Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Ἐπιστολαί

Νικήτας Χωνιάτης

Επιστολή προς τον Κωνσταντίνο Μεσοποταμίτη για τις συνέπειες της άλωσης

Εκτενής αναφορά στις δοκιμασίες της εξορίας, την απουσία παιδείας στη Βιθυνία, την αναζήτηση παρηγοριάς και τον θρήνο για την καταστροφή της Κωνσταντινούπολης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 2 από 4

Τῷ Θεσσαλονίκης κῦρ Κωνσταντίνῳ τῷ Μεσοποταμίτῃ. Δέσποτά μου Θεσσαλονίκης, ὅσῳ χρόνιος, τοσούτῳ δὴ καὶ ἀσπάσιος ἡμῖν ἐπανήκεις ἐκ τῶν ἑσπερίων μερῶν, ἐρῶν μὲν καὶ πάλαι φίλην ἐς πατρίδα γαῖαν ἱκέσθαι, τὴν ποτὲ μὲν ἄρχουσαν ἐθνῶν καὶ βασίλειαν καὶ πόλιν περιοχῆς καὶ γῆς ἁπάσης εὔριζον ἀγαλλίαμα, νυνὶ δὲ λῃστῶν ἐνδιαίτημα, ἀντιπεριαγόμενος δὲ ὡς ὑπ’ ἄξονος τῆς τῶν κοινῶν πραγμάτων συγχύσεως καὶ τῆς βορείου ζώνης ἐκδιιστάμενος. χάρις οὖν Θεῷ, ὅτι σε ζωὸν ἀπειλήφειμεν, τὸ γλυκερὸν φάος, τὸ κοινὸν ἀγαθόν, τὰς λαβὰς διαδράντα τῶν ἀλαστόρων, οἳ οὐ μόνον ἀνδρῶν καὶ πόλεων κατελύττησαν, ἀλλὰ καὶ Θεοῦ καὶ τῶν αὐτοῦ παναθεμίτως κατεφρυάξαντο.

Ἀμέλει καὶ τῷ νῷ συνορῶν, ὅπως διακεῖσθαι μέλλεις τοῦτο μὲν τοῦ σοῦ λάχους, τῆς λογίμης Θεσσαλονίκης, ἀπελαθείς, τοῦτο δὲ τῶν ὄντων πάντων ἀποβολὴν πεπονθὼς τοῦ πολυπαθοῦς Ἰὼβ ἀκριβέστερον, τέλος δὲ καὶ χερσὶ πειρατευόντων περιπεσὼν καὶ δεινοῖς προσομιλήσας ἐντεῦθεν χείροσι, ταλανίζω ἐμαυτὸν καὶ μικρὰ πάσχειν οἴομαι μηδ’ ἀξίαν τίνειν δίκην, ὧν ἐς Θεὸν πεπαρῴνηκα· εἰ γὰρ οὕτω παραδίδονται δίκαιοι καὶ λιμῷ καὶ δίψει καὶ πειρατηρίοις πολυσχιδέσι περιστοιχίζονται, ὧν οὐκ ἄξιος ὁ κόσμος καὶ δι’ οὓς αἱ κοιναὶ κολάσεις ὑφίενται, κἂν μὴ εἶεν ἐς πληθῦς ἀριθμούμενοι, ἀλλ’ ἐς δέκα περιγραφόμενοι, ὡς δίδωσιν ἡμῖν ἐννοεῖν ἡ μετὰ Θεοῦ διάλεξις Ἀβραάμ, τάχιον ἂν αὐτὸς τῶν συμφορῶν ἀπαλλαγείην ἢ γοῦν τὸ τῶν κακῶν ὑπερνηξαίμην πέλαγος, ἅ με πολλαχῶς περικλύζουσιν; οὕτω πέπληγμαι διακάρδια καὶ περὶ ἐμοῦ τῶν ἐνεστώτων φαντάζομαι δυσαχθέστερα τὰς σὰς δυσπραγίας ἐνωτισάμενος, ὥστε καὶ ἔραμαι (πῶς δ’ ἂν καὶ δυνηθείην ὁπόσα σοι παραστήσασθαι;) τὴν ἔμοιγε τοῦ παντὸς ἀξίαν ὄψιν θεάσασθαι καὶ τῶν σῶν χαρίτων ἀπολαῦσαι τρανότερον, τοῦτο δὴ οὗ καὶ πρώην ἱμειρόμην καὶ τοῦ παντὸς ἐτιμώμην.

Ἀλλὰ τίς ὁ πέρας ἐπιθήσων μου τῇ ἐφέσει καὶ τὴν ἡμέραν ἰδεῖν ἐπαγγελούμενος, καθ’ ἣν ἀλλήλους ἐνοπτρισάμενοι διαχυθησόμεθά τε καὶ Θεῷ χαριστήρια θύσομεν; ὡς νῦν γε οὐχ ἅπαν μόνον θυμῆρες ἀφ’ ἡμῶν ἐξερρύη καὶ ᾤχετο, ἀλλὰ καὶ τῶν ἐλπίδων ὁπόσαι χρηστότεραι συναπώλοντο, καὶ μᾶλλον ἐξότου τὴν παρ’ Ἀσκανίᾳ λίμνῃ παροικεῖν ἐλάχομεν Νίκαιαν, εἰς ἣν ὡς ἐπὶ Βαβυλώνιον ποταμὸν ὁ δορίκτητος Ἰσραὴλ τὰ τοῦ λόγου ἀνήψαμεν ὄργανα, οὐχ ὡς ἐπ’ ἀλλοτρίας ᾄδειν τὰ Μουσῶν ἀπειπάμενοι, ἀλλ’ ὡς ὑπὸ μηδενὸς ἐμπαζόμενοι, ἐπεὶ καὶ συνουσίαι λογικαὶ καὶ χάριτες Ἑρμαϊκαὶ καὶ Μουσῶν ἐρατὰ τερετίσματα ὡς πρὸς ὄνον λύρα τοῖς Βιθυνοῖς κρίνονται ἢ παιδαγωγία Κύκλωπος, μὴ κρέας ἔσθειν ἀνδρόμεον, εἰπεῖν δὲ καὶ μέλιτος προσαγωγὴ τοῖς πάσχουσιν ἴκτερον.

Ἔγνως ὡς ἐκ κρασπέδου τῶν εἰρημένων, ὁποῖα καὶ τὰ τῶν τλημόνων ἡμῶν, καὶ συνεπέρανας ὡς σοφὸς ὡς τῇ τοῦ λόγου παροράσει καὶ τὰ σκεύη τούτου συνηχρείωται δήπουθεν· ἢ πλειόνων δεῖ σοι τῶν ἐπᾳσμάτων πρὸς τὴν τῶν ἐμῶν δυσφορημάτων κατάληψιν; ἔγνως, οἶμαι, καὶ λύπης τὴν καρδίαν πεπλήρωσαι. ὡς ἀπόλοισθε Γαλλίαι καὶ πονηρὸν ὕδωρ Ἀδρίου καὶ ἄποτον τὸ τοῦ Σικελικοῦ πελάγους ἀπέραμα καὶ σὺ δυσαὲς ἐπιζεφύριον πνεῦμα τὸ τοὺς πειρατὰς τῇ Κωνσταντίνου κατακολπίσαν οὕτω κακῶς καὶ ἀπανθρώπως ἡμᾶς διαθεμένους καὶ γυμνήτας πολλαχῇ διασπείραντας.

Ἀλλὰ γὰρ ἔλαθον ἐν τῷ τὰ σὰ δυσχερῆ συναντήματα διδόναι λόγῳ κἀπὶ τούτοις παθαίνεσθαι ὡς ἄμπωτιν καὶ σύρτιν <εἰς> ἀχανῆ πελάγη καὶ ὀφθαλμοῖς ἀπερίληπτα τἀμὰ παρασυρεὶς δυσπραγήματα. πλὴν οὐδ’ οὕτω τὸν λόγον ἀμεθόδευτον διεσκεύασα οὐδ’ ὡς βουλόμενος περισσοτέρᾳ λύπῃ καταποθῆναι τὴν σὴν ἁγιότητα· εἰ γάρ, ὡς ἔφη τις σοφός, ἀνίενταί πως αἱ ὀδύναι τοῖς ἐξ ὀφείων δηγμάτων κάμνουσιν ἀνδρῶν παριζανόντων σφίσι ταὐτοπαθεῖν καὶ οἷον μὲν τὸ ἄλγος πεπόνθασιν ἐπᾳδόντων, ὁποίοις δὲ φαρμάκοις ἀκεσωδύνοις ἐχρήσαντο, καταλεγόντων, πάντως ἂν καὶ σὺ μετριάσειας τὰς ἀλγηδόνας τὰς τῶν φίλων ἀλγηδόνας ἐνηχηθείς. εἰ δὲ καὶ κοινὰ τὰ τῶν φίλων, ὁποῖά ποτ’ ἂν ὦσι, κἂν ἡδύνοντα, κἂν ἀλγύνοντα, νῦν μὲν διὰ γραμμάτων ἀλλήλους παρηγοροίημεν, Θεοῦ δὲ δόντος καὶ εἰς ὄψιν ἐλθεῖν τῶν μὲν σκυθρωπῶν ἀπεληλαμένων συμπαιανίσομεν καὶ συνᾴσομεν τὰ μεγαλεῖα Θεοῦ μηκέτι μνημονεύοντες τῶν προτέρων, ὡς οὐδὲ τῶν ὠδίνων ἡ γυνὴ μετὰ τὸ τεκεῖν, μενόντων δ’ ὡς καὶ νῦν τῶν πραγμάτων οἷα καὶ ἡμῶν δεομένων εἰσέτι πυρώσεως τὰ κοινὰ καὶ ἴδια ξυναυλίαν στησάμενοι κοψόμεθα.

Εἴης μοι, ἁγιώτατε δέσποτα, ὑπὸ Θεοῦ τηρούμενος πολυχρόνιος.