Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Ἐπιστολαί

Νικήτας Χωνιάτης

Αλληλογραφία με τον Κωνσταντίνο Μακρόχειρα και τον Βασίλειο Καματηρό

Επιστολές του συγγραφέα στις οποίες αναπτύσσονται θέματα φιλίας, αμοιβαίας υποστήριξης και ρητορικής δεξιότητας, με τη χρήση κλασικών υποδειγμάτων και ιστορικών παραλληλισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 1 από 4

ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΕΠΙΣΤΟΛΑΙ Πρὸς τὸν δικαιοφύλακα Κωνσταντῖνον τὸν Μακρόχειρα. Τὸ τῆς ἐμῆς ψυχῆς ὀδυνώμενον καὶ μύθων με ῥητῆρα δείκνυσι, πλὴν οὐκ ἀπατηλῶν οὐδὲ ἀκόσμων, ἀλλ’ εἰκαζόντων ἀλήθειαν. ἄκουε γοῦν.

Τέτοκεν Ἀφροδίτη τὸν Ἔρωτα, νεανίαν ἀκερσεκόμην, λειοπώγωνα, πυρράκην, λαμπάδιον μὲν ταῖν χεροῖν φέροντα, γωρυτὸν δ’ ἐξημμένον αὐτοχαλκεύτων ἰῶν ἔμπλεων κἀκ τῶν ὤμων πτέρυγας φύοντα. ὁ δ’ ἀγλαὸς οὑτοσὶ Ἔρως, ὁ φιλομειδής, ὁ τὴν ὄψιν ἡδύς, ὁ πανταχοῦ τοῖς πτεροῖς αἰρόμενος, ὁ τοῖς τόξοις βάλλων, ὁ τῷ πυρὶ φλέγων, ὁ πανδαμάτωρ, ὁ ὑπέρβιος, ἀναυξὴς ἦν τὰ πρῶτα μηδὲ προβαίνων ἐς ἡλικίαν μηδ’ ὡς ἔρνος ἀνατρέχων ἐλάτινον. ἤχθετο οὖν, ὡς εἰκός, ἡ γειναμένη τοῦτον ἀμεμφὴς τὰ πάντα θεά. ἀμέλει τοι καὶ διφῶσα τοῦ πάθους ἴασιν πρόσεισι Προμηθεῖ, τὸ θλῖβον προτίθησι, τὸν υἱὸν ἐκείνῳ παρίστησιν Ἔρωτα. ὁ δέ· „οὐκ ἄλλως“, ἔφησεν, „ὦ Ἀφροδίτη, ὁ σὸς οὗτος παῖς ἀναδράμῃ καὶ λήψεται τῷ χαριτόεντι κάλλει συνᾴδουσαν αὔξησιν, εἰ μὴ τέκοις καὶ τὸν Ἀντέρωτα, ὡς οὕτως ἀλλήλους ὁρῶντες καὶ ἧλιξ ἥλικα τέρποντες καὶ ὑπ’ ἀλλήλων ἐρώμενοι αὔξοιντο καὶ προβαίνοιεν εἰς μῆκος τῷ φίλτρῳ σύντροχον.“ οὐκοῦν καὶ παῖδα κυήσασα ἕτερον καὶ καλέσασα τοῦτον Ἀντέρωτα εἶχεν ἔκτοτε τὰ κυήματα πρὸς κάλλος ἄμφω καὶ μῆκος ἐπιδιδόντα καὶ πρὸς μηδὲν τοῦ ἐπὶ πᾶσιν ἀκριβοῦς ἐνδέοντα.

Ἀλλ’ ὅ τι καὶ βούλεται ἡ διήγησις; ἐγεινάμην ἐγὼ τὸν κατὰ Θεὸν ἔρωτα τὴν σὴν θηρώμενος ἀνταγάπησιν· ὑπέσχου καὶ σὺ προενεγκεῖν εἰς φῶς τὸν ἀντέρωτα, οὐχ ὁρῶ δὲ καὶ πέρας εἰληφυῖαν τὴν συγκατάθεσιν. ὅτῳ δὲ τοῦτο δῆλον; πολλάκις ὁ ἐμὸς ἔρως ἔλυσε τὸ πτερόν, τὸ λαμπάδιον ἀνῆψε, τὸ τόξον ἔτεινε καὶ μαζῷ μὲν ἐπέλασε τὴν νευράν, τὸ δὲ βέλος ἀφῆκε νεηκονὲς καὶ ἐπίσκοπον καταπαύσας ἐς σέ· ἀλλ’ οὐχὶ καὶ φιλοφροσύνης ἠξίωται παρὰ σοῦ, ὁποίαν ὁ γεννήτωρ αὐτὸς ὑπετόπαζον· οὔτε γὰρ προσπαῖξαι καὶ προσμειδιᾶσαι καὶ τὰ ἐρωτόεντα μηλοβολῆσαι ὅλως ἔσχηκε μηδαμῶς ἐντυχὼν ἀντέρωτι, οὔτε σὸν γραμμάτιον ἐπανακάμπτων μοι προὔτεινε τοῦ προσρηθῆναι σύμβολον.

Ἀλλ’, ὠγαθὲ δέσποτα, μὴ παρόψει τὸν ἐμὸν ἔρωτα μήτ’ ἀπρεπῆ τὴν μορφὴν μήτ’ ἀγεννῆ τὴν σκευὴν δεικνύμενον, κινδυνεύοντά πως ἀπογενέσθαι καὶ λῆξιν παντελῆ πεπονθέναι διὰ τὴν μόνωσιν· ἀλλ’ ὅταν προσίῃ σοι, πρόσειπε, πρόσπτυξαι, δεξιὰν ἔμβαλον, εἰσενοίκισον ὠδινηκὼς τὸν ἀντέρωτα, τέλος δὲ καὶ γράμμασιν ἐφοδιασάμενος ἐς ἡμᾶς ἀπόπεμψον. γένοιτο δὲ καὶ χαροπὸν ἐπανεικέναι καὶ χαροποιοὺς ἡμῖν ἀγγελίας ἀποκομίζοντα· οὕτω γὰρ ἂν καὶ Θεῷ χαριστήρια θύοιμεν.

Τῷ θείῳ τοῦ βασιλέως κῦρ Βασιλείῳ τῷ Καματηρῷ. Ἔχεις, ἀνδρῶν ἐμοὶ τιμιέστατε, πυθόμενος ἐκ τῶν βίβλων ἄνδρα τινὰ Ῥωμαῖον, Βροῦτον τοὔνομα, γένους εὖ ἔχοντα, ἀνδρεῖον τὰ ἐς σύνεσιν μᾶλλον ἢ τὴν ἐν χερσὶ δραστηριώδεσι δεξιότητα. οὗτος φιλόπατρις ὢν καὶ τῶν πλείστων ἢ τῶν πάντων τὴν ἐλευθερίαν τιμώμενος καὶ τιθέμενος περὶ πλείστου μὴ κατὰ ῥοῦν μόνον, ἀλλὰ καὶ κατὰ λόγον τὰ τῆς πάλαι Ῥώμης πράγματα φέρεσθαι, οὔτε πράττων οὔτε λέγων ἐνέλιπέ ποτε τὰ ἐς τήνδε τὴν πρόθεσιν τείνοντα· τέλος δὲ καὶ πρὸς Ἀντώνιον καὶ τὸν Ὀκτάβιον Καίσαρα πόλεμον ἐπανελόμενος καὶ δυσπραγήσας λέγεται τελευταίαν ταύτην ἐπαφεῖναι φωνὴν καθ’ ἑαυτοῦ τομώτατον ἐξερύσας τὸν σφαγέα κνώδοντα καὶ οἷον συνεπαναχρέμψασθαι τῇ ψυχῇ· „ὦ ἀρετή, λόγος ἄρ’ ἦσθα μόνος· ἐγὼ δέ σε ὡς οὖσαν ἐτίμων.“ Ταυτὶ τοίνυν τὰ ῥήματα ἔγωγε μὲν οὐκ ἂν δυναίμην προβάλλεσθαι, ὅτι μηδὲ Βρούτῳ ἢ τῇ Βρούτου ἀρετῇ παρασυμβάλλεσθαι ἄξιος· τῇ δὲ μεγαλειότητι τῆς σῆς ἀρετῆς κατὰ τὸ πάντῃ παράλληλον εἴη ἂν ἐφαρμόζοντα, ἐπεὶ καὶ σὺ κατὰ Βροῦτον πολὺς τὴν εὐγένειαν καὶ φιλόπατρις οὐχ ἧττον καὶ κατ’ ἐκεῖνον τῆς ἐνεγκαμένης ἀπενεχθεὶς καὶ προσπαθὼν ὑπ’ ἀλαστόρων τὰ οἴκτιστα, τὰ δ’ ἐς σύνεσιν καὶ πολλῷ μᾶλλον ὑπέρτερος.

φημὶ τοίνυν πρὸς τὴν σὴν ἀρετὴν τὸν λόγον ἀποτεινόμενος ὃ καὶ Βροῦτος τὴν ἰδίαν τύχην ἀποκλαιόμενος ὡς δυσδαίμονα· „ὦ ἀρετή, δυστυχὴς ἄρα σὺ καὶ ἀξία τοῦ κόπτεσθαι πρὸς ἁπάντων, εἰ οὕτω καὶ τῶν μικρῶν αἰτήσεων οὐ κατορθωτικὸς ὁ σὲ μετιών, οὕτω μὲν χρῆμά τι μέγιστον ὢν καὶ τοῦ δύνασθαι τὰ πάντα ἐπάξιος, οὕτω δὲ καὶ μόνος ἐν εὐρέϊ κόσμῳ ὑπολειπόμενος ἀρετῆς καὶ σοφίας εὐγενὲς ἐνδιαίτημα.“ Ἀλλ’ ὁρᾷς, ὅπως τὴν ἐμὴν δυσπραγίαν ἀφεὶς ὀδύρεσθαι τὴν τῆς σῆς ἀρετῆς δυσκληρίαν θρήνων τίθεμαι πρόφασιν ὡς οὐκ ἀπόνως οὕτω κἀκ πρώτης τῆς ἐντυχίας εὖ διαθεμένης τὰ καθ’ ἡμᾶς, ἀλλὰ καιρῶν καὶ περιόδων ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων δεομένης εἰς ἐκπεράτωσιν τῶν αἰτήσεων. ἀλλὰ μὴ κάμοις τῶν ἐμῶν καὶ πάλιν φροντίζων, εἴγε σὰ τὰ ἐμὰ λογίζονται· οὐ γὰρ ἀποφανούμεθ’ ἂν τὴν ἀρετὴν πάσχειν κακῶς ἐφ’ ἅπασιν, ἀλλ’ ἔστιν ὅτε καὶ ἐφ’ οἷς καὶ τούτοις οὐκ εὐαρίθμοις ὀλβιοδαίμονα κρίνεσθαι, οὐδὲ λόγον εἶναι μόνον πραγμάτων ἄμοιρον, ὡς ὁ Βροῦτος μέγ’ ὀχθήσας ἐφθέγξατο.

καὶ τῷ Βρούτῳ δ’ ἄν τις ἐπεγκαλέσειεν ὡς αἰσχύναντι τὴν ἀρετὴν ἐκ θερμότητος καὶ κατεσπακότι τοῦ ὕψους καὶ τῆς σεμνότητος· ἔτι γὰρ ἔχων κατά τε γῆν κατά τε θάλατταν διακινδυνεύειν καὶ χρᾶσθαι κατὰ τῶν ἀπεχθῶν τῇ σφετέρᾳ πρὸς πολέμους ἐμπειρίᾳ καὶ τῇ τόλμῃ καὶ τῇ δεινότητι ὁ δὲ τοῦ ζῆν ἑαυτὸν ἑκὼν ἐξήγαγε, καθάπερ Κασσίῳ συνέθετο, καὶ προδοὺς ἦν τὴν ἀρετὴν οὐχ ὑπ’ αὐτῆς καταπροδοθείς.

Τῷ Μακρόχειρι. Πολλὰ κἀγαθὰ γένοιτό σοι τῆς ἀντιληπτικῆς γνώμης καὶ τοῦ φιλοφίλου φρονήματος. πασίγνωτα γὰρ ὁπόσα ὑπερεφθέγξω ἡμῶν, τοῦτο μὲν εὐπαρρησιάστως, τοῦτο δὲ εὐμεθόδως, οἷα καιρῷ καὶ πράγματι καὶ προσώποις κατάλληλα διασκευάζειν εἰδὼς ῥήματα. ἴσθι τοίνυν, ὡς ἡμεῖς εὐχάριστοι ὄντες κἀν τοῖς τοιούτοις ἐλέφαντα τὸν κώνωπα κρίνοντες ἀνθωμολογησάμεθα τὰ εἰκότα τῇ σῇ ἁγιότητι.

Ἀλλὰ τί; θεμέλιον ὑποθεὶς προσεπιδόμησον καὶ τὸν ὄροφον· κεντρῶν καὶ τὸν κύκλον διάγραψον διάγραμμα καὶ τὸ συμπέρασμα προσεπάγαγε· εἴπω τι καὶ τῆς διὰ λόγου σοι τέχνης; θεμάτιον διαθέμενος καὶ τοὺς κανόνας τῆς ἀστρονομουμένης σφαίρας ἀκρίβωσον. οἶδας γὰρ ὡς Ἡσίοδος μὲν τοῖς ἀτελέστοις οἰκήμασι κορώνην ἐφιζάνει λακέρυζαν, ἡ δ’ αὐτοαλήθεια ὁ Χριστὸς τὸν βαλόντα χεῖρα ἐπ’ ἄροτρον καὶ στραφέντα ὄπισθεν οὐκ εὔθετον τίθησιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. καὶ ἄλλως δέ, ἀγαθὸς μὲν ὁ ὑπερειπών, ὁ δὲ καὶ πέρας ἐπιθεὶς ἐντελέστατος.

Κίνησον τοίνυν τὰς λογικὰς ἴυγγας, τὴν εὔστροφον γλῶτταν ὡσεὶ τόξον ἔντεινον, ὡς δὲ βέλη τὰ ῥήματα φαρμάξας τῷ τῆς σῆς διαλέξεως μέλιτι ἐπάφες οὕτως, καὶ πέποιθα ὡς εὐχείρωτον ἐσεῖταί σοι τὸ θηρώμενον· οὐ γὰρ δέος, μὴ τὴν ἕλικα τῆς ἀκοῆς βύσειεν ὡς ἀσπὶς πρὸς τὰ σοφά σου ὑποφωνήματα. μᾶλλον μὲν οὖν αὐτὸς προασφάλισαι, μήπως ὑπαχθῇς ὡς ἄλλοις Σειρηνείοις ἀμάχοις μέλεσιν, οἷς ἂν ἀντιπροτείνῃ σοι τὸ κατεπᾳδόμενον συνδιαπλέκον τῇ δυναστείᾳ τὴν τύραννον ἐν λόγοις πειθὼ καὶ δρῶν τοῖς ἐνωτιζομένοις δυσπάλαιστον καὶ μάλιστα τοῖς ἐγνωκόσι χαρίζεσθαι καὶ τὴν ἀντίφασιν ὑπεκκλίνουσιν.