Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Ἐπιστολαί

Νικήτας Χωνιάτης

Αλληλογραφία με εκκλησιαστικούς και πολιτικούς αξιωματούχους

Επιστολές προς σημαίνοντα πρόσωπα, όπως ο Θεόδωρος Ειρηνικός, ο Μιχαήλ Αυτωρειανός και ο Βασίλειος Καματηρός, στις οποίες θίγονται πρακτικά εμπόδια επικοινωνίας, παρακλήσεις για προσευχές, απολογίες και διπλωματικές αποστολές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 4 από 4

Τῷ πρώην ἐπὶ τοῦ κανικλείου κῦρ Θεοδώρῳ τῷ Εἰρηνικῷ. Ὡς ἀπόλοιτο, τριπόθητε ἀδελφέ, ἡ τὴν καθ’ ἡμᾶς ἤπειρον καὶ ἅλμην κακῶν ἀδιηγήτων ἐμφορήσασα στρατιά, τοῦτο μὲν ἱππεύουσα, τοῦτο δὲ πειρατεύουσα· ἰδοὺ γὰρ καὶ τοῖς ἐπιστολιμαίοις ἐπεφύη γράμμασι κατὰ βυθῶν ταυτὶ ἐκτινάσσουσα καὶ φθονεῖ τοῖς ὑπ’ αὐτῆς ἁπανταχῆ κεχυμένοις ἡμῖν καὶ τῶν διὰ προσρήματος βραχέος φιλοφροσυνῶν τε καὶ δεξιώσεων, ὥστε Ποσειδῶνι καὶ Τρίτωσιν ἐπιστέλλομεν καὶ γράφομεν ἄντικρυς καθ’ ὑγρῶν καὶ κατὰ ῥοῦν ἑτέρως τὰ γραφόμενα φέρεται καὶ δυστυχοῦμεν ἐπιμᾶλλον οὑτωσὶ τὸ ἀπρόσφθεγκτον οἷα μηδ’ ἐν ὕδασι τούτοις ἀλλήλους ἰνδάλλοντες. δεήσει τοίνυν ἡμῖν ἀπάρτι ὀιστοῦ Ἀβάριδος καὶ περιστερῶν Ἀσσυρίων καὶ τῆς τοῦ Σύλλα κορώνης, αἳ διαφέρειν ἀερίως ἐπιστόλια γράφονται, κἂν οὐκ ἔχω καὶ ῥᾳδίως πιστεύειν τοῖς γράφουσιν, ἢ γοῦν Δαιδάλου μεγαλουργοῦ διατήκοντος κηρὸν καὶ διαπλάττοντος πτέρυγας καὶ διιόντος ἀόριστον πέλαγος ἢ Περσέως ὑπὲρ γῆς φερομένου καινοτέροις κουφίσμασιν ἢ γοῦν ἀρβυλοπτέρου Ἑρμοῦ, οὗ καὶ τὰ γράμματα λέγονται· εἰ δ’ ἑτέραν αὐτὸς ἐπίστασαι μέθοδον, καὶ σεαυτὸν ἀδικεῖς καὶ ἡμᾶς, μᾶλλον δὲ ἡμᾶς τὰ πλείονα, μήτε γραμμάτων ἀρχόμενος μήτε τῷ εὑρέματι χρώμενος.

Ἄλλα μέν, ὡς οἶσθα, λεόντων ὁρμήματα, ἄλλα δὲ πιθήκων μιμήματα· καὶ σοῦ μὲν γενναῖα τὰ περὶ λόγους σκιρτήματα καὶ σὺν ἡδονῇ θαυμαζόμενα, τὰ δ’ ἐμὰ μιμηλά τε καὶ ἀγεννῆ καὶ κρίνοντά πως ἀγαπητόν, εἰ καὶ πρὸς ἔμφασιν ἴδωσιν· ἡγοῦ τοίνυν βρυχημάτων λεοντείων αὐτὸς καὶ ὑπηχήσω πιθήκειον, ἢ γοῦν ᾀσμάτιον ἀναβαλοῦ μελιχρὸν κατὰ τὴν Ἠχὼ τὴν φιλόμολπον καὶ τὸ ταύτης ὑστερόφωνον ἀντιπέμψω σοι, ἢ καὶ ὡς σκιὰ παρέψομαι σώματι· οὐκ ἀγαθὴ γὰρ ἔρις ἥδε βροτοῖσι, οὐδ’ ἐραστῶν ἠκριβωκότων ἀγάπης ὄργια, βλακευομένων δὲ καὶ ἀκκιζομένων τεχνάσματα τὸ προσφωνεῖσθαι πρώτως ζητεῖν, εἶθ’ οὕτως ἀντιπροσφθέγγεσθαι τὰ ὑστάτια.

καὶ ἄλλως δέ, ὥσπερ πρώην τὰς πρεσβυτέρας ἐκαρποῦ τιμὰς καὶ τὰς μείζους ἐπάτεις ἀναγωγάς, ἡνίκα τὰ μαλακὰ φορῶν ἐν τοῖς οἴκοις τῶν βασιλέων διέτριβες καὶ προήγορος ὡρῶ καὶ προεξάρχων τῆς καθ’ ἡμᾶς ὁμηγύρεως, οὕτω καὶ νῦν μετὰ τὴν ἔξωσιν ἡμῶν καὶ προνόμευσιν κατὰ βαθμίδας πλείονας ἡμῶν ἐξαρθεὶς ὡς καὶ βασιλεῖ προσκολληθεὶς ἀϊδίῳ καὶ μελέτην θανάτου τὸν βίον θέμενος μὴ μέταιρε τὰ τεθέντα ὅρια εἰδὼς καὶ τὸ θεῖον μὴ διά τι προηγησάμενον τὰ ὄντα παραγαγόν, ἀλλ’ οἰκείᾳ φιλανθρωπίᾳ κινούμενον καὶ τὰς ἀηδόνας καὶ τὰς χελιδόνας ὁρῶν, κἂν μή τις αὐταῖς παραβαλεῖ τερφθησόμενος καὶ τῶν καινῶν τερετισμάτων ἀκουὸς ὀφθησόμενος, τὰς μὲν μελεαζούσας, τὰς δὲ περιτρυζούσας καὶ περιπαθῶς ὀδυρομένας τὰ μὴ θεμιτὰ τοῦ Θρᾳκὸς ἀνδρίσματα· τοιοῦτον ἐπὶ πᾶσιν εἶναί σε βούλομαι, πρόχειρον καλόν, ἀγαθὸν ἀλλότριον, ἀέρα ζωογόνον, φαυσίβιον ἥλιον, ἢ καὶ κατὰ ποιητικὸν ἄνδρα εἰπεῖν, μακάρεσι μὲν ἐσιδεῖν ἐναλίγκιον, τὴν δὲ καρδίαν ἀλοιφῇ θειοτέρᾳ ἐπίχριστον.

Πλὴν οὐδ’ αὐτὸς φανείην τοῦ ἐπιστρεφομένου παντελῶς ἀνεπίστροφος· τοῦτο γὰρ οὐδὲ Θεὸς οὐδὲ φύσις βούλεται, ὅτι μηδὲ μάτην παρῆκται τὰ ὄντα, ἀλλ’ ἕνεκά του τὰ γεγενημένα γεγόνασι. τὰ δ’ ἡμέτερα ἴσθι καὶ τῶν τοῦ Πλάτωνος νόμων ἀτημελέστερα καὶ δυσπραγῶς ὡς πρότερον ἔχοντα καὶ μόνης τῆς ἀπὸ Θεοῦ δεόμενα παρακλήσεως· εἰ δέ τι, παρ’ ὃ ἐνωτίζῃ, φήμη τις ἀγνώμων περιιοῦσα διαθρυλλεῖ, ἔα τὴν κωτίλον ληρεῖν—ὥσπερ κἀγώ, ἢν ἀκούσαιμι· „ὧδε ἢ ἐκεῖ ὁ Χριστός“, καὶ ὡς ἀνένηψε τοῦ κάρου καὶ τῆς μέθης ἀνέθορεν ὁ προσδόκιμος ἢ γοῦν ὁ μελάμπυγος Ἀνταῖον καταπαλαίσας καὶ πρὸς τὰ παλιμφυῆ τῆς Ὕδρας ἀγωνιεῖται κάρηνα συνέριθον προσειληφὼς τὸν Ἰόλεων—μὴ μόνον δὲ τὴν ὑφ’ ἑνὸς καὶ δύο καὶ τούτων κακοσχόλων φημιζομένην, ἀλλά γε καὶ τὴν παρὰ πλείστων, ὡς ὁρῶ, βαζομένην· ὡς γὰρ δίδωσιν ἐννοεῖν ἑαυτὴν προδιδοῦσα, καὶ τοῦ τἀληθῆ μυθίζειν ἐκπέπτωκε καὶ τὸ θεὸς εἶναι παρὰ τούτῳ δικαίως ἀπώλεσε.

Τὸν ἐπὶ τῷ μακαρίτῃ Βελισσαριώτῃ γραφέντα λόγον πολλάκις σοι ἔστειλα, ὁ δὲ κατὰ φυγάδα προφήτην ἐνηκοντίσθη βυθῷ τὰς σὰς ἐκδιδράσκων ὄψεις, ὡς ἔοικε, καὶ δεδιώς, μὴ παροραθῇ εἴτε μὴ ἐξουδενωθῇ διὰ τὴν οἰκείαν ἀπρέπειαν ὡς ἐκεῖνος διὰ τὸ πεσεῖν τὴν τῆς προφητείας μεγαλοπρέπειαν. πάλιν οὖν ἀπέσταλται καὶ γενοῦ δικαστὴς ἥμερος ἀφορῶν καὶ πρὸς τὸν καιρόν (ἐντὸς γὰρ τῶν πενθίμων ἡμερῶν ἀνεγνώσθη) καὶ πρὸς τὸ ἡμέτερον ἐν τοῖς τοιούτοις μὴ εὐσθενές, εἰπεῖν δὲ καὶ τὰς θλίψεις, αἳ πολλαὶ καὶ πάντοθεν ἐπεισρέουσαι μὴ μόνον τοῦ γράφειν, ἀλλὰ καὶ τοῦ οἰκείου ὀνόματος ποιοῦσιν ἐπιλανθάνεσθαι.

Τῷ μητροπολίτῃ Θεσσαλονίκης κῦρ Κωνσταντίνῳ τῷ Μεσοποταμίτῃ. Εἰ καὶ σιωπῶντος Μωσέως ἀκούει Θεός, μηδὲ σὺ τὰς γραφὰς ταλαντεύων καὶ λογιστεύων τὰ ἐπιστόλια οὕτω πάρεχε καλάμῳ τὴν χεῖρα καὶ παρηγόρει τοῖς γράμμασιν, ἀλλὰ τοῦτο μὲν τῆς βραδυτῆτος καὶ τῆς ἰσχνοεπούσης γλώττης συγγνώμην διδούς, τοῦτο δὲ καὶ ὡς κάλαμον οἰκτείρων συντετριμμένον, εἰπεῖν δὲ καὶ ὑπ’ ἀνέμων τῶν πειρασμῶν ῥιπιζόμενον, καλοῖς καὶ γενναίοις ὑπέρειδε ῥήμασιν. οὐ γὰρ εἰς ἐπικουρίαν γράφεται καλαμίνην οὐδ’ εἰς αὐλίσκον κρίνεται ὅλως λεπτὸν ἠχοῦντα καὶ ἄκαρπα στωμυλλόμενον ἡ σὴ γλῶττα καὶ τὰ ἐκ ταύτης προϊέμενα φθέγματα, ἀλλ’ ὡς κάλαμος γραμματέως ὀξυγράφου ἐπιποθεῖται διαχαράττων τοῖς φίλοις ἡμῖν ὁπόσα τοῦ παντὸς ἀλλαττόμεθα.

Τῷ μεγάλῳ σακελλαρίῳ κῦρ Μιχαὴλ τῷ Αὐτωρειανῷ. Ἀδελφὲ καὶ δέσποτα πάμμεγα σακελλάριε· πολλάκις ἐνευφράνθην τοῖς περὶ σοῦ ἀκούσμασι. τὰ μὲν γὰρ πρῶτα φήμη διαδραμοῦσα καὶ διαγγείλασα τῇ Προύσῃ παραβαλεῖν σε ἥδυνε τὰ καθ’ ἡμᾶς ὡς ὁπόσον μὴ ἐξεῖναι εἰπεῖν· ἔπειτα ὁ γαμβρὸς ἀφικόμενος, ἐπὶ δὲ τούτῳ τὴν ἐς Νίκαιαν στειλάμενος ὁ καλὸς τὰ πάντα Στιλβὴς καὶ προσαγορίας ἀπὸ σοῦ διενεγκόντες ἀμφότεροι οὐ σκιρτᾶν μόνον ἐπέρρωσαν, ἀλλά γε καὶ πρὸς ἔρωτα θερμὸν ὄψεως τῆς σῆς διηρρένωσαν. ἐπεὶ δὲ δυσχερῆ τὰ τῆς μεταβάσεως τοῖς μηδὲ πτωχικοῦ ὀναρίου πρὸς ἐπίβασιν εὐποροῦσιν ἡμῖν, πεπόνθαμεν ταὐτὸν ἀετῷ τὰς μὲν πτέρυγας πρὸς πτῆσιν διευθετίζοντι καὶ πλειστάκις αὐτὰς διαίροντι, μηδέποτε δὲ καὶ μεταχωροῦντι καὶ κουφιζομένῳ πρὸς ὕψος αἰθέριον ἐκ τοῦ τοὺς πόδας συνέχεσθαι. φεῦ τῆς τῶν κακῶν τηλίκης ἐπιφορᾶς, εἰ καὶ χάσματα καὶ διαστάσεις ἡμῖν ἀναρρήγνυσιν, ἐξ ὧν συμμῖξαι τοῖς φιλοῦσιν εἰργόμεθα.

Ὃ γοῦν ὡς ἐν δευτέροις τοῖς πόθῳ κάμνουσιν ἴαμα, τὴν ὁμιλίαν ἀφοσιούμεθα γράμματι καὶ προσπτυσσόμεθά σε καὶ πόρρωθεν ἄγαλμα διὰ τῆς συνεχοῦς μνήμης τῆς σῆς ἐμφερείας ἐν τῇ ψυχῇ στήσαντες καὶ προσφωνοῦμεν περιχαρῶς· „ἤλυθες τὸ καλὸν φάος, τὸ τοῖς ἀγαπῶσιν ἐπέραστον πρᾶγμα καὶ ὄνομα.“ Καὶ ἡμεῖς μὲν οὕτως· σὺ δὲ καὶ πλεῖόν τι δήπουθεν ἐνδεικνύμενος, εὖ οἶδα ὡς οὐ μόνον ἀνθόμοια δράσεις, ἀλλὰ κἀν ταῖς πρὸς τὸν Θεόν σου ἐντεύξεσι μνείαν καὶ ἡμῶν ποιήσεις, ἵνα πρὸ τοῦ ἀπελθεῖν ἀναψύξωμεν.

κατὰ γὰρ ὑπέραντλα σκάφη μικροῦ βυθῷ παραπεμφθῆναι κινδυνεύομεν ἀπογνώσεως πάσης ἀποκέλσαντες εὐθυμίας καὶ πρὸς οὐδένα παρήγορον ὡς εἰς εὐάγκαλον λιμένα κατακολπίσαι δυνάμενοι, ἀλλ’ εἰκαίως οὕτως ὅσα καὶ μικρὸς κόσμος, ὅπερ ἐπ’ ἀνθρώπου λέγεται, ψεκάδας καὶ δρόσους δακρυοέσσας ἐκ τῆς ξηρᾶς τῶν ἐνεστώτων κακῶν ἀναφορᾶς ὡς ἐς οὐρανὸν τὴν κεφαλὴν ἀναπέμποντες καὶ διὰ τῶν ὀφθαλμῶν προχέοντες κάτωθεν, εἰπεῖν δὲ καὶ τὸν νοῦν ὡς ἄλλον ἐκπυροῦντες αἰθέρα ταῖς τῶν στεναγμῶν καπνώδεσιν ἀνασπάσεσι καὶ δαλοὺς καὶ δοκίδας ἀποθλίβειν βιάζοντες οὐκ εἰς εἰκόνισιν ἀστέρων ῥίψεως, ἀλλὰ τῆς ἐπὶ τὸ μὴ δέον τούτου περιτροπῆς, καὶ μηδέποτε πραγμάτων ληξιπόνων διαχυθῆναι ἔχοντες αἰθριότητι, πειρασμῶν δὲ κύμασιν ἀεὶ καταβαπτιζόμενοι, ἃ πάντα φανταζόμεθα κοπάσαι καὶ γαλήνην μετρίαν δέξασθαι, εἰ τῆς σῆς συνουσίας ὥσπερ ἰσημερινῆς εὐωρίας ἐπιληψόμεθα.

Εἴης μοι φυλαττόμενος ὑπὸ Θεοῦ πολυχρόνιος.

Πρὸς τὸν θεῖον τοῦ βασιλέως κῦρ Βασίλειον τὸν Καματηρὸν μέλλοντα ἀπελθεῖν εἰς Ἀρμενίαν ἐπὶ τῷ ἀποκομίσαι νύμφην τοῦ Λεβούνη τὴν θυγατέρα τῷ βασιλεῖ κῦρ Θεοδώρῳ τῷ Λάσκαρι. Ψυχαὶ τῶν πραγμάτων οἱ καιροὶ τοῖς πάλαι καλῶς ὠνομάσθησαν· οὐκ ἀπροσφυῶς δ’ ἂν καὶ νόες τῶν πραγμάτων ῥηθεῖεν οἱ πολυπειρίᾳ χαίροντες ἄνδρες καὶ σοφοὶ τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα. ἐπαινετέος μὲν γὰρ καὶ καιρὸς ἁρμόδιος τοῖς πράγμασιν ἐφιστάμενος καὶ σφίσιν ὁμόστολος καὶ συμφυὴς κρινόμενος, ἐκ δὲ τοῦ πλείονος βελτίων ἀνὴρ συνέσει διαπρεπὴς καὶ μετὰ νοῦ τοῖς πράγμασιν ἐγχειρῶν· εἰς τί γὰρ ἂν τοῖς ἀνθρώποις συμβαλεῖται καιρός, ἐπιτήδειος μὲν ἐπιὼν καὶ τοῖς προκειμένοις συμβαίνων πράγμασιν, οὐκ ἔχων δὲ τὸν προσφόρως αὐτῷ χρήσιμον, ἀλλ’ εἰκαίως παριππευόμενος καὶ πρὸς μηδὲν ὀνησιφόρος τοῖς ῥᾳθύμοις κρινόμενος;

Εἰ γοῦν οὕτω ταῦτα, τίς ἄρα, κράτιστε ἀνδρῶν καὶ σοφώτατε, καὶ θεῖε μὲν τὰ πρὸς κῆδος τῷ βασιλεῖ, θειότατε δὲ τὰ εἰς ἀρετήν, μεγαλεπηβολώτερος ἢ ἐμπειρότερος ἔσται σοῦ καὶ γνώμων ἄντικρυς τῶν συμπιπτόντων ἑκάστοτε καὶ νοῦς πραγμάτων ἀληθῶς ἀρχικώτατος; ὃς οὕτω μὲν χρονίᾳ τριβῇ, οὕτω δὲ πολιωτέρᾳ μαθήσει τὴν τῶν ὄντων γνῶσιν ἠκρίβωκας, ὡς ταῖς μεγίσταις ἀεὶ τῶν ὑποθέσεων συνεισέρχεσθαι καὶ παρέπεσθαι ταύταις ἢ συνάπτεσθαι ὡς αἱ σκιαὶ τοῖς σώμασι, καὶ τοῦτο μὲν καθηγητὴς τῶν πρακτέων ἱζάνειν, τοῦτο δὲ καὶ αὐτεργάτης ἐν τοῖς πλείοσι δείκνυσθαι.

Τῶν γὰρ κοινῶν πραγμάτων νοῦ καὶ χειρὸς δεομένων, τοῖς μὲν Ἄρεος ἔργοις ὁ κράτιστος ἡμῶν βασιλεὺς ἑαυτὸν ἀπένειμε καὶ διαμαχόμενος τοῖς κύκλῳ βαρβάροις οὐ δίδωσιν ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ τοῖς κροτάφοις ἀνάπαυσιν, σὲ δὲ τοῖς πράγμασιν ἐφιστᾷ τοῖς προσδεέσι ῥήτορος γλώσσης καὶ χειλέων προϊέντων αὐδὴν λειριόεσσαν ὑπὲρ τὸν Πύλιον ἐκεῖνον Νέστορα. ὥστε καὶ στείλασθαι μέλλεις ἰδοὺ δολιχὴν ὁδὸν ἀργαλέην τε, οὐ τοσοῦτον νυμφαγωγὸς ὀφθησόμενος κόρης ἀριστογενείας καὶ καθ’ αἷμά σοι προσῳκειωμένης καὶ συναφείαις ἐπιστατήσων ταῖς ἀρχικαῖς, ὅσον συναρμόσων εἰς ἓν κατὰ συνδέτην λίθον ἀκρόγωνον ἔθνος πάλαι μὲν ὑπόσπονδον Ῥωμαίοις καὶ φίλιον, οὐ πρὸ πολλοῦ δ’ ἀπορραγὲν ἡμῶν καὶ καθ’ αὑτὸ διοικούμενον, ἔθνος οὐκ ἀρειμάνιον μόνον, ἀλλὰ καὶ τὴν τοῦ φρονήματος διπλόην ὅσα καὶ χλαῖναν δίχρωμον περικείμενον καὶ καθ’ αἵρεσιν ἡμῶν διιστάμενον.

Ἐπόθουν μὲν οὖν συμπαρεῖναί σοι καὶ αὐτὸς καὶ συνομαρτεῖν ὡς Πέτρῳ Κλήμης καὶ Παύλῳ Τιμόθεος· ἐπεὶ δὲ πολλά μοι τὰ προσιστάμενα καὶ τῆς βελτίστης ταύτης μεθιστῶντα προθέσεως, ἔντειναι καὶ κατευοδοῦ σὺν Θεῷ ποδηγέτῃ τῆς προκειμένης ἐχόμενος. ἡμέρας ὁ ἥλιος μὴ συγκαύσαι σε, μηδὲ ἡ σελήνη νυκτός· εἴησάν σοι εὐπόρευτα τὰ δυσπόρευτα, λειοκυμονοίη δέ σοι καὶ θάλασσα οὐρίῳ καὶ φορῷ προπέμπουσα πνεύματι. καὶ συμπεράνας πάντα, καθὼς ἡ ἔφεσις ὑποβάλλει σοι, ἐπανέλθοις θᾶττον ἄνοσος, εὔθυμος, ἐρασμιώτερός τε καὶ γεραρώτερος, ὡς μὴ μόνον ὑπὲρ τῶν κοινῶν πραγμάτων ἠγωνισμένος, ἀλλὰ καὶ τῆς ἀμωμήτου ἡμῶν ὑπερασπισάμενος πίστεως καὶ καταπαλαίσας ἅπαν ἀντίδοξον ταῖς τοῦ Πνεύματος διδαχαῖς· ἐξ ὧν καὶ αὐτὸς παντευχίαν σοι τήνδε διαπλεξάμενος τῇ μεγαλοπρεπείᾳ σου ἐνεχείρισα διδούς σοι τῷ σοφῷ ἀφορμήν, ὡς εἴης οὕτω σοφώτερος.