Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Έλεγχος των νοθευμένων κειμένων του Βασιλείου Σελευκείας και του Αμφιλοχίου Ικονίου

Απορρίπτονται τα ψευδεπίγραφα χωρία που επικαλούνται οι εικονομάχοι και τεκμηριώνεται το γνήσιο φρόνημα των δύο ιεραρχών υπέρ των αγίων απεικονίσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 12 από 18

ἐπειδὴ δὲ οἱ τάλανες καὶ ἑτέρας ἀλόγους καὶ ἀλλοκότους προφέρουσιν χρήσεις, οὐκ ἀποκνητέον ἡμῖν καὶ ταύτας ἐπισκεψαμένους εἰς φανερὸν καταστῆσαι τὰ ἐνόντα ψεύδη καὶ πλάσματα. προστιθέασιν γὰρ τοῖς προλαβοῦσιν Βασίλειόν τινα Σελευκείας ἀρχιερέα παραπλασάμενοι, τὰ αὐτὰ τοῖς τοῦ πεποιημένου Θεοδότου κατὰ τῶν ἁγίων κενοφωνοῦντα. ἔχει δὲ τὰ προφερόμενα ὧδε· Τοὺς ἐν ἀρετῇ γοῦν βεβιωκότας οὐ διὰ τῆς ἐν χρώμασιν τεχνουργικῆς ἐπιστήμης τιμᾶν δεῖ, ὅπερ ἔστιν Ἑλληνικῆς μυθοποιΐας ἀνάπλασμα, ἀλλὰ διὰ τῆς γραφικῆς θεωρίας τούτους εἰς ἀνάμνησιν ἕλκειν καὶ μιμεῖσθαι τὸν ζῆλον. τίς γὰρ ἂν γένοιτο τοῖς ἀνθρώποις ἐκ τῆς τῶν τοιῶνδε μορφωμάτων κακοτεχνίας εὐεργεσία; ἢ τί ἔχοι θεοφιλές τε καὶ τίμιον ἡ τῶν ἀψύχων ὁμοιωμάτων περιεργία; ταῦτα κἂν ἐν διαφόροις προσηγορίαις εὑρίσκηται, τῇ ῥήσει καὶ διανοίᾳ, εἷς ἐστιν ὁ φθεγγόμενος, ἐκ τοῦ ἐναντίου ἐμπνεόμενος πνεύματος, ὡς ἐκ τῶν ἱερῶν ἐκτυπωμάτων καὶ αὐτῶν τῶν ἁγίων ἐχθρὸς πεφωραμένος· εἴσεται πάντως που ὁ τοῖς λόγοις αὐτῶν ἀκριβέστερον ἐπιστήσας. ἡμεῖς δὲ ταῦτα ἱκανῶς θριαμβεύσαντες ὡς ἔκφυλα καὶ ἀλλότρια τῆς ἐκκλησίας ἐκαττύθη ληρήματα, τὴν γνησίαν ἣν περὶ τὰ ἅγια ὁ ἀληθὴς ἔχει Βασίλειος φανερώσομεν δόξαν, οὐδενὸς ἄλλου προσδεησόμενοι.

παρίτω γὰρ εἰς μέσους αὐτὸς καὶ τὴν ψευδώνυμον ἀποκρουόμενος πλάνην, τὴν νικῶσαν νεμέτω τῇ ἐκκλησίᾳ, καὶ ὡς ἔσχεν διαλήψεως περί γε τῆς εἰκόνος τῆς ἁγίας πρωτομάρτυρος Θέκλης διεξιέτω καὶ μεθ’ ὧν πλείστων ὅσων λόγων εἰς τὴν καλλιμάρτυρα ἐξύφηνεν προσανατιθέσθω καὶ ταῦτα. γράφει γὰρ τῷ βασιλεῖ Λέοντι τοιάδε·

Ἐτόλμησα, θειότατε, τῆς ἁγίας ἀποστόλου καὶ καλλιπαρθένου. καὶ μεθ’ ἕτερα· Ἵνα δὲ μὴ ἀμφίβολον γένηται τοῖς ἀκούουσιν ὡς αὐτῆς εἴη τῆς ὁσίας ἀποστόλου ἡ εἰκὼν αὕτη ἡ ἀληθινή, δίκαιον ἡγησάμεθα ἅπερ μεμαθήκαμεν παρὰ τῶν προγόνων ἡμῶν εἰπεῖν. αὕτη ἡ ὁσία, δέσποτα, μετὰ τὸ διασωθῆναι καθὼς εἴρηται, ἵνα συντόμως εἴπω, εἰσελθοῦσα ἐν Σελευκείᾳ μετὰ τοὺς ἀγῶνας τοὺς μαρτυρικούς, τὴν ἀποστολὴν ἐμπιστευθεῖσα παρὰ τοῦ ἀποστόλου Παύλου τοῦ διδασκάλου αὐτῆς καὶ τῆς οἰκουμένης, εὗρεν πάντας τοὺς ἐν Σελευκείᾳ τῆς Ἰσαύρων μητροπόλει Ἕλληνας ὄντας καὶ ἀνόμους κατ’ ἐκείνους τοὺς χρόνους. καὶ σπεύσασα διδάξαι τὸν λόγον τοῦ θεοῦ, ἐμπιστευθεῖσα τὴν πόλιν εὐγενής τε οὖσα ἔσπευσεν ἐν ἰδιάζουσι τόποις οἰκεῖν· ὅθεν ἐν σπηλαίῳ ᾤκησεν τῷ Μυρσινεῶνι, ἔνθα νῦν ἡ πηγή. κατὰ κυριακὴν δὲ ἐξῄει συλλέγουσα βοτάνας καὶ ταύτας ἤσθιεν τὴν ἑβδομάδα. συνέβη δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν τὸν ἱερέα τῶν Ἑλλήνων τὸν ἐν Καπιτωλίῳ ὄντα τῷ ἐν τῇ Σελευκέων (ὅπερ νῦν ἐστιν Ἀποστολεῖον) γυμνάζεσθαι, ὡς ἐν ἰδιάζοντι τόπῳ, ἔνθα διακινοῦσα ἡ ἁγία συνέλεγεν τὰς βοτάνας. ἰδὼν δὲ αὐτὴν ἔφιππος ὤν, πτερνίσας τὸν ἵππον ἦλθεν πλησίον αὐτῆς, κακόσχολον νομίσας εἶναι αὐτήν τινα τῶν τυχουσῶν κορῶν· στραφεῖσα δὲ ἡ ἁγία ἀπόστολος Θέκλα, δύναμιν ἐξ αὐτῆς πέμψασα, κατήνεγκεν αὐτὸν ἀπὸ τοῦ ἵππου.

καὶ ἐτέθη ἄφωνος τρεῖς νύκτας, ὥστε ἐν τοσούτῳ <συναχθῆναι πᾶσαν τὴν πατρίδα τῆς Ἰσαύρων χώρας περὶ αὐτὸν ἐκπληττομένους ἐπὶ τῷ> γεγονότι· περιβόητος γὰρ ὑπῆρχεν ὁ ἱερεὺς καὶ περιφανὴς ἐν τοῖς τότε χρόνοις. ὡς δέ ποτε ἀνέσφαλεν, ἐν νῷ λαμβάνει ὡς δῆθέν τινα τῶν θεῶν αὐτοῦ οὖσαν καὶ ὀργισθεῖσαν κατ’ αὐτοῦ καὶ ἐκ τούτου τὸν κλιμακτῆρα τοῦτον ὑπομεμενηκέναι. κελεύει οὖν ἐνεχθῆναι ζωγράφον καὶ λέγει αὐτῷ· «Ἄπελθε καὶ ζωγράφησόν μοι κόρην μικροπρόσωπον ὀκτωκαιδέκα ἐτῶν πλέον ἢ ἔλασσον, ἧς τὸ κάλλος ἐξειπεῖν οὐ καταλαμβάνω, φοροῦσαν ἐνώτια δίκοκκα καὶ περίθεμα κατὰ τοῦ τραχήλου, ὡς ἂν λάβῃς κατὰ διάνοιαν»· οὕτως γὰρ ἦν ὀφθεῖσα ἡ ἁγία τῷ ἱερεῖ ὅτε καὶ καταπεσεῖν αὐτὸν ἐποίησεν ἐκ τοῦ ἵππου. ὡς δὲ ἐπεχείρησεν ὁ ζωγράφος τοῦ ζωγραφεῖν, ὁδηγηθεὶς τῇ συνεργίᾳ τῆς δυνάμεως αὐτοῦ, τὴν ἀληθινὴν εἰκόνα γεγράφηκεν· ἐνεχθείσης δὲ αὐτῷ τῆς εἰκόνος καὶ ἰδὼν αὐτὴν ὁ ἱερεὺς ἐπέγνω αὐτὴν οὖσαν. καὶ δυναμωθεὶς καὶ ἀναστὰς περιεπτύξατο τὴν εἰκόνα καὶ ὡμολόγησεν αὐτὴν εἶναι· ἣν καὶ ἀπεθησαύρισεν ὁ ἱερεὺς ἐν τῷ οἴκῳ τῷ ἰδίῳ, πιστεύσας τῷ κηρύγματι τῆς ἀποστόλου. ἥτις εἰκὼν κατήχθη ἐκ διαδοχῆς τῶν ἐξ αὐτοῦ εἰς Ἀχαιόν τινα ἰλλούστριον, λόγιον φιλόσοφον Χριστιανὸν ἄνδρα, καὶ μετὰ τὸ τέλος τούτου ὤφθη ἡ εἰκὼν αὕτη ὅτε ἐκηδεύετο ὁ αὐτὸς Ἀχαιός.

ὁ δὲ κατ’ ἐκεῖνον τὸν χρόνον παραμονάριος τοῦ μαρτυρίου τῆς ἁγίας πρωτομάρτυρος Θέκλης μεταγραψάμενος τὴν εἰκόνα ταύτην, ἔδωκεν καὶ αὐτὸς εἰς τὸ μεταγράφειν αὐτὴν τοῖς βουληθεῖσιν. ταῦτα παρὰ τοῦ ἀληθοῦς γεγράφθω Βασιλείου, σύνδρομα τοῖς λοιποῖς ἁγίοις πατράσιν φρονοῦντός τε καὶ δοξάζοντος. μετὰ δὴ ταῦτα παρατιθέασιν Ἀμφιλοχίου τοῦ ἐξ Ἰκονίου λόγους ἐκ τοῦ πεποιημένου αὐτῷ ἐγκωμίου εἰς τὸν μέγαν Βασίλειον, ἐν οἷς τοιαῦτα λέγεται· Οἱ ἅγιοι οὐ προσδέονται τῶν διὰ γραμμάτων ἡμῶν ἐγκωμίων, ἐγγεγραμμένοι ἤδη τῷ βιβλίῳ τῶν ζώντων, ὧν ἡ δικαιοσύνη παρὰ τῷ θεῷ πεφύλακται· ἡμεῖς δὲ χρῄζομεν τῶν διὰ μέλανος γραμμάτων, ὅπως ὁ νοῦς ἡμῶν διαγράφῃ τὴν τούτων μνήμην εἰς κοινὴν ὠφέλειαν, καὶ ὦμεν ἀκροαταὶ τούτων, ὅταν διὰ τῆς ἀναγνώσεως τῇ ἀκοῇ παραπέμπωμεν. ὡς γὰρ ἐκ μεγάλου θησαυροῦ πρὸς οἰκονομίαν τὰς εὐεργεσίας λαμβάνομεν, καὶ πληροῦμεν ἡμῶν τὰ ὑστερήματα ταῖς τούτων πολιτείαις· οὐ γὰρ πληροῦται ἀκοὴ δι’ ἐπιθυμίας ἔχουσα ἀκοῦσαι τὴν τούτων τελείωσιν.

ἀλλ’ οὐ χρώμασιν τοῖς πίναξιν τὰ σαρκικὰ αὐτῶν πρόσωπα ἐπιμελὲς ἡμῖν ἐκτυποῦν, ὅτι οὐ χρῄζομεν τούτων· ἀλλὰ τὴν τούτων ἄθλησιν ἐκμιμούμενοι, καὶ τὰς ἀγαθὰς πράξεις δευτεροῦμεν καὶ τὴν πρὸς θεὸν ἀγάπην διαγράφομεν καὶ ἐσμὲν μιμηταὶ τῶν ἀγαθῶν πράξεων αὐτῶν, ἐντιθέντες τῇ γραφῇ τὰς τούτων μνήμας μετὰ θάνατον πρὸς τοὺς ἀκούοντας, ὅπως γνῶσιν τὴν ἐν κόσμῳ αὐτῶν ἀναστροφήν. ἡ μὲν οὖν χρῆσις τοιαύτη καὶ οὕτως ἔχουσα· μηδένα δὲ τῶν πιστῶν καὶ εὐσεβεῖν εἰδότων εὐγνωμόνως τε πρὸς τοὺς ἁγίους διακειμένων καὶ ψῆφον ὀρθὴν ἐπὶ τοῖς πράγμασιν φέρειν ἐπισταμένων, τὸ δοκοῦν ἐν αὐτῇ τραχύ τε καὶ πρόσαντες ἐγκεῖσθαι ἀθρόον ταραττέτω, μὴ δὲ ἐκ πρώτης ἐπιβολῆς καὶ ἐντεύξεως οἵ γε ταῦτα ἐντυγχάνοντες κρινέτωσαν, ἀλλὰ μετ’ ἐμμελοῦς ἐρεύνης καὶ ἀσφαλοῦς διασκέψεως πολυπραγμονοῦντες τὸν ὅλον νοῦν τοῦ συγγραφέως ἐξεταζέτωσαν. ἐκ δὲ τοῦ εἰλημμένου αὐτῷ προοιμίου τὸν σκοπὸν ἀναλεγόμενοι ῥᾳδίως ἕλοιεν τῶν λεγομένων τὴν δύναμιν. διατοῦτο γὰρ εὖ ἔδοξεν καὶ αὐτὸ ἐνταῦθα ἐγκατατάξαι τὸ προοίμιον, ὡς ἂν ἐπιγνοῖεν ἐκεῖθεν μὴ πρὸς ἀναίρεσιν τῶν ἱεροτυπιῶν ταῦτα εἰρῆσθαι, ὅτι μὴ δίκαιον τοῖς καθεστῶσι καὶ νήφουσιν λόγοις μὲν ἐγκωμιάζειν, εἰκόσιν δὲ ἀτιμάζειν τοὺς ἐπαινουμένους.

ἔχει γὰρ ὧδε· Οἱ τῶν πόλεων δῆμοι οὐκ ἀθετοῦσι τὰς ἀρχὰς τῶν ὀλιγοχρονίων αὐτῶν ἀρχόντων καὶ πλειστάκις ἐν οἴκῳ ἰδίῳ, αὐτῶν ἀπελθόντων, ὅπως διὰ τῶν χρωμάτων ἐπὶ τοῖς πίναξι τὰ τούτων μνημόσυνα ἐμφέρηται μηχανῶνται· γυναικείῳ σχήματι τὰς πόλεις δεξιόθεν καὶ εὐώνυμα ἐξεικονίζουσι προσεπαίροντες αὐτοὺς τοῖς ἐπαίνοις καὶ κολακεύοντες, καὶ πολλάκις γινώσκοντες αὐτοὺς ἀδίκους καὶ ταῖς ἐνθυμήσεσιν καταγινώσκοντες τῶν πράξεων αὐτῶν, ἀλλ’ ὅμως, ὡς εἴρηται, ὅπως διαμείναι διὰ τῆς γραφῆς τὰ μνημόσυνα αὐτῶν ἐπιτηδεύουσιν διὰ τὸν ὀλίγον χρόνον τὸν δοθέντα αὐτοῖς ἐκ τῶν ἐπαρχιῶν ὧν ἦρξαν. ὁμοίως καὶ διὰ τὰ ἐν πολέμοις ἀνδραγαθήματα τῆς σαρκικῆς παρατάξεως, στήλαις χαλκαῖς ἀποτυποῦσι τὰ τῶν ἀριστέων ὁμοιώματα, ὅπως ταῖς μεταταῦτα γενεαῖς τὰ μνημόσυνα αὐτῶν ἐμμείνωσι.

καὶ εἰ οὗτοι προσκαίροις οὖσιν ἀνθρώποις ποθεινοὶ γεγόνασι διὰ τῶν ὅπλων ὧν περιβάλλονται, φοβεροὶ ὄντες τοῖς ὑπεναντίοις, ἐν ὑπερηφανίαις καὶ δόλοις ἀναστραφέντες, πόσῳ μᾶλλον δικαιότερον διὰ τὸν πόθον τοῦ θεοῦ ἡμεῖς ὀφείλομεν τοὺς πνευματικοὺς ὁπλίτας ἐπαίνοις ἀληθείας διαγράψαι καὶ τὰς τούτων νίκας καὶ ἀγαθὰς πολιτείας ἱστορῆσαι, τοὺς ποιμένας φημὶ τῆς ἐκκλησίας, οἳ ὁσίως ἐποίμαναν τὸν λαὸν τοῦ θεοῦ, ἄμεμπτοι φανέντες ἐν τῇ αὐτοῦ ἀγάπῃ, οἵτινες τῷ βασιλεῖ τῷ οὐρανίῳ εὐαρεστήσαντες, γενναίως πολιτευσάμενοι, ἐκφυγόντες τὰς τοῦ διαβόλου παγίδας; πρεπωδέστερον οὖν αὐτῶν διαγράψαι τὰς μνήμας μετὰ τῆς ἀληθείας εἰς ὑπογραμμὸν ἡμῶν ἐν λόγῳ κυρίου, ὅπως γένωνται ἡμῖν σημεῖον πολιτείας ἀγαθῆς, ἵν’ ὅταν διὰ τῆς ὁράσεως τὴν ἀγαθὴν μνήμην λαμβάνῃ ὁ νοῦς ἡμῶν, ὡς σφραγὶς ἀνεξάλειπτος ἐντυπωθῇ ἐν ἡμῖν ἡ ἀγαθὴ αὐτῶν πολιτεία. ἡ μὲν οὖν ὅλη τοῦ προοιμίου προβολὴ καὶ κατάστασις, ὡς φανερὸν καὶ λογίμοις καὶ ἰδιώταις, ἐξ εἰκόνων τε ἦρκται καὶ δι’ εἰκόνων ἔρχεται καὶ τὴν μνήμην τῶν πρωτοτύπων συνεισφέρουσα κατὰ τὸν ἀληθῆ λόγον, καὶ τὴν κοινὴν πάντων δόξαν ἄντικρυς παρεστήσατο, οὐδαμῶς δέ, καίτοι περὶ φαύλους τοὺς ἡγεμόνας, τοὺς ταῦτα πράσσοντας διαμέμφεται· ἐξ οὗ δείκνυται τοὺς περὶ τοὺς ἁγίους ὡσαύτως δρῶντας δι’ ἐπαίνου ποιεῖσθαι παντός.

ἐπεὶ οὖν περὶ λόγους ἐγκωμίων τῶν εἰς τοὺς ἁγίους ἦν αὐτῷ ἡ σπουδή, τῷ λόγῳ μᾶλλον παρίσταται λιπαρώτερον· οὐδὲ γὰρ προὔκειτο αὐτῷ εἰκόνων γε χάριν, κἂν ἐξ εἰκόνων τοῦ λόγου κατῆρξεν, ἐνταῦθα διαλέγεσθαι· ἦ γὰρ ἂν τὰ εἰκότα καὶ δίκαια καὶ ταύταις ἐξένειμεν. διελὼν τοίνυν τέχνην ἐκ τέχνης ἢ ἐπιστήμην ἐξ ἐπιστήμης, ἢ ὡς ἄν τῳ φίλον καλεῖν, τῶν συγγραφέων φημὶ καὶ τῶν ζωγράφων, καὶ ἄλλου εἶναι καιροῦ καὶ τρόπου τά τε ἐπιβάλλοντα καὶ ἃ πράττειν ἐξῆν ἑκατέρᾳ διδούς, αὐτίκα δὴ μάλα πρὸς τὴν οἰκείαν καὶ προσήκουσαν ἐπιστήμην καὶ δὴ τῷ λόγῳ ἄπεισιν. καὶ τοῦ ἰδίου σκοποῦ θερμῶς περιεχόμενος, μονονουχὶ τοιαῦτα διαγορεύει, ὅτι τοι ἡμῖν τοῖς τοῦ λόγου θεραπευταῖς καὶ τῆσδε τῆς διδασκαλίας προεστηκόσιν καὶ τῷ τοιούτῳ εἴδει τῆς διακονίας τοὺς ἀοιδίμους ἄθλους τιμᾶν τῶν ἁγίων νῦν προελομένοις, οὐκ ἐξ ἀνάγκης πρόκειται ὥστε διὰ πάσης ἐπιμελείας ἦχθαι τὰ σαρκικὰ αὐτῶν πρόσωπα ἐν χρώμασιν τοῖς πίναξιν ἐκτυποῦν. ἆρ’ οὖν οὕτω φθεγγόμενον ὑποληπτέον τοῦ ἐκτυποῦν ταῦτα ἀφίστασθαι;

οὔμενουν, ἀλλ’ ὡς εἴ τις ἐν πείρᾳ τέχνης ἢ ἐπιτηδεύματος γινόμενος, οἷον λογικῶν μαθημάτων φέρε εἰπεῖν, οὐκ ἐπιμελῶς μὲν ἔχει περὶ τὰ μαθήματα, ὅμως οὐ καταφρονητικῶς περὶ τὴν τούτων ἀνάληψιν διάκειται, ὡσαύτως καὶ εἰ ἑτέραν πρᾶξιν ἄλλος μετέρχεται, οὕτω καὶ αὐτὸς δοκεῖ πως διὰ τῶν εἰρημένων ἔχειν, ὥσπερ ἐν μεσαιχμίῳ τοῦ περὶ τῶν ἱεροτυπιῶν τούτων λόγου εἰσφέρων ἑαυτὸν ἱστάμενον· τὸ γὰρ οὐκ ἐπιμελὲς δείκνυσιν αὐτὸν μὴ πάντῃ τοῦ τοιούτου ἔργου ἀφιστάμενον. ὥστε οὐκ ἀναίρεσιν τούτων οὐδὲ ἀθέτησιν ὧδε ὁ λόγος ἐνδείκνυται, ἢ τοὺς δι’ ἐπιμελείας γινομένους γράφεται, οὐδὲ κατολιγωρεῖν τοῦ τοιούτου τρόπου ἐπαγγέλλεται, ὅς γε μὴ δὲ τοῖς δημώδεσιν τὰ τοιαῦτα ποιοῦσιν ἐπὶ τοὺς ἑαυτῶν ἄρχοντας ἐπισκήπτει, ἐφ’ ὕβρει δὲ καὶ ἀτιμίᾳ τι πράττειν ὡς ἥκιστα ἐξεπίσταται, ὅπερ τοῖς ἀνοήτοις δοκεῖ. οὐ γὰρ πειστέον οὐδέ γε ἤκουσταί πω ὡς λόγῳ μέν τις δι’ ἐγκωμίων ἀποσεμνύνειν ἐπιχειροίη τὸν εὐφημούμενον, εἰκόνι δὲ αὐτοῦ ὕβριν καὶ ἀτιμίαν προστρίβεται, ἢ ἀπείργειν τοὺς εἰκονίζειν ἐθέλοντας· ἀπίθανον γὰρ καὶ τῶν παραφρονούντων ἴδιον. καὶ συμβήσεταί γε τὸν αὐτὸν ἐπαινεῖν καὶ τὸν αὐτὸν ψέγειν, ὃ παρὰ τοῖς παλαιοῖς οὐκ ἀνδρὸς εἶναι ἀγαθοῦ ᾄδεται· τοσούτου γὰρ δέει ἐκείνου τοῦτο εἶναι τὸ φρόνημα, ὥστε οὐχ’ ὅπως τοῦ θείου Βασιλείου χάριν, ἀλλ’ οὐδὲ ἄλλου οὑτινοσοῦν τῶν ἁγίων ἀκλεές τι πρᾶξαι ὑποληφθῆναι.

τίνος οὖν ἕνεκεν οὕτω ταῦτα φθέγγεται, ζητεῖν ἄξιον. εἴρηκεν τοῦ λόγου καταρχόμενος ὅπως οἱ τῶν πόλεων δῆμοι τοὺς ἑαυτῶν ἡγεμόνας τιμῶσιν, τὸ πᾶν τοῦ πόνου καὶ τῆς εὐνοίας εἰς τὰ τούτων καταναλοῦντες ἀφιδρύματα, οὐδενὶ τρόπῳ τῆς διὰ λόγων τιμῆς φροντίδα τιθέμενοι, ἐπεὶ οὐκ εὔπορον αὐτοῖς ὅτι ἀρετῆς ἐπιμελήσονται. τούτων οὖν τὸ μικροπρεπὲς καὶ ἄμουσον περιϊστάμενος, ἀποδιΐστησιν ἐκεῖθεν ἑαυτὸν καὶ τὸ πλέον τῷ λόγῳ χαρίζεται καὶ τῷ πνεύματι, ὥσπερ ἐκεῖνοι τῇ σαρκὶ καὶ τοῖς χρώμασιν· σὰρξ γὰρ τὸ ὅλον τυγχάνοντες, τῷ τῆς σαρκὸς δουλοῦνται φρονήματι, πνευματικῶν οὔ τί που χαρισμάτων μετέχοντες. δι’ οὓς λοιπὸν τὰ σαρκικὰ τῶν ἁγίων ἐκτυποῦν οὐκ ἐπείγεται πρόσωπα, τὸ φιλόσαρκον ἐκείνων ὡς ἂν εἴποι τις ἐκκλίνειν πραγματευόμενος, ἐν τούτῳ μόνον αὐτῶν καταγνούς. ὡς οὖν κρεῖττόν τι ἔχειν τὴν ἐκ τοῦ λόγου δύναμιν εἰδώς, ταύτῃ χρώμενος τοὺς καθηγεμόνας τῆς ἐκκλησίας γεραίρειν προτιμᾷ, ὡς ἂν τοὺς τὰς περικοσμίους ἀρχὰς ἐγκεχειρισμένους καὶ ἐνθένδε παρευδοκιμοῖεν ἅτε περὶ τὴν ἀρετὴν καὶ τὰ θεῖα πλεονεκτοῦντες ἀνδραγαθήματα, ὁμοῦ καὶ τὸν προκείμενον αὐτῷ τῆς διδασκαλίας σκοπὸν μετὰ τοῦ λόγου ἐξαίρων, ὅτι σπουδὴ αὐτῷ διὰ τῶν λεγομένων παιδοτριβεῖν τοὺς ἀκροωμένους, πρὸς μίμησιν τῆς τῶν ἁγίων διανίστασθαι πολιτείας καὶ καρποῦσθαι ἐντεῦθεν τὰ κράτιστα καὶ ὠφέλιμα.

ἥττονα τοίνυν τιθεὶς τοῦ λόγου τὰ χρώματα καὶ καθάπαξ προτετιμηκὼς τὴν διὰ τοῦ λόγου διδασκαλίαν, ὡς οὐκ ἐπιμελῶς περὶ ταῦτα ἔχων προάγεται, ὡς ἂν μὴ δόξειεν ἀμαθίαν κατακριθῆναι περὶ τὴν τοιαύτην ἱστορίαν, τὴν πᾶσαν σπουδὴν ὡσαύτως ἐκείνοις καταβαλλόμενος, οἷς οὐδέν τι μέλει τῆς ἐκ τῆς λογιότητος εὐχρηστίας, λόγου παντάπασιν κεχηρωμένοις. πρὸς οὖν ἐκείνων τὸν νοῦν καὶ τὴν πρᾶξιν ἀποσκοπῶν καὶ ὥσπερ παραιτούμενος τὸ ἀσύφηλον αὐτῶν καὶ ἀπαίδευτον, ταῦτα φάσκει εἰδὼς ὅτι τοῖς τὸ ἱερατικὸν περιβεβλημένοις ἀξίωμα καὶ τὴν ἐν λόγῳ διακονουμένοις διδασκαλίαν, γλώσσῃ τὰ πολλὰ προσῆκεν διαγωνίζεσθαι. οὐχ’ ἁπλῶς οὖν τὸ οὐκ ἐπιμελὲς οἰητέον εἰρῆσθαι, ἀλλ’ ἐν οἷς καὶ ὅτε καὶ ἡνίκα καὶ ἐφ’ ὧν δεῖ.

ὥσπερ γὰρ Ἀστέριος, ὃν οἱ θεοστυγεῖς ἀνοήτως εἰς συνηγορίαν τῆς ἀσεβείας παρακομίζουσιν, μὴ γράφε τὸν Χριστὸν προστάττων, οὐ τὸ μὴ γράφειν αὐτὸν προηγουμένως παρεγγυᾷ, ἀλλὰ τοῖς τῷ πλούτῳ προσκεχηνόσι καὶ τοῖς σηρικοῖς ἀμφιέσμασιν ἐπιγαννυμένοις, πλούτου καταφρονεῖν παραινεῖ καὶ τῶν λαμπρῶν περιβολαίων ὑπερορᾶν, τῇ δὲ τῶν πενήτων εὐεργεσίᾳ καὶ ἐπισκέψει ταῦτα προσδαπανῶντας τῇ κρείττονι κτίσει πλουτίζεσθαι, καὶ μὲν δὴ καὶ ὥσπερ ὁ μέγας Ἰωάννης ὁ τῆς βασιλίδος ἀρχιερεὺς ἐγκώμια εἰς τοὺς ἁγίους συντιθείς, φάσκων ὅτι Ἡμεῖς διὰ τῶν γραφῶν, τῆς τῶν ἁγίων ἀπολαύομεν παρουσίας, οὐχὶ τῶν σωμάτων αὐτῶν τὰς εἰκόνας ἔχοντες, ἀλλὰ τῶν ψυχῶν· τὰ γὰρ παρ’ αὐτῶν εἰρημένα, τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν, ὡς ἂν οἱ συνετοὶ καὶ ἀγχίνοι εἴποιεν, οὐ τὰς εἰκόνας τῶν ἁγίων ἀποπέμπεται, ἐπεὶ καὶ δι’ εἰκόνων αὐτοὺς ἐτίμα· ὡς ἐνταῦθα κατὰ τοὺς παρ’ ἑκατέρου τούτων εἰρημένους καθὰ ἐξήτασται λόγους δείκνυται, οὕτω δὴ καὶ Ἀμφιλόχιος τῆς ἀγροικίας καὶ ἀσυνεσίας τῶν προηγμένων αὐτῷ δημοτῶν καὶ πολιτῶν ἕνεκεν τὸ οὐκ ἐπιμελὲς ἐκτυποῦν καθυποκρίνεται. καὶ ταῦτα μὲν ὧδε διασκοπείσθω, τὰ δ’ ἑξῆς ὁποῖα, θεωρητέον. γράφει γοῦν ὅτι οὐ χρῄζομεν τούτων. τίνων τούτων;

οὐ περὶ τῶν προσώπων τῶν ἁγίων ὁ λόγος αὐτῷ δηλαδή· ἄτοπον γὰρ τοῦτο ὑπολαμβάνειν καὶ ἀνάξιον ὅτι μὴ Ἀμφιλοχίου μόνον, ἤδη δὲ καὶ πάντων τῶν διὰ τιμῆς τοὺς ἁγίους ποιουμένων. ἀλλ’ ὅτι τῶν πινάκων καὶ χρωμάτων τὸ «οὐ χρείαν ἔχομεν» εἴρηκεν, πῶς καὶ τίνα τρόπον; ὅτι δή, φησίν, ἐν ᾧ τοὺς περὶ τῶν ἁγίων λόγους συντίθεμεν, ἥκιστα ἂν ἡμῖν πινάκων καὶ χρωμάτων δεήσειεν. καὶ γὰρ ἐν τῇ προχειρίσει τῆς περὶ τῶν ἁγίων προσηκούσης τοῖς ἐπαινέταις διαλέξεως καὶ οἷς λόγῳ τιμᾶν τοὺς ἁγίους πρόκειται, ὁ λόγος περισπούδαστος μᾶλλον ἢ τῶν τοιῶνδε γραφῶν ἡ ἐπιμέλεια. ὥστε λόγῳ διεξιέναι τὰς τούτων ἀριστείας βουλόμενοι, οὐκ ἐπιμελὲς ἔχομεν, φησίν, τὰ σαρκικὰ αὐτῶν διαγράφειν πρόσωπα, οὐδὲ χρωμάτων καὶ πινάκων καὶ τῆς τοιαύτης ὕλης· ἐν ᾧ περὶ τούτων διαλαμβάνομεν, ἐν χρείᾳ καθιστάμεθα· ἑτέρας γὰρ ταῦτα τέχνης καὶ τῶν μετιόντων ἡ φροντὶς καὶ ὁ πόνος. διὸ τὸν περὶ τοῦ χρωματουργεῖν ἀφέντες λόγον, ἐπὶ τὴν ἑαυτῶν χωρῶμεν πρόθεσιν καὶ τοῦ οἰκείου ἔργου ἐχώμεθα, ἐκεῖνα δὲ τοῖς ζωγράφοις καὶ τῇ κατ’ αὐτοὺς τέχνῃ παραχωρήσωμεν. ἄλλοι γραφέτωσαν εὐκαιρότερον· ἐκείνοις πονεῖν ταῦτα προσῆκεν καὶ ἐν φροντίδι γίνεσθαι, ἀλλ’ οὐχ’ ἡμῖν τοῖς λογογράφοις ἀνεῖται. ἄλλως τε δὲ οὐδὲ ὁ καιρὸς ἐνδίδωσιν, ὁπηνίκα ὁ λόγος ῥέων καὶ τοῖς ὠσὶν τῶν ἀκροωμένων προσπίπτων, ῥύδην φερόμενος τὴν οἰκείαν δύναμιν διαδίδωσιν.

πῶς γὰρ οἷόν τε γραφῆς εἰκόνος ἐν ταῖς ἀνὰ χεῖρα ὁμιλήσεσιν ἐπιμέλεσθαι; ᾔδει γὰρ καὶ αὐτὸς πάντως καιρὸν εἶναι τῷ παντὶ πράγματι, καὶ ταύτῃ γε οὐκ ἀμέλειαν αὐτὸν κατακριτέον. ἀλλ’ οὐδέ γε τέχνη ἐφ’ ἑτέρᾳ τέχνῃ περιτραπήσεται· καθ’ ἃς ὁρᾶται μάλιστα πολὺ τὸ διάφορον, καὶ ἰδιότροπος ὁ ἐν αὐταῖς ἐπιβάλλων λόγος, ὡς ἐνταῦθα θεωρεῖν ἔνεστιν. οὐδέ γε τὸ λογογραφεῖν εἰς τὸ ζωγραφεῖν περιστήσεται ἢ τὸ ἔμπαλιν συνενεχθήσεται· τῶν γὰρ ταύτας μετιόντων οἱ μὲν λόγῳ τοὺς ἐπαινουμένους τιμᾶν ἴσασιν, τῆς δὲ τῶν χρωμάτων ὕλης οὐ προσδεόμενοι, οἱ δέ γε χρώμασιν τούτοις τὸ κλέος ἀνατιθέναι ἐπιτηδεύουσιν τὴν διὰ λόγων ἐπιστήμην οὐ προσιέμενοι. καὶ ἑκάτεροι τοῖς προσήκουσι καιροῖς καὶ λόγοις χρώμενοι, τὸ παρ’ αὐτοῖς τελεσιουργοῦσι χρήσιμον, οἱ μὲν τὸ εὐεπὲς τῶν λόγων καὶ τὸ τερπνὸν τῆς εὐγλωττίας καὶ τῶν ἐνθυμημάτων τὸ ποικίλον καὶ γλαφυρὸν ἐμμελετῶντες τὸ πιθανὸν ἔχουσιν, οἱ δὲ τῶν πολυειδῶν βαφῶν τὸ ἐπανθοῦν καὶ εὔχρουν ἃ τοῖς ἐνωραϊζομένοις τὰς χάριτας περιρρέουσιν ἐπασκούμενοι, ταῖς ὑπολαμπούσαις μορφαῖς καὶ τοῖς σχήμασιν τὸ ἐφολκὸν κέκτηνται.

πρὸς δέ γε καὶ τὰ ὑποκείμενα ταῖς τέχναις διάφορα, καὶ τῶν μετιόντων ἡ ἐγχείρησις, ὕλη τε καὶ ὄργανα, οὐ τὰ αὐτά, οὐδ’ αὖ ὅμοιον τὸ ἀποτέλεσμα· περὶ ὧν λεπτοεπεῖν, οὐ τοῦ παρόντος καιροῦ· εἰ δέ τι καὶ κοινωνεῖν συμβήσεται ὅταν περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸν σκοπὸν οἱ μετιόντες τὰς τέχνας στρέφωνται, καὶ ἓν ἐξ ἀμφοῖν τὸ δηλούμενον καθορᾶται. ἃ δὴ οὐκ ἀγνοῶν Ἀμφιλόχιος εἴρηκεν ἅπερ εἴρηκεν· τοὺς γὰρ ἀνοήτους τῇ ἀχλύϊ τῆς ἀποστασίας σκοτιζομένους πάντα λέληθεν. καὶ ὡς μάτην τούτοις ἐπιθαρσοῦσιν, καὶ αὐτὸς ἂν εἴποι Ἀμφιλόχιος. πῶς δὲ συνᾴσει τοῖς ἄλλοις ταῦτα συμφράδμοσιν; εἰς θεὸν καὶ τοὺς ἁγίους βλασφημοῦσιν ἀσύγγνωστα καὶ τῇ ἐκκλησίᾳ μῶμον εἰδωλολατρίας προσρίπτουσιν, ἡνίκα οἱ μὲν εἰδώλοις ἀνάπτειν τὸ σέβας, Χριστιανῶν καταφλυαροῦσιν, οἱ δὲ διαβολικῆς μεθοδείας εὑρήματα τὰς ἱερογραφίας ὑπάρχειν κενολογοῦσιν· ὧν οὐδὲν πεφρόνηκεν ἢ ἔλεξεν Ἀμφιλόχιος οὐδὲ τὴν γραφικὴν ὡσαύτως ἐκείνοις κακίζει καὶ διασύρει τέχνην. ἀλλ’ ἄγε δή (καὶ γὰρ τοῦτ’ ἐρεῖν ἄξιον μάλα εὐκαίρως) οἷα διαπέπραχεν καταθρήσωμεν ὅ γε ὡς ἀληθῶς τῆς τοῦ μεγάλου Βασιλείου ἀγάπης λαμπρῶς ἐξεχόμενος, ὁ μέγας φημὶ ἐν θεολογίᾳ Γρηγόριος, τῷ ἐκείνου ἀνακεκραμένος πνεύματι· οἷς μία μὲν ἐδόκει ψυχὴ ἐν διαφόροις ὑπάρχειν σώμασιν καὶ ξυνωρὶς οὐκ ἀγεννὴς ἐχρημάτιζον.

οὗτος καίτοι πλείστην ὅσην τὴν διὰ λόγων σπουδὴν ἐπιδειξάμενος ὥστε τἀνδρὸς ἐγκωμιάσαι τὴν μεγαλοφυΐαν, εἶτα ὥσπερ τοῖς λόγοις ἡττῆσθαι δόξας, ἐπὶ τὸ εἰκονίζειν προήχθη τὸν ἐπαινούμενον, εἰκόνι μᾶλλον ἢ λόγοις τιμᾶν οἰκειότερον λογισάμενος, ὡσαύτως ἐκείνῳ διαπραττόμενος, ἐπείπερ πάντων μάλιστα ᾔδει ἡλίκοις ἐγκωμίοις ὅσοις οὐδεὶς ἄλλος γεραίρων διετέλει τοὺς μάρτυρας, λόγοις τε ἐγκωμίων αὐτοὺς ἀνυμνῶν καὶ τούτων ἀναστηλοῦσθαι καὶ τιμᾶσθαι τὰ ὁμοιώματα διακελευόμενος, τὸ δέον καὶ οὕτω τοῖς ἁγίοις περιποιούμενος. ἀλλὰ μὴν ὁ χρυσορήμων Ἰωάννης ὁ ἀοίδιμος, ἐγκωμίοις ἀπείροις τὸν μέγαν καταστέψας ἀπόστολον, εὖ ἔδοξεν καὶ εἰκόνι τοῦτον φέρειν καὶ καθορᾶν ἑκάστοτε. οὐ μὴν δέ γε ἀλλ’ ἤδη καὶ ἕτεροι πλεῖστοι εὐθεῖς τε καὶ φιλοπάτορες τὰ τοιαῦτα διανύειν εὐσεβῶς μάλα καὶ ἀξίως οὐκ ἀποσπουδάζουσιν· ὧν τὸ ἔργον μέχρι καὶ τήμερον σῳζόμενον βοᾷ καὶ παρ’ ἡμῖν γινόμενον ὁρᾶται, ἔρωτι τῷ εἰς τοὺς θεοσόφους πατέρας ἡμῶν τετρωμένοις. εἰ γὰρ ἀπὸ τῆς μνήμης αὐτῶν μόνης ὠφέλειαν καρπούμεθα, πόσῳ μᾶλλον ἡ τῶν κοσμίων αὐτῶν ὁμοιωμάτων θέα κατανύξεως καὶ ὠφελείας ἡμῖν αἴτιον προσγενήσεται; τίς δὲ καὶ ὁποῖος εἰς κακίαν καὶ ἀσέβειαν, ὃς δόξας καὶ ἐπιτηδεύματα θεολόγων ἀνδρῶν καταλύειν πειράσεται;

οἷς οὐκ ἂν ἑκὼν ἔγωγε εἴποιμι τὸν ἱερὸν ἡττῆσθαι Ἀμφιλόχιον· πεισθείην γὰρ ἀτεχνῶς ὡς καὶ διέπων ἂν ἔστεργεν καὶ τιμῶν οὐκ ἀπέληγεν, ἐπεὶ ποῦ τὰ τῆς φιλίας καὶ τῶν ἐγκωμίων αὐτῷ ἐκβήσεται; εἰ γὰρ καὶ ἀτημελὲς αὐτῷ γράφειν ὑπῆρχεν, ἀλλὰ τά γε δι’ ἐπιμελείας ἑτέρων ἀνεστηλωμένα οὐκ ἂν τιμᾶν ἀπηνήνατο, εἴ γε ὡς ἴσμεν εἰς ἄκρον εὐνοίας τῷ θεοφόρῳ ἵκετο. καὶ γὰρ κεχαρισμένος αὐτῷ καὶ πεφιλημένος εἰς ὅ,τι ἂν κατεδείκνυτο· μάρτυρες τὰ παρ’ ἀλλήλων ἀντεπεσταλμένα τῶν δεόντων ἕνεκεν, δι’ ὧν τὸ ἐν δόγμασιν κοινωνικὸν ὥσπερ δὴ καὶ φιλίας αὐτῆς παρίσταται. ἔτι καὶ ἡ κατὰ τὴν ἐκκλησίαν ἀρχῆθεν κεκρατηκυῖα πιστοῦται παράδοσις ἄγραφος, οὔμενουν τῶν ἐν γραφαῖς παραδεδομένων ἐλαττουμένη· εἰ δὲ οὐ παντάπασιν ἔξεστιν, οὐδὲ πᾶσιν τὰ αὐτὰ δυνατὰ ἢ αἱρετά, οὐδὲ ἐπὶ πᾶσιν ὁ αὐτὸς ἀγὼν πρόκειται—καὶ διατοῦτο οὐδὲ Ἀμφιλοχίῳ τοὺς περὶ τῶν ἁγίων λόγους ποιουμένῳ σπουδῆς τε καὶ ἐπιμελείας μετῆν ὥστε ἅμα καὶ χρώμασιν ἐκτυποῦν τὰ σαρκικὰ αὐτῶν πρόσωπα—, οὐδεὶς παρὰ τοῦτο λόγος τὸ κοινὸν τῆς καθόλου ἐκκλησίας λωβήσεται ἢ τῇ παραδόσει τῶν θεσπεσίων πατέρων μῶμος ἁμωσγέπως προστρίψεται, οὐδὲ σχολαῖα τὰ τῆς γραφῆς ἐκείνης καὶ ἄπρακτα. τὸ δ’ οὖν ἐπ’ ἀναιρέσει τῶν καλῶς καὶ ἐνθέως πεποιημένων ἐπιχειρεῖν, ψυχῆς ὄλεθρον ὁμοῦ καὶ σώματος μάλα ἐνδίκως φέρειν, εὖ ἐξεπίσταται.

τί οὖν πρὸς ταῦτα οἱ τῶν ἁγίων φαῖεν ἂν δυσμενεῖς; ὅτι οὐ χρώμασιν τοῖς πίναξιν τὰ σαρκικὰ αὐτῶν πρόσωπα ἐπιμελὲς ἡμῖν ἐκτυποῦν διαγορεύει ὁ Ἀμφιλόχιος. καὶ διατοῦτο τὰ Ἀμφιλοχίου παραγνοὺς καὶ ματαίως καὶ ἀνοήτως ἐξειληφώς, ἐπὶ συνηγορίᾳ τε τῆς σεαυτοῦ δυσσεβείας καὶ μοχθηρίας περιπτυξάμενος, κακῶς καὶ ἀθέως περὶ τὰ σαρκικὰ τῶν ἁγίων διετέθης, πρὸς μὲν τὸ σωματικὸν αὐτῶν εἶδος ἀπομανεὶς καὶ πάσῃ μηχανῇ χρώμενος καθελεῖν καὶ ἐκ ποδῶν ποιήσασθαι διεσπούδασας, ὥσπερ κατ’ αὐτῶν ἐκείνων τὴν ἔχθραν ἀκατάλλακτον ἔχων, τὴν ἄμυναν ἐκχέων, ἐπειδὴ βαρύτατοί σοί εἰσιν οἱ ἅγιοι καὶ ἀποτρόπαιοι, καὶ ἐν εἰκόσι βλεπόμενοι. πῶς δὲ τῶν ἁγίων φείδεσθαι ἤμελλες, ὅς γε κατὰ τοῦ θεοῦ τῶν ἁγίων τοσαῦτα δρᾶν κατετόλμησας; τὰ δὲ σεμνὰ αὐτῶν λείψανα βδελυκτά σοι λελόγισται καὶ ἀνίερα καὶ πυρὶ παραδέδοται μετὰ τῶν ἄλλων ἱερῶν ἀναθημάτων ἀπαχρειούμενα· καὶ νόμος σοι μηκέτι ταῦτα ὑπὸ ταῖς ἱεραῖς τραπέζαις ἐγκατατίθεσθαι ταῖς κατὰ τὸ θεῖον ἱδρυμέναις θυσιαστήριον, τἀναντία τῆς κατὰ Χριστιανοὺς θεσμοθεσίας θεσπίζοντι. ἐξ οὗ καὶ τὰς πρεσβευτικὰς αὐτῶν πρὸς θεὸν ἐντεύξεις ἐξουθενῶν παραιτῇ καὶ τοὺς αἰτοῦντας βδελύττῃ καὶ ἀπελαύνεις ὡς οὐ ζῶσιν οὐδὲ δεομένοις ἐπικουρεῖν ἰσχύουσιν προσερχομένους. ἀλλ’ οἵ γε ζῶσιν ἐν θεῷ, γέγραπται, κἂν ἔδοξαν ἐν ὀφθαλμοῖς τῶν ἀφρόνων τεθνάναι.

τί δέ σοι τῶν ἁγίων οἱ ἆθλοι καὶ οἱ κάματοι νομισθήσονται; ὕθλος καὶ λῆρος πάντως που, καὶ μάτην κενολογούμενα τὰ γραφόμενα· ταύτῃ δὴ καὶ τὰ σώματα, οἷς ὡς ὀργάνοις χρησάμενοι τῶν ψυχῶν τὸ γενναῖον καὶ ἀήττητον παράστημα ἐπεδείξαντο· οὐ γὰρ ἄν τις εἴποι ὡς σωμάτων δίχα διήθλησαν, δι’ ὧν τὸ στερρὸν καὶ ἀνδρεῖον ἢ τὸ ὀκνηρὸν καὶ μεμαλακισμένον τῶν ἀνθρωπείων ψυχῶν συνεμφαίνεται· ὅθεν ὁ δείσας ὠχρίας καὶ ὁ αἰσχυνθεὶς ἐρυθρίας καὶ εἴ τινα ἄλλα τοιαῦτα φανείη συμπτώματα· ἃ δὴ τεκμήρια τῆς ψυχικῆς τυγχάνει διαθέσεως, ἤθη τε καὶ πάθη χαρακτηρίζοντα. εἰ γοῦν τῶν ἁγίων τὰς πράξεις ἀποσεμνύνειν προῄρησο, ἐτίμησας ἂν καὶ τὰ σώματα, δι’ ὧν αἱ πράξεις αἱ ὑπερφυεῖς τῆς ἀγάπης τοῦ κτίσαντος εἵνεκεν κατωρθώθησαν, ἔτι καὶ τὰ τούτων ἐκτυπώματα διὰ χρωμάτων τε καὶ ὡς ἑτέρως γραφόμενα καὶ τὴν μνήμην αὐτῶν διασῴζοντα. οὐκοῦν συμμετασχόντα ἐνταῦθα τῶν πόνων τὰ σώματα, καὶ τοῖς σκάμμασιν νομίμως καὶ εὐσθενῶς ἐναθλήσαντα, ταῖς ψυχαῖς ὁμοῦ καὶ κατὰ τὸν μέλλοντα χρόνον συστεφθήσεται καὶ συνδοξασθήσεται ὡς ὄργανα τῆς θεοσεβείας καὶ ἀρετῆς χρηματίσαντα, πνευματικὰ καὶ ἄφθαρτα λοιπὸν ἀνιστάμενα καὶ τῆς ἐκεῖθεν συγκληρονομοῦντα δόξης τε καὶ λαμπρότητος.

εἰ δέ που καὶ τῷ ζωγράφῳ λόγος τῆς οἰκείας ἀντεχομένῳ τέχνης, τοιαῦτα ὡς τὸ εἰκὸς τῷ λογογράφῳ ἐρεῖ, ὡς «Εἴπερ οὐ πληροῦται ἀκοή, δι’ ἐπιθυμίας, καθὰ φής, ἔχουσα διὰ τῶν γεγραμμένων ἀκοῦσαι τὴν τῶν ἁγίων τελείωσιν, ἀκούσῃ καὶ σὺ παρ’ ἡμῶν ὅτι οὐδὲ ὄψις κορέννυσθαι οἶδεν, ἐφιεμένη καθορᾶν καὶ διὰ τῶν τυπουμένων τὴν αὐτὴν τελείωσιν ὑπαγορευόντων. κατεθεᾶτο δ’ ἄν τις καὶ ἐν τῇ καθ’ ἡμᾶς γραφῇ τάς τε τῶν ἁγίων μνήμας ἐντιθεμένας καὶ τῶν ἀγαθῶν πράξεων ἐκέρδανεν τὴν ἀνάμνησιν, ἐπεὶ καὶ δι’ αὐτῆς ἡ ἐν κόσμῳ αὐτῶν ἀναστροφὴ δηλοῦται καὶ μετὰ θάνατον τοῖς θεωμένοις· οὐ γὰρ ἀκοῆς ὄψις δευτέρα ἢ ἀσθενεστέρα οὐδὲ ἀμυδρότερον τῶν οἰκείων αἰσθητῶν ἀντιλαμβάνεται οὐδὲ ἀπεστέρηται τοῦ ἐπιθυμητικῶς ἔχειν πρὸς τὰ ὁρώμενα. ἴσμεν γὰρ δήπου ἅπαντες ὅτι γε ὄψις, τῶν αἰσθητηρίων τὸ τιμιώτατον καὶ ἀναγκαιότατον, τρανέστερόν τε καὶ ὀξυωπέστερον τῶν ὑποπιπτόντων αἰσθήσει σχοίη ἂν τὴν ἀντίληψιν· καὶ γὰρ τὸ ἀκουστὸν ὑπὸ τοῦ ὁρατοῦ πέφυκε φθάνεσθαι καὶ θᾶττον ἐφελκύσεται τῶν ἄλλων ἡ ὅρασις ὅσῳ καὶ μᾶλλον τὸ ἐπαγωγὸν ἔχει. εἰ τοίνυν τὰ γεγραμμένα τοὺς λόγους τῶν πεπραγμένων ἡμῖν διασημαίνουσιν, αἱ δὲ εἰκόνες τῶν πραγμάτων αὐτῶν καὶ τῶν προσώπων τὴν μίμησιν παριστάνουσιν—ὡς γὰρ παροῦσιν ὁ ἐντετυχηκὼς συγγινόμενος ἐπιγάνυται—, ἢ παρελάσει τὴν ἀκοὴν ἡ ὄψις ἢ πάντως οὐκ ἐν δευτέροις τετάξεται.

καὶ ταῦτα οὐδένα οἶμαι διαμφισβητεῖν ὧν τὸ ὀπτικὸν καὶ ἀκουστικὸν ἔρρωται. ἀλλ’ εἰ χρήσιμον λόγοις ἑστιᾶν ἐπωφελέσι τὴν ἀκοήν, οὐδὲν ἧττον ὠφέλιμον ἐφαμίλλοις χρώμασιν τὴν ὅρασιν εὐωχεῖν. εἶτα φαίησαν· ἀλλ’ οὐ χρώμασιν τοῖς πίναξιν τὰ σαρκικὰ αὐτῶν πρόσωπα ἐπιμελὲς ἡμῖν ἐκτυποῦν, ὅτι οὐ χρῄζομεν τούτων· ἀλλὰ τὴν τούτων ἄθλησιν ἐκμιμούμενοι καὶ τὰς ἀγαθὰς πράξεις δευτεροῦμεν καὶ τὴν πρὸς θεὸν ἀγάπην διαγράφομεν. ἀλλὰ καὶ πρὸς ταῦτα μάθοις ἂν ὡς ἐν ᾧ καὶ ἡμεῖς τὰ τῶν ἁγίων σαρκικὰ πρόσωπα τούς τε ἄθλους καὶ ἀνδραγαθήματα πίναξιν ἐκτυποῦμεν τοῖς χρώμασιν, οὐκ ἐπιμελὲς ἔχομεν χάρτῃ καὶ μέλανι καὶ δέλτοις ἐγγράφειν τὰ παρὰ τῶν συγγραφέων διὰ γλώσσης καὶ λόγου ὑφαινόμενα τοῖς ἁγίοις ἐγκώμια· ὅτι οὐ χρῄζομεν δέλτων καὶ καλλιγραφικῆς τέχνης. ἀλλὰ τὴν τούτων ἄθλησιν ἐκμιμούμενοι δευτεροῦμεν καὶ τὴν πρὸς θεὸν ἀγάπην ἐκτυπώτερον ἐξιστοροῦμεν, καίτοι γε ἄλλως τῆς ἐκ τῶν λόγων ἀπαγγελίας καὶ ὠφελείας δεδεημένοι.» τίνος οὖν ἕνεκεν ταῦτα λέλεκται;

ῥητέον γὰρ ὅτι ὥσπερ οὐ παρὰ τὸ μὴ δεῖσθαι τὸν ζωγράφον τῆς ἐκ τοῦ λόγου ἐμπειρίας τε καὶ δυνάμεως, ἤδη καὶ τὰ τῶν λογογράφων ἄχρηστα οὐδὲ ἀναιρετέον τὴν ἐκ τῶν λόγων διδασκαλίαν, οὕτως ἀκόλουθον ἂν εἴη ἐννοεῖν τε καὶ φράζειν ὅτι οὐδὲ παρὰ τὸ λέγειν ἐκεῖνα τὸν λογογράφον ἢ παρὰ τὴν τῶν λόγων εὐχρηστίαν, τὴν τῶν εἰκόνων τῶν ἁγίων περιοπτέον ἢ ἀτιμαστέον ἱεροτυπίαν οὐδὲ τὰ τῶν ζωγράφων ἐπὶ τῇ τῶν ἁγίων γραφῇ κριτέον ἄδοξα.

ἄξιον δὲ κἀκεῖνο εἰπεῖν ὅτι εἰδέναι χρὴ τὸ ἀσφαλὲς καὶ βεβαιότατα πεπεῖσθαι, ὡς εἰ ἔτυχεν Ἀμφιλόχιον κατὰ τοὺς νῦν χρόνους καὶ διαβιοῦντα γνωρίζεσθαι, ἑώρα δὲ τὰ ἅγια πημαινόμενα καὶ τὴν τῶν ἀσεβῶν ἀναισχυντίαν ἐπὶ πολὺ προήκουσαν, οὐ κατηρέμει ἂν οὐδὲ ἔστεργεν, διεκεκράγει δὲ μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι ὡς «εἴπερ οἱ δῆμοι τῶν πόλεων οὐκ ἀθετοῦσιν τὰς ἀρχὰς τῶν ἡγεμόνων, διὰ χρωμάτων δὲ τιμῶσιν ἐν πίναξιν καὶ ἀγάλματα αὐτοῖς ἀποξέουσιν, καίτοι φαύλους εἰδότες καὶ κατησχολημένους περὶ τὰ μάταια, ὅπως ἡ μνήμη αὐτῶν διαρκεστέρα καὶ εἰς τὸ ἔπειτα τοῦ χρόνου ἐμφέρηται, πόσῳ μᾶλλον ἡμεῖς διὰ τὸν πόθον τοῦ θεοῦ ὀφείλομεν τοὺς ποιμένας τῆς ἐκκλησίας καὶ εἰκόσιν τιμᾶν, στηλογραφοῦντες αὐτῶν τὰς νίκας καὶ ἀγαθὰς πράξεις εἰς ὑπογραμμὸν τῶν ζηλοῦν καὶ κατορθοῦν ἐπειγομένων τὰ τῆς ἀρίστης αὐτῶν πολιτείας, ἵνα, ὅταν καὶ διὰ τῆς ὁράσεως τῶν ὁμοιωμάτων αὐτῶν τὴν ἀγαθὴν μνήμην λαμβάνῃ ὁ νοῦς ἡμῶν (τοῦτο γὰρ ἐνταῦθα λέγειν οἰκειότερον), ὡς σφραγὶς ἀνεξάλειπτος ἐντυπωθῇ ἐν ἡμῖν ἡ ἀγαθὴ αὐτῶν πολιτεία καὶ τῶν κατορθωμάτων αὐτῶν ἡ μνήμη δολιχεύουσα ἐκπρεπῶς διαμένῃ.

οὐδὲ γὰρ ὅσιον ἀνέχεσθαι τῶν μὲν φαύλων τὰς στήλας ἱδρύεσθαι, δι’ ὧν τὰ ἄκοσμα ἐπιτηδεύματα τῷ χρόνῳ συμπαρεκτείνεται, τῶν δὲ σπουδαίων καὶ χρηστῶν τὰ εὐκλεῆ κατορθώματα περιφρονεῖσθαί τε καὶ ἐξείργεσθαι καὶ τὰς βελτίστας αὐτῶν πράξεις λήθης βυθοῖς ἀμαυρουμένας κατασιγάζεσθαι, ὥστε τὰ μέν, ἐξ ὧν ἡ κακία βλαστάνει, συγχωρεῖσθαί πως καὶ ἀνίεσθαι, τὰ δέ, ἐξ ὧν ἡ ἀρετὴ κατορθοῦται, περιορᾶσθαι ἀκλεῶς καὶ μετὰ τῆς ἀγαθῆς μνήμης ἀποίχεσθαι. ἀλλ’ εἴημεν δ’ ἂν οὕτως ἀγνωμονέστερόν πως περὶ τὴν τῶν ἁγίων διακείμενοι τιμὴν ἢ περὶ τοὺς σφῶν αὐτῶν ἄρχοντας οἱ δημώδεις τῶν ἀνθρώπων καὶ περικόσμιοι, μᾶλλον δὲ εἰς τὴν ὁσίαν μνήμην αὐτῶν ἐξυβρίζοντες.» καὶ ταῦτα μὲν ὡς τὸ εἰκὸς διεκήρυξεν ὁ Ἀμφιλόχιος· καθ’ ὃν γὰρ χρόνον αὐτὸς ἤκμαζεν, οὐδαμοῦ τῶν ἱερῶν μορφωμάτων ἡ κατάλυσις διεφαίνετο (πανταχῇ γὰρ τὸ τηνικαῦτα ἤνθει τε καὶ ἐφαιδρύνετο, ἤδη ἀνιστορούμενα), οὐδὲ ὁ κατὰ τῆς ἐκκλησίας ἀνερρήγνυτο πόλεμος ἢ τοῦ μυστηρίου τῆς κατὰ Χριστὸν οἰκονομίας ἡ ὕβρις καὶ ἡ ἀθέτησις ἐπαρρησιάζετο, οὐ μὴν οὐδέ γε τὰ θεῖα τεμένη κατεσκάπτοντο διορυττόμενα. εἰ γάρ που τοιαῦτα κατεθεᾶτο γινόμενα, οὐκ ἂν ἀνεκτὰ πάντως ἡγήσατο, δι’ ἐπιμελείας δὲ ἁπάσης ἐγίνετο καὶ παντὶ σθένει χρώμενος διηγωνίζετο, τὰ πρὸς τιμὴν καὶ διόρθωσιν αὐτῶν ἐργαζόμενος.

εἰ μὲν οὖν γνήσια Ἀμφιλοχίου πονήματα, ἅπερ διὰ τῆς χρήσεως ἣν οἱ τῶν ἁγίων δυσμενεῖς προέθεντο γέγραπται, οὕτω διαληπτέον, καὶ τὸν νοῦν καὶ τὸν σκοπὸν τὸν ἐν αὐτοῖς κατὰ ταῦτα ἔχειν ὑποληπτέον· εἰ δέ τι παρατέτραπται καὶ νενόθευται, εἰδεῖεν ἂν αὐτοί. καὶ θαυμαστόν γε οὐδέν· ἔργον γὰρ τοῦτο καὶ σύνηθες καὶ τοῖς παλαιοῖς καὶ τοῖς νῦν τῆς ἀσεβείας προεστηκόσιν, καθάπαξ μετὰ τοῦ θείου φόβου καὶ τοῦ ὀρθοῦ συνειδότος ἐκπεπτωκόσιν. πεφώρανται γὰρ καὶ ἕτερα τῶν θεοφόρων πατέρων ἡμῶν συγγράμματα νοθεύσαντες καὶ διαφθείραντες καὶ πρὸς τὸ ἑαυτοῖς κεχαρισμένον παραχαράξαντες καὶ καττύσαντες· καπηλικοὶ γὰρ τὸν τρόπον τυγχάνοντες οὐ κατεπτήχασιν τοῖς θεοπνεύστοις ἐπιβουλεύειν διδάγμασιν καὶ δολοῦν τὰ ὑγιῆ καὶ καθαρὰ δόγματα, προσθήκας τινὰς καὶ ὑφαιρέσεις καὶ ἐναλλαγὰς ποιούμενοι, ὡς ἄν τις γνοίη ἐπιμελέστερόν τε καὶ ἐκθυμότερον τοῖς τῇδε ἐντυγχάνων· δύναται γὰρ καὶ μικρόν τι τούτων τὸ πᾶν τοῦ σκοποῦ κατεργάσασθαι. φιλοπονώτερον δὲ παρὰ τοῖς τῆς ἐκκλησίας τροφίμοις ταῦτα ἐξεταζέσθω, κριτήριον ἀψευδὲς τὴν εὐσέβειαν καὶ τὸ οἰκεῖον συνειδὸς προκαθίζουσιν· δι’ ὧν τὰ τῆς ἀληθείας πᾶσιν τοῖς τοῦ καλοῦ ἐρῶσιν φανεροῦται καὶ ἐκκαλύπτεται.