, ὡς τὸ εἰκός, καὶ διεταράττετο. ἀθροίζεται τοίνυν πρὸς αὐτὸν ὅσον ἐν ἀξιώμασιν καὶ ὅσον τάς τε πολιτικὰς ἀρχὰς καὶ στρατιωτικὰς ἐγκεχείριστο, καὶ ἥκουσιν πευσόμενοι ὅτου δὴ ἕνεκεν τὰ τῆς ἀθρόας ταύτης μεταβολῆς συμπέπτωκεν. ὁ δὲ πληκτικώτερόν τε καὶ ἐμβριθέστερον ὑπαντιάσας τῷ λόγῳ, ἐστηλίτευεν αὐτῶν τὴν ἀντιλογίαν καὶ ἀπιστίαν, καὶ ὡς οὐ βούλοιτο λαοῦ τοιούτου ὑπάρχειν ἐπίσκοπος, οὔτε μὴν ἐκ τῶν κατὰ τοὺς ἄλλους ἱερατικοὺς θρόνους ἐνιδρυμένων διὰ τὴν συμπεσοῦσαν ἐνταῦθα αἵρεσιν ἀλλοτριοῦσθαι καὶ τοῖς ἐκεῖθεν ἀναθέμασι βάλλεσθαι, τὴν κοινωνίαν δὲ αὐτῶν ὅτι μάλιστα ἀσπάζεσθαι καὶ σύμφωνος αὐτῶν τῇ ὁμολογίᾳ καθίστασθαι· τὸν τῆς ὀρθοδοξίας δὲ λόγον ἐλευθέρᾳ καὶ τρανῇ τῇ φωνῇ ἐπαρρησιάζετο καὶ τὴν κρατοῦσαν ἀπιστίαν διέπτυε καὶ ἀπεκήρυσσεν. ταῦτα καὶ ἕτερα πλείονα ἀποφαινόμενος, ἐληλεγμένους τοὺς συνειλεγμένους ἐξέπεμπεν. αὐτὸς δὲ μικρὰ ἐπιβιοὺς ὑπὸ τῆς ἐπιλαβούσης νόσου τῆς παρούσης ζωῆς ἀπολύεται, πρὸς τοὺς ἀπηνέμους καὶ γαληνίους λιμένας καθορμιζόμενος, ψυχωφελῆ νεώσας ἑαυτῷ νεώματα.

ἐντεῦθεν λοιπὸν προκαταβάλλεται τῆς εὐσεβείας τὰ σπέρματα· ἡ γὰρ λογικὴ ἄρουρα εὐθὺς ἀνακαθαίρεται καὶ αἱ πονηραὶ ἄκανθαι, αἳ δὴ τῆς κεχερσωμένης τῇ ἀπιστίᾳ ἐμψύχου γῆς προανεφύησαν, ὅσον οὔπω πρόρριζοι ἀνατέμνεσθαι ἤμελλον. ἐξ ἐκείνου τοιγαροῦν πλεῖστοι γνωσιμαχήσαντες, ὅσοι τὸ λυσιτελοῦν ἐπαισθέσθαι ἱκανοὶ ἐτύγχανον, τὴν μὲν προάγουσαν καὶ προκατασχοῦσαν διέπτυσαν ἀπιστίαν, πρὸς δὲ τὴν εὐθυτάτην διδασκαλίαν ἐτράποντο προσερχόμενοι, ὥστε τὴν παρὰ τοῦ ἱεράρχου γενομένην τοῦ θρόνου παραίτησιν, τῆς εὐπιστίας γενέσθαι ἀνάστασιν. τελεώτερον δὲ τὸν στάχυν τῆς εὐσεβείας ἐπηύξησεν, οὐ μετρίοις διηγωνισμένος τοῖς πόνοις καὶ διὰ πλειόνων καμάτων τῆς διδασκαλίας ἀχθείς, ὁ μετ’ ἐκεῖνον τῆς ἱερωσύνης διαδεξάμενος τὴν λειτουργίαν. καὶ γὰρ ἐπὶ τὴν προηρωμένην καλήν τε καὶ γόνιμον γῆν ὁ καθαρὸς τῆς εὐσεβείας σῖτος πεσών, πολύχουν τὸν ἄμητον ἐκαρποφόρησεν, ὡς εὔσταχυ καὶ εὐανθὲς τὸ θεῖον γεώργιον ἀναδείκνυσθαι, τῶν μὲν εἰς τόνδε, τῶν δὲ εἰς τόνδε πολλαπλασιασάντων τὸν ἀριθμὸν τὰ καταβαλλόμενα σπέρματα.

ὅσοι δὲ ταῖς ἀκάνθαις βραχεῖς τινες τῆς ἀπιστίας ἐναπεπνίγησαν, ἄκαρποι δὲ λοιπὸν καὶ ἀδιόρθωτοι διαμεμενήκεσαν, τῆς παλαιᾶς καὶ χριστομάχου γεωργίας παραφυάδες ἐτύγχανον καὶ τῆς Φαρισαϊκῆς ζύμης λείψανα, μεταμαθεῖν ἢ βλαστῆσαι τὴν εὐσέβειαν οὐκ ἀνασχόμενοι οὐδὲ πρὸς τὸ φῶς ἀνανεῦσαι τῆς ἀληθείας θελήσαντες. ἐπεὶ οὖν ἐδεῖτο ἡ ἱερωσύνη τοῦ προεδρεύσοντος, ψῆφος δὲ θεία καὶ θεάρεστος κρίσις ἐβράβευεν καὶ ἡ ἄνωθεν χάρις ἐκάλει πρὸς τὴν ἱεραρχίαν τὸν ἄξιον, ἄγεται εἰς μέσους ὁ καὶ πρὶν τὴν ἀρετὴν καὶ τὸν τρόπον διὰ τοῦ καθ’ ἑαυτὸν βίου ἐπισημότατος, καὶ διατοῦτο πρὸς τὴν ἀξίαν τὴν τοιαύτην παρὰ πᾶσιν ἐπίδοξος, ἤδη παντὸς τοῦ κοινοῦ πλήθους καὶ συντρέχοντος καὶ συγχαίροντος, Ταράσιος ὁ ἐν ὁσίᾳ τῇ μνήμῃ καὶ ἐν πατράσιν καὶ διδασκάλοις ἀοίδιμος. καὶ ὅ γε οὐ πρὶν ἐνθρονίζεσθαι ᾤετο δεῖν πρὶν ἢ παρὰ πάντων τὰ πιστὰ δέξαιτο, ὡς συνόδου οἰκουμενικῆς παρουσίᾳ τὰ ἀμφίβολα ὡς τὸ εἰκὸς διαλυθεῖεν. συνῄνεσαν οὖν ὁμοῦ ἅπαντες ὅσοι τῆς συγκλήτου βουλῆς καλουμένης καὶ ὅσον ἐν τέλει πολιτικόν τε αὖ καὶ στρατιωτικόν. καὶ δεξιὰς ἀνασχόντες εἰς οὐρανόν, ὀρέγουσιν αὐτῷ, καὶ τὰς ὁμολογίας ἐνώπιον θεοῦ καὶ ἀγγέλων τίθενται ὅτι γε, κοινῆς ψήφου προερχομένης, ὡς ἄσμενοι καὶ ἀσπασίως τὰ κριθησόμενα καὶ ὁρισθησόμενα δέχοιντό τε καὶ φυλάττοιεν.

οὕτω τοι λοιπὸν ἱερωθεὶς τῷ θεῷ ἐπὶ τὸν θρόνον ὁ ἀρχιερεὺς ἄνεισιν καὶ τῶν τῆς ἱερωσύνης ἅπτεται πραγμάτων. τοιγάρτοι κοινῇ γνώμῃ αὐτοῦ τε καὶ τῆς βασιλίδος τῶν τε ἄλλων ἁπάντων, καθὰ θεσμὸς ἐκκλησιαστικὸς καὶ ἔθος κανονικὸν κεκράτηκεν τὸ ἀνέκαθεν, πρὸς τοὺς πεπιστευμένους τῶν ἀρχιερατικῶν θρόνων τὰς ἡνίας ἐπικηρυκεύονται τόν τε τῆς ἑσπερίας καὶ τοὺς πρὸς ἥλιον ἀνίσχοντα. καὶ δὴ πάσῃ σπουδῇ οἵ γε καὶ προθυμίᾳ πιστοὺς καὶ εὐλαβεῖς καὶ ἱερωμένους ἄνδρας καὶ βίῳ καὶ λόγῳ ἐξειλεγμένους καὶ ὁποίους ἔδει ἐπὶ θείῳ οὕτω καὶ ἱερῷ πράγματι μεσιτεύσοντας προϊέναι καὶ τὸν ἐκείνων τόπον ἀποπληρώσοντας, γράμμασιν αὐτοὺς συνοδικοῖς καὶ κανονικοῖς ἐφοδιάσαντες καὶ ὀχυρώσαντες, ἐκπέμπουσιν.

καὶ ὡς ἔστιν ἀληθὲς ὧδε εἰπεῖν, κανονικῇ τε καὶ ἱερατικῇ θεσμοθεσίᾳ ἀθροίζεται καὶ συγκροτεῖται οἰκουμενικὴ καὶ ἱερὰ καὶ μεγάλη ἐν Νικαίᾳ τῇ θεοσώστῳ πόλει τὸ δεύτερον, καὶ τελεῖται αἰσίως καὶ θεοπρεπέστατα σύνοδος· ἥτις ταῖς ἀληθείαις κατὰ πάντα ταῖς προηγησαμέναις ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ συνόδοις ὀρθῶς τε καὶ ἀκλινῶς ἐπηκολούθησεν, ἀποδεχομένη καὶ περιέπουσα τὰ θεῖα αὐτῶν δόγματα καὶ θεσπίσματα, ὅσα τε περὶ τὴν θεολογίαν καὶ ὅσα περὶ τὴν σωτήριον οἰκονομίαν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ καὶ θεοῦ ἐν χάριτι τῇ τοῦ πνεύματος κινούμεναι ἔθεντο· ἐν οἷς καὶ τὴν ἀρχῆθεν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ τῶν σεπτῶν εἰκόνων τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τῆς τε παναγίας παρθένου δεσποίνης ἡμῶν θεομήτορος καὶ τῶν ἄλλων ἁγίων ἐπιλάμπουσαν καὶ πεφυλαγμένην τηροῦσα παράδοσιν, τὴν προσκύνησιν καὶ τὸ πρέπον αὐταῖς σέβας ἐξένειμεν. οὐδὲν γὰρ τὸ παράπαν ἐκαινοποίησεν, οὐδὲν νεαρὸν ἐφεύρημα ἐπινοήσασα ἐκαινούργησεν, οὐδὲν ἐσχεδιασμένον καὶ ἀπερίσκεπτον προηνέγκατο· ἀλλ’ ὅπερ ἐκ θειοτέρας μυσταγωγούμενοι ἐπιπνοίας περιελάμφθησαν, καθὰ καὶ οἱ τῆς σεπτῆς ἕκτης συνόδου ὅσιοι πατέρες, καὶ αὐτοὶ τοῖς προλαβοῦσιν ἁγίοις, ταυτὸν δὲ εἰπεῖν τῇ καθολικῇ ἐκκλησίᾳ, ἑπόμενοι ἐν κανόσιν ἱεροῖς εὐαγῶς ἐτυπώσαντο.

ταῦτα οὖν πάντα κυροῦσα καὶ ἐπισφραγίζουσα, ἀληθείας τε ὅπλοις πεφραγμένη καὶ θείῳ κραταιουμένη πνεύματι, ψήφῳ κοινῇ καὶ γνώμῃ θεῖον ὅρον ἐκπεφώνηκεν καὶ τεθέσπικεν, τὸν αὐτὸν τρόπον τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ τὴν σεβασμίαν εἰκόνα τοῦ σωτῆρος ἡμῶν Χριστοῦ προσκυνεῖσθαι, ἔτι καὶ τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου, λοιπὸν καὶ τῶν ἁγίων ὡσαύτως τοῖς ἄλλοις ἱεροῖς ἀναθήμασιν. τὴν δ’ οὖν νεωτερισθεῖσαν παρὰ τῶν φρυαξαμένων ἀσεβῶν κατὰ τῶν ἱερῶν τόλμαν καθελοῦσα κραταιῶς, τὸ ὀχλοποιὸν ἐκεῖνο καὶ Ἰουδαϊκὸν συνέδριον διέπτυσεν καὶ ἠθέτησεν. ἐν τούτοις λοιπὸν γίνεται τῆς εὐσεβείας σφραγὶς καὶ κλεῖθρα τῆς πίστεως τίθεται· ἔνθα γὰρ τῆς εὐκλεοῦς καὶ ἀμωμήτου ἡμῶν θρησκείας τὸ μυστήριον τρανέστερόν τε καὶ τελεώτερον καταρτιζόμενον τὴν φανέρωσιν τῆς ἀληθείας ἔσχεν, ἐνταῦθα καὶ τὸ πέρας καὶ τὰ σήμαντρα ἐπιτεθῆναι ἔδει, ἀπὸ μὲν τῆς θεολογίας ὁρμώμενον, ἐπὶ δὲ τὴν οἰκονομίαν συμπεραιούμενον.

ἐξύμνησεν οὖν τὴν τοῦ σωτῆρος οἰκονομίαν, οὐ καθύβρισεν· οὐ τὰ καλῶς καθεστῶτα κατεστρέψατο, οὐκ εἰς τὰ ἅγια πεπλημμέληκεν· οὐκ ἐξουδένωσεν, ἀλλὰ τετίμηκεν· οὐκ εἰδώλων μύσος εἰς τὰ καθ’ ἡμᾶς ἱερὰ δυσφημοῦσα προσέρριψεν· οὐ Χριστιανῶν καὶ αὐτοῦ δὴ Χριστοῦ ἀθέως καὶ δυσσεβῶς κατηγόρευσεν, τῶν μὲν ὡς προσκυνησάντων εἰδώλοις τοῖς βδελυκτοῖς καὶ καταπτύστοις, ὅπερ αὐτοῖς ἄξιον, τοῦ δὲ ὡς οὐκ ἰσχύσαντος καταλῦσαι ἅπερ κατέλυσεν· οὐδὲ ἄλλό τι ὧν οἱ δυσσεβεῖς τετολμήκασιν. τίσιν οὖν πειστέον; καὶ τίσιν ἀναθετέον τὰ βραβεῖα καὶ τὰ νικητήρια; τοῖς τῷ ἀνθρωπίνῳ καὶ ἐμπαθεῖ καὶ θεομισεῖ θελήματι ἐξακολουθήσασιν καὶ πᾶσαν καταλύσασιν ἐκκλησιαστικὴν θεσμοθεσίαν, ἢ τοῖς τῷ εὐαγγελικῷ κηρύγματι εἴξασιν καὶ τοῖς Χριστιανικοῖς θεσμοῖς στέρξασιν; οἱ τῆς εὐσεβείας ἐρασταὶ καὶ τῶν ἀληθῶν τὴν κρίσιν πεπιστευμένοι, οἷς δίκαιον τὴν νικῶσαν νεμέτωσαν. καὶ τὰ μὲν τῆς ἱερᾶς ἐκείνης συνόδου ὧδέ πῃ ἐχέτω. ἐπισκεπτέον δὲ ὁποῖα τοῖς τοῦ ἀνιέρου συλλόγου τοῖς προλαβοῦσιν ὡσαύτως ἐπάγεται τὰ ἐγκλήματα· ἀπερίσκεπτον ἄθροισμα συναγείρασα, ἀμαθεστάτοις ἐπισκόποις ἐπακολουθήσασα.