Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Τα γεγονότα μετά την Άλωση: Η διαίρεση των επαρχιών και η καταστροφή των μνημείων

Οι νέοι ηγεμόνες στη Μικρά Ασία, η βεβήλωση των αυτοκρατορικών τάφων και η λεπτομερής περιγραφή των αρχαίων και χάλκινων αγαλμάτων που καταστράφηκαν από τους σταυροφόρους στην Κωνσταντινούπολη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 18 από 18

Οὐ μόνον δὲ τὰ Θρᾳκῷα ὁ δαίμων ἀντιπεριέστησεν εἰς τοιαύτην ἀθλιότητα καὶ πειρασμῶν μὲν ἀνερράγη θάλασσα, κακῶν δ᾽ ἀνηκέστων κλυδώνιον ἔζεσε καὶ συμφορῶν ἀνερριπίσθησαν λαίλαπες, ἀλλὰ καὶ τὰ καθ᾽ ἑσπέραν οὐ πρὸς ἔλαττον ἔπασχον. Ἀθήνας μὲν γὰρ καὶ Θήβας καὶ Εὔβοιαν καὶ τὰ περὶ Μεθώνην καὶ Πάτρας σπεῖρα Καμπανῶν καὶ μοῖρα Λατίνων εὐσύνοπτος ὡσεὶ καὶ κτήσεις διενείμαντο πατρῴας, οἱ δὲ σφῶν δεσπόζοντες πρότερον ἐν προπηλακισμῷ καὶ ἀτιμίᾳ ἠνείχοντο σφίσι μᾶλλον καθυποκύπτειν ἢ νυγμόν τινα λαβεῖν ἐς ψυχὴν καὶ ὑπὲρ ἑαυτῶν καὶ τέκνων ἀνδρίσασθαι, μήτ᾽ αὐτόθεν εἰς ἐλεύθερον παροξυνθέντες φρόνημα, μήτ᾽ ὀψέ ποτε νοῦν ἔχειν ἀρξάμενοι. εἰσὶ δ᾽ οἳ καὶ εἰς ὁλοσχερῆ φιλοτιμίαν κατὰ τῆς ἑαυτῶν πατρίδος ὑπεκκαέντες, ἀνδραποδώδεις ἄνθρωποι, τρυφῇ καὶ ταῖς ἄλλαις ἀπονοίαις διεφθαρμένοι, ὀχυρωμάτων καὶ φρουρίων ἀποτόμων λαβόμενοι, οἱ δὲ καὶ πόλεων εὐτειχίστων ἐπιβάντες, κακοδαίμονας τυραννίδας περιεβάλλοντο, καὶ δέον φιλεχθρεῖν Λατίνοις, οἱ δ᾽ ἀντωφθάλμουν ἀλλήλοις καὶ Λατίνοις, τὸ καινόν, ἐσπένδοντο.

Ὁ μὲν γὰρ Σγουρὸς Λέων Κόρινθον διεῖπε καὶ Ναύπλιον, ὡς καὶ ἔμπροσθεν ἐρρέθη μοι· ὁ δὲ Χαμάρετος Λέων τῆς κοίλης κρατῶν Λακεδαίμονος τύραννος ἦν τῶν Λακώνων. Αἰτωλίαν δὲ καὶ τὰ τῇ Νικοπόλει προσοριζόμενα καὶ ὅσα πρόεισιν ἐς Ἐπίδαμνον ὁ Μιχαὴλ ἰδιώσατο, ὃν ἐκ σπερμάτων σκοτίων ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰωάννης ὁ Δούκας. ὁ δὲ μαρκέσιος Βονιφάτιος τῇ Θεσσαλονίκῃ προσεδρεύων ὑποκειμένην εἶχεν ἑαυτῷ τὴν ἐς Ἁλμυρὸν ἐκτεινομένην ἀγχίαλον πᾶσαν καὶ πεδίων ἤρχετο Λαρισσαίων καὶ μετελάγχανε τῶν φόρων ὁπόσοι ἐξ Ἑλλάδος καὶ τῆς νήσου τοῦ Πέλοπος εἰσεπράττοντο. ἐπὶ δὲ τούτοις καὶ ἄλλος τις τὰ Θετταλίας κατέχων μετέωρα, ἃ νῦν μεγάλη Βλαχία κικλήσκεται, τοπάρχης ἦν τῶν ἐκεῖ.

Εἰς τοσαύτας δὲ τυραννίδας διαιρεθείσης τῆς ἑσπέρας τί μὲν τῶν καλῶν οὐκ ἀπῆν, τί δὲ τῶν κακῶν οὐ παρῆν; χρημάτων ἀφαιρέσεις, τῶν θρεψαμένων ἐκτοπίσεις, σφαγαὶ καὶ φυγαί, καὶ μυρία πρὸς τούτοις ἄλλα δεινά, ὧν τὰ πλείω οἱ ἐκ Ῥωμαίων ἐπετόλμων τύραννοι, μάλιστα δ᾽ ἁπάντων ὁ Σγουρὸς Λέων, ὃς οὐδὲ τῆς γειναμένης εὖ ποιῶν ἐφείσατο, ἀλλὰ καὶ τῷ τῆς μητροπόλεως Κορίνθου ἀρχιποίμενι Νικολάῳ σπεισάμενος καὶ τὰς πρώην διχονοίας διαλυσάμενος καὶ σύσσιτον οὕτω τὸν ἄνδρα παρειληφὼς τὸ μὲν σῶμα συνέστιος ἦν, τὸ δὲ φρόνημα δυσμενὴς ὁποῖος καὶ πρότερον, ὅθεν τὰς κόρας αἱμάξας εἶτα καὶ κατὰ σκοπέλων ἀφίησι.

Κατὰ δὲ τὴν ἕω Προυσαῖοι μὲν καὶ Νικαεῖς, Λυδοί τε οἱ φιλόμολποι καὶ Σμύρνη καὶ Ἔφεσος καὶ τὰ μεταξὺ τούτων κείμενα ὡς βασιλεῖ προσανεῖχον Θεοδώρῳ τῷ Λάσκαρι. ὁ δὲ καὶ νῆας μακρὰς τεκτηνάμενος τὰς πλείους τῶν νήσων ὑπηγάγετο. σπεισάμενος δὲ καὶ Καϊχοσρόῃ, τῷ τοῦ Ἰκονίου σουλτάνῳ, μέρος ἀπένειμε τῆς ἀρχῆς τῷ κηδεστῇ ἐκείνου Μανουὴλ τῷ Μαυροζώμῃ· τὸ δὲ ἦν ἡ ἐμοῦ τοῦ συγγραφέως Νικήτα πατρὶς αἱ Χῶναι καὶ ἡ ἀγχιτέρμων ταύτῃ Φρυγικὴ Λαοδίκεια καὶ εἰς ὅσα περικλᾶται Μαίανδρος ἀπερυγγάνων ἐς ἅλα τὰ νάματα. Δαυὶδ δὲ καὶ Ἀλέξιος οἱ ἐξ υἱέως φύντες τοῦ τῶν Ῥωμαίων τυραννήσαντος Ἀνδρονίκου (Μανουὴλ ἐκείνῳ τὸ ὄνομα), ὁ μὲν τὴν κατὰ Πόντον Ἡράκλειαν καὶ Παφλαγόνας διεῖπεν, ὁ δ᾽ Ἀλέξιος Οἰναίου τε καὶ Σινωπέων τῆς πόλεως καὶ Τραπεζοῦντος αὐτῆς τὴν δυναστείαν περιεζώννυτο. τὴν δ᾽ Ἀττάλου διῴκει τις ἕτερος, τὴν κλῆσιν Ἀλδεβραντῖνος, ἐξ Ἰταλῶν μὲν τὴν γένεσιν ἕλκων, ἀκριβῶς δ᾽ ἐντεθραμμένος τοῖς Ῥωμαϊκοῖς ἔθεσι. κἀν τῇ Ῥόδῳ τῇ νήσῳ ἄλλος τις ἐπρωτίστευε.

Καὶ δέον ὡμονοηκότας προβουλεύσασθαί τι καὶ καταπράξασθαι προφυλακτικὸν μὲν τῶν μήπω κακῶς πεπονθότων τῆς πατρίδος μερῶν, ἀνακλητικὸν δὲ τῶν ἡλωκυιῶν πόλεων, οἱ δὲ εἰς δοξομανίαν ἐκτραχηλισθέντες καὶ καλεῖσθαι τύραννοι θέλοντες καθ᾽ ἑαυτῶν ὥπλιζον τὰς χεῖρας, βακτηρίαν καὶ νῆψιν, εἴπῃ δ᾽ ἄν τις καὶ πανοπλίαν καὶ τρόπαιον ἐξ ἐφόδου τοῖς τῶν Ῥωμαίων πολεμίοις τὸ διχονοεῖν ἀλλήλοις καὶ διεστάναι βραβεύοντες. ἦν τοίνυν τοῦ βουλομένου παντὸς ἐκ τοῦ τῶν Λατίνων πολυσπεροῦς συντάγματος τὰ γραφικὰ ταῦτα ἐπᾴδειν Ῥωμαίοις ἐπιστρατεύοντος “διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.„ Πολλοὶ τοίνυν μέτριον συγκροτήσαντες στόλον καὶ ἱππότας βραχεῖς μισθωσάμενοι Ῥωμαϊκαῖς ἐγκατεκολπίζοντο νήσοις ὡς πάντῃ πάντως ἐρημαζούσαις τοῦ ἐπαρήξοντος. ὅθεν πειραταί τινες Γενουῖται, περιψήματα ἀνδρῶν καὶ ἀμβλώματα, οὐ κατὰ τοῦτο μέν τινος ὑπερφέροντες, κατὰ δ᾽ ἐκεῖνο τὰ δεύτερα φέροντες, ἀλλ᾽ ἁπανταχῇ πονήρως πράττοντες καὶ δυσδαιμόνως, στρογγύλων πέντε νηῶν ὁθενοῦν εὐπορήσαντες καὶ σκάφη τρίκροτα κατηρτικότες πρὸς τοῖς εἴκοσι τέσσαρα ἐς τὴν Κρήτην διαπλωΐζονται· καὶ πλασάμενοι τοὺς ἐμπόρους, εἶτα ἐπιθέμενοι ὡς πολέμιοι, τῆς νήσου ξυμπάσης κατίσχυσαν εὐμαρέστατα.

Τότε καὶ ὁ κρατῶν Ἰκονίου Καϊχοσρόης κατὰ τῆς Ἀτταλείας ἐστράτευσεν, αὐτοβοεὶ τὴν πόλιν ἑλεῖν φανταζόμενος ὡς οὐχ ἱκανὴν οὖσαν ἑαυτὴν διασώσασθαι. τὴν δ᾽ ἐκείνου ἔφοδον προεγνωκότες ὅ τε πολίαρχος Ἀλδεβραντῖνος καὶ οἳ σὺν αὐτῷ τοῖς κοινοῖς ἐπεστάτουν πράγμασι πέμψαντες ἐς Κύπρον συμμαχίαν ἐκεῖθεν εἰλήφασι πεζικοῦ στρατεύματος, ἐς διακοσίους ἀριθμουμένην Λατίνους. κἀπειδήπερ εἰς χεῖρας ὁ πόλεμος ἐγεγόνει καὶ περιείληφε τὴν πόλιν τὸ Περσικὸν στράτευμα, οἱ ἐκ Λατίνων ἐς φάλαγγα πυκνωθέντες καὶ τοῖς Πέρσαις ἐποφθέντες ἀπρόοπτοι τοῖς Ἀτταλεῦσιν ἐπήμυναν, καὶ οὕτω τῶν βαρβάρων καταστάντων ἐς δέος, ἔκ τε τοῦ σφῶν στρατεύματος πολλοὶ διαφθείρονται καὶ Καϊχοσρόης ἐκεῖθεν μεθίσταται, μὴ πλείους ἡμερῶν τῶν ἑκκαίδεκα περὶ τὴν Ἀττάλου βαλὼν στρατόπεδον.

Ἀλλὰ καὶ Θεόδωρος ὁ Λάσκαρις κατὰ τοῦ ἐν Πόντῳ Δαυὶδ στρατιὰν ἀγείρας τῆς μὲν Πλουσιάδος ἐπέβη καὶ τῆς πρὸς Δαυὶδ φιλίας ἐκείνην ἀπέστησε, τοξότιδα πᾶσαν οὖσαν καὶ μάχιμον· εἷλε δ᾽ ἂν καὶ Ἡράκλειαν καὶ τὸν Δαυὶδ δραπέτην ἐκεῖθεν ἔδειξεν, εἰ μὴ Λατίνων τῇ Νικομήδους παρεμβαλόντων κατ᾽ ἐπικουρίαν Δαυίδ, ἐπεὶ καὶ εἶχε τούτοις Δαυὶδ σπεισάμενος, ἐν ἀμφινοίᾳ κατέστη ὁ Λάσκαρις. εἷλκε μὲν γὰρ αὐτὸν ἐντεῦθεν προθυμία καὶ τόλμα κατὰ Λατίνων, ἐκεῖθεν δ᾽ αὖθις ἀντέσπα τὸ ἐν χερσὶν ἔργον, ὡσεὶ καὶ ἐντὸς Ἡρακλείας οἰόμενον εἶναι καὶ κυριεύειν τῆς πόλεως, καὶ πολλάκις ἑκάτερον καὶ ὡς ἐπὶ τρυτάνης ζυγοῦ καὶ μετὰ συνοχῆς ἕκαστον. ὡς δ᾽ ἐκεκρίκει συμφορώτερον μᾶλλον ἤπερ θρασύτερον ἐπὶ τοὺς ὑπερασπιστὰς ἵεσθαι τοῦ Δαυίδ, ἐπανακάμπτει μὲν εἰς αὐτούς, ἣν ὥδευε παρεικώς· οἱ δὲ τὰ περὶ τούτου πυθόμενοι συστάδην μὲν παρακινδυνεύειν οὐκ ἔγνωσαν, μεθίστανται δὲ νυκτὸς καὶ εἰσίασι τὸ Βυζάντιον.

Ὁ δέ γε Δαυὶδ ὡς οὔκουν ἐβάλετο κατὰ νοῦν, παρὰ δόξαν τοῦ κινδύνου ῥυσθείς, ὃν ἔγγιον εἶχε προσέρποντα καὶ σχεδὸν οὐδ᾽ ὅσα γόνυ κνήμης ἐαυτοῦ ἀφιστάμενον, ἀπρὶξ μὲν καὶ πάλιν τῆς Ἡρακλείας ἔχεται· τοὺς δ᾽ ἐν Βυζαντίῳ Λατίνους τῆς συμμάχου διαμειβόμενος στρατιᾶς σιτηγῶν πλοίων δεξιοῦται καταγωγαῖς καὶ κρέασιν ὑείοις ταριχηροῖς καὶ παρ᾽ αὐτῶν αἰτεῖται δευτέραν σύναρσιν καὶ λιπαρεῖ ταῖς πρὸς τὸν Λάσκαριν γραφαῖς καὶ σπονδαῖς τοῖς ὑποκειμένοις σφίσι κἀκεῖνον ἐντάττεσθαι καὶ τὴν ὑπ᾽ αὐτὸν πᾶσαν χώραν ταῖς ὑπὸ Λατίνους ἐγκρίνεσθαι. ἀμέλει καὶ ὡς εἶχε ταῦτα καταθεμένους, πύθοιτο δὲ καὶ τὸν Λάσκαριν ἐκ Νικαίας εἰς Προῦσαν μετάραντα, ἐξ Ἡρακλείας πρόεισι καὶ αὐτὸς τῷ συμμαχικῷ γαυριῶν, ὅπερ ἐκ Βυζαντίου προσεχῶς ἐκείνῳ ἀπέσταλτο, γυμνασίαν τε καὶ ἀνάπειραν ἑαυτοῦ κἀκείνων ποιούμενος, τὸν Σαγγάριον διαβὰς ποταμὸν ὑπηκόους κωμοπόλεις τῷ Λάσκαρι ἔκειρε.

καὶ μεθ᾽ ἡμέρας μὲν αὐτὸς ἐκεῖθεν μεθίσταται ὁμήρους ἐκ τῆς Πλουσιάδος δεξάμενος, ἐνίοις δὲ καὶ δεσμὰ περιθέμενος διὰ τὸ σφᾶς προσχωρῆσαι τῷ Λάσκαρι· οἱ δ᾽ Ἰταλοὶ περί που τοὺς τριακοσίους ὁρώμενοι παρεσκευάζοντο μὲν καὶ περαιτέρω χωρεῖν κἀκ τῶν κοίλων πρὸς τὰ μετέωρα ἔβαινον, ἐπελθόντος δ᾽ αὐτοῖς ἀπροόπτως περὶ τὰς τῆς Νικομηδείας Τραχείας Ἀνδρονίκου τοῦ Γίδου καὶ γενομένης συμβολῆς, ἡττῶνται μετὰ πλείστας ἀμοιβὰς τοῦ πολέμου, οἱ δὲ καὶ ζωγροῦνται τοῖς περισχοῦσι τὰ ὄρη καὶ ταῖς προλελοχισμέναις ὑπὸ σφῶν περιπεσόντες ἐνέδραις, ὡς μηδὲ πυρφόρον ὑπολελεῖφθαι σχεδὸν τὸν τῷ Δαυὶδ ἀπαγγελοῦντα τουτοῒ τὸ δυσπράγημα.

Ἀλλὰ καὶ Πέτρος ὁ ἐκ Πράτζης, οὗ καὶ πρόσθεν ἐμνήσθημεν (μεγέθει δὲ οὗτος σώματος θαυμασίῳ ἐκέκαστο καὶ ψυχῆς γενναίῳ περιεβλέπετο παραστήματι), ταῖς Πηγαῖς τῇ πόλει προσδεχθῆναι φιλονεικῶν ἅτε δίκαιον ἐπ᾽ αὐταῖς ἔχειν ἰσχυριζόμενος ὡς οἷα πρώτως ἐκεῖ καταχθείς, ἡνίκα Λατῖνοι τὸν κατὰ τῶν πρὸς αὐγὰς ἡλίου Ῥωμαίων ἐπανείλοντο πόλεμον, καὶ ἄλλοτε μὲν εἰσδῦναι ταύτας ἐκ τοῦ προφανοῦς ἐπειράσατο, ἀποπεμφθεὶς δὲ ὡς τῶν ἔνδοθι φρονούντων φίλα τῷ Λάσκαρι, ἔδοξε μὲν ἀποσχέσθαι ταυτησὶ τῆς προθέσεως, ὁ δ᾽ ἐνεδρεύων ἦν καὶ πάλιν, ὅτι μηδὲ προύπτως εἶχε βιάζεσθαι. τῶν γοῦν Πηγαϊτῶν τινας ὑποκλέψας καὶ διαφθείρας λάθρᾳ καὶ κατὰ βραχεῖς τοὺς οἰκείους ταῖς Πηγαῖς ἐπεισάγει, πολυωρουμένους παρὰ Σθλάβου τινὸς Βαρηνοῦ καὶ τῶν τούτου συνωμοτῶν. πέρας δὲ καὶ αὐτὸς ὁ Πέτρος καιροφυλακήσας τὰς Πηγὰς ὑπεισδέδυκε καὶ νυκτὸς ἐπιθέμενος σὺν οὐδενὶ πόνῳ τοὺς ἐναντίους διώσατο καὶ τῆς ὅλης κεκράτηκε πόλεως.

Οὑτωσὶ δὲ πραττομένων τούτων οἱ τὴν Ἀδριανοῦ κατειληφότες Λατῖνοι τὰ μὲν πρῶτα περὶ αὐτὴν ἐνηυλίσαντο καὶ ἀγορὰ τῆς πόλεως ἔξω πεποίητο· εἶτα καὶ συναιχμίαν μετὰ Ῥωμαίων ἀποδειξάμενοι τῶν πόλεών τινας περιέρχονται κακῶς παθούσας ὑπὸ Σκυθῶν, καὶ ταύτας, ὡς ὁ καιρὸς ἐδίδου, καταστησάμενοι εἶτα καὶ τῶν τῆς Ῥοδόπης σχοινισμάτων ἅπτονται. μηδένα δὲ πολέμιον ἔχοντες ἐξαπτόμενον, μήτε μὴν ὅλως σφίσιν ὑποφαινόμενον, εἰσίασι τὸ ἔρυμα τὸν Στενίμαχον καὶ μεθιστῶσιν ἐκεῖθεν τοὺς ὁμογενεῖς σφῶν, ἀποσπάδας ὄντας τῶν τὴν Φιλίππου διεπόντων πρότερον, καὶ οὕτως ἐς Ὀρεστιάδα πάλιν ἐπαναλύουσιν. ἀλλὰ καὶ μοῖραν στρατεύματος Θεοδώρῳ τῷ Βρανᾷ παραδόντες στρατηγεῖν τῶν ἐκεῖ καταλείπουσιν. αὐτοὶ δ᾽ ἐπανίασιν ἐς Βυζάντιον καὶ εἰς βασιλέα χρίουσι τὸν Ἐρρῆν, ὃς ἦν αὐτοκασίγνητος Βαλδουίνου τοῦ πρώτως ἐκ Λατίνων τῆς Κωνσταντίνου κατάρξαντος. ἐνιαυτὸν δ᾽ ἕνα καὶ μῆνας τέσσαρας ἄνευ βασιλέως τὰ κοινὰ χειρίζοντες πράγματα οὐκ ἄλλως κατένευσαν χρῖσμα βασιλείας ὁτῳδὴ τῶν ἐκ γένους χαρίσασθαι, εἰ μὴ πρότερον τὸν τοῦ Βαλδουίνου θάνατον ἠκριβώσαντο.

Ἀκουέτωσαν ταῦτα Ῥωμαῖοι οἱ χρίοντες ἅμα καὶ τὸν διὰ τάχους καθαιρήσοντα τὸν χριόμενον τῷ νῷ συλλαμβάνοντες. εἰκότως οὖν καὶ μητρόλεθροι ἔχιδναι καὶ γένος ἀπολωλεκὸς βουλὴν καὶ τέκνα μωμητὰ καὶ υἱοὶ ἄνομοι οἱ ἐς ἡμᾶς πρὸς ὅπλα ἔχοντες παρὰ πᾶσιν ἀκούουσιν ἔθνεσιν.

Ὁ δὲ τοῦ Βαλδουίνου θάνατος οὕτω συμβέβηκεν. ἐν τῷ Σκυθικῷ συλληφθεὶς πολέμῳ καὶ δεσμοῖς ὑποβληθείς, ὡς ἐρρέθη μοι, συχνὸν ἤδη χρόνον καθείργνυτο ἐς τὸν Τέρνοβον. ἀποστάντος δὲ τοῦ Ἀσπιέτου καὶ τῶν τῆς αὐτῆς ἐκείνῳ ἑταιρείας τε καὶ συντροφίας προσερρυηκότων, Λατίνοις θυμῷ ὑπερζέσας ὁ Ἰωάννης, καὶ τοῦ πάθους ἀεὶ ἐπίτασιν λαμβάνοντος, εἰς μανιώδη σχεδὸν ἐξώκειλε διάθεσιν· ὅθεν τῆς εἱρκτῆς τὸν ἄνδρα ἐξαγαγὼν κελεύει τοὺς μὲν πόδας ἀπὸ γόνατος, τὰς δὲ χεῖρας ἐκ βραχιόνων Τενεδείῳ ἄντικρυς πελέκει ἀποκοπῆναι, εἶτα καὶ κατὰ κεφαλῆς ἐπὶ φάραγγος ὠθησθῆναι. οὐκοῦν καὶ τρεῖς ἐξαρκέσας ἡμέρας, βορὰ προκείμενος ὄρνισιν, ἐλεεινῶς τὸν βίον κατέστρεψεν.

Οὐ τοῦτον δὲ μόνον ἀπανθρώπως οὕτω τοῦ ζῆν ἐξήγαγεν, ἀλλὰ καὶ οὓς καθεῖρξε Ῥωμαίους οἰκτρῶς ἀπώλεσε, μὴ φωνὴν μηδ᾽ ἱκεσίαν ἐξ αὐτῶν ὅλως ἀνασχόμενος ἐνωτίσασθαι. ἐν οἷς καὶ τὸν τοῦ δρόμου λογοθέτην Κωνσταντῖνον τὸν Τορνίκην, ὑποδρηστεύσαντα μὲν ἀκοντὶ τὸ πλέον μετὰ τὴν τῆς πόλεως ἅλωσιν τῷ βασιλεῖ Βαλδουίνῳ καὶ τὸν ἐκ πολέμου διαδράντα κίνδυνον, καθ᾽ ὃν ὑπὸ Σκυθῶν ἐκεῖνος ἑάλωκε, προσρυέντα δ᾽ ἔπειτα τῷ Ἰωάννῃ καὶ παρὰ τούτῳ δυνηθῆναι τὰ μέγιστα φανταζόμενον οἷς πολλάκις παρ᾽ ἐκεῖνον ἀπὸ Ῥωμαίων πρέσβις ἐπιπεφοίτηκε, ξενίαν δ᾽ εὑράμενον τὸ πολλὰς ὑπὸ ξιφῶν κατὰ παντὸς τοῦ σώματος δέξασθαι καὶ μηδ᾽ ὁσίας τυχεῖν μετὰ τὴν ἀναίρεσιν.

Οἱ δέ γε Λατῖνοι καὶ τὰ πάλαι ᾀδόμενα στοιχειώδη τῆς πόλεως φυλακτήρια καὶ κατὰ τεῖχος καὶ τάφρον προσεξευρημένα τοῖς κατ᾽ αὐτῆς ξυντάττουσι φάλαγγας καὶ λόχους καθίζουσι δυσμενέσιν (εἰ δὲ καὶ ἀληθῶς, οὐκ ἔχω λέγειν σαφῶς) καθαιρεῖν ἐγνώκεσαν, καὶ τούτων μάλιστα ὁπόσα κατὰ τοῦ σφῶν ἀνεστηλῶσθαι γένους ἐμάνθανον. ὅθεν μεθ᾽ ἑτέρων ἀνδρεικέλων ἐκ χαλκοῦ πεποιημένων, ἃ τῶν προτέρων κατενήνεκται βάσεων καὶ πυρὶ παρεδόθησαν, οὐδὲ τὴν ἐμπροσθίαν εὐώνυμον χηλὴν τοῦ ἵππου ἀπεριέργαστον εἴασαν, ὃς ἐπὶ λιθίνου λευκοῦ τετραπλεύρου κατὰ τὸν λεγόμενον Ταῦρον χαλκοῦς ἱστάμενος ἡρωϊκόν τινα τὴν ἰσχὺν ἄνδρα καὶ τὸ εἶδος ἀξιοθέατον ἐπὶ τῶν νώτων ὀχεῖ, μηδ᾽ αὐτὸς ἀπέχων τοῦ ἄγασθαι διὰ τὴν ἐπὶ πᾶσι τῆς τέχνης ἀκρίβειαν, ἀφάλαρος, φριμάσσων καὶ τὸ οὖς ἀνιστῶν ὡς πρὸς σάλπιγγα. τοῦτον οἱ μέν φασιν εἶναι Πήγασον καὶ τὸν ἀναβάτην Βελλεροφόντην, οἱ δὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ ὁτῳδὴ ἐπικαθήμενον ἵππῳ καὶ δῆλον εἶναι τὸν ἄνδρα τῇ διασκευῇ τοῦ εἰκάσματος πρὸς τὴν ἁρματηλασίαν ἡλίου καὶ τὸν δρόμον τὸν σεληναῖον τὴν δεξιὰν χεῖρα ἐκτείνοντα, ὡς σταῖεν τοῦ πρόσω χωρεῖν, καὶ σφαιρικὸν ἐκ χαλκοῦ σχῆμα τῷ κοίλῳ τῆς λαιᾶς χειρὸς ὑπανέχοντα.

ἀναμοχλεύσαντες τοίνυν ῥαιστῆρσι τὸ πέλμα τὸ ἵππειον, ἀνθρωπόμορφον εὑρίσκουσιν ἴνδαλμα ὑποκείμενον, πλειόνως εἰκάζον ἐκ τοῦ τῶν Βουλγάρων τινὰ γένους, ἐς τὸ διαμπερὲς ἐληλαμένον ἥλῳ καὶ μολίβδῳ πάντῃ κατειλημμένον, ἢ γοῦν Λατῖνον διατυποῦν, ὥσπερ δὴ καὶ πάλαι πρὸς τῶν ὅλων διαπεφήμιστο. καὶ τὸ μὲν τῇ τῶν ἀργυρογνωμόνων χωνείᾳ καθίεται· Λατῖνοι δ᾽ ἔπραττον ταῦτα οὐκ ἐκ δειλάνδρου παντάπασι γνώμης, ὡς ἀποφανεῖταί τις καταφρονητικῶς ἔχων ἐς αὐτούς, ἀλλὰ μετιόντες πάντα καὶ διατεχνώμενοι, μή πως ἐκπέσωσιν ἧς ἐπέβησαν πόλεως, οὐδὲ τὰ τοιαδὶ τῶν ἀκουσμάτων ἀπεριέργαστα παρατρέχειν ἐδοκίμαζον, οἷα μηδ᾽ εἰκαίως ὑφ᾽ ἁπάντων διαθρυλλούμενα, ἀλλὰ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ συνάπτοντες ἐδικαίουν μὴ ἐᾶν ἀνεξέταστα, πρὸς οὐδεμίαν τῶν πράξεων ἀναπίπτοντες.

Τίς γὰρ οὐκ ἴσησιν ὡς ἧς ἂν ἐπιβαῖεν χώρας καὶ πόλεως, καθάπερ οἰκείας αὐτῆς δραττόμενοι καὶ ἀπρὶξ ἐχόμενοι πρὸς οὐδὲν ἀποκναίουσι δυσχερές, ὡς οὐκέτ᾽ ὄντων τῶν οἴκοι ἐπιλαθόμενοι; ἀπεναντίας δρῶντες τοῖς ἡμετέροις οἳ τοῖς βουλομένοις καὶ τῶν ἐσχάτων ἐπενδυτῶν ὑπεξίστανται καὶ τὸν χοῦν τῶν ποδῶν αὐτῶν ἀφιστάμενοι τῶν πατρίδων ἀσμένως ἀποτινάσσονται, οὐχ ὡς εὐαγγελικοὶ μαθηταί, ἀλλ᾽ ὡς ἀχρεῖοι καὶ ἀγεννέστατοι μαχηταὶ καὶ γυναικῶν ἐς πόλεμον ἀτολμότεροι καὶ πρὸς τὴν ὄψιν τῶν δυσμενῶν ἀτεχνῶς πάσχοντες ταῦτα δὴ τὰ Ὁμήρεια “τοῦ μὲν 〈γάρ τε〉 κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ᾽ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπ᾽ ἀμφοτέρους πόδας ἵζει. ἐν δὲ τέ οἱ κραδίη μέγα στέρνοισι πατάσσει Κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίνετ᾽ ὀδόντων.„ Θαυμάσαι δ᾽ ἄν τις τοὺς ἄνδρας τούσδε περιεργασάμενος, εἰ μὴ καὶ ἑαυτοὺς προϊόντος τοῦ χρόνου δίχα πόνου διεξεργάσονται, οὕτω μὲν πρὸς τοὺς ἐναντίους ἀεὶ ἐνδιδόντες καὶ μαλακιζόμενοι, πρὸς δὲ τοὺς ὁμοφύλους ἀναιδεῖς καὶ θρασεῖς καὶ αὐθάδεις ὁρώμενοι, οἵ γε καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς ἡμῖν τὴν τῆς πόλεως ἐπιγραφόμενοι ἅλωσιν οὔτε τὸν τῆς δίκης δεδίασι παντέφορον ὀφθαλμὸν αὐτοὶ καταπροδόντες κἀκείνην δὴ καὶ ἡμᾶς, οὔτε πρὸς τὴν ὑπερβολὴν τοῦ ψεύδους αἰσχύνονται.

τὸ δὲ καὶ δακρύων ἄξιον ὡς ἀνθρώπων ἀναλγήτων πάθημα καὶ δυστύχημα, οὐ μόνον τὴν ἐπανάκλησιν αὐτῆς ἀπεύχονται ὡς πλείους ὧν εἶχον κτήσεις περιβαλόμενοι, ἀλλὰ καὶ βραδυτῆτα τῷ θεῷ ἐγκαλοῦσιν ὡς μὴ πάλαι καὶ χειρόνως τὰ κατ᾽ αὐτὴν καὶ ἡμᾶς διαθεμένῳ, ἀλλ᾽ ἐς δεῦρο τὸν ὄλεθρον ἀποτείναντι καὶ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάσαντι. καὶ δέον τοῖς ἡμῶν αὐτῶν κακοῖς ἁρμόζεσθαι πρὸς συμπάθειαν, οὐ πόλιν, οὐχ ἑστίαν, οὐ πορισμὸν τῶν πρὸς τὸ ζῆν ἐχόντων, οὓς ᾔδεσαν πάλαι περιωνύμους πλούτου βαθύτητι καὶ δυναστείας λαμπρότητι, οἱ δὲ ξεναγοῦσι σκώμμασι καὶ περιβάλλουσιν ὡς ἱμᾶσι τοῖς ὀνείδεσιν, οὐδ᾽ ὅλως παρὰ τὴν ἀρχὴν τοῦτο ἐλπίσαντας.

Ἦ γὰρ ἂν οὐδ᾽ ἐπέβημεν ὅλως τῆς ἑῴας γῆς, τὸν μετὰ τοιούτων ἀνθρώπων ἀλεείνοντες πάτον καὶ κατὰ τὸν πάλαι Βελλεροφόντην πεδίον ζητοῦντες Ἠλύσιον ἢ τὸν Ἱερεμίου ἔσχατον σταθμόν. μενοῦν γε οὐδὲ δι᾽ ὄχλου τισὶ γεγόναμεν, πρὸς μόνον εὐελπιστοῦντες τὸν χορηγὸν τοῖς πᾶσι τροφῆς πατέρα θεόν, ὃς πρότερον μὲν δι᾽ Ἐλισσαιὲ παλάθαις καὶ κριθίνοις ἄρτοις βραχέσιν ἑκατὸν εἱστίασεν ἄνδρας, ὕστερον δ᾽ αὐτὸς βραχυτέροις μυριάδας πεινώντων ἐδεξιώσατο καὶ τὰ τοῦ κόρου λείψανα πλείω τῶν ἐδηδομένων συλλέξαι τοῖς συμποσιάρχαις μύσταις παρέσχετο, ἐπὶ θαύματι θαῦμα τετελεκὼς ἐξαισίῳ ἐξαισιώτερον. ὅθεν κατὰ μόνον τὸ σύννομον αὐτοῖς συμφερόμενοι, ἐξ ὅτου τὴν παρ᾽ Ἀσκανίᾳ λίμνῃ τῆς Βιθυνῶν ἐπαρχίας προεδρεύουσαν Νίκαιαν παροικεῖν εἱλόμεθα ὡς αἰχμάλωτοι, καὶ παρὰ τοῖς αὐτοῖς συνιόντες τεμένεσιν ἀσυναφεῖς τἆλλα καθεωράμεθα.

Ἀλλὰ τί μοι καὶ τῷ τὴν ἱστορίαν παρακινεῖν ταῖς τοιαῖσδε τῶν διηγήσεων καὶ παριστᾶν ἐντεῦθεν ὡς ἀκράτου ποτηρίου καὶ τρυγοφόρου κύλικος τὰ τῶν Ῥωμαίων ἁπαξάπαντα προσδεᾶ; περὶ τὴν νύσσαν τοίνυν τὸ λέγειν αὖθις ἐπαναγέσθω καὶ τῶν προκειμένων ἐχέσθω μοι.

Τῇδε μὲν οὖν καὶ ταῦτα ἐφέρετο. ὁ δέ γε Ἐρρῆς βασιλεύσας ἐπεὶ πύθοιτο παρὰ τῶν εἰς Ὀρεστιάδα καταλειφθέντων ὁμογενῶν Σκυθῶν αὖθις καὶ Βλάχων ἐξιέναι στρατεύματα καὶ τὸ μὲν Διδυμότειχον καθελεῖν, αὐτὴν δὲ τὴν ἐξ Ἀδριανοῦ καλουμένην ὑπονοθεύειν, εἴ πως καὶ ταύτης περιγενήσονται, μὴ πρὸς τὸ πλῆθος δείσας τῶν ἀντιπάλων, μηδ᾽ ἐν νῷ βαλόμενος ὅλως τὰ τῶν προτέρων πολέμων ἀτυχήματα, πάλιν τὴν ἔξοδον ἀπεθάρρησε καὶ τοὺς τῷ Βρανᾷ συνεκδήμους ὁμοφύλους ἐκσῶσαι γλιχόμενος καὶ τὰ τῶν Ῥωμαίων περιθάλψειν ἐγκαταλείμματα, οἳ περὶ τὰς οὐχ ἑκὰς τῆς πόλεως κωμοπόλεις αὖθις συνδεδραμήκασι. περὶ τὴν Ἀδριανοῦ τοίνυν κατηντηκὼς καὶ τοὺς Βλάχους κατωπτευκώς, πρὸς τὴν ὄψιν τῶν Λατίνων ἀποδειλιάσαντας, μήτε σώματα λαβόντων μείζονα τῶν προτέρων μήτε ψυχὰς κτησαμένων ἀλκιμωτέρας, τὸ δὲ σύνηθες θράσος καὶ τὴν ἐν πολέμοις ἕξιν οὐκ ἀπολωλότων οἷς πεπόνθασι, μέχρι Κρηνοῦ καὶ Βερόης ἐλάσας, ἐκ δὲ τούτων τὴν Ἀγαθόπολιν διελθὼν καὶ παρεμβαλὼν ἐς Ἀγχίαλον, καὶ πολλὰ μὲν δράσας ἐξ ὧν καὶ χρήματα καὶ σώματα καὶ ζῴων ἀγέλας ἔλαβεν, οὐδὲν δέ τι καθυπομείνας δεινόν, ἀπαθὴς ὑπέστρεψε καὶ τὴν Κωνσταντίνου κατέλαβεν.

ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΕΙΑΤΟΥ ΑΠΟ ΤΗΣ ΑΥΤΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ἵνα δὲ μὴ μακροτέρᾳ τῇ ἱστορίᾳ χρώμενοι πολυπλοκωτέρας ἐντεῦθεν τὰς λύπας κτώμεθα, ταυτὶ μὲν παρήσομεν, ἐκεῖνα δ᾽ ἐν ἐπιτομῇ τῷ λόγῳ δώσομεν.

Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγγίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκοις, οἷς ἐπίσταται κρίμασιν ὁ τοῦ κοσμικοῦ τοῦδε σκάφους σκευαστὴς καὶ κυβερνήτης Κύριος, ἵκετο ἐκ Βενετίας πατριάρχης Κωνσταντινουπόλεως Θωμᾶς τις τοὔνομα, τὴν μὲν ἡλικίαν μέσος, τὴν δὲ σωματικὴν πλάσιν λακκευτοῦ συὸς εὐτραφέστερος· ἦν δὲ καὶ λεῖος ξυρῷ τὸ τοῦ προσώπου ἔδαφος, ὡς οἱ λοιποὶ τῶν ἐκ τοῦ γένους ἐκείνῳ, καὶ τὰς ἐνστηθίους παρατετιλμένος τρίχας ἀκριβέστερον δρώπακος, ἀμπεχόμενος δὲ καὶ στολὴν συνυφασμένην μικροῦ τῷ δέρματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ ἐς καρπούς, δακτύλιόν τε τῇ χειρὶ περιστρέφων, ἐνίοτε δὲ καὶ τὰ ἐκ δέρρεων ἐς δακτύλους διεσχισμένα τῶν χειρῶν φυλακτήρια περικείμενος. ὡρᾶτο δὲ καὶ τὸ περὶ αὐτὸν ὡσιωμένον θεῷ σύστημα καὶ τὴν θυωρὸν ἀμφιπονούμενον τράπεζαν τῆς αὐτῆς ἐχόμενον κεραμείας καὶ τῷ καθηγεμόνι πανείκελον τὰ ἐς στολὴν καὶ δίαιταν καὶ τὸν τοῦ πώγωνος θερισμόν.

Ἐκ πρώτης δ᾽ ὅ φασι γραμμῆς τὸ ἐθνικὸν παραδεικνύντες φιλόχρυσον ἐννοοῦσι πόρον λημματισμοῦ καινόν τε ἅμα καὶ λαθόντα ξύμπαντας, οἳ τὴν βασιλίδα πόλιν ἐσκύλευσαν. τὰς γὰρ τῶν βασιλέων θήκας ἀνοίξαντες, ὁπόσαι ἔνεισι τῷ ἡρῴῳ τῷ περὶ τὸ μέγα τέμενος ἱδρυμένῳ τῶν τοῦ Χριστοῦ μαθητῶν, λωποδυτοῦσι νυκτὸς ἁπάσας καὶ παναθεμίτως ἐγκολπίζονται, εἴ τις χρύσειος κόσμος ἢ μαργάρων σφαίρωμα ἢ λίθος διαυγὴς καὶ πολύτιμος ἀδιάφθορος εἰσέτι ταύταις ἐνέκειτο. εὑρόντες δὲ καὶ τὸν νεκρὸν Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς μακραίωσιν ἀπαραλύμαντον ἔτεσι τὸ μὲν ὁραθὲν ἐν θαύματι ἔθεντο, τῶν δὲ νεκροταφίων οὐμενοῦν οὐδ᾽ ὅλως ἀπέσχοντο. ἔστιν οὖν εἰπεῖν ὡς οὔτε τῶν ἔτι ζώντων, οὔτε μὴν τῶν ἀπελθόντων οἱ ἐκ γενῶν τῶν ἑσπερίων ἐφείσαντο, ἀλλ᾽ ἐκ θεοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἀρξάμενοι πᾶσαν ἐπὶ πᾶσιν ἀδιαφορίαν τε καὶ ἀσέβειαν ἐπεδείξαντο.

Μετ᾽ οὐ πολὺ δὲ κατασπῶσι καὶ τὸ τοῦ Μεγίστου Νεὼ καταπέτασμα ἐς μυρίας πολλάκις ἀργύρου μνᾶς ἀριθμούμενον, καὶ τούτου εὐροιζοτέρου παντός, καὶ εἰς βάθος χρυσῷ πυκαζόμενον. Ἐπεὶ δὲ χρημάτων καὶ οὕτως ἐσπάνιζον (οὐδὲ γὰρ φιλοπλουτίας κόρον ὅτε δὴ τὸ βάρβαρον ἴσησι) τοῖς χαλκοῖς ἐποφθαλμίζουσιν ἀνδριᾶσι καὶ παραδιδόασι τούτους πυρί.

Ἥ τε οὖν ἐν τῇ Κωνσταντινείῳ ἀγορᾷ ἱσταμένη πολύχαλκος Ἥρα κέκοπται εἰς στατῆρας καὶ χωνείᾳ παραδίδοται, ἧς ἡ κεφαλὴ μόγις τέτρασι βοῶν ὑποτρόχοις ζεύγμασιν ἐς τὸ μέγα παλάτιον ἀποκεκόμισται. Καὶ ἐπ᾽ αὐτῇ ὁ Πάρις Ἀλέξανδρος τῆς βάσεως ἀνατέτραπται, συνεστὼς Ἀφροδίτῃ καὶ χειρίζων ταύτῃ τὸ χρύσεον μῆλον τῆς Ἔριδος.

Τὸ δὲ τετράπλευρον χαλκοῦν μηχάνημα μετέωρον ἀναβαῖνον καὶ μικροῦ τοῖς τῶν κιόνων μείζοσιν ἐς ὕψος ἀνθαμιλλώμενον, ὅσοι πολλαχῇ τῆς πόλεως ἀνεστήκασι, τίς οὐκ ἂν ὀφθαλμὸν ἐκείνῳ ἐπιβαλὼν τῆς ποικιλίας ἐθαύμασεν; ἅπας μουσικὸς ὄρνις τὰ ἐαρινὰ μελῳδῶν ἐκεῖ ἐντετύπωτο· γεηπόνων ἔργα καὶ αὐλοὶ καὶ γαυλοὶ καὶ προβάτων βληχήματα καὶ ἀρνῶν σκιρτήματα ἐξεικόνιστο· ὑφήπλωτο καὶ θαλάττιον πέλαγος καὶ νεπόδων ἀγέλαι καθωρῶντο, οἱ μὲν ζωγρούμενοι, οἱ δὲ τὰ δίκτυα τυραννοῦντες καὶ κατὰ βυθοῦ πάλιν ἀνέτως φερόμενοι· οἱ δ᾽ Ἔρωτες σύνδυο καὶ σύντρεις ἀλλήλοις ἀνθοπλιζόμενοι, γυμνοὶ περιβλημάτων, ἐβάλλοντο μήλοις καὶ ἔβαλλον, γλυκεῖ περιβρασσόμενοι γέλωτι. τοῦ δὲ τοιούτου τετραπλεύρου ἐς ὀξὺ σχῆμα κατὰ πυραμίδα τελευτῶντος ἀπῃώρητο ἄνωθεν γυναικόμορφον εἴκασμα καὶ ταῖς πρώταις τῶν ἀνέμων κινήσεσι περισοβούμενον· ὁπόθεν καὶ Ἀνεμοδούλιον ἐπεκέκλητο.

Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ περικαλλέστατον ἔργον τοῖς χοανευταῖς παρέδοσαν, ὥσπερ καὶ τὸν ἐν τῷ Ταύρῳ ἐπὶ τραπεζώδους βάσεως ἔφιππον ἱστάμενον ἄνδρα, τὸν ἡρωϊκὸν τὸ εἶδος καὶ τὸ μέγεθος ἀξιάγαστον. εἶναι δὲ οὗτος ἐλέγετο παρὰ μὲν ἐνίοις Ἰησοῦς ὁ τοῦ Ναυῆ, τεκμαιρομένοις τὸν ἄνδρα τῇ πρὸς ἥλιον ἐκτάσει τῆς χειρὸς ἤδη τῆς πρὸς δύσιν πορείας ἐχόμενον καὶ τὴν κατὰ Γαβαὼν στάσιν οἱονεὶ ἐπιτάσσοντα, ὡς δ᾽ ἐδόκει τοῖς πλείοσιν, ὁ ἐν τῇ νήσῳ τοῦ Πέλοπος γεννηθεὶς καὶ τραφεὶς Βελλεροφόντης Πηγάσῳ ἐπικαθήμενος· ἦν γὰρ ὁ ἵππος ἀχάλινος, ὁποῖος ὁ Πήγασος παραδίδοται, ἄνετα κροαίνων κατὰ πεδίων καὶ πάντα ἀδοξῶν ἀναβάτην ὡς πτηνὸς ἅμα καὶ πεζὸς φερόμενος. ἀλλὰ καὶ φήμη παλαίφατος καὶ ἐς ἡμᾶς διαβαίνουσα τοῖς τῶν ἁπάντων ἐνέκειτο στόμασιν ἐν τῇ ἐμπροσθίῳ τοῦ ἵππου τοῦδε λαιᾷ χηλῇ ἀνδρείκελον κεύθεσθαι, τισὶ μὲν ἐκ τοῦ τῶν Βενετίκων γένους τινὸς εἶναι παραδιδόμενον, ἄλλοις δ᾽ ἑτέρου τῶν μὴ ἐνσπόνδων Ῥωμαίοις ἐπιζεφυρίων ἐθνῶν ἢ καὶ τῶν Βουλγάρων ἑνός. πολλάκις οὖν ἡ τῆς χηλῆς ἐπεποιήθη ἀσφάλισις ἐς τὸ πάντῃ ἀφώρατον ὧν ᾔδετο κρύπτειν ἔνδοθι.

κατατεμαχισθέντος δὲ τοῦ ἵππου καὶ σὺν τῷ ἀναβάτῃ παραπεμφθέντος πυρὶ εὕρηται καὶ τὸ τῇ ὁπλῇ τοῦ ἵππου ἐντυμβευόμενον χαλκῆρες ἴνδαλμα καὶ ἦν περικείμενον χλαῖναν, ὁποίαν τῶν θρεμμάτων τὰ ἔρια πλέκουσιν· ὀλίγα δὲ τῶν ἐπ᾽ αὐτῷ πεφασμένων οἱ Λατῖνοι φροντίσαντες πυρὶ καὶ τοῦτο ἐνέβαλον.

Ἀλλ᾽ οὐδὲ τῶν ἐν τῷ ἱππικῷ ἱσταμένων ἀγαλμάτων καὶ ἀλλοίων θαυμαστῶν ἔργων τὴν καταστροφὴν παρῆκαν οἱ τοῦ καλοῦ ἀνέραστοι οὗτοι βάρβαροι, ἀλλὰ καὶ ταῦτα κεκόφασιν εἰς νόμισμα, ἀνταλλασσόμενοι μικρῶν τὰ μεγάλα καὶ τὰ δαπάναις πονηθέντα μεγίσταις οὐτιδανῶν ἀντιδιδόντες κερμάτων.

Κατήρειπτο οὖν Ἡρακλῆς ὁ τριέσπερος μέγας μεγαλωστὶ κοφίνῳ ἐνιδρυμένος, τῆς λεοντῆς ὑπεστρωμένης ἄνωθεν, δεινὸν ὁρώσης κἀν τῷ χαλκῷ καὶ μικροῦ βρυχηθμὸν ἀφιείσης καὶ διαθροούσης τὸ ἐφιστάμενον ἐκεῖσε τοῦ πλήθους ἀπάλαμνον. ἐκάθητο δὲ μὴ γωρυτὸν ἐξημμένος, μὴ τόξον ταῖν χεροῖν φέρων, μὴ τὸ ῥόπαλον προβαλλόμενος, ἀλλὰ τὴν μὲν δεξιὰν βάσιν ἐκτείνων ὥσπερ καὶ τὴν αὐτὴν χεῖρα ἐς ὅσον ἐξῆν, τὸν δ᾽ εὐώνυμον πόδα κάμπτων ἐς γόνυ καὶ τὴν λαιὰν χεῖρα ἐπ᾽ ἀγκῶνος ἐρείδων, εἶτα τὸ λεῖπον τῆς χειρὸς ἀνατείνων καὶ τῷ πλατεῖ ταύτης ἀθυμίας πλήρης καθυποκλίνων ἠρέμα τὴν κεφαλὴν καὶ τὰς ἰδίας οὕτω τύχας ἀποκλαιόμενος καὶ δυσχεραίνων τοῖς ἄθλοις, ὅσους αὐτῷ Εὐρυσθεὺς οὐ κατὰ χρείαν, κατὰ δὲ φθόνον μᾶλλον ἠγωνοθέτει, τῷ τῆς τύχης περιόντι φυσώμενος. ἦν δὲ τὸ στέρνον εὐρύς, τοὺς ὤμους πλατύς, τὴν τρίχα οὖλος, τὰς πυγὰς πίων, βριαρὸς τοὺς βραχίονας, καὶ εἰς τόσον προήκων μέγεθος, ἐς ὅσον, οἶμαι, καὶ τὸν ἀρχέτυπον Ἡρακλῆν εἴκασεν ἂν ἀναδραμεῖν ὁ Λυσίμαχος ὁ πρῶτον ἅμα καὶ ὕστατον τῶν ἑαυτοῦ χειρῶν πανάριστον φιλοτέχνημα τουτονὶ χαλκουργήσας, καὶ οὕτω μέγιστον ὡς τὴν περιειλοῦσαν τὸν αὐτοῦ ἀντίχειρα μήρινθον ἐς ἀνδρεῖον ζωστῆρα ἐκτείνεσθαι καὶ τὴν κνήμην τοῦ ποδὸς εἰς ἀνδρόμηκες.

τοιοῦτον δ᾽ ὄντα τὸν Ἡρακλῆν οὐ παρῆλθον ἀκαθαίρετον οἱ τὴν ἀνδρείαν τῶν συννόμων ἀρετῶν διιστῶντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες καὶ περὶ πλείστου τιθέμενοι.

Τούτῳ δὲ συγκαθεῖλον καὶ τὸν σεσαγμένον καὶ σὺν ὀγκηθμῷ στελλόμενον ὄνον καὶ τὸν τούτῳ ἐφεπόμενον ὀνηγόν, οὓς ἐν Ἀκτίῳ ἔστησε Καῖσαρ ὁ Αὔγουστος, ὅ ἐστιν ἡ καθ᾽ Ἑλλάδα Νικόπολις, ἡνίκα νυκτὸς ἐξιὼν τὸ τοῦ Ἀντωνίου κατασκέψασθαι στράτευμα ἀνδρὶ ἐνέτυχεν ὄνον ἐλαύνοντι καὶ πυθόμενος, ὅστις εἴη καὶ ἔνθα πορεύεται, ἤκουσεν ὡς καλοῦμαι Νίκων καὶ ὁ ἐμὸς ὄνος Νίκανδρος, ἀφικνοῦμαι δὲ πρὸς τὴν τοῦ Καίσαρος στρατιάν.„ Οὐδὲ μὴν τῆς ὑαίνης τε καὶ λυκαίνης τὰς χεῖρας ἀπήγαγον, ἃς Ῥῶμος καὶ Ῥωμύλος ἐθήλασαν· στατήρων δὲ βραχέων, καὶ τούτων χαλκῶν, τὰ παλαιὰ σεμνώματα τοῦ γένους ἀπέδοσαν καὶ καθῆκαν αὐτὰς ἐς τὸ χωνευτήριον.

ἔτι γε μὴν καὶ τὸν ἄνδρα τὸν παλαίοντα λέοντι· καὶ τὸν ἵππον τὸν Νειλῷον, ἐς οὐραῖον ἠκανθωμένον λεπίσι τὰ ὄπισθεν τοῦ σώματος λήγοντα· καὶ τὸν σείοντα τὴν προνομαίαν ἐλέφαντα· τὰς Σφίγγας ἐπὶ τούτοις, τὰς εὐειδεῖς ὡς γυναῖκας τὰ ἔμπροσθεν καὶ φρικτὰς ὡς θηρία τὰ ὄπισθεν, καινοτέρας δὲ ὡς καὶ πεζῇ βαινούσας καὶ κούφως τῷ πτερῷ φερομένας καὶ διαμιλλωμένας τοῖς τῶν ὀρνίθων μεγαλοπτέρυξι· καὶ τὸν ἀχάλινον ἵππον ὀρθιάζοντα τὸ οὖς καὶ φριμάσσοντα, γαῦρόν τε καὶ εὐήνιον προποδίζοντα· καὶ τὸ ἀρχαῖον κακόν, τὴν Σκύλλαν, μέχρι μὲν ἰξύος γυναικεῖον εἶδος προφαίνουσαν, καὶ τοῦτο προτενὲς καὶ ὑπερμαζῶν καὶ μεστὸν ἀγριότητος, τὰ δ᾽ ἔκτοτε διεσχισμένον εἰς θῆρας ἐμπηδῶντας τῇ τοῦ Ὀδυσσέως νηῒ καὶ συχνοὺς τῶν ἑταίρων καταβροχθίζοντας.

Ἦν δ᾽ ἐν τῷ ἱππικῷ καὶ χάλκεος ἀετὸς ἀνακείμενος, τοῦ ἐκ Τυάνων Ἀπολλωνίου καινὸν μεθόδευμα καὶ τῆς ἐκείνου γοητείας μεγαλοπρεπὲς μαγγάνευμα. παραβαλὼν γάρ ποτε Βυζαντίοις παρεκλήθη τὰ τῶν ὄφεων κατευνάσαι δήγματα, ὑφ᾽ ὧν ἔπασχον ἐκεῖνοι κακῶς. ἀμέλει καὶ συνερίθοις ταῖς ἀρρητουργίαις χρησάμενος, ὧν ὑφηγηταὶ δαίμονες καὶ ὅσοι τὰ τούτων πρεσβεύουσιν ὄργια, ἐπὶ στήλης ἀνίστησιν ἀετόν, ἡδονὴν ἐνστάζον ψυχαῖς ὅραμα καὶ πεῖθον χρονοτριβεῖν τοὺς αὐτοῦ θέας κατατρυφῶντας ὡς τοὺς ὑπέχοντας ἀκοὴν τὰ τῶν Σειρήνων δυσπαρόδευτα μελῳδήματα. διῇρκε μὲν γὰρ ὡς ἐς πτῆσιν τὰς πτέρυγας, ὄφις δὲ τοῖς ποσὶν ὑποκείμενος καὶ λορδούμενος ἐς ὁλκοὺς ἀπεῖργεν αὐτὸν τῆς ἀναφορᾶς, οἷα τοῖς ἄκροις τοῦ σώματος ὡς πρὸς δῆγμα ἐγχρίπτων ταῖς πτέρυξιν. ἤνυε δὲ ὁ ἰοβόλος οὐδέν· ταῖς γὰρ τῶν ὀνύχων ἐμπερονηθεὶς ἀκωκαῖς ἔσβεστο τὴν ὁρμὴν καὶ ὑπνώττειν μᾶλλον ἐδόκει ἢ γοῦν πρὸς καταπάλαισιν τοῦ ὄρνιθος ταῖς ἐκείνου προσφύεσθαι πτέρυξι.

καὶ ὁ μὲν ὄφις οὕτω πνέων τὰ λοίσθια καὶ τὸν ἰὸν εἶχεν ἑαυτῷ συνθνήσκοντα· ὁ δ᾽ ἀετὸς γαῦρον ὁρῶν καὶ μόνον οὐχὶ κλώζων τὰ ἐπινίκια ὥρμα συνεξᾶραι τὸν ὄφιν καὶ ἅμα οἱ διαέριος φέρεσθαι, τεκμαίρεσθαι τοῦτο διδοὺς τῷ χαροπῷ τοῦ βλέμματος καὶ τῇ νεκρώσει τοῦ ὄφεως, ὃν εἶπέ τις ἂν ἰδὼν ἐπιλελησμένον τῶν ἑλίξεων καὶ τοῦ δάκνειν ἐς ὄλεθρον καὶ τοὺς λοιποὺς Βυζαντίους ὄφεις τῷ καθ᾽ αὑτὸν διασοβεῖν ὑποδείγματι καὶ πείθειν ταῖς χειαῖς συσπειρᾶσθαι καὶ παραβύεσθαι. οὐ μόνον δὲ καθ᾽ ὅσα εἰρήκειμεν ἀξιάγαστον ἦν τουτὶ τὸ ἀέτειον εἴκασμα, ἀλλ᾽ ὅτι καὶ τὰ τῆς ἡμέρας ὡριαῖα τμήματα διὰ τῶν ἐν ταῖς πτέρυξι κεχαραγμένων γραμμῶν, οὐσῶν δυοκαίδεκα, τρανότατα ὑπεδήλου τοῖς τὰς ὄψεις ἐκείνῳ σὺν λόγῳ προσβάλλουσιν, ἡνίκα μὴ νεφέλαις ἐγνοφοῦτο τὰς ἀκτῖνας ὁ ἥλιος.

Τί δὲ ἡ λευκώλενος Ἑλένη καλλίσφυρός τε καὶ δολιχόδειρος, ἡ τὸ Πανελλήνιον ἐς Τροίαν ἀθροίσασα καὶ καθελοῦσα Τροίαν, ἐκ δὲ ταύτης προσοκείλασα Νείλῳ κἀκεῖθεν αὖθις ἐς ἤθη τὰ Λακώνων ἐπαναλύσασα χρόνιος; ἆρ᾽ ἐμείλιξε τοὺς δυσμειλίκτους; ἆρ᾽ ἐμάλθαξε τοὺς σιδηρόφρονας; οὐμενοῦν οὐδ᾽ ὅλως τοιοῦτόν τι δεδύνηται ἡ πάντα θεατὴν τῷ κάλλει δουλαγωγήσασα, καίπερ ἐστολισμένη θεατρικῶς καὶ δροσώδης ὁρωμένη κἀν τῷ χαλκῷ καὶ ὑγραινομένη πρὸς ἔρωτα τῷ χιτῶνι, τῷ κρηδέμνῳ, τῇ στεφάνῃ καὶ τῷ πλοχμῷ τῶν τριχῶν· ὁ μὲν γὰρ ἀραχνίων λεπτότερος ἦν, τὸ δὲ δαιδάλεον ἐπανέκειτο, ἡ δὲ διέδει τὸ μέτωπον χρυσοῦ καὶ τιμαλφῶν λίθων ὑποκρινομένη διαύγειαν, ὁ δὲ τὸ τῆς κόμης κεχυμένον καὶ διασοβούμενον πνεύμασιν ὀπισθίῳ δεσμεύματι περιέσφιγγεν ἕως κνημῶν ἐκτεινόμενον. ἦν δὲ καὶ τὰ χείλη καλύκων δίκην ἠρέμα παρανοιγόμενα, ὡς καὶ δοκεῖν ἀφιέναι φωνήν· τὸ δὲ χάριεν μειδίαμα εὐθέως προσυπαντῶν καὶ χαρμονῆς πιμπλῶν τὸν θεώμενον καὶ τὸ τοῦ βλέμματος χαροπὸν καὶ τὰς ἁψῖδας τῶν ὀφρύων καὶ τὴν λοιπὴν εὐφυΐαν τοῦ σώματος οὐκ ἦν, ὁποῖα ἦν, διαγράψαι λόγῳ καὶ παραστῆσαι τοῖς ἔπειτα.

Ἀλλ᾽ ὦ Τυνδαρὶς Ἑλένη, κάλλος αὐτόθεν καλόν, Ἐρώτων μόσχευμα, Ἀφροδίτης τημελούχημα, πανάριστον φύσεως δώρημα, Τρώων καὶ Ἑλλήνων βράβευμα, ποῦ σοι τὸ νηπενθὲς καὶ κακῶν ἁπάντων ἐπίληθες φάρμακον, ὃ Θώνου σοι παράκοιτις ἐχαρίσατο; ποῦ δὲ τὰ ἄμαχα φίλτρα; πῶς οὐκ ἐχρήσω τούτοις ὡς πάλαι καὶ νῦν; ἀλλ᾽ οἶμαί σοι ταῖς Μοίραις πέπρωται τῇ τοῦ πυρὸς ὑποπεσεῖν ἐρωῇ, μηδ᾽ ἐν εἰκόνι παυσαμένην ἀνακάειν τοὺς ὁρῶντας εἰς ἔρωτας· εἶπον δ᾽ ἂν ὡς καὶ ἀντίποινα τοῦ τὴν Τροίαν ᾐθαλῶσθαι πυρὶ ταῖς σαῖς σχετλίως φρυκτευθέντι φιλότησιν οἱ Αἰνειάδαι οὗτοι πυρί 〈σε〉 κατέκριναν. ἀλλ᾽ οὐκ ἐᾷ με τὸ χρυσομανὲς τῶν ἀνδρῶν διανοήσασθαί τι τοιοῦτον καὶ φθέγξασθαι, ὑφ᾽ οὗ τὰ σπάνια πανταχοῦ καὶ καλῶν κάλλιστα ἔργα παντελεῖ ἀφανισμῷ παρεπέμφθησαν, εἰπεῖν δὲ καὶ τὸ τὰς ἑαυτῶν γυναῖκας ὀβολῶν μετρίων πολλάκις ἀποδιδόναι καὶ ἀποπέμπεσθαι, καὶ μᾶλλον εἰ προσανέχουσι τηλίᾳ καὶ προστετήκασι πεττοῖς πανημέριοι ἢ καὶ πρὸς ὁρμὴν ἄλογον καὶ μανιώδη, οὐ μὴν ἀνδρείαν ἔμφρονα, κατ᾽ ἀλλήλων ἐνθουσιῶσι καὶ τὴν Ἄρεος σκευὴν περιτίθενται, τῆς νίκης προτιθέντες ἆθλον πάντα τὰ προσόντα σφίσιν, αὐτὰς τὰς κουριδίους ἀλόχους, ἐξ ὧν πατέρες ἠκηκόεισαν τέκνων, ἔτι δὲ τὸ μέγα χρῆμα καὶ τοῖς ἄλλοις δυσπαραίτητον τὴν ψυχήν, καὶ ἧς ἕνεκα τὰ πάντα περισπουδάζουσιν ἄνθρωποι.

ἄλλως τε ποῦ παρ᾽ ἀγραμμάτοις βαρβάροις καὶ τέλεον ἀναλφαβήτοις ἀνάγνωσις καὶ γνῶσις τῶν ἐπὶ σοὶ ῥαψῳδηθέντων ἐκείνων ἐπῶν “οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν„;

Δοτέον κἀκεῖνο τῷ λόγῳ. ἀνέκειτο ἐπὶ στήλης νεοειδὲς τὴν ὄψιν γύναιον, αὐτὸ τῆς ἡλικίας ἄγον τὸ χαριέστατον, ἐς τοὐπίσω τὴν κόμην ἀναδούμενον ἐπ᾽ ἀμφότερα τοῦ μετώπου συνεστραμμένην, οὐχ ὑπεραιωρούμενον, ἀλλ᾽ ὡς ἁπτὸν εἴη τοῖς ἐς αὐτὸ τὰς χεῖρας ἐκτείνουσι. τούτου δὴ τοῦ μορφάσματος ἡ δεξιὰ χείρ, μηδενὸς ὑπόντος ἐρείσματος, ἄνδρα ἔφιππον ἀφ᾽ ἑνὸς ἱππείου ποδὸς ἐπὶ παλάμας ἀνεῖχεν ὡς οὐδὲ σκύφον κεράσματος ἕτερος. ἦν δ᾽ ὁ μὲν ἀναβάτης σφριγῶν τὸ σῶμα, φραττόμενος θώρακι, κνημῖσι τὼ πόδε περιστελλόμενος, πνέων ἀτεχνῶς πόλεμον· ὁ δὲ ἵππος ἀνίστη τὸ οὖς ὡς πρὸς σάλπιγγα, ὑψηλὸς τὸν αὐχένα, τὰς ὄψεις δριμὺς καὶ τὸν ἐκ τοῦ θυμοῦ δρόμον προφαίνων τοῖς ὀφθαλμοῖς· οἱ δὲ πόδες ἀνεφέροντο ἀέριοι τὸ πολεμικὸν ἐπιδεικνύντες σάλευμα.

Μετὰ δὲ τὸ εἴκασμα τουτὶ ἄγχιστα τοῦ τῶν τετρώρων ἑῴου καμπτῆρος, ὃς ἐπεκέκλητο τοῦ Ῥουσίου, ἁρματηλάται ἄνδρες ἀνεστήλωντο, τῆς διφρευτικῆς προγράμματα δεξιότητος, μόνον οὐχὶ διαπρυσίως τῇ διαθέσει τῶν χειρῶν τοῖς διφρηλάταις παρεγγυώμενοι ὡς χρὴ προσπελῶντας τῇ νύσσῃ μὴ ἐφεῖναι τὰ χαλινά, ἀλλ᾽ ἐγκλίνειν ἀνασειρασμῷ τοὺς ἵππους καὶ συνεχεῖ καὶ σφοδροτέρῳ χρῆσθαι τῷ μύωπι, ὅπως περικλώμενοι τῆς νύσσης ἐχόμενα ἐῶσι τὸν συντρέχοντα ἀντίτεχνον τὴν ἐκ περιόδου ἐλᾶν καὶ ὕστατον ἔρχεσθαι, κἂν ἵππους δρομικωτέρους ἡνιοχῇ καὶ τὴν ἁμιλλητήριον τέχνην ὁρῷτο εὐπαίδευτος.

Ὁ δὲ λόγος καὶ ἄλλο τι προσθήσει τοῖς εἰρημένοις· οὐδὲ γὰρ συγγράψασθαι τὰ πάντα προύθετο. χάριεν τὴν θέαν καὶ τὴν τέχνην μικροῦ τῶν πάντων θαυμασιώτερον βάσις ἦν λιθίνη καὶ ἐπ᾽ αὐτῆς χαλκήλατον ζῷον παρὰ τοσοῦτον οὐκ ἀναμφήριστον βοῦν εἰκονίζον, παρ᾽ ὅσον βραχύκερκον ἦν μηδὲ βαθεῖαν καθεικὸς φάρυγγα, οἵαν οἱ Αἰγύπτιοι βόες τρέφουσι, μήτε μὴν χηλαῖς ὁπλιζόμενον. συνεῖχε δὲ τοῦτο ταῖς γένυσι καὶ εἰς πνῖγμα συνέθλιβε ζῷον ἕτερον δι᾽ ὅλου τοῦ σώματος λεπίσι θωρακιζόμενον οὕτω τραχείαις, ὡς καὶ ἐν χαλκῷ λυπεῖν τὸν ἁπτόμενον. ᾔδετο δὲ τὸ μὲν βασιλίσκον εἶναι, τὸ δὲ ἀσπίδα τὸ συμμαρπτόμενον τούτου τῷ στόματι· οὐκ ὀλίγοις δὲ τὸ μὲν Νειλῷος βοῦς, τὸ δὲ κροκόδειλος εἶναι εἰκάζετο.

Ἐμοὶ μὲν οὖν οὐ μέλον τοῦ τῶν δοξῶν ἀνομοίου, εἰπεῖν δὲ τὸ καινήν τινα τὴν πάλην ἀμφότερον τίθεσθαι καὶ δρᾶν ἐν μέρει καὶ πάσχειν κακῶς ὑπ᾽ ἀλλήλων ἑκάτερα, ὀλλύναι τε καὶ ὄλλυσθαι, καὶ κρατεῖν ἐν ταὐτῷ καὶ κρατεῖσθαι, καὶ νικᾶν ἄμφω καὶ ὑπ᾽ ἀλλήλων καταπαλαίεσθαι. τὸ μὲν γάρ, ὁ καὶ φημιζόμενος βασιλίσκος, διῳδήκει ἅπαν ἐκ κεφαλῆς ἕως καὶ αὐτοῦ τοῦ τῶν ποδῶν πέλματος καὶ κατιωμένον ὅλον τὸ σῶμα καὶ ὑπὲρ τὸ βατράχειον χρῶμα ἐχλώριζε, τοῦ φαρμάκου διαδραμόντος τὴν τοῦ ζῴου ξύμπασαν διαρτίαν καὶ εἰς θάνατον χρώσαντος. ἐς γόνυ τοίνυν συνίζανε, τὸ ὄμμα ἔσβεστο τῆς ζωτικῆς ἐκμαρανθείσης δυνάμεως· μᾶλλον μὲν οὖν ἐδίδου τοῖς ὁρῶσι δοξάζειν ὡς πάλαι ἂν ἀνατέτραπτο νεκρωθέν, εἰ μὴ τῶν ποδῶν αἱ βάσεις ὑπήρειδον καὶ πρὸς στάσιν ὑπανεῖχον ὄρθιον. ἦν δὲ καὶ θάτερον ὁμοίως, τὸ ταῖς γένυσιν ἐνισχόμενον, βραχὺ μὲν τὸ οὐραῖον ἀσπαῖρον, μέγα δὲ κεχηνὸς τῷ ἀπάγχεσθαι τῇ τῶν γομφίων ξυνοχῇ· καὶ ξυντείνεσθαι μὲν ἐῴκει καὶ ὁρμᾶν πειρᾶσθαι τοῦ τῶν ὀδόντων ἕρκους διεκδῦναι καὶ διεκπεσεῖν τοῦ χάσματος, οὐκ ἴσχυε δέ, ὅτι τὰ μετὰ τοὺς ὤμους εὐθὺς καὶ τῶν ποδῶν τοὺς ἐμπροσθίους καὶ ὅσα τῷ οὐραίῳ συνήπτοντο μέρη τοῦ σώματος ἡ τοῦ στόματος ξυνεῖχε διάστασις καὶ ταῖς γένυσιν ἐνεπείρετο.

Καὶ τὰ μὲν οὕτως ἦσαν ὑπ᾽ ἀλλήλων νεκρούμενα καὶ κοινὴ μὲν ἀμφοῖν ἡ ἅμιλλα, κοινὴ δὲ καὶ ἡ ἄμυνα, ἰσοπαλὴς δὲ ἡ νίκη, σύντροχος δὲ καὶ ὁ θάνατος. ἐμοὶ δ᾽ ἔπεισιν εἰπεῖν ὡς τὸ φθείρεσθαι παρ᾽ ἀλλήλων καὶ σὺν ἀλλήλοις ἀπάγεσθαι τὴν ἐς θάνατον τὰ τῶν κακῶν κηρεσιφόρα καὶ ἀνθρώποις ὀλέθρια μὴ μόνον ἐν εἰκόσιν εἴη διατυποῦσθαι ἢ καὶ τοῖς ἀλκιμωτέροις τῶν ζῴων τοῦτο ἐπισυμβαίνειν, ἀλλὰ καὶ παρ᾽ ἔθνεσι συχνάκις γίνεσθαι, ὁποῖα τοῖς Ῥωμαίοις ἡμῖν ἐπεστράτευσε, φονῶντα κατ᾽ ἀλλήλων καὶ ὑπ᾽ ἀλλήλων, ὀλλύμενα δυνάμει Χριστοῦ τοῦ διασκορπίζοντος ἔθνη τὰ τοὺς πολέμους θέλοντα καὶ μὴ χαίροντος αἵμασιν, ὃς καὶ δίκαιον ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον δείκνυσιν ἐπιβαίνοντα καὶ λέοντα καταπατοῦντα καὶ δράκοντα.