Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς συνοδικῆς ὁρισμοῦ τοῦ ἔτους 815

Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

Αναίρεση του εικονομαχικού όρου: Η εννοιολογική διάκριση μεταξύ γραφής και περιγραφής και η υποστατική ένωση

Ο συγγραφέας καταρρίπτει το εικονομαχικό δόγμα αναλύοντας τον περιγραπτό χαρακτήρα της ανθρώπινης φύσεως του Χριστού, ο οποίος διατηρείται ακέραιος στην ασύγχυτη καθ' υπόστασιν ένωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Α΄ Κωνσταντινουπόλεως

—

Κεφάλαιο 5 από 18

Χριστὸν αὐτὸν παρῃτημένοι τοῖς τοῦ κόσμου προστρέχουσιν ἄρχουσιν, ἐζωγρημένοι εἰς τὸ ἐκείνων θέλημα, εὐχείρωτοι καὶ ἁλώσιμοι ταῖς ἄρκυσιν τῆς αὐθαδείας αὐτῶν γενόμενοι. ὧν τις εὐκαίρως μετὰ Μωσέως κατακεκράξεται, Ἀπελάκτισεν, λέγων καὶ νῦν, ὁ ἠγαπημένος Ἰσραὴλ καὶ τῆς πρὸς θεὸν φιλίας ἀναφανδὸν ἐξάλλεται. ἰσοφυᾶ γὰρ καὶ ὁμόστοιχον τῆς Ἰουδαίων παρανομίας τὴν γνώμην θέμενοι, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα μονονοὺ φανερῶς καὶ αὐτοὶ διακεκράγασιν. τῇ δόξῃ γὰρ τοῦ κόσμου προστετηκότες καὶ τὴν ἰδίαν κακῶς καὶ ἀφρόνως δικαιοσύνην δόξασαν στῆσαι ζητοῦντες, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ’ ὑπετάγησαν· καὶ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες τῇ εἰκόνι τῇ τοῦ Χριστοῦ προσκυνῆσαι οὐ προῄρηνται. ταῦτα εἰς τοὺς διδασκάλους διαθέμενοι, ἐν τοῖς ἑξῆς πρὸς ὕβριν τῆς τοῦ θεοῦ λόγου τρέπονται οἰκονομίας γεγραφότες ὡδί· ... τὸν ἀκατάληπτον υἱὸν καὶ λόγον τοῦ θεοῦ κατὰ τὴν σάρκωσιν διὰ ἀτίμου ὕλης ζωγραφεῖν ἐδογμάτισεν, ...

ταῦτα ὡς ἐκ τοῦ Μανιχαϊκοῦ ὁρμώμενοι σκότους περιλαλοῦσι, φανερὸν οἶμαι παντί· Ἐπιφανίδου γάρ τινος καὶ τῶν ἀμφ’ αὐτόν, τῇ πλάνῃ τῶν Δοκητῶν, τῶν φαντασίᾳ τὴν τοῦ θεοῦ λόγου σάρκωσιν γεγενῆσθαι οἰομένων, ταυτὶ τὰ ληρήματα, ὡς εἰς ὕστερον δηλωθήσεται· ἅπερ ὡς οἰκεῖα προϊσχόμενοι, καθάπερ καὶ οἱ τῆς κατ’ αὐτοὺς ἀποστασίας καθηγεμόνες πεποίηνται (κακῶν γὰρ διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια), καταγορεύειν τῶν ὀρθοεπεῖν εἰδότων ἐπαγωνίζονται. ἤδη γὰρ ἐπὶ τῇ στερεᾷ τῆς τῶν ὑψηλῶν ἡμῶν δογμάτων θεωρίας τροφῇ, ἣ τοῖς τελείοις προσήκει, οἱονεὶ ναυτιάσαντες, ἐπὶ τὰ πτωχὰ τοῦ κόσμου στοιχεῖα ὥς τινες νήπιοι καὶ δεόμενοι γάλακτος στρέφονται· καὶ οὐκ αἰσχύνονται ἀλλοτρίοις ἐμέτοις παράσιτοι γίνεσθαι καὶ τοῖς ἑτέρων βορβόροις τὰς ἑαυτῶν καρδίας καταμιαίνοντες, τὰ πικρὰ καὶ φθοροποιὰ τῶν δυσωνύμων Ἀρειανῶν καὶ Μανιχαίων θοινώμενοι δηλητήρια. διά τοι τοῦτο καὶ αὐτοὶ τὸν νῦν αἰῶνα ἀγαπήσαντες καὶ εἰς ζητήσεις μωρὰς καὶ ἀπαιδεύτους ἐκτρεπόμενοι, περὶ τὴν πίστιν ἀδόκιμοι φανέντες ἐναυάγησαν, ξέναις φωναῖς καὶ ἀλλοτρίαις παρασυρόμενοι. διττὴν δὲ ἡμῖν τὰ προκείμενα ὠδίνει τὴν ἔννοιαν.

τὸ γὰρ κατὰ τὴν σάρκωσιν μέσον παρεμβληθέν, εἰ μὲν τοῖς προηγουμένοις προσκέοιτο ἵνα τὸ ἀκατάληπτον τοῦ θεοῦ λόγου καὶ κατὰ τὴν σάρκωσιν συννοοῖτο, τὴν Μανιχαίων ἡμῖν σαφῶς εἰσηγεῖται φαντασίαν ὁ λόγος· εἰ γὰρ οὐ κατελήφθη καθὸ σὰρξ ὑπῆρξε πεφηνὼς καθ’ ἡμᾶς ἄνθρωπος, φαντασία ἡ οἰκονομία νομισθήσεται. εἰ δὲ τοῖς ἑπομένοις συνάπτοιτο, τὴν τῆς ἐκκλησίας παρίστησιν δόξαν· ταυτὸν γὰρ ἐννοεῖν ὑποτίθεται ὡς εἰ καὶ ἄνθρωπος ὁ Χριστὸς κατὰ τὴν σάρκωσιν λέγοιτο, καὶ μάτην ἐγκαλοῦσιν τοῖς ζωγραφεῖν δογματίζουσιν, οὐδενὸς λόγου τοῦτο κωλύοντος. εἰ γοῦν κατὰ τὴν σάρκωσιν τὸ ἀκατάληπτον ἕξει καὶ διατοῦτο μὴ δὲ τὸ γράφεσθαι, ἐκ παντὸς τὸ καταληπτὸν τῇ κατ’ αὐτὸν θεότητι δώσουσιν, εἴπερ προῆλθε θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ᾗ φασὶν οἱ καθ’ ἡμᾶς θεολόγοι. ἀλλ’ εἰ τῇ θεότητι προσνέμειν ἀδύνατον, ἀνάγκη δήπου πάντως τῇ κατ’ αὐτὸν ὑπάγειν σαρκί, ἵνα ἐφ’ ἑκατέρᾳ τῶν ἐναντίων φύσεων οἰκείως καὶ ἀναλόγως καὶ ἡ ἀκολούθησις τῶν ἑπομένων ἐναντίων, τοῦ ἀκαταλήπτου καὶ καταληπτοῦ φημί, συμφυλάττηται καὶ μηδέτερον ἀκαταλλήλως πρὸς τὸ ἕτερον ἀντιπεριτρέποιτο, ἀλλὰ τό τε ἀκατάληπτον τῇ θείᾳ φύσει προσνέμοιτο, τό τε καταληπτὸν τῇ σαρκὶ προσάγοιτο· ὥστε ἀναγκαίως ἕπεσθαι τῷ ἀκαταλήπτῳ τὸ μὴ γράφεσθαι, τῷ δὲ καταληπτῷ τὸ γράφεσθαι.

εἰ δὴ ταῦτα οὕτως ἔχει, τί τῶν ἀτόπων ἀπαντήσεται τὰ ἐκ τῆς ἀνεκφράστου καὶ σωτηρίου ταύτης σαρκώσεως, τῆς κατὰ ἀλήθειαν καὶ οὐ φαντασίαν γεγενημένης, καὶ διὰ τῆς ἱστορίας ταύτης γράφεσθαι δογματίζειν, τὴν αὐτὴν τῷ εὐαγγελικῷ κηρύγματι ἀπαγγελλούσης ὑπόθεσιν εἰς ἀνάμνησιν τῶν ἐνταῦθα ἡμῖν ὑπηργμένων μεγάλων καὶ ἀξιαγάστων εὐεργεσιῶν; ἃς διομολογεῖν δίκαιον καὶ δοξάζειν τὸν εὐεργέτην ὑπὲρ ὧν εὖ πεπόνθαμεν· ἀλλὰ δήλους ἑαυτοὺς καθιστῶσιν ὅτι βαρὺς αὐτοῖς ἐστιν ὁ Χριστός, καὶ ἐν εἰκόνι βλεπόμενος. τίς οὖν ἄρα ὁ ταῦτα δογματίσας; ἢ οὐχ’ ἡ ἐπιφοιτήσασα κατὰ τὸ θεόλεκτον ἐκεῖνο ἄθροισμα χάρις, γλώσσῃ καὶ ὁμολογίᾳ τῶν ὑπηρετουμένων τὴν ψῆφον ἐκφέρουσα; τί δὲ τὸ δογματιζόμενον; ἆρα καινόν τι καὶ νεαρὸν τῷ βίῳ εἰσήνεγκεν, ἢ καὶ πάλαι καλῶς ἱστορούμενον καὶ τιμώμενον, κακουργίᾳ δὲ καὶ ἀπιστίᾳ καταβληθὲν ἀσεβῶν, πάλιν ὑπὸ φιλοθεΐας καὶ εὐλαβείας ἀνενεώσατο καὶ τὴν προσήκουσαν ἵδρυσιν καὶ προσκύνησιν ἔνειμεν; τίς γὰρ οὕτως εἰς ἔσχατον ἠλιθιότητος καὶ ἀναισθησίας ἤλασεν, ὡς ταῦτα ἀγνοεῖν ἢ ἑτέρως ἔχειν ὁμολογήσειεν; οὐκοῦν οὐ τῆς βασιλίδος τὸ δόγμα, ὡς δοκεῖ τοῖς τοῦ ψεύδους ὑπασπισταῖς, οὐδέ τι ἐμπαθὲς καὶ σαρκικὸν κεκράτηκε θέλημα, ἐπεὶ σύνδρομος τῇ συνόδῳ καὶ ὁπαδὸς καὶ σύμψηφος.

οὐ γὰρ ὡς ὁ ὑμέτερος διδάσκαλος Μαμωνᾶς, ὃς παροράσει θεοῦ τῇ ἐξουσίᾳ χρώμενος τοῖς ἀνιέροις ἐπέτρεπεν φάσκων ὡς «Ἐὰν εἰς τοῦτο τὸ ἓν εἰκόνισμα πληροφορήσωμεν ὑμᾶς ὅτι καλῶς λέγομεν», περὶ τῆς καθαιρέσεως τῆς εἰκόνος Χριστοῦ ὁ χριστομάχος αἰνιττόμενος, «τότε καὶ περὶ τῶν ἄλλων εἰκόνων πάλιν σκοποὺς προαγαγεῖν ἔχομεν ἐνώπιον ὑμῶν καὶ ὡς κρίνετε». ταῦτα ἐπιτωθάζων ὑπέκλεπτε φενακίζων τοὺς ἄφρονας. διὰ τούτων γὰρ τὴν ἀτιμίαν τῶν εἰκονισμάτων τῶν ἁγίων ἐνέφαινεν ἐπ’ ἀνατροπῇ πάντων τῶν καθ’ ἡμᾶς μυστηρίων παραταττόμενος. οὗτοι δὲ μετὰ τῆς ὕλης καὶ τῶν ζωγράφων τὴν τέχνην πολλαχοῦ κακίζουσιν, ἵνα ἐπὶ τὸν θεὸν καὶ ἐνταῦθα μῶμόν τινα ἀπορρίψωσιν. ἀλλ’ οὐχὶ αἱ τέχναι κακαί, ἃς ἐπ’ εὐεργεσίᾳ τοῦ γένους ὁ θεὸς προνοῶν ἐχαρίσατο· οἱ μετιόντες δὲ ἐὰν κακῶς χρήσωνται, τῆς μοχθηρᾶς προαιρέσεως, οὐ τῆς τέχνης, τὸ αἴτιον. ἐνταῦθα δὲ οὐ πρὸς κακοῦ τῷ γραφεῖ ἡ τέχνη κεχρημάτικεν· πῶς γάρ, ἔνθα Χριστοῦ ὄνομα σὺν τῷ ἀληθεῖ πρόκειται καὶ ἱερῶν τύποι ἐγγράφονται; εἰ δὲ καὶ ἄτιμος ἡ ὕλη παρ’ αὐτοῖς λέγοιτο, ἀλλ’ οὖν γε ἐπιτιμίοις τισὶν παραλαμβανομένη, οὐκ ἄτιμος, ἐπεὶ οὕτω γε καὶ σταυροῦ τύποι ἐξ ὕλης διαγραφόμενοι καὶ βίβλοι εὐαγγελικαὶ κατασκευαζόμεναι καὶ πλεῖστα ἕτερα κατὰ τὴν ἐκκλησίαν ἀποτελούμενα ἀτιμούσθωσαν καὶ καταπιμπράσθωσαν.

ἀλλ’ οὐχὶ διὰ τὸ ἄτιμον τῆς ὕλης καὶ ταῦτα συνατιμασθήσεται, ἵνα τὸν περὶ τῆς μυστικῆς εὐλογίας λόγον παρήσωμεν. τοιαῦτα ἐν τοῖς προειρημένοις ματαιοπονήσαντες, ᾗπερ εἰώθεσαν χριστομαχοῦντες, προστιθέασιν εὐθύς· ... τήν τε παναγίαν θεοτόκον καὶ τοὺς συμμόρφους αὐτοῦ ἁγίους νεκραῖς χαρακτήρων ὄψεσιν ἀναστηλοῦν καὶ προσκυνεῖσθαι ἀπαραφυλάκτως ἐξέθετο, εἰς αὐτὸ τὸ καίριον δόγμα τῆς ἐκκλησίας προσκόψασα καὶ τὴν λατρευτικὴν ἡμῶν προσκύνησιν ἐπιθολώσασα, τὰ τῷ θεῷ πρέποντα τῇ ἀψύχῳ ὕλῃ τῶν εἰκόνων προσάγεσθαι κατὰ τὸ δοκοῦν ἐβεβαίωσεν. ἐν οἷς οὐκ ἔστιν αὐτοῖς λόγος τῇ ἑαυτῶν ματαιότητι συστήσασθαι· πάλιν ἐπὶ τὰς βδελυρὰς τῶν καινῶν διδασκάλων αἰσχρῶς καὶ ἀκόσμως φωνὰς τρέπονται (Ἐπιφανίδου γὰρ ἐκείνου καὶ ταῦτα τὰ ἀμβλώματα), ταυτόν, τι, ὥς γέ μοι δοκεῖ, ποιοῦντες ὁποῖόν τινες γυμνοὶ καὶ ἄοπλοι πολεμισταὶ ἐπί τι σαθρὸν καὶ εὐάλωτον καὶ τοῖς ἐναντίοις εὐχείρωτον καταφεύγοντες φρούριον. πόθεν γὰρ αὐτοῖς ὁ λόγος ἐπικουρούμενος τὸ ἀσφαλὲς ἕξει; ἐπὶ μὲν γὰρ τῆς τοῦ θεοῦ λόγου σαρκώσεως καὶ κατὰ τὴν σάρκα τὸ ἀπερίγραπτον διὰ τὴν πρὸς αὐτὸν ἕνωσιν καὶ ἀκατάληπτον προτείνουσιν, προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενοι. ἐπὶ δὲ τῆς παναγίας θεοτόκου καὶ τῶν ἁγίων, τίνα αἰτίαν πρὸς ὕβριν παραστήσουσιν;

τὸ ἀκατάληπτον καὶ ἀπερίγραπτον οὐδαμῶς αὐτῶν ἐνταῦθα προστήσεται, εἰ μὴ κἀκείνοις ὑπ’ ἀναιδείας καὶ ἀλογίας οἱ ἐμβρόντητοι ταῦτα προσνείμοιεν. ἡ λατρευτικὴ προσκύνησις τὴν ἀνούστατον καὶ μανιώδη ἐξελέγχει φλυαρίαν· πῶς γὰρ λατρευτικὴν προσκύνησίν τις προσοίσειεν ὧν τὰ ἀρχέτυπα εἰς λατρείαν οὐ παραλαμβάνεται; ἣν μόνῳ θεῷ ζῶντι καὶ ἀληθινῷ οἱ ἐπεγνωκότες προσάγουσιν. ποῦ γὰρ Χριστιανὸν οἱ Χριστιανῶν ἀλλότριοι ἀψύχῳ ὕλῃ προσφέροντα ταύτην ἐφώρασαν; τί οὖν φαμέν; ὅτι κἂν ἡμεῖς σιγήσωμεν, ἀλλὰ τά γε θεοπαράδοτα σιωπᾶν οὐκ ἀνέξεται λόγια, ἐνδίκως καὶ πρός γε τοὺς δυσσεβεῖς τούτους ἐφαρμοζόμενα· ὅτι ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ λαλεῖν πρὸς κύριον πλάνησιν. ταῖς ἀληθείαις γὰρ ὑπὸ πολλῆς μωρίας καὶ κακίας ἐσκοτισμένοι τὸν νοῦν καὶ τεθολωμένοι, οἷα ἐξεστηκότες καὶ βακχεύοντες κενολογοῦσιν, ἀπόλυτον τὴν θεομάχον γλῶσσαν καὶ κατὰ τῶν ἁγίων καὶ τῆς τῶν Χριστιανῶν δόξης διαφιέντες. τίς γὰρ τῶν πάλαι ἢ τῶν νῦν ζωγραφεῖν ἀνθρώπους καθ’ ἡμᾶς χρηματίζοντας ἀπεῖρξεν; ὅπου γε ὁρῶμεν καὶ τοὺς ἔν τισιν ἀνδραγαθήμασιν κατὰ τὴν παροῦσαν ζωὴν ἐμπρέψαντας ἔν τε πολέμοις ἀριστεύσαντας καὶ ἄλλως ἄξιόν τι μνήμης κατωρθωκότας, ταύτῃ τιμᾶσθαι, ἡνίκα τὰ τούτων πλεονεκτήματα τοιαύταις γραφαῖς τῷ βίῳ παραδέδοται.

πῶς οὖν οὐχὶ μᾶλλον ἐχρῆν τῶν ὑπὲρ νοῦν καὶ λόγον τοῖς ἁγίοις διηγωνισμένων ἄθλων τὴν μνήμην ἐν εἰκόσιν ὥσπερ καὶ ἐν ταῖς βίβλοις διασῴζεσθαι, τὴν αὐτὴν ἐκείναις ὑπόθεσιν ἡμῖν φερούσαις, καὶ τοσοῦτον μᾶλλον ὅσον καὶ τὴν ἐκεῖθεν ὄνησιν καρπούμεθα καὶ ὠφέλειαν. ἀλλ’ εἰς ἐκείνους τοὺς σκοποὺς εὖ οἶδα καταφεύξονται, οὓς ὁ τῶν ἁγίων ἔχθιστος καὶ τούτων διδάσκαλος κατὰ τῶν ἁγίων μεμηνὼς προὔτεινεν. ὡς δὲ ὁ τοῦ ψεύδους πατὴρ σαφῶς δι’ αὐτῶν ἐνεργεῖ φθεγγόμενος, τί χρὴ πειρᾶσθαι ἀποδεικνύειν, ἐξὸν τὸν εὐσεβῆ καὶ πάσης εὐθύτητος γέμοντα τῆς ἱερᾶς συνόδου ὅρον μετὰ χεῖρας λαβόντας τὰ ἐν αὐτῷ ἐκτεθέντα ἀναμαθεῖν καὶ τὴν παρὰ τῶν ἐναντίων τερατολογουμένην πλάνην ὡς τάχιστα διεκπομπεῦσαι; τί γὰρ θεσπίζει ὁ ὅρος ἢ ὅτι γε παραπλησίως τῷ τύπῳ τοῦ σταυροῦ τὴν σεβασμίαν εἰκόνα τοῦ Χριστοῦ τιμᾶσθαι; τῶν δὲ ἁγίων οὐκ ἄδηλον ὅπως ἀνάλογον τιμηθήσονται. ἅπερ ἀγνωμονήσαντες καὶ τῶν οἰκείων ὁμολογιῶν καὶ συνθηκῶν ἄπαρνοι γενόμενοι, ἔτι τε τῆς αὐτῆς ἀβελτηρίας καὶ παρανοίας ἐχόμενοι, τοιαῦτα προσεπάγουσιν· Καὶ ταύτας ἀφρόνως θείας χάριτος ἐμπλέους εἰπεῖν κατετόλμησεν, κηρῶν τε ἁφὰς καὶ θυμιαμάτων εὐωδίας· σὺν προσκυνήσει βιαίᾳ τοὺς ἀφελεῖς ἀπεπλάνησεν, ... ταῦτα τίνες;

οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, δικαίως ἂν μάλα ἡ θεολόγος αὐτοῖς ἁρμόσεται φωνή· οἱ γὰρ λαμπρότητι δογμάτων ποτὲ σοφῶς ἐναγλαϊζόμενοι, νῦν σκότῳ διδαγμάτων ματαίων ἀπαιδεύτως περιαχλύζονται. ἅπερ γὰρ πρὶν ἐν τῇ οἰκείᾳ καὶ ὀρθῇ ὁμολογίᾳ ἑστῶτες ὡς ἱερὰ τετιμήκασιν, νῦν ὥσπερ ἐκστάντες ἑαυτῶν καὶ πρὸς τὴν ἀσέβειαν μεταβαλόμενοι ἀφρόνως ὡς ἀληθῶς καὶ ἀνοήτως καθυβρίζουσιν. ὅθεν θριαμβεύεται αὐτῶν τὸ ἔμπληκτον τῶν λογισμῶν καὶ ἀνίδρυτον καὶ πρὸς τὴν εἰς τὰ ἅγια δυσφημίαν εὐχερὲς καὶ ὀξύρροπον. κρινάτω γὰρ πᾶς τις τῶν ὀρθῷ λογισμῷ καὶ ἀδεκάστῳ κριτηρίῳ ἐπεσκεμμένων καὶ εἰδότων κρίνειν τῶν πραγμάτων τὸ ἀσφαλές. ὁ τῆς ἀποστασίας ταύτης βίαιος καὶ ἀνυπόστατος τῷ ὄντι εἰσηγητὴς καὶ αὐτῶν τούτων νεοθαλὴς παραδειχθεὶς διδάσκαλος, ὁ δυσσεβὴς ἐκεῖνος φημὶ Κωνσταντῖνος, ὁ πάντα τὰ τῆς θείας χάριτος ἐνυβρίσας καὶ διαπτύσας, καὶ κοινὰ τὰ ἅγια καὶ βέβηλα ἡγησάμενος, τῆς φίλης ἱππείας περιαληλειμμένος καὶ ὡς μύρου εὐώδους περιεχόμενος, καὶ αὐτοὺς δήπου τοὺς ἵππους ὁπόσης σπουδῆς καὶ φιλοτιμίας ἠξίου, πολλοὶ τῶν νῦν ἐν τῷ βίῳ περιλειπομένων ἴσασιν.

καὶ γὰρ τοὺς ἐν ταῖς ἱππικαῖς ἁμίλλαις τὸ νικητήριον φέροντας ἵππους ταῖς προπομπίοις τιμαῖς καὶ θεραπείαις καταγεραίρων, τοῖς ἐκλεκτοῖς θυμιάμασιν τοῖς ἐκ μύρων τῶν πολυτελεστάτων κατεσκευασμένοις, τῆς εὐωδίας ἀπεπλήρου. περὶ δέ γε ἁφῶν τί χρὴ καὶ λέγειν ὡς λίαν φαιδρῶν καὶ δαψιλεστάτων; καὶ γὰρ ἑορτῆς μεγίστης ὑπόθεσιν τὴν ἀνθιππασίαν ἐκείνην ἐτίθετο, ἐφαίδρυνέν τε αὐτὴν τοῖς ἐκ τῶν ἱερῶν ἐκκλησιῶν εἰς ἁφὴν τῶν θείων λειτουργιῶν καὶ διακονιῶν ἀφωρισμένοις σκεύεσιν· ἃ τοῖς ἁρματείοις ἵπποις ὁμοῦ καὶ τοῖς τὰς ἡνίας αὐτῶν ἔχουσιν ὡς θεραπευτὴς προσένεμεν, αὐτούς τε τοὺς ἐν κλήρῳ τεταγμένους καὶ θεῷ ἀνιερωμένους ἄνδρας σὺν ἁφῇ καὶ δᾳδουχίᾳ τῇ διαφανεστάτῃ, ὁποίαν δὴ ἐν ταῖς καθ’ ἡμᾶς ἑορτασίμοις ἡμέραις τις θεάσαιτο, προάγοντάς τε καὶ ἑπομένους καὶ τὰ θυτήρια σκεύη χερσὶν ἐπιφερομένους. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον, ὅπως τὰ θεῖα εἰς τὴν ἀλόγων τιμὴν παρὰ τῶν ἀλόγων προήγετο. τοιαύτην τελετήν, ἐκείνην τὴν προπομπὴν διακοσμῶν συνεκρότει, ἡλίκην ἄν τις ἐπὶ θρησκείᾳ διασκευάσειεν· καὶ οὐδείς πω τοῦτον εἰδωλολατρίας, ὥσπερ ἦν ἄξιον, ἐγράψατο, ἢ τοὺς ἁμιλλητηρίους ἵππους κατ’ αὐτὰς τὰς ἱππηλασίας καὶ τοὺς διφρηλατοῦντας οὕτω τιμωμένους ὁρῶν ἐδυσχέρανεν.

τῶν ἁγίων δὲ πικροὶ κατήγοροι γίνονται καὶ τῆς ἁφῆς καὶ τῶν θυμιαμάτων καταγινώσκουσιν, ἐκλελησμένοι οἱ παράπαιστοι ὡς πάντα τὰ καθ’ ἡμᾶς ἱερά, μεθ’ ὧν καὶ ταῦτα, τῆς τοιαύτης τὸ ἐξ ἀρχῆς τυγχάνουσι τιμῆς. οὕτως ὑπὸ τῆς κατασχούσης τῶν καιρῶν ἀνωμαλίας καὶ ἀταξίας ἐκτραχηλισθέντες οἱ τάλανες οὐδὲ τὴν τοῖς ἀλόγοις ζῴοις προσαγομένην παρὰ τῶν δυσσεβούντων τιμὴν τοῖς ἱεροῖς νεῖμαι ἐδικαίωσαν· βιαίως δὲ ὅπως, τῶν ἱερῶν γέγονεν ἡ προσκύνησις, οἱ βιαίως ὡς ἀληθῶς ταύτης ἀφελκόμενοι καὶ κινδύνους ὡς πλείστους ἀνατλάντες διὰ τὴν εἰς Χριστὸν ἀγάπην ἀπαγγελλέτωσαν. τὰ δὲ τούτοις ἑπόμενα οἵαν αὐτοῖς ἀναπλάττει τὴν τερατείαν, καὶ οἵοις ἐναντιώμασιν οἱ ἄθλιοι περιπίπτουσιν, ἀναισχύντως καὶ ἀπηρυθριασμένως ὁρμῶντες, τῇ φύσει τῶν πραγμάτων καὶ ὡς ἀληθείας ἔχουσι τὸ ψεῦδος ἀντιτιθέντες· αὐτόθεν ἕξουσι καταφανεῖς τῆς ψευδομυθίας τοὺς ἐλέγχους. παραπλησίως γὰρ ταῖς νυκτερίσιν, αἳ τὰς μὲν ἡλιακὰς αὐγὰς ἀεὶ δυσχεραίνουσιν νυκτὶ δὲ καὶ τῷ σκότῳ χαίρουσιν, καὶ οὗτοι τὸ μὲν τῆς ἀληθείας ἀποδιδράσκουσι φῶς, ἐπὶ τὸ φίλον δὲ καὶ σύνηθες τοῦ ψεύδους σκότος ὡς οἰκεῖον καταφεύγουσιν. οἷα γὰρ ἀποτολμῶσιν ἀνόσια οἱ πάντολμοι ἀπερεύγεσθαι, εὐνούστατοι θεράποντες πρὸς τὸ ἔκφυλον ἐκεῖνο καὶ μιξοβάρβαρον κύημα φιλοτιμούμενοι δείκνυσθαι, ...

εἰ μὴ κύριος ἡμῖν, λέγοντες, συγκεκρότηκεν καὶ ναυαγοῦντα κόσμον κατακλυσμὸν ἁμαρτίας ἠλέησεν καὶ δεύτερον Νῶε τοῖς Χριστιανοῖς ἐχαρίσατο, ὃς καὶ τὴν καταιγίδα τῆς αἱρέσεως σὺν τῷ κέντρῳ τοῦ διαβόλου ἀμβλῦναι ἐσπούδασεν. ἀλλ’ ἀκουέτωσαν πρός τε ἡμῶν καὶ τῆς ἀληθείας αὐτῆς ὅτι κατακλυσμὸν ὄντως κατὰ Χριστιανῶν καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος οὗτος ἐπανέστησεν, καὶ τῆς τοσαύτης κατῆρξε ταραχῆς καὶ τοῦ κλύδωνος καὶ δεύτερος οὐ Νῶε (οὐδὲ φεύγων κατακλυσμὸν ἀλλ’ ἐπάγων καὶ ὅλος ἐν αὐτῷ συμπνιγόμενος, πίστεως κιβωτὸν οὐκ ἔχων τὴν σῴζουσαν), ἀλλὰ Φαραώ τις βαρὺς ἐργοδιώκτης καὶ τέρας Αἰγύπτιον, ἢ ἄλλο Ἀσσύριον ἢ Βαβυλώνιον στύγημα· καὶ πικρὸς τύραννος κατὰ λαοῦ καὶ τῆς κληρονομίας κυρίου τὸν νοητὸν χειμῶνα καὶ τὴν χαλεπὴν τῶν ψυχῶν ζάλην ἀπεγέννησεν, ἐπὶ τῇ γαλήνῃ ἔτι ἀτρεμούσης τῆς ἐκκλησίας ἀπομανεὶς καὶ τοῖς καθεστῶσι πράγμασι λίαν ἀχθόμενος.

καὶ ὧδε ὡς ἀληθῶς εἰπεῖν εὔκαιρον· εἰ μὴ κύριος Σαβαὼθ διὰ σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν αὐτοῦ ἐπέβλεψεν ἐξ οὐρανοῦ, ἁγίου κατοικητηρίου αὐτοῦ, καὶ κατηλέησεν καὶ ἐβοήθησεν ἡμῖν καὶ τὸν ἐπαναστάντα τῇ ἐκκλησίᾳ σάλον καὶ κλύδωνα παραδόξως κατηύνασεν καὶ τῇ καταιγίδι τῆς ἀποστασίας καὶ δυσσεβείας ἐπιτάξας εἰς αὔραν γαληνιῶσαν ἔστησεν, καὶ τῶν συμφορῶν τούτων τὸν αἴτιον, τὴν πάντων τῶν κακῶν ποριμωτάτην φύσιν, ψήφοις θεοκρίτοις μετελθών, ὧν ἦν ἄξιος, ἐκ ποδῶν ἐποιήσατο, οὐδὲν ἐκώλυεν τοὺς κατὰ τήνδε τὴν ἀρχὴν ἅπαντας μεγίστῳ καὶ ἐξαισίῳ περιπεσόντας ναυαγίῳ εἰς βυθὸν ἀπιστίας κατολισθεῖν, ἐξ οὗ τὸ λοιπὸν ἐλπὶς οὐκ ἦν περισῴζεσθαι. οἷοι δὲ καὶ τούτων οἱ καρποὶ τῷ τρόπῳ καὶ τῇ διδασκαλίᾳ ἑπόμενοι, καθάπερ ἤδη καὶ ἐπὶ τῶν ἡγησαμένων αὐτῶν τῆς ἀσεβείας ἐδείκνυτο, διὰ τῶν πραγμάτων αὐτῶν καθίστανται γνώριμοι· ἐντεῦθεν γὰρ πάλιν ἡ ἐκκλησία τοῦ θεοῦ σχίζεται καὶ μερίζεται, καὶ ὁ ἄνωθεν καὶ διόλου ἐξυφασμένος χιτὼν τοῦ Χριστοῦ διαρρήγνυται. καὶ τί χρὴ τὰ πολλὰ νῦν ἀπαριθμεῖσθαι; ἤδη γὰρ ἐν τοῖς προοιμίοις τοῦδε τοῦ γράμματος μετρίως εἴρηται. ἀποκρινέσθωσαν δὲ ἡμῖν ἐρομένοις ὅτου δὴ χάριν τὸ καινὸν δὴ τουτὶ καὶ ἀγυρτῶδες συνῆκται συνέδριον. ποίας τῶν κατὰ τὴν ἐκκλησίαν ποτὲ παραφυεισῶν αἱρέσεων λόγον ἐν μέσῳ πεφώτικεν; τί τὸ διοχλοῦν; τί τὸ φανὲν ἄτοπον καὶ παράλογον; τίς ἡ ἄλογος σπουδή;

τίς ὁ κινῶν ἀρχιερέων ἢ τῶν ἐν τέλει ἢ ὁποιασοῦν τύχης καὶ ἡλικίας καὶ ἀξιώματος; ἀλλ’ οὐκ ἂν εἰπεῖν ἔχοιτε οὐδ’ εἰ μυρία καμόντες συμπλάσσοιτε, πάντων εἰρηνευόντων καὶ ἐν μιᾷ πίστει καὶ ὁμολογίᾳ καὶ τῇ εἰς θεὸν εὐσεβείᾳ συγκεκραμένων καὶ κοινὴν καὶ σύμφωνον τῷ θεῷ τῶν ὅλων δόξαν ἀναπεμπόντων. ἢ οὐχὶ καὶ πάλιν ἐναγεῖς τινες καὶ ἀκαθαρσίας πάσης πεπληρωμένοι, τὴν ἰδίαν αἰσχύνην μᾶλλον καὶ τὸν ὄλεθρον ἢ δόξαν συστῆσαι βουλόμενοι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ’ ὑπετάγησαν καὶ τὸν πρὶν κεκρυμμένον ἧς ὤδινον ἀπιστίας ἰὸν καὶ δόλον κατὰ τῆς εὐαγοῦς ἡμῶν θρησκείας, παριδόντος θεοῦ, τῆς δυναστείας ἐπ’ ἀπωλείᾳ ψυχῆς καὶ σώματος ἐπιλαβόμενοι ἐξήμεσαν καὶ τὴν ψυχὴν ἐξοιδηκότες μέγα κατὰ τοῦ εὐαγγελικοῦ κηρύγματος ἔπνευσαν, ἵνα δι’ ἑνὸς τοῦ κατὰ τῶν ἱερῶν ἐπιχειρήματος τὸ πᾶν τῆς θείας οἰκονομίας μυστήριον καταστρέψωνται; ἀλλὰ γὰρ τοῦ τηλικούτου βυθοῦ τῆς πλάνης ἀνατετραμμένου καὶ ἀνακεκαλυμμένου, τινὰς ἐν μέσῳ φευκτὰς καὶ ἀπηχεστάτας φωνὰς κειμένας παραδραμόντες, αὐτοὶ ἐπὶ τὰ ἑπόμενα ἄπιμεν. μετὰ γὰρ δὴ ταῦτα καὶ ἕπεσθαι αὐτοὺς καὶ ἀποδέχεσθαι τὰς ἱερὰς συνόδους καταφρυάττονται.

προσεκτέον δὲ ὅτι ἐνταῦθα ὥσπερ ἐν καταλόγῳ τὰς ἓξ συνόδους ἀπαριθμούμενοι οὗτοι, τῆς νῦν αὐτοὺς μαιευσαμένης ἑταιρικῆς φατρίας μνήμην οὐδ’ ὅλως πεποίηνται, τοῦτο μόνον εὖ πεπραχότες καὶ ἄκοντες· οὐ θεμιτὸν γὰρ τὴν ἐναγῆ ταῖς θεολέκτοις συγκαταλέγεσθαι. ὡς ἂν δὲ μὴ ἀδολεσχῶμεν, ἐκεῖνο συντόμως ἐροῦμεν. ἐπειδὴ γὰρ ἓν τὸ κακὸν ἔν τε τοῖς πάλαι τῆς ἀσεβείας ἡγεμόσιν ἔν τε τοῖς νῦν φοιτηταῖς αὐτῶν ἐπακμάσασιν, δῆλον ὡς τῷ διδασκάλῳ καὶ ὁ κατ’ αὐτὸν κατηρτισμένος μαθητής, ὡς τὰ σπέρματα τῆς ἀσεβείας ὑποδεξάμενος, συναπελέγχεται, μιᾶς τοῦ ἐλέγχου πληγῆς κατὰ τὸν σειρομάστην τοῦ ζηλωτοῦ Φινεὲς τῶν συμπεπλεγμένων ἀλλήλοις κατὰ τὴν ἀσέβειαν καθικνουμένης. καὶ γὰρ πρότερον περί γε ἐκείνων ὅπως ταῖς συνόδοις ἕπονται, πλατύτερον εἴρηται. ἐν γοῦν τῷ καταλόγῳ τῶν συνόδων, ἃς κατέκριναν αὗται αἱρέσεις προάγοντες, τοιάδέ τινα προσεπιφέρουσιν.

Ἀλλὰ ταύτας πάλιν τὰς αἱρέσεις οἱ ταῖς ἀψύχοις εἰκόσιν τὴν προσκύνησιν δώσαντες, ἀφορμὴν τῆς πρὶν αὐτῶν ἀτοπίας ἐχαρίσαντο, ἢ συμπεριγράφοντες τῇ εἰκόνι τὸν ἀπερίγραφον ἢ τὴν σάρκα ἐκ τῆς θεότητος κατατέμνοντες, κακῷ τὸ κακὸν διορθούμενοι· ἀτόπημα γὰρ περιφεύγοντες, ἀτοπήματι περιπίπτουσιν. καὶ μὴν τῶν ἱερῶν τούτων συγκροτουμένων συνόδων τὰ σεπτὰ ταῦτα ἀνιστόρητο πανταχῇ, καὶ προσεκυνεῖτο ὑπὸ πάντων Χριστιανῶν ἀπεικάσματα, ἐν οἷς καὶ ἡ θεόλεκτος ἕκτη σύνοδος τὴν ἐπ’ αὐτοῖς οἰκοδομὴν θειότερόν τι πεποίηται. οὐκοῦν φλυαροῦντες εἰκῇ καὶ ἐνταῦθα καταλαμβάνονται, τοῦ συνήθους ψεύδους οὐκ ἀφιστάμενοι, ὥστε οὐδὲ ἀφορμή τις ἐντεῦθεν νῦν συγχύσεως ἢ διαιρέσεως πέφανται. ὅτε γὰρ αἱ αἱρέσεις κατὰ καιροὺς τῷ βίῳ εἰσεφθάρησαν, τηνικαῦτα καὶ τῆς τῶν συνόδων ἀθροίσεως ἐδέησεν· ὁποῖόν τι καὶ ἐφ’ ἧς νῦν πρεσβεύουσιν οὐχ’ αἱρέσεως, ἀλλὰ ἀποστασίας συνέβαινεν. ἐν ᾧ γὰρ ὁ κατὰ τῆς θείας σαρκώσεως λόγος, ὥσπερ γάγγραινα νομὴν ἔχουσα, τὸν τῆς ἀρχῆς ταύτης λαὸν κατενέμετο, ἡ κατὰ Νίκαιαν ἱερὰ δευτέρα σύνοδος συγκεκρότηται, τὸ πονηρὸν ἐκεῖνο καὶ ἄθεον καθελοῦσα δόγμα. ἀλλὰ φασίν· ἢ συμπεριγράφοντες τῇ εἰκόνι τὸν ἀπερίγραφον ἢ τὴν σάρκα ἐκ τῆς θεότητος κατατέμνοντες. καὶ πόθεν λέγειν ὑμῖν τοῦτο πάρεστιν;

εἰ μὲν ἐκ τοῦ γράφοντος ἀκηκόατε, ἐκείνῳ ἀναθετέον τὴν ἄνοιαν· οὐδὲν γὰρ τοῦ λέγειν ταῦτα ἀνοητότερον ἢ ἀλογώτερον. πῶς γὰρ ἐκ τοῦ γράφεσθαι τὸν Χριστόν, τούτων τι ἀναφανῆναι δυνήσεται; εἰ δὲ οὐδαμόθεν ἀκηκόατε (οὐδὲ γὰρ ἀκηκόατε), τὴν ἑαυτῶν στηλιτεύετε παραφροσύνην, φασμάτων πλήρη τὴν διάνοιαν ὑμῶν ἐργαζόμενοι· καὶ ἅπερ μάτην φυσιούμενοι καὶ ἀλόγως φαντασιούμενοι, ἐν τῇ ματαιότητι τοῦ νοὸς καὶ τῇ σαθρότητι τῶν εἰκαίων λογισμάτων ἀνετυπώσασθε, ἵνα τὴν σάρκωσιν τοῦ Χριστοῦ περιυβρισμένην ἀποφήνητε, ἐπὶ τὴν Χριστιανῶν ὑπόληψιν ἐγκαλοῦντες μετάγετε, καὶ ὥσπερ ἐν ἐπινοίᾳ τὰ μηδαμῇ μηδαμῶς λεχθέντα ἢ νοηθέντα ἢ ὅλως ὑπάρξαι δυνάμενα ὀνειροπολοῦντες θεωρεῖτε, καθὼς οἱ τοὺς ἱπποκενταύρους καὶ τοὺς τραγελάφους ἀναπλάσσοντες, κατὰ πολλὴν εὐκολίαν λόγοις διακένοις τὴν μυθοπλαστίαν συντιθέντες· ἣν οὐκ ἐπίνοιαν ἀλλὰ παράνοιαν καὶ ἔκστασιν κυριώτερον ἄν τις ὀνομάσειεν. ἃ γὰρ μήτε φύσιν ἔχει γίνεσθαι μήτε τὸ ἐν λόγοις ἀκόλουθον κεκτημένα, ταῦτα παρανοοῦντες ἐπινοεῖτε καὶ δογματίζετε. ὡς εἴ τις ὑμῖν καὶ τὸ ἡλιακὸν τοῦτο δὴ τὸ δισκοειδὲς σῶμα ἐν τόπῳ τινὶ γεγραμμένον ὑπέδειξεν, ὡς ἔν τισιν ὁρᾶται γινόμενον, ἐδογματίσατε ἂν καὶ αὐτὴν τοῦ φωτὸς τὴν οὐσίαν καὶ αὐγὴν συγγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι.

ἢ πάλιν· ἀκτῖνα ἡλίου εἴ που δένδρῳ προσβαλοῦσαν ἴδοιτε, τμηθείη δὲ τὸ δένδρον, συνεκκοπήσεσθαι καὶ τὴν ἀκτῖνα οἰήσεσθε. τοῦτο δὲ ὑμῖν καὶ ἐπὶ πυρὸς καὶ ἄλλων τινῶν διανοηθήσεται, ἵνα ἐνδίκως παρὰ παίδων παιζόντων παιχθήσεσθε καὶ γελασθήσεσθε φρονοῦντες ἀσυνετώτερα. εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὔτε λέγεσθαι χώραν ἕξει, πόσον ταῦτα ἐπὶ τῆς ἀπορρήτου καὶ θείας φύσεως ἢ τῆς ἀφράστου καὶ ἀνερμηνεύτου τοῦ σωτῆρος οἰκονομίας ἐννοεῖν ἢ λέγειν ἀδύνατον καὶ ἀνεπιχείρητον· ταῦτα τὰ φασματώδη ληρήματα τῆς ἐπισεσυρμένης φατρίας τῶν τῷ Μαμωνᾷ καὶ τῇ κοπρίᾳ ὑποκυψάντων. ἧς τῷ πηλῷ καὶ τῷ βορβόρῳ συνιλυσπώμενοι ἐμμολύνεσθε, συμπεριγραφὰς καὶ τομὰς ἐπιτεχνώμενοι, ὡς ἂν μὴ καθυφῆτε τῆς ματαίας φιλονεικίας μὴ δὲ ἡττηθῆτε τῆς κακίστης ἐπιχειρήσεως καὶ τοῦ ἐμπαθοῦς καὶ ἀλλοτρίου τῆς εὐσεβείας θελήματος. οὐδὲ πυθέσθαι ἀξιοῦτε τῶν γραφόντων ὥστε ἀναδιδαχθῆναι τὸν τρόπον οὗ εἵνεκεν γράφουσιν, ἀλλ’ ὑπὲρ ἀλλοτρίας γνώμης καὶ φρονήματος ἀποφαίνεσθε, καὶ κριταὶ ἄνομοι καὶ πικροὶ κατήγοροι γίνεσθε ὧν οὐκ ἠκούσατε ἀλλ’ ὧν ὑμεῖς σκευωρεῖτε πονηρῶν καὶ ἀθέων εὑρημάτων· ἐξ ὧν τὸ βίαιον καὶ ἀπαραίτητον τῆς κατὰ τῶν πιστῶν ἐπιθέσεως, τὸ μὴ χρῆναι ὁμολογεῖν περιγραπτὸν τὸν Χριστὸν ἢ ὁμολογοῦντας συμπεριγράφειν πάντως ἢ τέμνειν καὶ τὰ ἀνήκεστα διωκομένους πάσχειν.

καὶ οὐδὲ τοῦτο συνήκατε, ὅτι τὸ οἰκοδομεῖν καλῶς καὶ διὰ Χριστὸν πράττειν, τῶν τιμώντων Χριστὸν καὶ σεβόντων ἴδιον, τῶν δὲ ἀπεναντίας καθαιρούντων, πρὸς ἀτιμίας αὐτοῦ καὶ ἐξουδενώσεως κατεργάζεσθαι οἰκεῖον. εἰς τοῦτο γὰρ ἀλαζονείας καὶ ἀπονοίας ὑπερήρθητε, ὡς μήτε τὸ μακρὸν καὶ ἄπειρον τοῦ χρόνου δυσωπηθῆναι μὴ δὲ τῶν εὐσεβῶς κατὰ τὸν τῇδε βίον διαζησάντων καὶ πίστει καὶ εὐθύτητι δογμάτων διαπρεψάντων τὴν πληθύν, οἳ θείῳ πόθῳ καὶ θερμῷ ζήλῳ κινούμενοι περὶ τὴν ἱερογραφίαν σεμνῶς τετιμήκασι περιέποντες. θριαμβεύεται δὲ αὐτῶν καὶ ἄλλως τὸ ἐμβρόντητον καὶ ἠλίθιον· οὗτοι γάρ εἰσιν οἱ πανταχοῦ ψευδωνύμους τὰς τοῦ σωτῆρος εἰκόνας κατονομάζειν ἀποτολμῶντες. τὸ ψεῦδος δὲ ὡς ἀδρανὲς καὶ ἀνύπαρκτόν ἐστιν, οὐδεὶς τῶν πάντων ἀγνοεῖ· ὅπερ εἰ ἐπὶ τῆς εἰκόνος Χριστοῦ φέροιτο, ἕξει πάντως καὶ αὐτὴ τὸ ἀσθενὲς καὶ ἀνήνυτον. εἰ οὖν ταῦτα οὕτως ἔχειν ὡμολόγηται, πῶς οἱ ταῖς ἀληθείαις τοῦ ψεύδους ὑπασπισταί, τοσούτῳ κράτει καὶ ἰσχύϊ τὸ ψεῦδος τετιμήκασιν, τὸ ἐνεργὸν καὶ δραστήριον αὐτῷ ἀφορίζοντες, καὶ ταῦτα κατὰ τῆς ἀπορρήτου Χριστοῦ οἰκονομίας, ὥστε σύγχυσιν ἢ διαίρεσιν ἐνεργάσασθαι, ἀγνοοῦντες ὅτι καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ ἀντίθετοι ταῦτα γλωσσαλγοῦντες καθίστανται;

οἱ γὰρ τὰ χρώματα καὶ τὴν ὕλην κακίζοντες καὶ τὴν τέχνην τὴν γραφικὴν ἐκφαυλίζοντες καὶ ἃ συκοφαντοῦσιν τιμᾶν Χριστιανούς, οὗτοι πολὺ πλέον τετιμήκασιν. καὶ θαυμαστόν γε οὐδέν, εἰ ἀσθένειαν τῆς θείας καὶ παναλκοῦς δυνάμεως κατηγόρευσαν, ὡς δὴ μὴ ἐξισχύσασαν τοῦ τῇ κτίσει προσκυνεῖν ἀνθρώπους ἀνασώσασθαι, καὶ εἰδωλολατρίαν Χριστιανῶν κατειπεῖν οὐκ ἀπώκνησαν· καὶ Χριστὸν ταῦτα ὑπὸ χρωμάτων ὑπομεῖναι τὰ πάθη καταθαρρήσειαν παραφθέγξασθαι, ὡς λίαν ἀλόγου καὶ ἀλλοκότου φρενὸς καὶ τῶν μεμηνότων καὶ ἐξεστηκότων οὐδὲν ἄμεινον διακειμένης. ἃ δ’ οὖν αὐτοὶ ἐξ ἐμπαθείας καὶ ἐμπληξίας παραφρονοῦσιν, ταῦτα Χριστιανοὺς οὔτε εἰδότας οὔτε δοξάζοντας ἀνοήτως καταιτιῶνται· ἀλλ’ αἱ τούτων φωναὶ τῷ ψεύδει συνδιαλύονται, ἡ δὲ ἐπ’ ὀνόματι Χριστοῦ τυπουμένη εἰκών, ἀληθής ἐστιν εἰκών, καὶ οὐδὲν τῶν παρ’ αὐτοῖς κενολογουμένων δρᾷ· αὐτή τε ἡ φύσις τῶν πραγμάτων ἐκδιδάσκει καὶ ἡ ἀλήθεια. ὁ γὰρ πιστῶς ἐνορῶν εἰς ἀνάμνησιν μὲν τοῦ μυστηρίου τῆς θείας συγκαταβάσεως ἔρχεται, οὐδενὶ δὲ τρόπῳ συγχύσεως ἢ διαιρέσεως ἕνεκεν τῶν κατὰ Χριστὸν φύσεων παραβλάπτεται δι’ ἑτέρας ἰσχνοτέρας διδασκαλίας, τὸν περὶ τούτων λόγον ἀκριβέστερον ἐκπαιδευόμενος· ὁ δέ γε ἀπίστως ἐνορῶν, καὶ τὴν σάρκα ἀπιστεῖ καὶ κυριότητα ἀθετεῖ καὶ οὐδαμόθεν αὐτῷ ἀπόνασθαι τοῦ μυστηρίου περιγενήσεται.

ἐν τούτοις γοῦν κακῶς φρονοῦντας καὶ λαλοῦντας μάτην ἀπολιπόντες, ἐφ’ ἕτερον κακίας αὐτῶν εἶδος μετελευσόμεθα ἐν οἷς φασίν· κακῷ τὸ κακὸν διορθούμενοι· ἀτόπημα γὰρ περιφεύγοντες, ἀτοπήμασιν περιπίπτουσιν. καὶ τίς Χριστιανῶν τοῦτο κακὸν ὡμολόγησεν πώποτε; ἢ ποῦ παρὰ τῆς Χριστιανῶν ἐκκλησίας ἤκουσται, ἵνα τοῦ προτέρου κακοῦ ἐπαισθόμενοι μεταγνόντες διαφύγοιεν, ἑτέρῳ δὲ κακῷ περιπέσοιεν; οὐδαμῶς πω ταῦτα εὕρηται ἢ ἤκουσται· ἐπὶ τῆς αὐτῆς γὰρ τὸ ἐξ ἀρχῆς καὶ νῦν δόξης καὶ ὁμολογίας ἀπαρακινήτως ἑστᾶσιν. ταῦτα πάλιν τῶν μεμηνότων καὶ ἀνοηταινόντων τὰ ῥήματα. ὃ γὰρ ἑώρων ἐφ’ ἑαυτοῖς γινόμενον, τοῦτο τοῖς εὐσεβέσιν ἀπέρριψαν, ταυτόν τι ποιοῦντες ὑπ’ ἀναισχυντίας καὶ ἀκρασίας, ὅπερ πράττουσιν οἱ ἀκολασίᾳ καὶ ἀσωτίᾳ συζῶντες· καὶ γὰρ ἐκεῖνοι τὰ ἑαυτῶν αἴσχη καὶ ὀνείδη τοῖς σώφροσιν καὶ σεμνῶς βιοῦσιν προστρίβονται. οὐκ οἶδα οὖν εἰ ἐπί τισιν ἄλλοις τὸ ἐξ ἀτόπων ἄτοπα διαδέχεσθαι ἢ ἐπὶ τούτοις γινόμενον θεωρηθήσεται· καὶ γὰρ δέον ἐπὶ τῇ πρώτῃ κακουργίᾳ γνωσιμαχήσαντας ἀνασφῆλαι, ἐφ’ ἑτέρας χείρονας προὔβησαν.

πρότερον γὰρ ἀγνώμονες ἐπὶ ταῖς συνθήκαις, ἃς ἐπὶ τοῦ θείου θυσιαστηρίου θεῷ καθυπέσχοντο, ὀφθέντες, οὐ μέχρι τούτου ἔστησαν τοῦ κακοῦ, εὐθὺς δὲ κατὰ τῶν χρισάντων καὶ αὐτοῦ Χριστοῦ τὰς γλώσσας καθώπλισαν· ἔπειτα χεῖρας βεβήλους κατὰ τῶν θείων οἴκων ἐπιστηρίσαντες, τὸν ἱερὸν καθεῖλον διάκοσμον, τὰ τοῦ θεοῦ θυσιαστήρια μανικῶς διορύττοντες. τί χρὴ περί γε τῶν σεπτῶν σκευῶν τε καὶ κειμηλίων λέγειν; ὧν τὰ μὲν ὡς ἀλλοτρίοις τισὶ διαφέροντα δυσμενῶς καὶ ἀκόσμως κατέαξαν, τὰ δὲ αἰθαλόεντα καταπιμπράντες εἰργάσαντο. τούτων οὕτως ἐπιτομώτερον εἰρημένων, πάλιν ἐπὶ τὰς ἀρχὰς καὶ τὰ καίρια τοῦ δόγματος αὐτῶν μέτιμεν, τὸν ἐπ’ αὐτοῖς λόγον μικρὸν ἀναπτύσσοντες, ὡς ἂν ἴδωμεν εἰ ὑγιῶς περὶ αὐτῶν φρονοῦντες διάκεινται. τὴν γάρ τοι τοῦ ἀπεριγράπτου φωνὴν προχειριζόμενοι, καὶ ὑπόθεσιν ταύτην κατὰ τῆς εὐσεβείας προστησάμενοι, τῷ οἴεσθαι ὡς ἐχθίστῳ τινὶ τῇ καθ’ ἡμᾶς ὁμολογίᾳ συνεπιτίθεσθαι, τὰς ἑαυτῶν ὑπολήψεις κρατύνειν ἐπιχειροῦσιν. φαίνονται δὲ ἐν τούτοις οὐδὲν ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ, τοῦ τε γράφειν καὶ περιγράφειν, τὸ ἰδιάζον καὶ διηλλαγμένον. μετὸν γὰρ λέγειν ‘γράφειν’, ἀνεπιστημόνως ἐξ ἀμουσίας καὶ ἀπαιδευσίας φράζουσι ‘περιγράφειν’ οἱ ἀνόητοι.

εἰ γὰρ ἐπέγνωσαν τῶν φωνῶν τουτωνὶ τὸ διάφορον καὶ τὴν δύναμιν, ᾐσχύνθησαν ἂν μικρὸν γοῦν τῆς προπετείας τὸν ἔλεγχον, τὸ κενολογεῖν ἀσυνέτως περιστησάμενοι. ἀλλὰ παρασυγχέουσι ταύτας κατὰ τοὺς παλαιοὺς τῆς κακίας ταύτης καὶ ἀλογίας εἰσηγητάς, ὥσπερ δὴ καὶ τὰς κατὰ Χριστὸν αὐτὸν φύσεις, ἡμεῖς δὲ πρὸς σαφήνειαν καὶ γνῶσιν τῶν οὐκ εἰδότων ἐπιτομώτερον διελέσθαι δεῖν ὠήθημεν· ἔστιν γὰρ ἡ τούτων διαφορὰ ἥδε. γραφὴ μὲν οὖν διττῶς λέγεται, ἥ τε διὰ τῶν χαρακτήρων τῶν στοιχείων τούτων καὶ συλλαβῶν καὶ λέξεων θέσει καὶ τάξει τῇ προσηκούσῃ χαρασσομένη, ἔτι μὴν καὶ ἡ διὰ τῆς τῶν ζωγράφων τέχνης ἐν χρώμασι τυπουμένη. περιγραφὴ δέ, ὡς συνοπτικώτερον εἰπεῖν, τρισὶ τούτοις τρόποις καταλαμβάνεται. ἢ γὰρ τόπῳ ἢ χρόνῳ ἢ καταλήψει περιγράφεται τὸ περιγραφόμενον· τόπῳ μὲν ὡς τὰ σώματα, χρόνῳ δὲ ὡς ταῦτά τε καὶ τὰ πράγματα ἀρχὴν ἐν χρόνῳ καὶ τέλος δεχόμενα, καταλήψει δὲ ὡς τὰ ἐννοήμασιν ὑποπίπτοντα. οὔτε οὖν ὁ γράφων τινά, οἷον ἄνθρωπον φέρε, ἤτοι εἰκονίζων (περὶ γὰρ τούτου τοῦ σημαινομένου τῆς λέξεως νῦν πρόκειται λέγειν), τὸν γραφόμενον ἐν τῇ ἰδίᾳ ἐκείνου εἰκόνι περιγράφει. οὐδὲ γὰρ ἐκ τοῦ γράφεσθαι περιγράφεται· ἑτέρως γὰρ τοῖς εἰρημένοις τρισὶ τρόποις λέγεται καὶ ἔστιν ἡ περιγραφή. οὔτε ἔμπαλιν ὁ περιγράφων τοῖς αὐτοῖς δὴ τούτοις τρόποις γράφει τὸν περιγραφόμενον, κἂν περιγραπτός ἐστιν.

ὁ Χριστὸς τοίνυν τοῖς τρισὶ τούτοις τρόποις σωματωθεὶς περιεγράφη, οὐ παρ’ ἡμῶν (οὐ γὰρ τῶν ἐφ’ ἡμῖν τοῦτο), παρ’ ἑαυτῷ δὲ διὰ τὴν οἰκονομίαν. γράφεται δὲ παρ’ ἡμῶν ὡσαύτως σωματικῶς· ἄνθρωπος γὰρ κατὰ πάντα καθ’ ὁμοιότητα τὴν ἡμετέραν κεχρημάτικεν πλὴν ἁμαρτίας. οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν, κἂν κενολογοῦσιν οἱ ἄθλιοι. τί οὖν φήσουσιν, ἐν ᾧ τὸ τοῦ θεοῦ λόγου σῶμα, ὅπερ ἐκ τῆς πανάγνου προσείληφε θεομήτορος, ἐν τῇ μητρῴᾳ νηδύϊ περιεγέγραπτο; συμπεριεγέγραπτο ἆρα καὶ ὁ λόγος αὐτῷ ἢ σπαργανουμένῳ καὶ ἐν φάτνῃ ἀνακλινομένῳ ἢ σταυρουμένῳ καὶ ἐν μνημείῳ κατατιθεμένῳ, καίτοι ἀχώριστος ἦν τοῦ οἰκείου ἀεὶ σώματος; εἰ μὲν οὖν οὐ συμπεριεγέγραπτο, κεχώριστο ἄρα τοῦ προσλήμματος· εἰ δὲ συμπεριεγέγραπτο, περιγραπτὸν εἶναι καὶ τὸν θεῖον λόγον δώσουσιν ἐξ ἀνάγκης, ἵνα ἑνί γε λόγῳ πάντως τὴν βλασφημίαν μὴ διαφύγωσιν· ἢ οὕτω γε διὰ τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν καὶ συμπάθοι ἂν πάσχοντι ὁ λόγος τῷ σώματι καὶ συντεθνήξεται καὶ τἄλλα ὑπομείναι ἂν καὶ ὡς θεὸς ἅπερ ὡς ἄνθρωπος δι’ ἡμᾶς πεπονθέναι ἠνέσχετο, ἤ, ὃ μεῖζον εἰς ἀθεΐαν, τοῖς κενοῖς διδασκάλοις αὐτῶν ἕψονται, σύγχυσιν ἐπινοοῦσιν ἐπὶ τῶν κατὰ Χριστὸν φύσεων ἢ δοκήσει καὶ φαντασίᾳ ὀφθῆναι Χριστόν.

τούτων γὰρ αἱ φωναὶ σαφῶς ἐνταῦθα προέρχονται καὶ περιέστηκεν αὐτοῖς οὐδὲν ἧττον τὰ ἄτοπα καὶ περιπεπτώκασιν ἀκόσμως ἐξ ὧν διαδιδράσκειν ἐνόμιζον. εἰ δὲ χρὴ καὶ ἐκ περιουσίας τὸν ἐπὶ τῷδε διατρανοῦν καὶ ἀπευρύνειν λόγον, τοιαῦτα ἂν προσενέγκοιμεν· εἰ ἐν Ἱεροσολύμοις διατρίβων σωματικῶς ὁ Χριστός, διδάσκων τε ἐν τῷ ἱερῷ καὶ τὰ θεοπρεπῆ ἐκεῖνα ἐπιτελῶν θαύματα (ὡς θεὸς γὰρ πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν ἐστιν), ἦν ἄρα κατὰ τὸν αὐτὸν χρόνον σωματικῶς καὶ ἐν τῇ Γαλιλαίᾳ ἢ ἐν ἑτέροις τόποις ὅλως σαρκικῶς ὁρώμενος; καὶ τίς οὕτως φρενῶν ἔξω καὶ νοῦ τοῦ καθήκοντος, ὃς οὕτω ταῦτα ἔχειν διϊσχυρίσαιτο; εἰ δὲ παρὰ τὸ ὁρᾶσθαι σωματικῶς οὐχ’ ἑωρᾶτο καὶ θεϊκῶς, οὐδὲ παρὰ τὸ ἐν τῷδε μὲν εἶναι τῷ τόπῳ, ἐν τῷδε δὲ μὴ εἶναι σώματι, ἤδη καὶ κατὰ τὴν θεότητα ἐν ταυτῷ μόνον ἦν, οὐδὲ παρὰ τὸ πάσχειν σαρκί, καὶ θεότητι παθεῖν τὶ λέγεται, τί τὸ ἐμποδὼν στήσεται τοῦ καὶ γραφόμενον αὐτὸν ἢ περιγραφόμενον σαρκὶ μὴ ἀποτέμνεσθαι τῆς κατ’ αὐτὸν θεότητος ἢ πάντως συγγραφήσεσθαι ἢ συμπεριγραφήσεσθαι; ἀλλ’ οὐκ ἔχον φύσιν ἐστὶν τοῦτό γε, ἐπεὶ οὕτω καὶ εἰ ἄνθρωπος τῶν καθ’ ἡμᾶς (βασιλεύς, εἰ τύχοι) εἰκονίζοιτο σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικονίζεσθαι ἢ πάντως τεθνήξεσθαι χωριζόμενον· τί γάρ ἐστιν ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; ὧν τί λέγειν ἀνοητότερον ἢ ἀφρονέστερον;

ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος ἤκουσται; ἢ πῶς ὁ τοῦ σώματος ὅρος καὶ λόγος σωθήσεται, εἰ μὴ ταῦτα ἔχοι, εἴπερ σῶμά ἐστιν τὸ τριχῇ διάστατον, περὶ ὃ σχῆμά τε καὶ ἀντιτυπία καὶ χρῶμα, ὄγκῳ διειλημμένον καὶ πηλικότητι, ἃ δὴ καὶ τὴν σωματικὴν ἡμῖν περιγραφὴν ἐκ παντὸς ὑπαγορεύει. εἰ μὴ γὰρ κέχρωσται ἢ ἐσχημάτισται ἢ πεπόσωται, οὐδὲ πεπέρασται, οὐδὲ σῶμα, καθ’ ὃ δὴ καὶ τόπῳ τινὶ περιείργεσθαι πέφυκεν τῷ ὧδε μὲν εἶναι, ἑτέρωθι δὲ μὴ εἶναι. ὅλως δὲ τὸ ἐν τῷδε εἶναι, ἐν τῷδε δὲ μὴ εἶναι, τί ἕτερον ἢ περιγραφῆς ἡμῖν ἔννοιαν ἄντικρυς ὑποτίθεται; ὁ τοίνυν μὴ δοξάζων γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ ὅ,τι ἐστὶν σῶμα οὐκ ἔγνω, ἐξ οὗ μὴ δὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σῴζεσθαι παρῄτηται. οὐδὲ γὰρ αὐτὸς οὗτος ἄγραπτος τὸ σῶμα ἢ ἀπερίγραπτος, εἴπερ τῷ ὁμοίῳ τὸ ὅμοιον Χριστὸς ἀνεκάθαρεν· τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον οἴδαμεν. ὁ γοῦν ὁμολογῶν σῶμα ἀνειληφέναι τὸν Χριστὸν ὁποῖον τὸ ἡμέτερον (τοῦτο δὲ περιγραπτὸν καὶ γραπτόν), ἐξ ἀνάγκης κἀκεῖνο γραπτὸν καὶ περιγραπτὸν εἶναι συνομολογήσειεν· εἰ δὲ τὸ δεύτερον οὐ δώσει, οὐδὲ τὸ πρότερον ἄρα· ὃ πάντῃ ἄλογον καὶ καταγέλαστον.

τῶν μὲν οὖν ὁσίων πατέρων ἡμῶν τὰ δόγματα, ταυτὸν δὲ εἰπεῖν πάσης τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας τὸ κήρυγμα, τρανῶς καὶ διαρρήδην ἐκ δύο καὶ ἐν δυσὶν κατὰ πάντα τελείαις ταῖς φύσεσιν, μιᾷ δὲ ὑποστάσει ἤτοι προσώπῳ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν ὁμολόγως δοξάζουσιν, ἐκ δύο δὲ τῶν ἐναντίων·

Προελθὼν γάρ φησιν, θεὸς μετὰ τῆς προσλήψεως ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκός τε καὶ πνεύματος. εἰ τοίνυν ἡ ἑτέρα τούτων, ἡ θεία φημὶ τοῦ λόγου φύσις, ἄγραπτός τε καὶ ἀπερίγραπτος ὡμολόγηται, ἀνάγκη πᾶσα, διὰ τὴν ἐκ τῶν ἐναντίων πρόοδον, τὴν ἑτέραν ἤγουν τὴν ἀνθρωπίνην γραπτὴν καὶ περιγραπτὴν εἶναι ὁμολογεῖσθαι. εἰ γοῦν καὶ ταύτη ἀπερίγραπτος νοοῖτο, ποῦ στήσεται τῶν ἐναντίων ὁ λόγος; ὡς οὖν ἡ ἑτέρα ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἄχρονος καὶ εἴ τι ἕτερον θεοπρεπῶς ἐπὶ τῆς θείας λέγοιτο φύσεως, ἐξάπαντος τὰ ἐναντία ἐπὶ τῆς ἑτέρας ῥηθήσεται· τρεπτὴ γὰρ ἦν καὶ παθητὴ καὶ ὑπὸ χρόνον καὶ τἄλλα ἃ τὴν φύσιν χαρακτηρίζει τὴν καθ’ ἡμᾶς. ἐπεὶ πῶς σωθήσονται αἱ κατὰ Χριστὸν θεωρούμεναι οὐσιώδεις διαφοραὶ καὶ ἡ ἑκατέρας οὐσίας ἰδιότης τῶν συντεθεισῶν ἐν τῇ μιᾷ καὶ τῇ αὐτῇ κατὰ Χριστὸν ὑποστάσει; τίς οὖν ἡ ἀποκλήρωσις; ἐπὶ μὲν τῶν ἄλλων τὴν κατὰ συζυγίαν τῶν ἐναντίων τηρεῖσθαι ἀντίθεσιν, ἐπὶ δὲ τούτων μόνων ἀθετεῖσθαι τῶν φωνῶν; τίς δὲ ὁ ἀναπείθων λόγος καὶ ὅτου χάριν, ἀναδύεσθαι περιγραπτὴν ὁμολογεῖν τὴν τοῦ κυρίου σάρκα, ὡς ἐξ ἀνάγκης καὶ τὸν λόγον αὐτὸν συμπεριγραφησόμενον; ἐξ οὗ τί συμβαίνει;

καὶ πάθος αὐτὸ τὸ περιγεγράφθαι περὶ τὸν λόγον ἀναφαίνεσθαι, ὡς ἐξεῖναι ὑμῖν καὶ παθητὸν καὶ τρεπτὸν καὶ θνητὸν δοξάζειν καὶ τοῖς ἄλλοις τῆς σαρκὸς ὑποβάλλειν πάθεσιν διὰ τὴν πρὸς αὐτὴν ἕνωσιν· εἰς τοῦτο γὰρ ὑμῖν ἀπιστίας ὁ λόγος ἔρχεται. καὶ ἄλλως ἀτοπώτερον· ὃν γὰρ φατὲ ἀπερίγραπτον οὐκ οἶδα ὅπως ὑπ’ εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι λέγετε, ὡς εἶναι καθ’ ὑμᾶς τὸν αὐτὸν κατὰ ταυτὸν καὶ περιγραπτὸν καὶ ἀπερίγραπτον, τὸ μὲν δι’ ἑαυτόν, τὸ δὲ διὰ τὴν εἰκόνα· ἐν οἷς καὶ εἰς ἀντίφασιν ὑμῖν ὁ λόγος περιΐσταται. εἰ δὲ τοῦτο, τί μὴ μᾶλλον μὴ δὲ σεσωματῶσθαι τὸν λόγον εἴποιτε, ἵνα μὴ καὶ σῶμα ὁ αὐτὸς μετὰ τοῦ ἀσωμάτου περιτραπεὶς τὴν φύσιν γίγνοιτο, καὶ τἄλλα ὅσα περὶ τὴν διπλόην θεωρεῖται τῶν φύσεων; εἰ δ’ οὖν ὁ λόγος παθητὸς ἦν φύσει, σχοίη ἂν αὐτόθεν καὶ ταῦτα, οὐ παρὰ τὴν πρὸς τὸ σῶμα ἕνωσιν ἢ τῷ εἶναι περιγραπτόν. εἰ δὲ φύσει ἀπαθής ἐστιν καὶ ἀπερίγραπτος, κἂν ἐν σώματι γίγνοιτο, οὔτ’ ἂν συγχυθήσεται οὔτε τμηθήσεται οὐδ’ αὐτῷ σώματι συμπεριγραφήσεται ἢ συγγραφήσεται· σῴζοι γὰρ ἂν τὸν ἴδιον τῆς ἀπαθείας καὶ παντελῆ τῆς ἀτρεψίας καὶ ἀπεριγραψίας ὅρον τε καὶ λόγον. ἀλλ’ ὑμῖν γε σπουδὴ δι’ ἑνὸς τούτου προσρήματος τὴν ὅλην τοῦ σωτῆρος ἡμῶν ἀνατετράφθαι σάρκωσιν, ὅτι βαρὺς ὑμῖν ἐστιν, καὶ περιγραφόμενος καὶ ἐν εἰκόνι βλεπόμενος.