Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Μανουήλ Α' Κομνηνού: Πρώιμα έτη και πρώτη εκστρατεία στη Δύση

Η εξασφάλιση της εξουσίας από τον Μανουήλ, οι συγκρούσεις με τους Σελτζούκους, η εμφάνιση των σταυροφορικών στρατευμάτων της Δύσης και οι ταραχές με τους Αλαμανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 3 από 18

ΒΑΣΙΛΕΙΑ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΕΝ ΤΟΜΟΙΣ ΕΠΤΑ ΘΕΩΡΟΥΜΕΝΗ ΤΟΜΟΣ ΠΡΩΤΟΣ Ἀναρρηθεὶς οὖν ὁ Μανουὴλ αὐτοκράτωρ εὐθέως τὸν μέγαν δομέστικον, ᾧ κλῆσις ἦν Ἰωάννης, Ἀξοῦχος δὲ ἡ ἐπίκλησις, ἐς τὴν βασιλίδα πόλιν ἐξέπεμψε, σὺν αὐτῷ δὲ καὶ τὸν χαρτουλάριον Βασίλειον τὸν Τζιντζιλούκην, εὖ μὲν καὶ τὰ κατὰ τὴν νέαν διαθήσοντας βασιλείαν καὶ προομαλίσοντας τὴν εἰσέλευσιν καὶ κατασκευασομένους ἔμπροσθεν αὐτῷ τὰ εἰσόδια, μετελευσομένους δὲ καὶ τὸν σεβαστοκράτορα Ἰσαάκιον τὸν ἐκείνου ταυτόαιμον. τὸν γὰρ αὐτοκράτορα δέος ὑπέθραττε, μήπως οὗτος τὸν τοῦ πατρὸς καὶ βασιλέως ἐνωτισάμενος θάνατον καὶ τὴν εἰς τὸν ἀδελφὸν τὸν νεώτερον τῶν σκήπτρων ἀκηκοὼς μετάθεσιν εἰς ἐναντίαν μοῖραν ἀποκριθῇ καὶ περὶ τοῦ τῶν ὅλων αὐτὸς εἶναι κύριος διαμιλληθῇ, ἅτε ἀπὸ γενέσεως εἰς τὴν διαδοχὴν τῆς βασιλείας καλούμενος καὶ κατὰ τὴν βασιλίδα πόλιν τότε παρὼν καὶ τῶν ἀνακτόρων ἐντὸς αὐλιζόμενος, ἔνθα τῶν χρημάτων αἱ σωρεῖαί εἰσιν ἀποκείμεναι καὶ τὰ τῶν κρατούντων γνωριστικὰ περιβλήματα.

Ὁ Ἰωάννης τοίνυν καταταχήσας τὴν πόλιν εἴσεισι καὶ τὸν Ἰσαάκιον ἀγνῶτα ἔτι ὄντα τῶν γενομένων αἱρεῖ καὶ τῇ μονῇ τοῦ Παντοκράτορος εἵργνυσιν, ἣ τὸν βασιλέα Ἰωάννην ἔσχε δομήτορα. καὶ ὁ μὲν μετὰ τὴν κατάσχεσιν τὴν τοῦ πατρὸς ἀναμαθὼν τελευτὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχηθεὶς οὐκ εἶχεν ὅ τι καὶ διαπράξαιτο, δεινὰ πάσχειν λέγων καὶ πέρα δεινοῦ ξύμπαντος, καὶ ὡς ἐπαινετέα ἡ τάξις, ὑφ᾽ ἧς διακρατεῖται τὸ πᾶν. “ἀπῆλθέ„ φησιν “Ἀλέξιος θανάτῳ πεσών, ὁ τῶν ἀδελφῶν πρωτότοκος καὶ τῆς πατρῴας ἀρχῆς κληροῦχος· ἐπηκολούθησε τούτῳ Ἀνδρόνικος τῷ προτέρῳ ὁ δεύτερος καὶ τὸν νεκρὸν εἰσάγων τοῦ ἀδελφοῦ διαπόντιον μετὰ βραχὺ καὶ οὗτος τὸν βίον μετήλλαξεν.„ εἰς ἑαυτὸν τοίνυν τὰ τῶν Ῥωμαίων σκῆπτρα ὁρᾷ καὶ τῷ δικαίῳ αὐτός ἐστιν ἐγκρατὴς τῆς ἀρχῆς.

Ἀλλ᾽ ὁ μὲν τοιαῦτα μάτην ἐξετραγῴδει καὶ εἰκαίως ἦν πτερυγίζων κατὰ σαγηνευθὲν πτηνάριον· ὁ δὲ δὴ μέγας δομέστικος τῆς τῶν βασιλείων φυλακῆς ἐπιμεληθεὶς καὶ τῆς τοῦ βασιλέως Μανουὴλ παρὰ τοῖς ἀστοῖς ἀναγορεύσεως γράμμα ἐρυθροσήμαντον σφραγῖδί τε χρυσείᾳ καὶ σηρικῷ νήματι ἔμπεδον, κόγχης ἀναδεδευμένῳ αἵματι, τῷ κλήρῳ τοῦ Μεγάλου Νεὼ ἐπιδίδωσι, τυποῦν αὐτοῖς ἀργύρεα ἐτήσια κέρματα εἰς μνᾶς δὶς ἑκατὸν κορυφούμενα. ἐλέγετο δὲ καὶ ἑτέραν ἠρυθροδανωμένην βασίλειον γραφὴν ἐπιφέρεσθαι τὸν Ἀξοῦχον, διὰ χρυσίνων ταῦτα βραβεύουσαν· ἐπειδὴ γὰρ ὑπόνοιά τις τὸν κρατοῦντα ὑπέτρεχεν οὐκ ἀνεύλογος, μήπως ἢ αὐτὸς Ἰσαάκιος τῷ δῆθεν δικαιότερος εἶναι πρὸς τὴν ἀρχὴν ἐκ γενέσεως τὰ κατὰ τὴν πόλιν διαστασιάσειε πράγματα πατρῷον θάνατον καὶ ξυναίμου ὑστερογενοῦς ἐνωτισάμενος ἀναγόρευσιν, εἴτ᾽ οὖν ἡ ταῖς τῶν βασιλέων προβλήσεσί τε καὶ μεταθέσεσιν ἀεί πως ἐπεισερχομένη φιλοτάραχος καὶ νεωτεροποιὸς τῶν πλείστων ἔφεσις οὐκ εὔοδά οἱ τῷ νέῳ ἄνακτι καὶ ἀκίνδυνα τὰ κατὰ τὴν βασιλείαν διάθοιντο, διὰ τοῦτο πρὸς ἀμφιρρεπῆ κατάστασιν τοῦ καιροῦ διπλᾶ τῷ Ἰωάννῃ φιλότιμα θεσπίσματα ἐγχειρίζεται. τὸ δὲ κατὰ ῥοῦν προβῆναι τὰ τῆς ἀποστολῆς καὶ ὡς οὐκ ἦν τῷ πεπομφότι καὶ ἀφιγμένῳ διανοήσασθαι κάλλιον ἢ ἐπεύξασθαι συνέσχε μὲν τὸ βραβεῦον τὰ χρύσεα, ἐξέφερε δὲ τὸ χορηγοῦν τὰ ἀργύρεα.

Καὶ οἱ μὲν οὕτω τὴν βασιλικὴν προπαρεσκεύασαν εἴσοδον. ὁ δὲ βασιλεὺς τὰ ὅσια τῷ πατρὶ ἐκτελέσας καὶ ταῖς ναυσὶ τὸ σῶμα ἐνθέμενος, αἳ τῷ Πυράμῳ ποταμῷ ἐνωρμίζοντο, ὃς Μοψουεστίαν λιπαίνων θαλάσσῃ προσπλέκεται, τά τε κατ᾽ Ἀντιόχειαν, ὡς ὁ καιρὸς ἐνεδίδου, καταστησάμενος, ἀπάρας τῆς τῶν Κιλίκων διὰ τῆς ἄνω καλουμένης Φρυγίας ἐπεπορεύετο· ὅτε καὶ ὑπὸ Περσῶν ἑάλωσαν καὶ πρὸς τὸν Ἰκονίου τηνικαῦτα κρατοῦντα Μασοὺτ ἀπηνέχθησαν ὅ τε πρὸς πατρὸς τῷ Μανουὴλ ἐξάδελφος, ὁ Κομνηνὸς δηλονότι Ἀνδρόνικος (οὗτος δὲ καὶ ὕστερον Ῥωμαίων κατετυράννευσε), καὶ ὁ Δασιώτης Θεόδωρος, ᾧ εἰς γαμετὴν Μαρία ἥρμοστο, ἣν ὁ τοῦ Μανουὴλ κασίγνητος ὁ σεβαστοκράτωρ Ἀνδρόνικος ἔτεκε. κατὰ γὰρ θήραν ἀγρίων τῆς ὁδοῦ ἐκτραπόμενοι, ἧς τὸ στράτευμα εἴχετο, ἔλαθον ἐμπεσόντες πολεμίων χερσί, καὶ θηρᾶν ἐπιβαλόμενοι κνώδαλα θηρευταῖς ἀνθρώπων περιπεπτώκασι. τότε μὲν οὖν ὁ βασιλεὺς μὴ πράξεσιν ἑτέραις τὸν νοῦν ἐφιστᾶν δυνάμενος, ἀλλὰ τῆς προκειμένης ἅπας γινόμενος καὶ ταύτης καὶ βραχύ τι γοῦν ἀποσχέσθαι κρίνων ἀσύμφορον, οὐδὲ τῶν κατὰ τοὺς ἄνδρας τούτους ὡς ἔδει πεφρόντικεν ἢ βασιλικῶς αὐτοῖς ἐπήμυνε· μετέπειτα μέντοι ζωαγρίων ἄνευ ἐλύσατο καὶ τὸ πόλισμα τὴν Πρακάναν, ὃ δὴ τῆς Σελευκείας ἐχόμενα ἵδρυται, Ῥωμαίοις ἐπανεσώσατο παρὰ Περσῶν πορθηθέν.

Ὡς δὲ τὴν βασιλίδα πόλιν ἐπεφθάκει ὁ Μανουήλ, ἀσμένως παρὰ τῶν ταύτης οἰκητόρων προσδέχεται, τοῦτο μὲν ὡς τὴν πατρῴαν βασιλείαν παρειληφώς, τοῦτο δ᾽ ὅτι καὶ παρὰ πᾶσιν ἀσπάσιος ἦν, ἐπεὶ κἀν τῷ οὔπω ἀκριβῶς μείρακι τὴν σύνεσιν ἔσωζε τῶν καταγηρασάντων ἐν τοῖς πράγμασι πλείονα, πολεμικός τις καὶ φιλοκίνδυνος κἀν τοῖς δεινοῖς ἀκατάπληκτος καὶ μεγαλόφρων δεικνύμενος καὶ πρὸς μάχας τελῶν ὀξύρροπος. ἐπέπρεπε δὲ καὶ χάρις ἐπὶ τοῦ προσώπου τῷ νεανίᾳ καὶ τῷ τῆς ὄψεως ὑπομειδιῶντι τὸ ἐπαγωγὸν ἐπεσύρετο, εὐμήκης ὢν τὴν ἡλικίαν, κἂν ἐπένευέ τι τοῦ ἰθυτενοῦς μέτριον. τὴν δὲ χροιὰν οὔτε κατὰ τοὺς σκιατραφουμένους λευκὸς ἦν καὶ χιονώδης, οὔτε μὴν ἄγαν καπνηρός, ὡς οἱ πολὺν τὸν ἥλιον ἐπὶ τοῦ προσώπου δεξάμενοι καὶ οὓς παρέβλεψαν ἀκτῖνες θερμότεραι, ἀλλὰ τῆς λευκῆς θέας ἀναχωρῶν, τῷ δὲ μέλανι προσεγγίζων χρώματι εὐπρεπείας καὶ οὕτως εἴχετο.

Διὰ ταῦτα τοίνυν ὑπτίαις ἀγκάλαις περιχυθέντων τῶν πολιτῶν, εἴσεισιν ἀσμένως τὰ βασίλεια πλατέσι καὶ ἀνεωγόσι περικροτούμενος στόμασιν. ἐν δὲ τῷ παριέναι μεθ᾽ ἵππου Ἄραβος ἐριαύχενος τὰ ἀνάκτορα καὶ μέλλειν εἰσιέναι διὰ τῆς πύλης, μεθ᾽ ἣν ἡ ἐκ τῆς ἕδρας ἀπόβασις ἐφεῖται μόνοις τοῖς αὐτοκράτορσιν, ὁ ἵππος, ὃς ἦν τὸν βασιλέα ὀχῶν, ἐς ἀκουστὸν χρεμετίσας καὶ συχνὰ κόψας ἄκραις ὁπλαῖς τὸ δάπεδον εὐήνιά τε προποδίσας καὶ περιδινηθεὶς ἀγέρωχα ὑπερέβη ὀψέ ποτε τὸν οὐδόν. ἀγαθὸν οὖν ἔδοξε τοῦτο τοῖς συνιοῦσι κομψοῖς ἐπεισόδιον, καὶ τούτων μάλιστα οἳ περικεχήνασιν οὐρανόν, τὰ δ᾽ ἐν ποσὶ μόλις ἔχουσι διορᾶν, καὶ διὰ τῶν ἱππείων σχηματισμῶν καὶ συχνῶν περιελιγμάτων μακραίωνα περιτελλομένην ζωὴν τῷ αὐτοκράτορι ἀπεφοίβαζον.

Θύσας οὖν τὰ ἀναγορευτήρια θεῷ καὶ ἐπιβατήρια σκέπτεται περὶ τοῦ τὸν πατριαρχικὸν κληρωσομένου θρόνον καὶ τοὺς τῆς ἐκκλησίας χειρισομένου οἴακας καὶ ταινιώσοντος αὐτὸν ἐπὶ νεὼ Κυρίου τῷ αὐτοκρατορικῷ στεφανώματι· ὁ γὰρ Στυπῆς Λέων θανάτῳ ἐξ ἀνθρώπων ἐγένετο. κοινοῦται οὖν τὰ τῆς γνώμης τοῖς ἐκ τοῦ καθ᾽ αἷμά οἱ σεμνώματος καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ ὅσοι τοῦ βήματος ἔντροφοι· καὶ πολλῶν εἰς τὴν μεγίστην ἀρχιερατείαν ἐγκρινομένων, ἡ νικῶσα ψῆφος καὶ τῶν ἁπάντων σχεδὸν πρὸς τὸν ἀπὸ τῆς μονῆς τῆς Ὀξείας ῥέπει μοναχὸν Μιχαήλ· οὗτος γὰρ καὶ ἀρετῇ περιώνυμος ἦν καὶ τῆς ἡμετέρας ἐν μεθέξει παιδεύσεως.

Προβληθεὶς οὖν ὁ Μιχαὴλ πατριάρχης ἐξ αὐτῆς τὸν χρίσαντα χρίει τὰ ἱερὰ ἐσαφικόμενον μέλαθρα. συμβαίνει δὲ τῷ βασιλεῖ καὶ ὁ ἀδελφὸς Ἰσαάκιος καὶ ὑπὲρ δόξαν τὴν τῶν πολλῶν ἀντεδίδοσαν ἀλλήλοις τὼ ἀδελφὼ τὴν εὔνοιαν. ἦν δὲ ὁ Ἰσαάκιος διὰ τὸ εἰς χόλον εὐέμπτωτον καὶ τὸ ἐκ μικρᾶς πολλάκις αἰτίας ἐς κολάσεις ὑπερόγκους διαρριπίζεσθαι δυσξύμβλητος τοῖς πολλοῖς. ἔτρεφε δὲ καὶ τὸ ψοφοδεὲς ἀγεννές, καὶ ταῦτα τηλίκος ὤν, καὶ ἀνδράσιν ἀνόμοιον. ἦν οὖν ὁ βασιλεύτατος Ἰωάννης ὁ τούτου πατὴρ καὶ κατὰ τοῦτο παρὰ πᾶσι μακαριστὸς καὶ τῆς ἀοιδίμου λήξεως καὶ δι᾽ εὐφήμου κείμενος μνήμης, ὅτι τὸν Μανουὴλ εἰς τὸ κρατεῖν καὶ βασιλεύειν ὑπὲρ αὐτὸν ἐδικαίωσεν.

Τοῦ δὲ Μασοὺτ τὰ πρὸς ἕω ληϊζομένου καὶ κατατρέχοντος, ἔξεισιν ὁ Μανουὴλ κατ᾽ αὐτοῦ. καὶ δὴ γεγονὼς κατὰ τὰ Μελάγγεια τοὺς ἐκεῖσε Πέρσας μετῆλθε· πρὸς δὲ τῆς τῶν Μελαγγείων φυλακῆς τε καὶ ἀνακτίσεως ἐπιμεληθεὶς εἰς τὴν βασιλεύουσαν ἐπάνεισι πόλιν, νόσῳ προσπαλαίσας πλευρίτιδι.

Ἀλλὰ καὶ τὸν τῆς Ἀντιοχείας πρίγκιπα Ῥαϊμοῦνδον μετιέναι δεῖν οἰηθείς, ταῖς Κιλικίαις ἐπιφυόμενον πόλεσιν, αἳ Ῥωμαίοις ἦσαν κατήκοοι, στρατιὰν ἔπεμψεν, ἡγεμόνας αὐτῇ ἐπιστήσας τοὺς ἀδελφόπαιδας Κοντοστεφάνους, τόν τε Ἰωάννην καὶ τὸν Ἀνδρόνικον, καί τινα Προσοὺχ οὐκ ἄϊδριν τὰ πολέμια· καὶ νῆας δὲ προσεπεπόμφει μακράς, ὧν ἡγεῖτο Δημήτριος ὁ Βρανᾶς.

Ἀμέλει καὶ τῶν κακῶς ἐκεῖσε πασχόντων πόλεων καὶ φρουρίων δεούσης ἐπικουρίας τετυχηκότων, κατὰ Περσῶν ἐκστρατεύειν αὖθις προέθετο· ἤδη γὰρ οὗτοι τὰ περὶ τὸν Πιθηκᾶν ἐρύματα ὑπαγαγέσθαι σπεύδοντες καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐμβάλλοντες τὰ ἐν ποσὶν ἐληΐζοντο. ὑπερβὰς τοίνυν Λυδίαν καὶ ταῖς κατὰ Φρυγίαν καὶ Μαίανδρον ποταμὸν ἐπιστὰς πόλεσιν αὐτάς τε τῶν ἐπηρτημένων κινδύνων ἀπήλλαξε καὶ τοὺς Πέρσας φοβήσας ἐδίωξε. γενόμενος δὲ κατὰ τὸ Φιλομίλιον κἀκεῖσε τοῖς Τούρκοις προσέμιξεν· ἔνθα καὶ τὸν τοῦ ποδὸς ἐτοξεύθη ταρσὸν παρὰ Πέρσου τινὸς καταβληθέντος μὲν ὑπὸ βασιλέως τῷ δόρατι, ἐν δὲ τῷ ἀνατραπῆναι τὸ βέλος ἐπαφέντος κατὰ τοῦ πέλματος. δόξας δὲ παρ᾽ αὐτοῖς φοβερὸς εἶναι τὰς πράξεις καὶ εὔτολμος καὶ τοῦ πατρὸς Ἰωάννου φιλοκινδυνότερος οὐχ ᾑρεῖτο γενέσθαι παλίνστροφος, οὐδ᾽ ἐπείθετό οἱ τοῖς συμβουλεύουσι μνησθῆναι καὶ νόστου ποτέ, μήπως ἐπισυστάντες οἱ Πέρσαι ὡς ἤδη περὶ τῶν ὅλων ἀπογινώσκοντες κακῶς τὸ καθ᾽ αὑτὸν διάθωνται στράτευμα.

Ἀμέλει καὶ τὸ πρόθυμον ἐπιτείνας ἐς αὐτὸ τὸ Ἰκόνιον ἤλασεν. αὐτὸς μὲν οὖν ὁ Μασοὺτ μεταναστεύσας ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Τάξαρα, ἅ ἐστιν ἡ πάλαι λεγομένη Κολώνεια· τῶν δὲ θυγατέρων αὐτοῦ μία τῶν τειχῶν ἄνω ἐκκύπτουσα, ἥτις καὶ συνῳκηκέναι ἐλέγετο τῷ ἐξαδέλφῳ τοῦ βασιλέως Ἰωάννῃ τῷ Κομνηνῷ, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος, κατὰ δὲ μικρολυπίαν τοῦ θείου καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ ἀποδρὰς τῷ Μασοὺτ προσερρύη, ὑπὲρ τοῦ πατρὸς καὶ σουλτάνου πιθανὸν ἐτίθετο τὸν ἀπόλογον. βασιλεὺς δὲ ἀγχοῦ τῶν περιβόλων τοῦ Ἰκονίου γενόμενος καὶ τὰ τείχη τῷ στρατῷ διαζώσας τόξα τε τείνειν ἐπὶ τὰς ἐπάλξεις τῇ νεολαίᾳ ἐνδοὺς καὶ τοῖς νεκροδόχοις σήμασιν ἐνυβρίζειν οὕτως ἐκεῖθεν ἐξώρμησε καὶ παλίμπους ἐφέρετο. ἐν δὲ τῇ ἀπάρσει λόχους ὑποκαθισάντων τῶν πολεμίων καὶ τὰ ἀμφιλαφῆ χωρία προειληφότων μείζους τῶν προτέρων ἀνερράγησαν πόλεμοι. ἐναγωνίως δὲ καὶ τούτων διῳκημένων ἐς τὴν βασιλεύουσαν πόλιν ἀνέζευξεν.

Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς οὗτος ἐξ Ἀλαμανῶν, γένους τῶν ἐπὶ δόξης καὶ πάνυ λαμπρῶν. αὕτη μέντοι οὐ τοσοῦτον τοῦ σωματικοῦ κάλλους ἐφρόντιζεν, ὅσον τοῦ ἔνδον καὶ περὶ ψυχὴν ἐπεμέλετο. οὐκοῦν ἐξομνυμένη τὰ ἐκ τῶν κόνεων ἐπιτρίμματα καὶ τοὺς τῶν ὀφθαλμῶν ὑπογραμμοὺς καὶ τὸν πλάστην τὸν κάτωθεν καὶ τὸ τεχνικὸν ἀλλ᾽ οὐ φυσικὸν ἔρευθος καὶ ταῖς ἄφροσι τῶν γυναικῶν αὐτὰ ἐπιρρίπτουσα ταῖς ἀρεταῖς προσανεῖχε καὶ ὡραΐζετο. εἶχε δὲ τὸ μὴ ἐπικλινὲς ἐθνικὸν καὶ τὸ τῆς γνώμης ἐκέκτητο δυσμετάθετον. ὅθεν οὐδ᾽ ὁ βασιλεὺς προσεῖχεν αὐτῇ τὰ πολλά, ἀλλὰ τιμῆς μὲν καὶ δορυφορίας καὶ τῆς λοιπῆς λαμπροφορίας βασιλικωτάτης μετεῖχε, τὰ δ᾽ ἐς τὴν κοίτην ἠδίκητο. νέος γὰρ ὢν ὁ Μανουὴλ καὶ ἐρωτικὸς τῷ τε ἀνειμένῳ βίῳ καὶ ταῖς τρυφαῖς προσανέκειτο καὶ συσσιτίων καὶ κώμων ἐξείχετο καὶ ὅσα τὸ νεοτήσιον ἄνθος ὑπέβαλλε καὶ ἐμύουν οἱ πάνδημοι ἔρωτες διεπράττετο. καὶ πρὸς τὰς μίξεις ἀκάθεκτος ὢν καὶ πολλαῖς θηλυτέραις ἐπιθορνύμενος ἔλαθε καὶ δι᾽ ὁμογνίου τρυμαλιᾶς ἀθεμίτως ἐμπερονῶν. καὶ ἦν ἐκείνῳ μόλυσμα τὸ πραχθέν, διαλωβοῦν καὶ καταχέον ἀπρέπειαν, ὅσα καὶ ὄψεως χαριέσσης ἐκφυεῖσά που τοῦ προσώπου ἀκροχόρδων ἢ ἀλφῶν ἐξανθήματα.

Ἐμέλησε δὲ καὶ τῶν κοινῶν τῷ βασιλεῖ τῷδε πράξεων. καὶ τῶν μὲν δημοσίων εἰσφορῶν φροντιστὴν καὶ λογιστὴν μέγιστον τὸν ἐκ Πούτζης Ἰωάννην προβάλλεται καὶ αὐτός, ὥσπερ ὁ πατὴρ ἐκείνῳ καὶ βασιλεὺς πρότερον, ὄντα καὶ τοῦ δρόμου πρωτονοτάριον, μελεδωνὸν δὲ μεσεύοντα καὶ τῶν οἰκείων ὑποδρηστῆρα διαταγμάτων τὸν Ἁγιοθεοδωρίτην τίθησιν Ἰωάννην. καὶ ἦν ὁ μὲν τῷ προσώπῳ τοῦ βασιλέως ἀεὶ ὀπτανόμενος καὶ τὰ τούτου ἐντάλματα ὅσα καὶ ἐμφάσεις ἐκ κρείττονος μοίρας δεχόμενος, ὑπουργοῖς δὲ οὐκ ὀλίγοις τῶν γραφομένων καὶ λεγομένων ἐκέχρητο λογίοις ἀνδράσιν, ὅσοις ἡ αὐλὴ ἐνέβριθεν ἡ βασίλειος, πρὸ πάντων δὲ τῷ Στυππειώτῃ Θεοδώρῳ, περὶ οὗ δηλώσομεν ἐν τοῖς ἐφεξῆς.

Ἦν δὲ ὁ ἐκ Πούτζης Ἰωάννης δεινότατος τὰ δημόσια, φορολογίας παιπάλημα καὶ ἐπίτριμμα, καὶ τῶν μὲν ὄντων δασμοφορημάτων συζητητὴς ἀκριβέστατος, τῶν δὲ οὐκ ὄντων εὑρετὴς ἀπαράμιλλος. ἐξήσκητο δὲ καὶ τὸ ἦθος ὑπὲρ πάντας ἀδυσώπητον καὶ ἀμείλικτον. εὐκοπώτερον γὰρ ἄν τις ἀμειδῆ καὶ ἀγέλαστον πέτραν ἐμάλθαξεν, ἢ ἐκεῖνον ἐν τοῖς ἀβουλήτοις ὑπέκλινεν. ὃ δὲ τούτου θαυμασιώτερον, οὐ μόνον οὐκ ἦν δακρύοις ἄτεγκτος, σχήμασι δεητηρίοις ἀπροσκλινής, ἀργυρίου ἀτίνακτος ἑλεπόλεσι καὶ χρυσίου ἀγοήτευτος φαρμακεύμασιν, ἀλλ᾽ εἶχε καὶ τὸ δυσέντευκτον ὡς ἀπάνθρωπον. τὸ δὲ τοῖς τότε θυμαλγὲς καὶ δυσύποιστον, οὐδ᾽ ἀπόλογος ἦν παρ᾽ αὐτῷ καθαρῶς ἐφ᾽ οἷς ὁ προσιὼν προετίθετο, ἀλλὰ χαίρων τὰ πλεῖστα τῇ ἀφασίᾳ, ἐνιαχοῦ καὶ ἀπροσήγορον παρῄει τὸν παραβάλλοντα. τοσαύτην δ᾽ ἐκ βασιλέως ἰσχύν τε καὶ ἐξουσίαν περιεζώννυτο, ὡς ἃ μὲν ἠβούλετο τῶν βασιλικῶν θεσπισμάτων ἀποπέμπεσθαι καὶ διαρρηγνύειν, ἔνια δὲ καὶ τοῖς δημοσίοις ἐγγράφειν κώδιξιν.

Ὑποθήκῃ δὲ τοῦ ἀνδρὸς τούτου χρῆμά τι κοινωφελὲς καὶ ταῖς νήσοις πάσαις σωτήριον καὶ τοῖς πρώην βασιλεῦσι συντηρηθὲν ἀπαράβατον ὁ βασιλεὺς Ἰωάννης ἀξυμφόρως κατήργησε. τὰ γὰρ ἐκ τῶν πλευστικῶν ἐρανιζόμενα στρατειῶν, διαδιδόμενα πάλαι τῷ ναυτικῷ, εἰς τὸ ταμιεῖον οὗτος παρειπάμενος μετωχέτευσε καὶ τὰς ἀπὸ τῶν νήσων ἐκ τύπου παρεχομένας τριήρεις αὐτάνδρους μικροῦ κατεπόντωσε παραφάμενος. ὑποθέμενος γὰρ ὡς τὸ μὲν τῶν τριηρέων χρῆμα οὐκ ἀεὶ τῇ πολιτείᾳ καὶ τῷ κοινῷ ἐπιτήδειον, τὰ δ᾽ ὑπὲρ τούτων ἀναλώματα οὐκ εὐάγκαλα καὶ ἐπέτεια, καὶ δεῖν αὐτὰ μὲν τὸ ταμιεῖον ἐγκολπίζεσθαι, χρείας δ᾽ ἐνισταμένης ἐκ τῶν βασιλικῶν θησαυρισμάτων τὸν ὀψωνιασμὸν παρέχεσθαι τῷ ναυτικῷ, ἔδοξεν εἶναι ἀνδρῶν ὁ βέλτιστος καὶ τὴν φύσιν τῶν πραγμάτων ἠκριβωκὼς ὁ καταποντιστοῦ σκέμμα εἰσενεγκάμενος. τοῖς γὰρ ἁδροῖς τὸν βασιλέα ἐν τῷ ταῦτα εἰσηγεῖσθαι παρακέκρουκε δαπανήμασι καὶ αὖθις τῷ μετρίῳ τῆς καταβολῆς διακέχυκε. καὶ νῦν ἐκ τῆς κακοβουλίας ταύτης εἴτ᾽ οὖν σμικροπρεπείας θαλασσοκρατοῦσιν οἱ πειραταὶ καὶ κακῶς πεπράγασι ταῖς λῃστρίσιν αἱ παραθαλαττίδιοι Ῥωμαίων χῶραι καὶ ὡς ἂν κατεύξαιντο οἱ διάφοροι. εἰ δὲ καὶ τὸν στάχυν ἴσμεν τοῦ σπείραντος, ἀλλὰ καὶ τὸν ἀμήσαντα προσεπαιτιώμεθα, καὶ εἰ ὁ ἐμπρησμὸς τοῦ ἀνάψαντος, ἀλλὰ καὶ τοῦ κατασβέσαι δυναμένου, δρᾶσαι δέ τι τοιοῦτον ὅλως μὴ βουληθέντος.

Ἀλλ᾽ ἕως τότε φιλοδημόσιος λογιστὴς καὶ δεινὸς καὶ φειδωλὸς οἰκονόμος καὶ ὀβολοστατῶν ἀτεχνῶς δασμολόγος ὁ Ἰωάννης ἐδείκνυτο, ἕως ἀκαθαίρετον εἶχε τὴν δυναστείαν καὶ τὸ ποιεῖν ὅσα καὶ πρὸς βουλῆς ἀνεξέλεγκτον καὶ ὅσα βουλητὰ τούτῳ καὶ δυνατά. ἐπειδὴ δὲ μεθαρμοζόμενόν οἱ ἑώρα τὸ δύνασθαι καὶ τὸ εὐπαρρησίαστον παραιρούμενον καὶ ὑπορρέουσαν κατὰ βραχὺ τὴν ἰσχύν, οἷα καὶ ἑτέρων κρατυνομένων παρὰ βασιλεῖ κἀκ τοῦ ἄγαν ἐκκρουόντων καὶ περιτρεπόντων αὐτόν, μετῆρεν ἅπερ ἦν θέμενος ὅρια, καὶ δραπέτης τῷ καιρῷ καὶ τοῖς πράγμασι προσφυεὶς ἀμφοτέραις τούτων ἔχεταί τε καὶ περιέχεται. οὐκοῦν καὶ πρός τινα τῶν συνήθων εἰπὼν “ἄγε πλουτήσωμεν„ ἑτεροίας γνώμης παντάπασιν γίνεται· καὶ τὴν ἐναντίαν ἐκ τοῦ παραυτίκα τραπόμενος λημματισμοῖς προσανεῖχεν ὡς ἄλλος τῶν τότε οὐδείς. καὶ ἐμβλέψας ἱλαρὸν τοῖς ὡς αὐτὸν ἀπαντῶσι καὶ εὐπροσηγόρως αὐτοὺς προσφθεγξάμενος, εἰ φέρουσι χρυσίον ἐγκόλπιον, περιεργότερον κατεσκέπτετο. καὶ γυναῖκα τῶν ἀπερριμμένων καὶ ἀπηνθηκυιῶν εὐγενῶν ἁρμοσάμενος καὶ παίδων ἀκούσας πατὴρ διένειμε τούτοις πλοῦτον βαθὺν καὶ ἀρκετὸν εἰς ἡδονάς.

κίμβιξ δὲ ὢν εἰς ἄκρον καὶ γνίφων καὶ δυσγρίπιστος οὐδ᾽ ἄνω ἆραι τὰ βλέφαρα, πειρώμενον ἀναβλέψαι καὶ εἰς πτωχοὺς ἀτενίσαι, παρῆκε τὸν πλοῦτον, ἀλλὰ πεδήτην εἶχε διὰ παντὸς δεσμοῖς ἀρρήκτοις ἀλύτοις τε καὶ ἀπρόϊτον δήπου, ὅσα καὶ Δανάην ὁ πάλαι Ἀκρίσιος. καὶ σμικρολογίαν νοσῶν καὶ γλισχρότητα καὶ τὰ πεμπόμενα πολλάκις τῶν ἐδωδίμων ἀνέπεμπεν εἰς τὸ πωλητήριον· καὶ δεῖγμα, ὡς ἰχθύας σύακα καὶ λάβρακα, ὡς μὲν μεγίστους ὡς δὲ πίονας, παρά τινων αὐτῷ πεμφθέντας, τρισσάκις ἀπέδοτο καὶ τοσαυτάκις ἐναλλὰξ ἐωνημένους κατὰ χρείαν παρ᾽ ἑτέρων εἰσηνέγκατο. καὶ ἦσαν ἄντικρυς ἁλιεῖς οἱ ἰχθύες, ὃ πεπόνθασι δρῶντες, ὡς μὲν ἄγκιστρον χαλῶντες τὸ μέγεθος, περιτιθέντες δὲ τὴν πιμελὴν ὡς δελήτιον, καὶ οὕτω κατασπῶντες τοὺς παριόντας εἰς τὴν ἐκείνων εἰσοίκησιν.

Ἄλλοτε δὲ διημερεύσας ἐς τὰ ἐν Βλαχέρναις ἀνάκτορα κἀκεῖθεν πρὸς ὀψίαν ἐπαναλύων, ἐπεὶ θεάσαιτο παρὰ ταῖς καπηλίσι προβεβλημένην ἐνόδιον ἐδωδήν, ἣν ἡ κοινὴ διάλεκτος ἁλμαίαν ὠνόμασεν, ἠράσθη ζωμοῦ ἐμφορηθῆναι καὶ τῆς τοῦ λαχάνου σχίδακος ἀποτραγεῖν. εἰπόντος δέ τινος τῶν ὑπηρετουμένων, ὃς Ἀνζᾶς ὠνομάζετο, ὡς νῦν μὲν χρεὼν ἀνασχέσθαι καὶ κολάσαι τὴν ἔφεσιν, εὑρήσει δὲ καὶ κατ᾽ οἶκον γενόμενος ὃ ζητεῖ ὄψον παρατεθειμένον αὐτῷ εὐτρεπές, δριμὺ καὶ τιτανῶδες ἐμβλέψας πολὺς ἐνέκειτο σχέδην ἀποπλῆσαι τὸν ἔρωτα. ἀμέλει καὶ τὸ τρύβλιον ἁρπαλέως περιχυθεὶς ταῖς χερσὶ τῆς πωλητρίας ὀχούμενον, ὅπερ ἔστεγεν ἔνδον τὸ ἐκείνῳ ἐράσμιον ἔδεσμα, ἐγκύψας ἀμυστὶ καὶ χανδὸν ἐνεφορεῖτο τοῦ ζωμιδίου καὶ τῷ λαχάνῳ πολλάκις ἐνέχανε. καὶ οὕτως στατῆρα χάλκεον τοῦ κόλπου ἐξενεγκών τινι τῶν ὑπὸ χεῖρα παρέσχετο, ἐπισκήψας ἀναλῦσαι τοῦτον ἐς τέτταρας ὀβολούς, καὶ δύο μὲν καταθέσθαι τῇ ὀψοπώλιδι, τοὺς δὲ λοιποὺς ταχέως εἰσκομίσαι αὐτῷ.

Ἔστι δ᾽ ὅτε λαμπρὸς λαμπρῶς τὴν ἀγορὰν διϊὼν καὶ ὡς εἴθιστο γεραρώτερον καὶ πολυοχλίαν ἐπισυρόμενος ἱππείας ὁπλῆς ὠξυδέρκησε σιδήριον, ὃ δὴ ἐπὶ τριόδου παρέρριπτο. ἐπιστὰς τοίνυν ὡς εἶχε τῆς φαντασίας καὶ τοῦ τῶν πολλῶν κρότου ὁ ἶσα καὶ θεῷ κυδαινόμενος ἐπιτρέπει τινὶ τὴν τοῦ σιδήρου ἀνάληψιν. ἦν δὲ τοῦτο οὐκ ἐκκρουσθὲν ἱππείας ὁπλῆς, οὐδ᾽ εἰκῇ πως παρερριμμένον, ἀλλ᾽ ὑπὸ παιδίων ἀθυρόντων κατ᾽ ἀγορὰν καὶ τοὺς παριόντας διακινούντων ἐς γέλωτα πυρὶ κατανθρακωθὲν καὶ τῷ δαπέδῳ ἐνερεισθέν. ἀποβὰς οὖν ὁ ὑπηρέτης ἐξ ἐπιτάγματος τοῦδε τοῦ ἀνδρὸς καὶ τοῦ σιδήρου λαβόμενος διωλύγιόν τι ἀνεβόησε, κακῶς ἐς τὰς χεῖρας παθών. τὰ δ᾽ ἐπὶ τούτοις οἱ μὲν παῖδες ἦσαν ἐν καγχασμοῖς συμβρασσόμενοι τῷ παντὶ σώματι, οἱ δὲ συνοδοιπόροι ἐν μωκείᾳ καὶ θαύματι, εἰ οὕτω κἀπὶ τοῖς λεπτεπιλέπτοις γλισχρεύεται ὁ δυσγρίπιστος.

Οὐ καινὸν οὖν, εἰ θανὼν ὁ ἐς τοσοῦτον ἐρασιχρήματος οὐ μόνον οὐχ εὑρέθη χρημάτων ἀποθήκαις ἐνευθηνούμενος, ἀλλὰ καὶ γραμματέων καλαμῖδας ταμιουλκῶν στικτὰς χρώμασιν. Εὐρόει δὲ καὶ τῷ Ἁγιοθεοδωρίτῃ Ἰωάννῃ τὰ διαβούλια, πλὴν τούτῳ ἡ ταχύπους τῶν πραγμάτων φορὰ καὶ ἀγχίστροφος ὑποσκελιστὴν ἐνδέξιον τὸν Στυππειώτην ἐφιστᾷ Θεόδωρον, ὃς συντρέχων ἢ ἀντιτρέχων τῷ Ἰωάννῃ καὶ μετὰ τοῦτον ἔχων τὰ δεύτερα οὐκ ἠνείχετο οὐδ᾽ ἠγάπα τοῖς παροῦσιν ἐφ〈ικτ〉οῖς, ἀλλὰ τῆς κορυφαίας γλιχόμενος καὶ περὶ τὴν ἀκρώρειαν λιχνευόμενος ὅλον πρὸς τὸ ἀνώτατον τὸν δρόμον ἐπέτεινε. καὶ δὴ καιροῦ λαβόμενος, καθ᾽ ὃν οὐκ ὀλίγα ξυνέπεσε τὰ διάφορα μεταξὺ ἀνδρὸς εὐγενοῦς, τοῦ Παλαιολόγου φημὶ Μιχαήλ, καὶ τοῦ Βαλσαμὼν Ἰωσήφ, ὃς γαμβρὸς ἦν τοῦ Ἁγιοθεοδωρίτου ἐπ᾽ ἀδελφῇ, ἐπέθετο κραταιότερον καὶ συντείνας ἐξοστρακίζει τοῦτον τῶν ἀνακτόρων ὡς ἀπὸ σκοπιᾶς οὐρανίου καὶ ὡς εἰς χῶρον ἐκσφενδονᾷ μυχαίτατον τὴν πραιτωρίαν ἀρχὴν τῆς Ἑλλάδος καὶ τῆς τοῦ Πέλοπος, εὖ τὰ ἐκεῖ διαθήσοντα καὶ τὰς τῶν εἰρημένων ἀνδρῶν διαλυσόμενον ἔριδας. οὐκοῦν ὁ μὲν ἐσκευαγώγει τὰ πρὸς τὴν ἔξοδον. ἡ δὲ τύχη μηδὲ καθαρῶς τὴν τούτου μετάβασιν ἀναμείνασα πρὸς τὸν Στυππειώτην μετεσκευάσατο καὶ προσπλακεῖσα, πῶς ἂν εἴποι τις, ἀσμένως καὶ χαριέστατα ταῖς καθ᾽ ὥραν ἐκλέϊζεν ἀναβάσεσι καὶ τὴν ἐκ δόξης εἰς δόξαν παρεῖχεν ὕψωσιν.

καὶ τέλος τὸν μὲν εἰς τὴν τοῦ ἐπὶ τοῦ κανικλείου προβιβάζει μεγαλοπρεπῆ τιμὴν καὶ τὴν παρὰ τῷ βασιλεῖ μεγίστην οἰκείωσιν καὶ μείζοσιν ἑτέραις κατακυδροῖ προκοπαῖς, τὸν δ᾽ ἀγνωμονοῦσα καὶ βλωμοῦ ἄρτου τίθησι προσδεᾶ. καὶ οὐκέτι τὰ δεδογμένα μετήμειψεν ἢ ὅλως ἐσέπειτα μετηλλοίωσεν, ἀλλ᾽ ἔμεινεν ἡ ἀκροσφαλὴς ἐπὶ ταὐτοῦ τὸ καινότατον. τὸ δ᾽ ἀπὸ τοῦδε ἦγε τὰ πράγματα ὁ ἀνὴρ ὅδε ὡς ἠβούλετο, βαθυγνώμων ὢν καὶ πεπνυμένος καὶ ἐπίχαρις τὸ ἦθος καὶ πτηνὸς τὴν φρόνησιν. ᾑρεῖτο δὲ ὅσα ἐπέταττε βασιλεύς, ἐπέταττε δ᾽ οὗτος ὅσα ἐκεῖνος ἠβούλετο.

Ἦν δὲ τῷ τότε καὶ βασιλεὺς λημμάτων αἰσχρῶν ἐλεύθερος, θάλασσα φιλοδωρίας, ἐλέους ἄβυσσος, τῷ προσηνεῖ τοῦ ἤθους εὐέντευκτος καὶ τὴν βασίλειον ἀρετὴν ἀπαράμιλλος, ψυχὴν εἰσέτι ἄτεχνον ἔχων καὶ γνώμην ἀπερίεργον. ὡς γὰρ ἀπήγγελλον ἡμῖν οἱ τὴν ἡλικίαν προήκοντες, ἐπὶ τὰς πλαγίῳ λόγῳ ᾀδομένας χρυσᾶς ἔννας οἱ τότε ἦσαν παλινδρομήσαντες ἄνθρωποι καὶ σμήνει ἐῴκεσαν μελισσῶν ἐκ πέτρης γλαφυρῆς βομβηδὸν ἰπταμένων ἢ οὐδὲν τῶν ἐπ᾽ ἀγορᾶς εἱλουμένων διενηνόχασιν ὅσοι τοὺς βασιλικοὺς χρυσῶνας εἰσῄεσαν, ὁποίου δή τινος φιλοτιμήματος ἀπολαύσοντες, ὡς τοὺς περὶ ταῖς πύλαις συνθλίβεσθαι καὶ πράγματα παρέχειν καὶ λαμβάνειν ἀμοιβαδόν, τοὺς μὲν ἐπειγομένους εἰσιέναι, τοὺς δὲ τὴν ἔξοδον ἐπισπέρχοντας. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.

Ἦν δὲ καὶ ἄλλως τὰ κοινὰ ταμιεῖα τὸ κατ᾽ ἐκεῖνο καιροῦ ἐκ τούτου εἰς τοῦτο ἐξερευγόμενα καὶ κατὰ τὰς συναγωγὰς τῶν ὑδάτων πλημμύροντα καὶ παραπτύειν τι τῶν ἔνδον πρὸς τοὺς ἐκτὸς καὶ πενομένους ἐθέλοντα, ὅσα καὶ γαστὴρ ἐγγίζουσα τοῦ τεκεῖν καὶ βαρουμένη τῷ ὑπερτελείῳ τοῦ ἀχθοφορήματος· ἡ γὰρ μερίδα τῷ θεῷ καὶ τῷ δικαίῳ διδοῦσα φορολογία τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Μανουὴλ καὶ τὸ μὴ τῶν δαπανημάτων ἄσωτον καὶ ἀκόλαστον εἰς σωρείας τὰ χρήματα ἐπεστοίβασε καὶ ὡς κάχληκας αὐτὰ συναγήοχεν. ἦν δ᾽, ὡς ἔοικε, καὶ τὸ θεῖον ἐπευλογοῦν καὶ πληθῦνον αὐτὰ κατὰ τὸ τοῦ ἐπαγγέλματος ἀδιάπτωτον, ὃ καὶ λῆψιν οὐρανίου εἰσηγεῖται μισθοῦ καὶ τὴν εἰς τὸ πολλαπλάσιον ἀνταπόδοσιν.

Ἀλλ᾽ οὐ μόνιμα τῷ βασιλεῖ Μανουὴλ τὰ τῆς ἀρίστης ταύτης προθέσεως, ἀλλὰ βραχύχρονα καὶ ἐπίκηρα· ἐς γὰρ ἄνδρας ἐλάσας ἀρχικώτερόν τε ἥψατο τῶν πραγμάτων, τοῖς ὑπὸ χεῖρα οὐχ ὡς ἐλευθέροις, ἀλλ᾽ ὡς κληρωτοῖς θεράπουσι προσφερόμενος, καὶ τὴν τῆς φιλοδωρίας συνέστειλεν ἔκροιαν, ἵνα μὴ λέγοιμι ὡς εἰς τὸ παλίρρουν αὐτὴν ἐβιάσατο καὶ τὸν ἀναδασμὸν ἔστιν ὅτε καὶ ἐφ᾽ οἷς ἐδικαίωσεν, οὐκ ἐκ τοῦ γνωμικοῦ δ᾽ οἶμαι τοσοῦτον αἰτίου (χρὴ γὰρ ἐν τοῖς ἀδήλοις ῥέπειν πρὸς τὸ φιλάνθρωπον), ὅσον ἐκ τοῦ μὴ κοτύλης δεῖσθαι ψηγμάτων, ἀλλ᾽ ἄντικρυς πελάγους Τυρσηνικοῦ ἃς εἶχε διευρύνας ἐξόδους τῶν δαπανῶν, ὡς προϊὸν δηλώσει τὸ λέγειν μοι.

Ἀλλ᾽ οὕτω διακυβερνωμένῳ τὴν βασιλείαν τῷ αὐτοκράτορι νέφος πολεμίων ἐκ τῶν ἑσπερίων κλιμάτων ἐπισυστάν, τετριγὸς δεινὸν καὶ ὀλέθριον, ἐς τὰ Ῥωμαίων ἐνέσκηψεν ὅρια, ἡ τῶν Ἀλαμανῶν φημι κίνησις καὶ ἡ τούτοις συνεξάρασα μοῖρα ὁμογενῶν ἑτέρων ἐθνῶν· οἷς καὶ θήλειαι κατελέγοντο ὡς ἄρρενες ἐφιππάζουσαι καὶ ταῖς ἐφεστρίσιν οὐ συμβάδην τὼ πόδε διαχαλῶσαι, ἀλλὰ περιβάδην ἀναίδην ἐποχούμεναι καὶ κοντοφόροι καὶ ὁπλοφόροι κατ᾽ ἄνδρας ὁρώμεναι καὶ ἀνδρείαν στολὴν περικείμεναι, αἳ καὶ ὅλως ἀρεϊκὸν ἔβλεπον καὶ ὑπὲρ τὰς Ἀμαζόνας ἠρρένωντο. μία δὲ καὶ ὑπεξῄρετο παρ᾽ ἐκείναις καθάπερ ἄλλη τις Πενθεσίλεια, ἥτις ἐκ τοῦ στίζοντος χρυσοῦ καὶ περιτρέχοντος τὰς ὤας καὶ τὰ λώματα τοῦ ἐσθήματος Χρυσόπους παρωνομάζετο.

Αὐτὸ δὲ τὸ τῆς κινήσεως αἴτιον πρόφασιν τὸ κυριακὸν παρεῖχε κενήριον καὶ ἡ πρὸς τὰ εὐθέα τῶν σκολιῶν καὶ ἐπιβούλων παρόδων ἑτοιμασία τοῖς ἐκ τοῦ γένους ἐκείνοις εὐθὺ τῶν Ἱεροσολύμων ἐθέλουσιν ἵεσθαι. ἔφασκον δὲ καὶ κατὰ τὴν ἔξοδον ἐκείνην μηδέν τι περιττὸν ἐπισύρεσθαι, ἀλλ᾽ ἢ τὰ πρὸς ἐξομάλισιν τῶν τρίβων ἀναγκαιότατα καὶ μόνα ἐπάγεσθαι. διὰ τούτων δὲ παρυπέφαινον οὐ πτύα καὶ τύκια καὶ σκαπάνας, θυρεοὺς δὲ καὶ θώρακας καὶ φάσγανα καὶ εἴ τι ἄλλο πρὸς πόλεμον ἐπιτήδειον. καὶ τοῦτο μὲν τὸ παρορμῆσαν ἐκεῖνοι προυβάλλοντο καὶ διώμνυντο. καὶ ἦν, ὡς ἐκ τῶν ὕστερον ἔδειξαν, οὐ κατεψευσμένα τὰ ὑπ᾽ ἐκείνων λεγόμενα.

Πέμψαντες δὲ πρεσβευτὰς ὡς διὰ φιλίας ᾐτοῦντο τὸν βασιλέα τὴν τῶν Ῥωμαίων παρελθεῖν καὶ ἀγορὰς αὐτοῖς παροδίους προτίθεσθαι, ἐξ ὧν ὠνήσονται καὶ ὅσοις ἄνθρωποι τρέφονται καὶ ἵπποις ξυμβέβληνται. ὁ δὲ βασιλεύς, ὡς εἰκός, ἐκ τοῦ παραχρῆμα διαταραχθεὶς τὴν ψυχὴν τῷ ἀέλπτῳ τοῦ πράγματος οὐκ ἀνῆκεν ὅμως τῶν συνοισόντων ἐπιμελόμενος· τοῖς τε πρέσβεσι διειλέχθη μετὰ προσηνείας τὰ πρόσφορα καὶ ἐπαινεῖν ὑπερβαλλόντως τὸ δρώμενον ὑπεκρίνετο καὶ ἄγασθαι αὐτοὺς τῆς εὐσεβοῦς προσεποιεῖτο προθέσεως. κἀκ τοῦ αὐτίκα δὴ μάλα ἑτοιμάσασθαι τὰ πρὸς διέλευσιν ἐπηγγέλλετο ἄφθονά τε εὐτρεπίσειν καὶ ἕτοιμα οὕτως λαβεῖν τὰ ὤνια ἰσχυρίζετο, ὡς εἴπερ οὐ δι᾽ ἀλλοτρίας, ἀλλὰ διὰ τῆς οἰκείας παρώδευον, ἂν δώσουσι μόνον ὅρκια πιστά, ὡς θεοφιλὴς αὐτοῖς ἡ δίοδος ἀληθῶς καὶ ὡς ἀμαχητὶ τὰ Ῥωμαίων ὅρια ὑπερβήσονται.

Ταῦτ᾽ οὖν, ὡς εἰκὸς ἦν, καταστησάμενος, ἁπανταχῇ διεκπέμπει βασίλεια διατάγματα προεκκεῖσθαι τὰ ζωαρκῆ τῶν ὁδῶν, καθ᾽ ἃς οἱ ἐξ ἑσπέρας στρατοὶ διελεύσονται· καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκολούθει. ὑποβλεπόμενος δὲ καὶ διεννοῶν, μή πως ἐν δέρματι προβάτων λυκιδεῖς ἔρχωνται ἢ ὄνῳ ὑποκρύπτωνται λέοντες ἀπεναντίας τῷ μυθικῷ διηγήματι ἢ τὴν λεοντῆν ξυνέχωσι τῇ ἀλωπεκῇ, τὰς Ῥωμαϊκὰς ἀθροίζει δυνάμεις, συνδιασκέπτεται κοινῇ περὶ τῶν κοινῶν, τὸ πλῆθος τῶν παρελευσομένων στρατῶν διέξεισι, τῆς ἵππου τὸ πολὺ καταλέγει, τὸ ὁπλιτικὸν ὅσον διασαφεῖ, τῆς πεζεταίρας μοίρας παρίστησι τὸ μυρίανδρον, τὸ πάγχαλκον περιλαλεῖ καὶ τὸ φόνιον, τὸ πῦρ τῶν ὀμμάτων ἅπαντας βλέπειν καὶ τοῖς αἵμασιν ἐπαγάλλεσθαι ὡς οὐδὲ ῥαντισμοῖς ὑδάτων ἕτεροι. οὐ ταῦτα δὲ μόνον τῇ γερουσίᾳ καταγγέλλει καὶ τοῖς τέλεσι καὶ στρατεύμασιν, ἀλλὰ καὶ ὅσα ὁ ἐκ Σικελίας τύραννος, ὥσπερ θὴρ ἐνάλιος, κατὰ τῶν παραθαλαττίων χωρῶν διαπράττεται, τὴν ἅλμην τύπτων τοῖς ἐρετμοῖς καὶ ταῖς Ῥωμαϊκαῖς ἐνορμιζόμενος κωμοπόλεσι καὶ κείρων τὰ ἐν ποσὶ κατὰ πολλὴν τοῦ ἐπαμύνοντος ἐρημίαν.

καὶ δὴ τὰς μὲν πυργοβάρεις ἐπισκευάζει τῆς πόλεως καὶ τίθησιν εὐερκέα τὴν ὅλην τοῦ περιβόλου περίμετρον, τῇ δὲ στρατιᾷ χιτῶνας φολιδωτοὺς χορηγεῖ κοντοῖς τε καθοπλίζει χαλκήρεσι καὶ ἵπποις δρομικοῖς διεγείρει τὸ φρόνημα καὶ χρημάτων ἐπιρρώννυσι διαδόσεσιν, ἃ νεῦρα τῶν πραγμάτων ἀρίστως τῶν πάλαι τις κατωνόμασε.

Καὶ οὕτω σὺν θεῷ συλλήπτορι καὶ τῇ πολιούχῳ μητροπαρθένῳ ὡς ἐνῆν δυσμαχώτατα θέμενος τὰ στρατεύματα, τὰ μὲν εἰς ἔρυμα συνέχει τῆς καλλιπόλεως καὶ τοῖς τείχεσιν ἐφιστᾷ, τοῖς δ᾽ ἐπισκήπτει τῇ στρατιᾷ παρέπεσθαι τῶν Ἀλαμανῶν, μὴ ἀφισταμένοις ἐπὶ πολύ, κἀκ τοῦδε εἴργειν τοὺς ἐκ τῶν Ἀλαμανῶν ἐς ἁρπαγὰς παρεξιόντας καὶ προνομάς, εἰρηνικῶς μέντοι καὶ μὴ πολεμικῶς.

Κατὰ μὲν οὖν τὴν ἀπωτέρω πορείαν οὐδέν τι ξυνηνέχθη ἀξιαφήγητον ἀμφοῖν τοῖς στρατεύμασιν. ὡς δ᾽ εἰς Φιλιππούπολιν οἱ Ἀλαμανοὶ παρενέβαλον, οὐδὲ κατὰ τὸν ἐκεῖσε μὲν σταθμὸν ἐς διαφορὰν ἀπεῖδον τὰ τάγματα· ὁ γὰρ τῆς χώρας ἀρχιερεὺς (ἦν δ᾽ οὗτος ὁ Ἰταλικὸς Μιχαήλ, ὁ καὶ λόγῳ πολὺς καὶ σοφίας ὁποίας εἴποι τις μέλημα κἀν ταῖς ὁμιλίαις τὸ ἦθος ἐπαγωγότατος καὶ λίθος ἄντικρυς Μάγνησσα) οὕτως ὑπηγάγετο τὸν ῥῆγα ταῖς τῶν λόγων ἐκθηλύνας ἴυγξι καὶ τῷ μέλιτι τῆς γλώττης κατεγοήτευσεν, ἀντιστρόφως μὲν οἷς ἐφθέγγετο, τοῖς δὲ Ῥωμαίοις ἐπωφελῶς τὴν γνώμην μεταμείβων καὶ κατὰ τὸν Φάριον Πρωτέα δραστηρίως μεταβαλλόμενος, ὡς ἐκ τῶν ὤτων ἀναρτῆσαι κατὰ τοὺς τῶν ἀμφορέων διακένους τὸν ὑψηλόφρονα καὶ σύσσιτον παραλαμβάνειν καὶ μεταδιδόναι προπόσεων· ὃς καὶ μετῄει ὠμοτάτως, αὐτῷ χαριζόμενος, τοὺς ἄνευ καταθέσεως ἀργυρίου τὰ σῖτα ὁθενοῦν παρεισάγοντας.

Ἐν δὲ τῷ μεθίστασθαι ἐκεῖθεν καὶ προβῆναι τὸν ῥῆγα τοῖς ἔμπροσθεν ἐκ τῶν κατ᾽ οὐρὰν Ἀλαμανῶν καὶ Ῥωμαίων δίκη μὲν τὰ πρῶτα παρρησιάζεται ὡς δῆθεν κακῶς πασχόντων τινῶν. εἶτα ἐξωθεῖ ταύτην ἡ φιλοτάραχος τῶν πολλῶν ἔνστασις καὶ τραχύνεται ταῖς βοαῖς. ταύταις ἐφομαρτεῖ τὸ παρρησιαστικὸν καὶ φιλόνεικον. ὁπλίζει τοῦτο τὰς χεῖρας εἰς πόλεμον. ἡ Ἐνυὼ ἐφέπεται καὶ τῆς Φυλόπιδος ξυλλαβομένης ἡ μάχη λαμπρῶς ἐκορθύετο. φιλαυξὴς δὲ οὖσα αὕτη καὶ ἀεὶ τῶν ἄνω ἐφιεμένη μικροῦ δεῖν ἐστήριξεν ἂν τὸ κάρη ἐς οὐρανόν, χαμαιβάμων οὖσα τὰ πρῶτα καὶ χθόνιος, εἰ μὴ ὁ ῥηθεὶς προφθάσας ἀρχιερεὺς τὸν ῥῆγα γινόμενον ἤδη παλίνστροφον καὶ πόλεμον πνέοντα τοῖς οἰκείοις θελκτηρίοις ἐμάλθαξε καὶ ἠρεμεῖν ἀνέπεισε παρὰ δόξαν ὅσα καὶ θῆρα βασιλικόν, ᾧ οὐχ ἕωλον τὸ ἑστίαμα, τῇ ἀλκαίᾳ ὑπονυσσόμενον καὶ πρὸς ἅλματα ἐξᾳττόμενον.

Ἐπεὶ δὲ καὶ κατὰ τὸ εὐερκὲς Ἀδριανοῦ πόλισμα τὰ στρατεύματα ξυνελέγησαν, ὁ μὲν ῥὴξ διὰ τῆς πόλεως ἐλάσας τῆς προκειμένης εἴχετο, νοσηλείᾳ δέ τις σώματος τῶν ἐξ αἵματος ἐκείνῳ περιπεσὼν κατὰ τὴν Ἀδριανοῦ ἐνηυλίζετο. Ῥωμαίων δέ τινες ἀνάρσιοι καὶ τὰς χεῖρας οὐκ εἰς ὁπλισμόν, λημματισμὸν δὲ μᾶλλον δεδιδαγμένοι, νυκτὸς ἐπιθέμενοι τῇ καταγωγῇ πῦρ τε ὑφάπτουσι καὶ τὸν ἄνδρα τοῖς ἐνοῦσι συγκαταφλέγουσι. τοῦτο μαθὼν ὁ Κορράδος (οὕτω γὰρ ὁ ῥὴξ ὠνομάζετο) ἐπιτρέπει τὰ τῆς ἀμύνης τῷ ἀδελφιδῷ Φρεδερίχῳ. ὁ δὲ καὶ ἄλλως ὢν φρονηματίας, τότε δὲ καὶ τῷ πάθει νενικημένος, ἐπαναστραφεὶς τό τε ἱερὸν σεμνεῖον τίθησι πυρὸς παρανάλωμα, ἐν ᾧ κατέλυεν ὁ Ἀλαμανός, καὶ τοὺς συλλαμβανομένους ὑπεδίκαζε θανάτῳ, ἐξέτασιν περὶ τῶν ἀπολωλότων χρημάτων ποιούμενος. καὶ τοῦτο μάχης παραίτιον γίνεται. ἀλλ᾽ ἐπεγέλασε καὶ πάλιν κουροτρόφος εἰρήνη τις, καὶ ἄλλων μὲν ἐκ τῶν ἐν τέλει Ῥωμαίων κατασβεσάντων τὸν πόλεμον, μάλιστα δὲ τοῦ Προσοὺχ ἐξηνυκότος τὸ πᾶν. οὗτος γὰρ τοῖς ποταμοῖς τὸν ἵππον ἀφείς, ᾧ ἔποχος ἦν, οἳ σύντρεις διὰ τῆς ἐκεῖσε λιθίνης γεφύρας διαυλωνίζονται, ὡς τὸν Φρεδερίχον παραγενόμενος ὀργίλως τε τοῦτον ἔχοντα κατεπράϋνε καὶ τῆς γνώμης μετακινεῖ.

Πάλιν οὖν σταθμοί τε ἦσαν εἰρηναῖοι καὶ παρασάγγαι φιλήσυχοι καὶ ἡ ἐς τὰ πρόσω δίοδος εὐδιάλλακτος. Εἶχε τοίνυν μεθ᾽ ἡμέρας αὐτοὺς ἡ τῶν Χοιροβάκχων πᾶσα ἱππήλατος πηγνύντας στρατόπεδον, οὐ μὴν καὶ βάλλοντας χάρακα· τοῦτο γὰρ δι᾽ ὅλων ἦν αὐτοῖς τῶν σταθμῶν, πισύνοις οὖσι τοῖς παρὰ Ῥωμαίων ὅρκοις καὶ ταῖς ξυμβάσεσι. παραρρεῖ δὲ ταῖς ἐκεῖσε πεδιάσι ποταμὸς οὐ πλατὺς τὸ ῥεῖθρον, οὐ βαθὺς τὴν περαίωσιν, Μέλας τοὔνομα. ἀλλ᾽ οὗτος θέρους μὲν λειψυδρῶν ἐς χαράδραν συνάγεται τεναγώδη, ὅτι μηδὲ διὰ ψαμμώδους πρόεισι γῆς, ἀλλ᾽ ἐριβώλακος ἁπάσης καὶ μέλανος καὶ εἰς βαθεῖαν σχιζομένης ἀρόταις βουσὶν αὔλακα· χειμῶνος δ᾽ ἐφεστῶτος ἢ ῥαγδαίων ὑετῶν κατενεχθέντων ἐκ μικροῦ μέγιστος γίνεται καὶ προβὰς ἐς βαθυδίνην ἐκ πονηροῦ καὶ λακκαίου ἀνοιδαίνεται ὕδατος καὶ θαλάσσαις θέλων συνεξετάζεσθαι καὶ ποταμὸς οὐκέτ᾽ ἀνεχόμενος εἶναι εἰς φλοῖσβον τραχύνεται καὶ πλωτὸς ἐκ βατοῦ γίνεται καὶ διεκχεῖται εἰς πλάτος. ἀμέλει καὶ διαρριπιζόμενος πνεύμασιν εἰς κῦμα μετεωρίζεται κἀντεῦθεν ἄχνην ἀποπτύων καὶ τῇ γείτονι χέρσῳ ὑβριστὴς προσαράσσων πόνους παρασύρει γεωργῶν, ὁδοιπόρους ἐπέχει τῆς ὁδοῦ, καὶ ὡς ἐπίπαν εἰς χρῆμα ἐπάρατον σχεδιάζεται.

Τότε τοίνυν οὗτος ὁ χειμάρρους ἐξ ὑετοῦ πολὺς καὶ κατακλύζων φανεὶς καὶ νυκτὸς ἐκ τοῦ αἰφνηδὸν ὑπερπλημμύρας, ὡς εἴπερ αὐτῷ οἱ καταρράκται ἀνεῴγεσαν οὐρανοῦ, ἀπάγει τῆς παρεμβολῆς τῶν Ἀλαμανῶν οὐ μόνον ὅπλα καὶ ἵππεια φάλαρα καὶ ἐσθήματα καὶ εἴ τι ἕτερον αὐτοῖς ἐσκευαγώγει τὰ ὑποζύγια, ἀλλὰ καὶ ἵππους καὶ ὀρέας καὶ ἄνδρας ἱπποκορυστάς. καὶ ἦν τὸ θέαμα ἐλεεινὸν καὶ θέλον ἀτεχνῶς δάκρυα, ἄνευ πολέμου πίπτοντες, ἄνευ διώκοντος ἀναιρούμενοι. οὐδὲ τὸ τῆς ἡλικίας σταδιαῖον μικροῦ καὶ πελώριον, οὐδ᾽ ἡ μάχης ἀκόρητος δεξιὰ εἰς ἀποφυγὴν ἐπήρκεσεν αὐτοῖς τοῦ κακοῦ, ἀλλ᾽ ἔπιπτον ὡσεὶ χόρτος καὶ ὡσεὶ φορυτὸς εἰληθερὴς καὶ πόκος ἐρίου κοῦφος παρεσύροντο, καὶ ψαλμικῶς εἰπεῖν, τὰς τούτων ἀπῆρεν ὁ ποταμὸς οὗτος φωνὰς βαρβαρικῶς ἀλαλαζόντων καὶ μέλος ἐνδιδόντων ταῖς σκοπιαῖς καὶ τοῖς γηλόφοις, δι᾽ ὧν παρεσύροντο, ἄγριον ὁμοῦ καὶ ἀνήμερον καὶ οὐχ οἷον τὰ μελιχρὰ τῶν ποιμένων αὐλήματα, ὡς συλλογίζεσθαι τοὺς ὁρῶντας τὸ τηνικαῦτα συμβὰν μῆνιν ἀπὸ θεοῦ ἄντικρυς εἰς τὸ τῶν Ἀλαμανῶν στρατόπεδον ἐπενσκήψασαν, εἰ οὕτως ἀθρόον ὕδατι κατεπόθησαν, ὡς μηδὲ τὰ ἑαυτῶν ἐκσώσασθαι δυνηθῆναι σώματα. ὕπνωσαν τοίνυν κατ᾽ ἐκείνην τὴν νύκτα οἱ μὲν εἰς θάνατον, οἱ δὲ ὧν εἶχον ἀφανισμὸν καὶ ἀπώλειαν.

ὁ δέ γε ῥὴξ κατώδυνος ἐπὶ τῷ συμβάντι τούτῳ γενόμενος, καθυφεὶς δέ τι καὶ τοῦ κόμπου καὶ θαυμάσας, εἰ καὶ τὰ στοιχεῖα Ῥωμαίοις ὑπείκουσι καὶ θελήσασι μόνον ὑπενδιδόασι καὶ αἱ ὧραι παρὰ τούτοις ὅσα καὶ ὑπηρέτιδες δεῆσαν τὰ ἀλλήλων ἀντιπαρέχουσιν, ἄρας ἐκεῖθεν διεπορεύετο.

Ὡς δὲ καὶ εἰς τὴν πόλιν ἠγγίκει τὴν βασιλεύουσαν, εὐθὺς τὴν στρατιὰν εἰς τὸ ἀντιπέραν διαπορθμεύειν ἠναγκάζετο, κἂν ὑπερεφρόνει τὰ πρῶτα καὶ βλακευόμενος ἀπηναίνετο τὴν περαίωσιν, παρὰ τῇ ἑαυτοῦ κεῖσθαι γνώμῃ λέγων τὸ οὕτω δρᾶσαι καὶ μή, τῇ Περαίᾳ ἐναυλιζόμενος, ἥτις τοῦ Πικριδίου κατονομάζεται. ὅθεν ἅπας μὲν ἐρέτης, ἅπαν δὲ πορθμεῖον καὶ ἁλιὰς ξύμπασα καὶ ναῦς ἱππαγωγὸς τὴν τῶν Ἀλαμανῶν ἀμφεπονεῖτο διάβασιν. ὁ δὲ βασιλεὺς καὶ τοῦ πλήθους τῆς στρατιᾶς ἀπογραφέας ἐφίστησιν, ἀνὰ πᾶσαν ἀποτάξας ἀναγωγὴν τοὺς ἐκείνῳ σημανοῦντας τὴν κατ᾽ ἄνδρα περαίωσιν. ἀλλ᾽ ἦν τὸ πλῆθος ὑπερπεπαικὸς τὴν ἀπογραφήν, καὶ διὰ τοῦτο οἱ τῇ ὑπουργίᾳ ταύτῃ ἐφεστηκότες, ἀπειπόντες πρὸς τὸ πλῆθος, ἄπρακτοι ἐπανέλυσαν.

Οὕτως τοίνυν ἀγαπητῶς τοῖς Ῥωμαίοις ὡσεί τινος οὐρανίου δείματος ἀπαισίου τοῦ ῥηγὸς εἰς τὴν ἑῴαν λῆξιν διαβάντος, ἐφομαρτησάντων δὲ τούτῳ μετὰ βραχὺ καὶ ὅσοι τῶν ἐκ τοῦ γένους τῶν Φράγγων αὐτῷ συνανέβησαν, ὁ βασιλεὺς καὶ πάλιν τῆς αὐτῆς εἴχετο τῶν οἰκείων χωρῶν προμηθείας, ἧς καὶ πρώην ἐξήρτητο. οὐκ ἠμέλει δὲ καὶ οἷς οὗτοι τραφήσονται, ἀλλ᾽ ἐφ᾽ ὁδοῦ τὰ ὤνια καὶ αὖθις προυβέβληντο. ἐν μέντοι τοῖς τῶν χωρίων ἐπικαίροις καὶ ταῖς τῶν παρόδων στεναῖς λόχοι παρὰ Ῥωμαίων ἐφίζανον, δόξαν οὕτω τῷ Μανουήλ, καὶ οὐκ ὀλίγους ἐκ τῶν στρατοπέδων τούτων κατέκαινον. ἀλλὰ καὶ τὰς πύλας τῶν πόλεων ἐπιζυγοῦντες οἱ ἀστοὶ οὐκ ἀγορῶν τοῖς Ἀλαμανοῖς μετεδίδοσαν, σχοίνους δὲ τοῦ τείχους ἀποκρεμῶντες ἀνεῖλκον πρότερον τὸ ὑπὲρ τοῦ ἀποδιδομένου κατατιθέμενον τίμημα, ἔπειτα διαχαλῶντες ὅσον ἠβούλοντο, εἴτε ἄρτος ἦν τὸ πωλούμενον, εἴτε τι βιώσιμον ἕτερον, εἴων ἄθεσμα δρῶντες κατ᾽ αὐτῶν ἐπαρωμένους τὸν παντέφορον ὀφθαλμὸν ὡς μὴ χρωμένων σταθμοῖς δικαίοις μηδ᾽ οἰκτειρόντων αὐτοὺς ὡς ἐπήλυδας, μήτε τι κατατιθεμένων ὡς ὁμοπίστοις οἴκοθεν, μᾶλλον μὲν οὖν καὶ προσαφαρπαζόντων ἐκ τοῦ σφῶν φάρυγγος ὅσα πρὸς σύστασιν σώματος.

οἱ δὲ χείριστοι τῶν οἰκητόρων καὶ ὅσοις τὸ ἀπάνθρωπον περιεσπούδαστο οὐδὲ τὸ βραχύτατον γοῦν διεχάλων, ἀλλὰ τὸ χρυσίον ἀναρειψάμενοι ἢ τὸ ἀργύριον ἀνιμησάμενοι καὶ τῷ κόλπῳ ἐνθέμενοι ἀφανεῖς ἦσαν, οὐκέτι ἐν τοῖς μεσοπυργίοις ἐποπτανόμενοι. εἰσὶ δ᾽ οἳ καὶ τοῖς ἀλφίτοις ἐμφύροντες τίτανον ἐποίουν τὰ σῖτα ὀλέθρια.

Τοῦτο δὲ εἰ μὲν ἀληθῶς ὁ βασιλεὺς ἐπέταττεν, ὡς ἐλέγετο, ἀκριβῶς οὐκ ἴσημι· παρηνομεῖτο δ᾽ οὖν ὅμως καὶ ἀνοσίως ἐπράττετο. ὃ δὲ τοῦ βασιλέως βούλευμα ἦν οὐκ ἀμφίλογον οὐδὲ ψεύδους παραπετάσματι σκιαζόμενον, ἀργύριον ἀδόκιμον εἰς νόμισμα κόπτεται καὶ τοῦτο προβάλλεται τοῖς ἐκ τοῦ τῶν Ἰταλῶν στρατεύματος ἀποδόσθαι τι θέλουσι. καὶ συντόμως εἰπεῖν, οὐδὲν ἀπῆν τῶν δεινῶν, ὃ οὐκ ἦν αὐτὸς ἐπιτεχνώμενος βασιλεὺς καὶ τοῖς ἄλλοις δρᾶν διακελευόμενος, ὡς ἂν εἴη ταῦτα καὶ τοῖς ἐξ αὐτῶν ὀψιγόνοις μνημεῖα δήπουθεν ἀνεξάλειπτα καὶ δέους σπέρματα τὴν κατὰ Ῥωμαίων ἐκτρέποντα κίνησιν.

Παρόμοια δὲ καὶ τοῖς Τούρκοις ἐπῆλθε ποιεῖν κατὰ τῶν Ἀλαμανῶν, τοῦ Μανουὴλ αὐτοὺς ἐπαλείφοντος γράμμασι καὶ διανιστῶντος εἰς πόλεμον. τοίνυν περὶ τὸν Βαθὺν ὑπερτερήσαντες, Μαμπλάνου τινὸς ἡγουμένου τοῦ σφῶν στρατεύματος, πολλοὺς διέφθειραν. ἐπεὶ δὲ καὶ τῇ μοίρᾳ ἐπέθεντο, ἣ τὴν Φρυγίαν παρώδευεν, εἰς κενὸν αὐτοῖς τὸ βούλευμα ἔσχασε καὶ τὸν ὄλεθρον ἑκουσίως κατὰ τῶν κεφαλῶν αὐτῶν, καὶ πόρρωθεν ὄντα, μετάπεμπτον ἀτεχνῶς ἐποιήσαντο καὶ εἰς βόθυνον κατώλισθον, ὃν ταῖς οἰκείαις χερσὶν ἐβάθυναν. τῷ τοι καὶ δέον ὂν μηδὲν παρενοχλοῦντας οὐχὶ λυπεῖν μηδ᾽ ἀναγκάζειν τὸ τοῦ θυμοῦ θηρίον ἀφυπνίζειν τῷ τέως κοιμώμενον ἢ πρὸς ἀνδροκτασίας διαρρενοῦν, οἱ δὲ εἰς φάλαγγας πυκνωθέντες καὶ ταῖς ὄχθαις ἐφεστῶτες τοῦ ποταμοῦ (Μαίανδρος οὗτος ἦν) οὐκ εἴων ὅλως τὰ Λατινικὰ στρατεύματα διελθεῖν. ἔστι δ᾽ οὗτος καὶ τὸν ἕτερον μὲν ἅπαντα χρόνον οὐ ῥᾴδιος ἁπανταχῇ τὴν περαίωσιν, τότε δὲ καὶ τέλεον ἦν ἄπορος, εἰς δίνας ἑλιττόμενος καὶ μεταχωρῶν εἰς στροφάλιγγας.

ὅτε κἀκ τῶν πραγμάτων αὐτῶν αἱ δυσμικαὶ δυνάμεις ὑπέδειξαν ὡς αὐτῶν ἀνεχομένων αἱ φάλαγγες Ῥωμαίων εἰς προνομὴν οὐκ ἐξέκειντο καὶ αἱ τούτων πόλεις ἀδήωτοι παριππεύοντο οὐδὲ βοσκημάτων δίκην οἱ τούτων οἰκήτορες ἀναιρούμενοι ἐσφακέλιζον· ὡς γὰρ τῇ ὄχθῃ τοῦ ποταμοῦ προσάγοντος τοῦ ῥηγὸς οὔτε νῆες παρῆσαν ποτάμιαι, οὔτε γέφυρα πρὸς διάβασιν ἔζευκτο καὶ οἱ Τοῦρκοι ἀναμὶξ πεζοὶ καὶ ἱππεῖς ἐς τὸ ἀντιπέραν φαινόμενοι δῆλοι ἦσαν ἀκροβολίζοντες καὶ τὰ τοξεύματα διικνεῖτο τῶν παριόντων τὸν ποταμὸν καὶ ἐνέπιπτον εἰς τὸ τῆς φάλαγγος μέτωπον, τότε μὲν ὀλίγον ἐπαναγαγὼν ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ στρατοπεδεύεται, ὅσον μὴ εἶναι βέλους ἐντός, καὶ ἐπιτάττει πάντας δειπνοποιήσαντας ἱπποκορυστὰς γενέσθαι καὶ τῶν ἁρμάτων αὐτῶν ἐπιμεληθῆναι ὡς ἐς νέωτα τοῖς Τούρκοις πολεμησείοντας πρωϊαίτερον.

Σκοταῖος τοίνυν διαναστὰς καὶ τοῦ ἡλίου μήπω τὸ ἅρμα ζεύξαντος αὐτός τε ὡς πρὸς πόλεμον ἔσταλτο καὶ ἡ λοιπὴ τὰ ὅπλα ἐνεδέδυτο στρατιά. καὶ οἱ βάρβαροι ὁμοίως διαπραττόμενοι καὶ αὐτοὶ παρετάττοντο τούς τε τοξότας τῇ ὄχθῃ παρέτεινον καὶ τὸ ἱππικὸν ὡς αὐτοῖς ἐδόκει παρεσκευάζετο καὶ τοῦ ἀκροβολίζειν εἴχοντο, εἴ ποτε προυχώρουν οἱ Ἰταλοὶ κατὰ τὸν ποταμόν· ὅτε καὶ τὰς τάξεις ἐπιπαριὼν ὁ ῥὴξ καὶ παρακλήσεις τοῖς σφετέροις ποιούμενος τοιάδε ἔφασκεν· “Ὅτι μέν, ὦ συστρατιῶται, ἡ ἡμετέρα αὕτη κίνησις διὰ Χριστὸν καὶ ὡς εἱλόμεθα τὴν προκειμένην μὴ τὴν ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ θεοῦ δόξαν θηρώμενοι, ἴστε δήπουθεν καὶ ὑμεῖς ἅπας σαφῶς, πῶς γὰρ οὔ; οἳ τούτου ἕνεκα τοῖς μὲν ἐπ᾽ οἴκου ἐνευπαθεῖν ἀπειπάμεθα καὶ τῶν οἰκείων ἑκουσίως ἀπεξενώμεθα καὶ διὰ τῆς οὐκ ἐνδαπῆς παροδεύοντες θλίψεσι προσομιλοῦμεν, κινδύνοις παραβαλλόμεθα, λιμῷ τηκόμεθα, κρύει πηγνύμεθα, θαλπωρῇ ἐκλυόμεθα, κλιντῆρα ἔχομεν τὴν γῆν, στέγην τὸν οὐρανόν, οἱ εὐγενεῖς, οἱ εὐπάρυφοι, οἱ ἐπὶ δόξης καὶ πλούτου καὶ πολλῶν ἐθνῶν κυριεύοντες, τὰς δὲ πολεμικὰς σκευὰς ἐς ἀεὶ περικείμεθα ὥσπερ ἀκούσια δεσμὰ καὶ κάμνομεν αὐτὰς ἀνέχοντες ὡς ὁ τῶν ὀπαδῶν Χριστοῦ μέγιστος Πέτρος τὸ παλαιὸν ἁλύσεσι διτταῖς κακουχούμενος καὶ τέσσαρσι στρατιωτῶν τετραδίοις φρουρούμενος.

ὅτι δὲ καὶ οἱ ὡς ἐν μεταιχμίῳ τῷ πορθμῷ τούτῳ ἀποδιιστάμενοι ἡμῶν βάρβαροι ἐχθροί εἰσι τοῦ σταυροῦ τοῦ Χριστοῦ, οἷς πάλαι νόμῳ πολέμου συμβαλεῖν ἐγλιχόμεθα καὶ ὧν τοῖς αἵμασι Δαυιτικῶς ἐπηγγελλόμεθα νίψασθαι, οὐδὲ τοῦτο φιλοκρινεῖν ἐθελήσει τις, εἰ μὴ προδήλως παρακοπεὶς τὸ φρονεῖν ὁρῶν ἄντικρυς οὐχ ὁρᾷ καὶ ἀκούων οὐδαμῶς ἐνωτίζεται.

Εἴπερ οὖν τῆς εὐθὺ τῶν ἀθανάτων μονῶν πορείας μέλον ὑμῖν (οὐδὲ γὰρ ἄδικος ὁ θεός, ὡς μὴ τὸ τῆς ὁδοῦ ταύτης ὁρᾶν αἰτιώμενον, μηδ᾽ ἀκηράτων μεταδιδόναι λειμώνων καὶ σκιερῶν ἐν τῇ Ἐδὲμ καταπαύσεων οἳ τὰ οἴκοι καταλιπόντες ἀνθειλόμεθα τοῦ ζῆν τὸ ὑπὲρ αὐτοῦ θανεῖν) καὶ εἰ μνήμη δέ τις ὑμᾶς ὑπεισέρχεται ἃ καθ᾽ ὥραν οἱ ἀπερίτμητοι οὗτοι τὴν καρδίαν εἰς τοὺς ἐκ τοῦ γένους παροινοῦσιν ἡμῶν καὶ οὓς αὐτοῖς ἐπιτρίβουσι κονδύλους ταῖς φρεσὶν ἀναφέρετε καὶ τοῦ ἐκκεχυμένου ἀνευθύνως αἵματος μαλάσσει τις ἔλεος, στῆτε γενναίως ἄρτι καὶ ἐρρωμένως διαγωνίσασθε. μηδέ τι δέος ἐκπλῆσσον ἐκκρουέτω τοῦ καθηκόντως ἀμύνεσθαι. γνώτωσαν ἀληθῶς οἱ ἀλλόφυλοι ὡς, ὅσον Χριστὸς ὁ καθηγητὴς ἡμῶν καὶ διδάσκαλος ὑπέρκειται προφήτου λαοπλάνου καὶ μυοῦντός σφας τὰ ἀπόβλητα, τοσοῦτον καὶ ἡμεῖς αὐτῶν κατὰ πάνθ᾽ ὑπερφέρομεν.

Ἐπεὶ οὖν παρεμβολὴ ἁγία ἡμεῖς καὶ στρατὸς θεόλεκτος, μὴ δὴ φιλοψυχήσωμεν ἀγεννῶς πρὸς φιλόχριστον καὶ ἀείμνηστον τελευτήν. εἰ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πόσῳ ἡμεῖς τεθνάναι δι᾽ αὐτόν ἐσμεν δικαιότεροι; ἀγαθῆς ταυτησὶ πορείας ἀγαθὸν ἔστω καὶ τέλος ἐφομαρτοῦν. μαχεσώμεθα μετὰ τῆς ἐν Χριστῷ πεποιθήσεως καὶ τοῦ εὖ εἰδέναι ὡς τοὺς ἐχθροὺς τροπωσόμεθα, ὅτι μηδὲ δυσχερὴς ἡ νίκη γένοιτο οἷα μηδένων ὑποστησομένων τὴν προσβολήν, ἀλλὰ πάντων ἐνδωσόντων καὶ πρὸς τὴν πρώτην ὁρμήν. εἰ δ᾽, ὅπερ ἀπείη, πεσούμεθα, καλὸν ἐντάφιον τὸ ὑπὲρ Χριστοῦ τελευτᾶν. βαλέτω με τοξότης Πέρσης ὑπὲρ Χριστοῦ· ἀφυπνωτέον μετ᾽ ἐλπίδων χρηστοτέρων εἰς θάνατον καὶ ὅσα ὀχήματι τῷ βέλει χρηστέον πρὸς τὴν ἐκεῖ κατάπαυσιν, ἀλλὰ μὴ θανὴ προαρπασάτω ἴσως ἀκλεὴς καὶ ἐφάμαρτος.

Ἤδη ποτὲ τισώμεθα τούτους, ὧν οἱ καθ᾽ αἷμά τε καὶ ὁμόπιστοι ποσὶ κεχραμένοις ὡς εἰς κοινὸν εἰσεληλύθασι τόπον τὸν ἱερόν, ἐν ᾧ νεκροῖς ὁμόσκηνος γέγονεν ὁ σύγχρονος πατρὶ καὶ ὁμόθρονος. ἡμεῖς ἐσμεν οἱ δυνατοὶ καὶ διεσπασμένοι πάντες ῥομφαίαν καὶ ὡς κλίνην περιέποντες Σολομώντειον τὸν ζωοδόχον τάφον καὶ θεοδέγμονα. τοὺς ἐκ τῆς Ἄγαρ τοίνυν τῆς δουλίδος ἐκποδὼν οἱ ἐλεύθεροι ποιησώμεθα καὶ ὡς λίθους προσκόμματος τῆς ὁδοῦ ἐξάρωμεν τοῦ Χριστοῦ, οὓς οὐκ οἶδ᾽ ὅπως Ῥωμαῖοι ὡς ἐπισφάγια ἑαυτοῖς ἐκτρέφουσι λυκιδεῖς καὶ τοῖς οἰκείοις ἀγεννῶς πιαίνουσιν αἵμασι, δέον ἀλκὴν ἀναλαβόντας καὶ λογισμὸν ἔμφρονος ἀνδρός, ὡς θῆρας ἐκ ποιμνίων, τῶν οἰκείων ἀπελάσαι χώρων καὶ πόλεων.

Ἐπειδὴ δὲ καὶ ὁ ποταμὸς οὗτος, ὡς ἔστιν ὁρᾶν, οὐκ ἄλλως περάσιμος, εἰ μὴ καινοτέραν ἀνοίξει τις πάροδον, αὐτὸς ἐγὼ καὶ τὸ κατὰ τοῦτον εἰσηγήσομαι γενησόμενον καὶ τοῦ εἰσηγηθέντος πρῶτος κατάρξομαι. ἐς ὁμαιχμίαν μίαν φραξάμενοι καὶ ταῖς χερσὶ δόντες τὰ δόρατα διεξιππασώμεθα σὺν ῥύμῃ τοῦ ποταμίου τοῦδε ῥεύματος καὶ ἐς αὐτὸ ἐμβάλωμεν μεθ᾽ ὁρμῆς· καὶ στήσεται, οἶδα σαφῶς, τὸ ὕδωρ ἀναχασθὲν καὶ τοῦ κατ᾽ εὐθυωρίαν ἀνακοπήσεται προρρέειν ὥσπερ ἐπαναστραφέν, καθὰ καὶ πάλαι ῥοῦς Ἰορδάνειος τῷ Ἰσραὴλ πεζευόμενος.

καὶ εἴη ἂν τὸ ἔργον τοῦτο καὶ διανόημα τοῖς ὀψιγόνοις ἀοίδιμον, χρόνῳ μὴ διακοπτόμενον, οὐ λήθης ἐξίτηλον ῥεύματι, καὶ κατάγελως πλατὺς τῶν Περσῶν, ὧν τὰ κῶλα περὶ τουτονὶ πεσοῦνται τὸν ποταμὸν ἐς κολωνὸν αἰρόμενα καὶ ὡς τρόπαιον προφαινόμενα εἰς κλέος ἡμῶν αὐτῶν ἀθάνατον.„ Τοιαῦτα παρακελευσάμενος καὶ τὰ σημεῖα τῆς μάχης ἀναδείξας αὐτός τε τὸν ἵππον ἐφῆκε, συχνὰ μυωπίζων τε καὶ ἐγκελευόμενος ὡς τὸν ποταμὸν μετὰ ῥύμης διαβησόμενος, καὶ οἱ λοιποὶ δὲ παιανίσαντες καὶ τὸ σύνηθες ἀλαλάξαντες ἐχώρουν ὁμόσε, πυργηδὸν ταξάμενοι καὶ πυκνώσαντες ἑαυτοὺς καὶ ἀθρόοι ἐξιππαζόμενοι, ὡς τοῦ ποταμίου χεύματος τὸ μὲν ἐς τὴν χέρσον ἐκτιναχθῆναι ταῖς τῶν ἵππων χηλαῖς, τὸ δὲ διακοπῆναι καὶ τῆς πρόσω στῆναι φορᾶς, ὡς εἴπερ εἰς ἀνάρρουν παρὰ φύσιν ἀνέλυεν ἢ καὶ εἰς τοὐπίσω ἀνεστοιβάζετο, αὐτοὺς δὲ ὡς διὰ ξηρᾶς ὑγροποροῦντας παρὰ δόξαν τοῖς Πέρσαις ἐπεισπεσεῖν. ὅτε καὶ μὴ ἔχον τὸ βάρβαρον φυγῇ τὴν σωτηρίαν ὑποκλέψαι γοῦν (διωκόμενοι γὰρ κατελαμβάνοντο, μηδὲ τῶν ἵππων αὐτοῖς ἐπαμυνόντων, κἂν ἦσαν ὠκύποδες καὶ ἐπ᾽ ἄκρων ἀνθερίκων μικροῦ θέοντες) ἢ ὁμόσε χωρεῖν τοῖς Ἀλαμανοῖς κατὰ μάχην ἀγχέμαχον, ἐκρεανομοῦντο ποικίλως καὶ ἐπ᾽ ἄλλῳ ἄλλος ἔπιπτον ὡς ἀστάχυες, εἴτ᾽ οὖν ὡς ῥᾶγες αἷμα τὸ ζωτικὸν ἀπεθλίβοντο τοῖς λογχηφόροις ληνοβατούμενοι.

οἱ μὲν γὰρ δόρασι διηλαύνοντο, οἱ δὲ τοῖς τῶν ξιφῶν ἐπιμήκεσιν ἀπεχώρουν διχῇ διαιρούμενοι, καὶ μάλιστα τὸ ψιλὸν αὐτῶν καὶ γυμνὸν τοῦ στρατοῦ, οἱ δὲ τοῖς ξιφιδίοις παρασταδὸν οὐταζόμενοι ἀνετρέποντο, τὰς χολάδας τοῦ χαλκοῦ διεκχέοντος, ὡς τοὺς πεσόντας Πέρσας τὰ ἐκεῖσε καλύψειν πεδία τοῖς πτώμασιν ἀκριβῶς καὶ ὑπεράντλους τὰς φάραγγας θεῖναι τοῖς αἵμασι, τῶν δὲ Ἰταλῶν βληθῆναι μὲν ἀπὸ τόξων πολλούς, καταβληθῆναι δὲ καὶ ἀφυπνῶσαι βραχεῖς εἰς θάνατον.

Καὶ μαρτυροῦσι τὸ τῶν πεσόντων ἐς δεῦρο πολύποσον οἱ τῶν ὀστέων σωροὶ οὕτω συχνοὶ καὶ μετέωροι ὄντες καὶ κατὰ τὰ ἀνεστηκότα γήλοφα ἐπαιρόμενοι, ὡς θαῦμα κεῖσθαι καὶ ἄλλοις μὲν ὁπόσοι τῆς ἐκεῖσε φερούσης ἥψαντο, κἀμοὶ δὲ τῷ ταῦτα συγγράφοντι. ὁποῖαι μὲν οὖν ἦσαν τῶν θριγγῶν αἱ περίμετροι, οἳ τῶν Κίμβρων τοῖς ὀστέοις τὰς τῶν Μασαλιητῶν ἀμπέλους περιεφράγμωσαν Μαρίου τοῦ Ῥωμαίου τοὺς βαρβάρους καταστρεψαμένου, εἰδεῖεν ἂν σαφέστατα ὅσοι τὸ καινὸν ἐκεῖνο ἔργον ὀφθαλμοῖς διειλήφεσαν καὶ τοῖς λοιποῖς εἰς ἀκοὴν ὠτίου παρέπεμψαν· τὸ δὲ νῦν τοῦτο καὶ ὑπὲρ ἐκεῖνο δήπουθεν, εἴγε μὴ μεγαλοφωνία ἦν τὰ κατὰ Κίμβρους ἱστορικὴ τὴν φύσιν ὑπερφωνοῦσα καὶ εἰς μῦθον ἐκπίπτουσα.

Τὸ δ᾽ ἐκ τούτου ἀπόλεμος αὐτοῖς ἦν ἡ πορεία, οὐδένα τῶν βαρβάρων εἰς προὖπτον ἀντίπαλον φαίνουσα.

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Καὶ τοιούτοις μὲν οἱ τῶν Ἰταλῶν παῖδες ἀγῶσιν ἐγγυμνασάμενοι τὴν Κοίλην Συρίαν κατέλαβον. ἐν ᾧ δὲ τὴν ἐπὶ τῶν Ἱεροσολύμων οὗτοι ἐβάδιζον, παρημειφότες μὲν τὰ Ῥωμαίων ὅρια, τῆς δ᾽ ἄνω Φρυγίας ἁπτόμενοι Λυκαονίας τε καὶ Πισιδίας, αἳ πάλαι μὲν Ῥωμαίοις ὑπέκειντο, νυνὶ δὲ ἀνεῖνται βαρβάροις καὶ δορύκτητοι παρ᾽ αὐτῶν καρπίζονται μαλακίᾳ πάντως καὶ οἰκουρίᾳ τῶν τὰ Ῥωμαίων διεπόντων πράγματα, μὴ περὶ πλείστου τιθεμένων μογεῖν καὶ προκινδυνεύειν ὧν ὑπερκάθηνται, ὁ αὐτοκράτωρ Μανουὴλ διεσκοπεῖτο, πῶς ἂν τοὺς Σικελοὺς μετελεύσεται, δίκην πραξάμενος ὧν ἀπανθρώπως εἰς Ῥωμαίους ἔπραξαν, τήν τε Κερκυραίων ἄκραν, ἣ νῦν ἐπικέκληται Κορυφώ, τῆς ἐκ τούτων ἀπαλλάξῃ φρουρᾶς.

Ὁ γὰρ δὴ τῆς Σικελίας τότε κρατῶν Ῥογέριος, εἴτε καθ᾽ ὁμολογίαν μετὰ τοῦ τῶν Ἀλαμανῶν προβᾶσαν ῥηγός, ὡς ἐλέγετο, εἴτε αὐθαιρέτως ὁρμώμενος, σύνδρομον ποιεῖται διὰ ταχυναυτουσῶν νηῶν τῇ τῶν Ἀλαμανῶν κινήσει τὴν τῶν παρακτίων Ῥωμαϊκῶν χώρων καταδρομήν. ἀπάρας τοίνυν ἐκ Βρεντησίου στόλος τῇ τῶν Κερκυραίων προσέχει καὶ ἀμαχεὶ καὶ ἐξ ἐφόδου ταύτην αἱρεῖ. τὸ δ᾽ αἴτιον οἱ τῆς χώρας οἰκήτορες, καὶ τούτων μάλιστα ὁ τὴν σύνεσιν ὑπέρου ψιλότερος, Γυμνὸς τὴν ἐπίκλησιν. οὗτοι γὰρ βαρύν, ὡς ἔφασκον, καὶ δυσύποιστον φορολόγον οὐ στέγοντες, μηδὲ τὰς ἐκ τούτου παροινίας ἐπὶ πλεῖον ἐνεγκεῖν ἔχοντες, βουλὴν βουλεύονται πονηρὰν εἰς ἀποστασίαν ἀπιδόντες λαμπράν. καθ᾽ ἑαυτοὺς δὲ οὐχ οἷοί τε ὄντες αὐτὴν κρατύνασθαι ὡς ἕρμαιον ἁρπάζουσι τὸν καιρὸν καὶ προσιόντες τῷ τοῦ στόλου ἡγεμόνι καὶ τῇ τούτου αἱμύλῳ γλώσσῃ προσεσχηκότες καὶ ἴχνεσι προβάντες ἀλώπεκος ἐπὶ ῥηταῖς ὁμολογίαις εἴσω δέχονται Σικελιῶτιν φρουράν, εἰς χιλίους ἀριθμουμένην φρακτούς.

καὶ οἱ μὲν καπνὸν φορολογίας ἀποδιδράσκοντες ἔλαθον ὑπὸ χαυνότητος νοῦ τῷ τῆς δουλείας ἐμπεσόντες πυρὶ καὶ Ῥωμαίοις εἰσενεγκόντες πόλεμον οἱ χαλίφρονες χρόνιον ὁμοῦ καὶ βαρύτατον· ὁ δὲ τὸ φρούριον κρατυνάμενος καὶ ὡς εἶχεν αὐτὸ ποιήσας δυσαλωτότερον καὶ οἷον ἀπροσμαχώτερον ἐκεῖθεν ἀναχθεὶς τῇ Μονεμβασίᾳ προσίσχει, ἐλπίσι θαλπόμενος ὡς λήψεται καὶ ταυτηνὶ τὴν ἄκραν ἀναιμωτὶ ὥσπερ πρὸ τρίτης τὴν Κέρκυραν. ἀλλ᾽ ἀνδράσιν ἐντυχὼν νῷ διοικουμένοις καὶ τὴν τῆς ἐλευθερίας οὐκ ἠγνοηκόσι Παφίαν ἀπεκρούσθη, ὡς εἰ καὶ προβόλῳ προσέβαλεν ἀτινάκτῳ, καὶ πρύμναν κρουσάμενος ἐκεῖθεν ἀνάγεται ἄπρακτος.

Ὑπερβὰς δὲ τὸν ἐπὶ Μαλέαν πλοῦν ἀντιπνοίας γέμοντα πάσης, περὶ οὗ καὶ ταῦτα παροιμιάζεται “Μαλέαν δ᾽ ἐπικάμψας ἐπιλάθου τῶν οἴκαδε,„ τὸν ἐσέχοντα πορθμὸν ἀναλέγεται καὶ τὰ τούτου ἑκατέρωθεν ἐπιὼν οὐ τὰ εὐχείρωτα μόνον κατέδραμε λείαν τιθέμενος, ἀλλὰ καὶ τὰ ἄλλως ἐπικαιρότατα καὶ δυσάλωτα, τὰ μὲν ὁμολογίᾳ χειρούμενος, τὰ δὲ πολέμῳ δουλούμενος· Ἀκαρνᾶνάς τε καὶ Αἰτωλοὺς καὶ ὅσα πάραλα ἀμαυρῶν τὸν Κορινθιακὸν κόλπον ἐσέπλευσε. καὶ τῷ Κρισσαίῳ λιμένι καθορμισθεὶς τοῖς ἐν μεσογείῳ θαρρεῖ προσβαλεῖν, οὐδένα ἔχων ἀντίπαλον ἰσοστάσιον.

Ἀμέλει καὶ ὁ τοῦ στόλου ἀρχηγὸς τὸ ὁπλιτεῦον καὶ ψιλὸν τοῦ στρατοῦ εἰς τάξεις διειληφὼς καὶ χερσαῖος φανεὶς ὁ τέως θαλάττιος κατὰ τῶν κητῶν τὰ ἀμφιβοσκόμενα τῇ Καδμείᾳ γῇ παρενέβαλε καὶ τὰς ἐν μέσῳ κωμοπόλεις ὁδοῦ πάρεργον ληϊσάμενος ταῖς ἑπταπύλοις Θήβαις προσέβαλεν, ὧν καὶ γενόμενος ἐγκρατὴς ἀπανθρώπως τοῖς ἐκεῖ προσηνέχθη. κατὰ γὰρ παλαιὰν φήμην τῆς πόλεως ὡς πλουσίους τρεφούσης οἰκήτορας, εἰς χρημάτων ἀπληστίαν ὑπονυττόμενος καὶ μηδένα κόρον φιλοπλουτίας εἰδώς, ἀλλ᾽ ὅρον τιθεὶς τῆς ἐφέσεως τὸ καὶ εἰς τρίτον ζωστῆρα τῇ ὁλκῇ τῶν χρημάτων τὰς πάσας ἢ τὰς πλείους νῆας βαπτίζεσθαι, τούς τε χειρώνακτας ἐξεπίεσε καὶ περὶ τοῦ ῥύπου τῶν ὀβολῶν πολυπράγμων γινόμενος τοὺς δυνατοὺς καὶ λαμπροὺς τὸ γένος καὶ σεμνοὺς τὴν ἡλικίαν καὶ περιφανεῖς κατ᾽ ἀξίωσιν διαφόροις κακώσεσι καθυπέβαλε, μηδενὸς λαμβάνων αἰδὼ καὶ φειδώ, μὴ δυσωπούμενος τὴν δυσώπησιν, μὴ τὴν Ἀδράστειαν εὐλαβούμενος αὐτοῦ που λαβοῦσαν ἀρχὴν ἢ τὴν Καδμείαν λεγομένην νίκην ὑποβλεπόμενος. τέλος δὲ τὰ ἱερὰ προθεὶς γράμματα ἠνάγκαζεν ἕκαστον, τὴν ὀσφὺν ὑπεζωσμένον εἰσιόντα, τὴν οἰκείαν οὐσίαν οἷς ἐνθεωρεῖται μεθ᾽ ὅρκου διασαφεῖν καὶ ταύτην ἐξομνύμενον ἀπιέναι.

καὶ οὕτω πάντα χρυσόν, ἄργυρον πάντα διεκφορήσας καὶ τὰς χρυσοϋφεῖς ὀθόνας ταῖς ναυσὶν ἐνθέμενος οὐδὲ τῶν σωμάτων αὐτῶν τῶν ὑπ᾽ αὐτοῦ καλαμωθέντων ἀπέσχετο, ἀλλὰ καὶ τούτων ἀριστίνδην τὸ προῦχον συλλαβὼν τῶν τε γυναικῶν ἀποκρίνας ὅσαι τὸ εἶδος καλαὶ καὶ βαθύζωνοι καὶ τοῖς νάμασι πολλάκις τῆς καλλικρούνου Δίρκης λουσάμεναι καὶ τὰς κόμας διευθετισάμεναι καὶ τὴν ἱστουργικὴν κομψότητα καλῶς ἐπιστάμεναι οὕτως ἐκεῖθεν ἀνάγεται.

Κατὰ ῥοῦν δὲ τῶν πραγμάτων αὐτῷ προχωρούντων καὶ μηδένα τοῦ καιροῦ ἀντίμαχον ἄγοντος, οὐ κατὰ χέρσον, οὐ κατὰ θάλατταν, τοῦ πρὸς Κόρινθον ἔχεται πλοῦ, πόλιν ἀφνειὸν καὶ κειμένην πρὸς τῷ Ἰσθμῷ καὶ ὀλβιζομένην ὑπὸ λιμένων δυοῖν, ὧν ὁ μὲν τοὺς ἐξ Ἀσίας ναυλοχεῖ καταίροντας, ὁ δὲ τοὺς ἐξ Ἰταλῶν εἰσπλέοντας, καὶ ῥᾳδίους τὰς ἑκατέρωθεν εἰσαγωγάς τε καὶ ἐξαγωγὰς τῶν φορτίων ἔχουσαν καὶ τὰς πρὸς ἀλλήλους ποιουμένην ἀμοιβάς. καὶ δὴ τὸ ἐμπόριον εὑρὼν ἔρημον, ὅπερ ἡ κάτω πόλις ἐπονομάζεται, ὡς ἁπάντων ἀνασκευασαμένων εἰς τὸν Ἀκροκόρινθον καὶ συνηθροικότων εἰς αὐτὸν ὄψον πᾶν, ὄλβον ἅπαντα, ὅσος τε ἰδιώταις ᾠκείωτο καὶ ὅσος θεῷ ἀφιέρωτο, ἔγνω δεῖν καὶ αὐτοῦ τοῦ Ἀκροκορίνθου πειραθῆναι καὶ τοῦτον, εἰ οἷόν τε, ἐξελεῖν.

Ἔστι δὲ ὁ Ἀκροκόρινθος τῆς μὲν πάλαι πόλεως Κορίνθου ἀκρόπολις, νυνὶ δὲ φρούριον ὀχυρόν, αὐτὸ δὲ ὄρος ὑψηλόν, εἰς ὀξεῖαν τελευτῶν κορυφήν, αὕτη δὲ εἰς τραπεζῶδες χωρίον ἀποτελευτῶσα ἐπίπεδον, τετειχισμένον ἀσφαλῶς. ἔνδοθεν δέ εἰσι ποτίμου καὶ διαυγοῦς ὕδατος οὐκ ὀλίγα φρεάτια καὶ ἡ Πειρήνη κρήνη, ἧς ἐν ῥαψῳδίᾳ Ὅμηρος μέμνηται. ἀσφαλῆ δ᾽ οὕτω καὶ ἀνεπιχείρητον ὄντα τὸν Ἀκροκόρινθον (καὶ φύσις γὰρ καὶ θέσις τοῦ τόπου καὶ περίβολος ἀρραγὴς συνδραμόντα δυσάλωτον ἢ ἀνάλωτον ἀπειργάσαντο) οἱ Σικελοὶ ἀπονητὶ τὸ πλέον εἰσῄεσαν, βραχὺν ἀναλωκότες καιρὸν εἰς τὴν παράστασιν τοῦ ἐρύματος. καὶ καινὸν οὐδὲν τὸ συμβάν, οὐδὲ θαυμάζεσθαι ἄξιον· οὐ γὰρ ἐπήρκεσεν ἂν αὐτὸ ἑαυτῷ τὸ φρούριον, κἂν ἦν ἀπροσμάχητον καθ᾽ αὑτό, οὐδὲ τοὺς ἐπιόντας ἐχθροὺς ἀπετρέψατο μὴ ἔνδον ἔχον φρουροὺς καὶ τὸ φυλακικὸν ἀξιόμαχον. ἀλλ᾽ εἶχε μὲν ἀριθμῷ καὶ τούτους πολλούς, εἰς ἄνδρα δ᾽ οὐδένα συναλειφομένους ἀγαθὸν προφύλακα πόλεως· οἵ τε γὰρ ἐκ βασιλέως ἀφιγμένοι ἔνδον προσέμενον μετὰ τοῦ σφῶν ἀρχηγοῦ (ἦν δ᾽ οὗτος ὁ Χαλούφης Νικηφόρος) καὶ τῶν Κορινθίων οἱ προύχοντες κἀκ τῶν πέριξ κωμοπόλεων οὐ βραχεῖαι μοῖραι ὡς εἰς καιριωτάτην τοῦ πολέμου ἀλεωρὴν εἰσεληλύθασι τὸν Ἀκροκόρινθον.

ὁ τοίνυν τριηράρχης ἔνδον τοῦ φρουρίου γενόμενος καὶ τὴν φύσιν τούτου κατασκεψάμενος, ἁπανταχόθεν οὖσαν ἀνεπιχείρητον, σὺν θεῷ πολεμῆσαι ἔφη καὶ θεὸν εἶναι τὸν τοιοῦτον αὐτῷ χῶρον κατασχεῖν παρασχόμενον, κακῶς φάσκων τοὺς ἔνδον καὶ πλύνων ὀνείδεσιν ὡς ἀγεννεῖς τὰ πολέμια, μάλιστα δὲ τὸν Χαλούφην, ὃν καὶ γυναικὸς ὠνόμαζε μαλακώτερον μηδὲν ἐπισταμένης πλέον τῆς ταλασιουργοῦ γυναικωνίτιδος.

Ὡς δὲ καὶ τὸν ἐκεῖσε πλοῦτον ἐνέθετο ταῖς τριήρεσι καὶ τοὺς γένει λαμπροτάτους τῶν Κορινθίων ἐδουλαγώγησεν, ἐξῃχμαλώτισε δὲ καὶ τῶν γυναικῶν ὅσαι κάλλισται καὶ βαθύκολποι, μηδ᾽ αὐτῆς τῆς εἰκόνος τοῦ ἐν μάρτυσι μεγίστου καὶ διαβοήτου ἐν θαύμασι Θεοδώρου τοῦ Στρατηλάτου ἀποσχόμενος, ἀλλὰ καὶ ταύτην τῷ αὐτοῦ τεμένει ἀνακειμένην ἀνελόμενος, οὐρίῳ καὶ φορῷ χρησάμενος ἀνήγετο πνεύματι, ὡς εἶχε, καὶ τὴν Κερκυραίων ἄκραν ἐν τῷ διάπλῳ ἐς τὸ ἀσφαλέστερον καταστησάμενος· ὅτε καὶ τὰς Σικελιώτιδας τριήρεις ἰδών τις εἶπεν ἂν σκοπιμώτατα μὴ νῆας εἶναι πειρατικάς, ἀλλὰ μυριοφόρους φορταγωγούς, πολλῶν καὶ καλῶν χρημάτων οὔσας ὑπερβριθεῖς καὶ τῆς ἄνω εἰρεσίας ἐγγύς που βαπτομένας τῷ ῥεύματι.

Ταῦτά τε οὖν ἐν ὠσὶν ἔνηχα ὄντα ἐλύπει τὸν αὐτοκράτορα Μανουὴλ καὶ Δία ἐποίει τὸν Ὁμηρικὸν ἀτεχνῶς συχνὰ τὸ ποιητέον ταῖς φρεσὶ μερμερίζοντα ἢ τὸν Νεοκλέους Θεμιστοκλῆν ἀεὶ ἐπὶ συννοίας ὁρώμενον καὶ ἀΰπνους νύκτας ἰαύοντα καὶ πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενον ὡς καθεύδειν οὐκ ἐῴη Μιλτιάδου τὸ τρόπαιον. ξυνεκάλει τοίνυν εἰς τὴν τοῦ γενησομένου βουλὴν πάντα τῶν τακτικῶν ἐπιστήμονα καὶ δημηγόρον εἰδότα λέγειν τῶν νιφάδων πυκνότερον. μία οὖν ἐκ πολλῶν ὡς ἀρίστη δέδοκτο βουλὴ καὶ τῷ αὐτοκράτορι ἐπεψήφιστο, μετελεύσεσθαι πολέμῳ τοὺς Σικελοὺς κατά τε ξηρὰν συγκροτηθέντι κατά τε θάλατταν, ὅτι καὶ ὁ ἀγὼν οὐ τὰς ἐλπίδας ἀγαθὰς ὑπετείνετο, οὐδ᾽ ὑπέβαλλε βραχέα τὰ προσιστάμενα, μέγιστος ἀναφαινόμενος καὶ τοῖς πάλαι ἀπειρημένος Ῥωμαίων ἄναξι.

Συλλέγεται οὖν τὰ ἑῷα καὶ ἑσπέρια τάγματα. αἱ μὲν ἐπισκευάζονται τῶν τριηρέων, αἱ δὲ νεωστὶ πήγνυνται καὶ πρὸς τὸν πλοῦν ἀρτίωσιν δέχονται. αἱ πυρφόροι τὸ ὑγρὸν εἰσδέχονται πῦρ τῷ τέως ἠρεμοῦν ἀδιέκχυτον. ἀθροίζονται πεντηκόντοροι, ἀγείρονται μυοπάρωνες. αἱ ἱππαγωγοὶ ἀσφαλτοῦνται, αἱ φορταγωγοὶ πληροῦνται τῶν ἐδωδίμων, οἱ ἐπακτροκέλητες εὐτρεπίζονται. πάντα δὲ τὰ σκάφη τοῖς ἱστίοις πτερωθέντα ἐκ τῆς ᾐόνος ἀνάγονται, ἐφ᾽ ἧς ἦσαν σαλεύοντα. συγκεκρότητο γοῦν ὁ στόλος ἀγχοῦ που τῶν χιλίων πλοίων, αἱ δὲ πεζικαὶ δυνάμεις ἐς μυριάδας ἠθροίσθησαν. ἔφριξαν ἂν καὶ Γίγαντες, εἰ παρῆσαν, τοιαύτην παρεμβολήν, ἐπεὶ καὶ εὐανδροῦσα ἦν ἡ Ῥωμαίων πᾶσα τῷ τότε καιροῦ καὶ τρέφουσα ἄνδρας ἡρωϊκὴν ἐνδεικνυμένους ἀλκὴν καὶ τὸ ὁπλιτικὸν οὐκ ἦν ἀγεννές, ἀλλὰ τὴν ὁρμὴν λεοντῶδες καὶ ἀνυπόστατον. ὁ γὰρ βασιλεύτατος τῷ ὄντι καὶ στρατηγικώτατος Ἰωάννης, ὁ τοῦ Μανουὴλ τοκεύς, οὐδὲ τἆλλα μὲν ἐσχεδίαζεν, ὅσα κοινὴν εἰσέφερε λυσιτέλειαν, τῶν δὲ στρατιωτικῶν καταλόγων διαφερόντως ἐφρόντιζε μάλιστα συχνοῖς τε πιαίνων φιλοδωρήμασι καὶ ταῖς καθ᾽ ὥραν γυμνασίαις ὑπαλείφων πρὸς ἔργα πολέμια.

Οὕτω τοίνυν καί, ὡς ᾤετο, καλῶς τὰ κατὰ τὸν Σικελικὸν πόλεμον παρασκευασάμενος ἀνάγεσθαι μὲν κελεύει τὸν στόλον τοῖς ἐρέταις καὶ κελευσταῖς λύσασι τὰ καρχήσια, μέγαν δούκαν προβαλόμενος τὸν ἐπ᾽ ἀδελφῇ γαμβρὸν τὸν Κοντοστέφανον Στέφανον, ἀπαίρειν δὲ καὶ τὴν πεζὴν στρατιὰν ὑπ᾽ ἀρχηγοῖς ἑτέροις, ἀλλὰ δὴ καὶ Ἰωάννῃ τῷ μεγάλῳ δομεστίκῳ, περὶ οὗ φθάσαντες ἐν πλείστοις παρεδηλώσαμεν.

Εἶχε τοίνυν τὰς τριήρεις ἡ τῶν Φαιάκων πάραλος, ἣν καὶ διαμερίζονται πρὸς ἐνόρμισιν αἵ τε τῶν Οὐεντανῶν συμμαχίδες νῆες καὶ αἱ Ῥωμαϊκαὶ αὐταί, ἵν᾽ εἶεν οὕτως οἱ ναύσταθμοι τοῖς γένεσιν ἀμφοτέροις ἄμικτοι καὶ τῶν ἐκ τῆς ἀναμὶξ ἀναστροφῆς ἄγευστοι διαφορῶν. μετὰ βραχὺ δὲ καὶ βασιλεὺς αὐτὸς ἔξεισι μετὰ τῆς στρατιᾶς. ἐξ ἐφόδου δὲ τοὺς Σκύθας διαθροήσας, οἳ τὸν Ἴστρον διαβάντες τὰ περὶ τὸν Αἷμον ἐσίνοντο, ἄρας ἐκ τῆς Φιλίππου τὴν εὐθὺ Κεφαλήνων ἐβάδιζεν.

Ἔστι δὲ ἡ Κερκυραίων ἄκρα αἰγίλιψ πᾶσα καὶ ἀγχινεφής, ἑλικοειδὴς τὴν θέσιν καὶ ὑψικόρυμβος, προσνενευκυῖα ἐς τὸ βάθιστον τῆς θαλάσσης. πέτραι δὲ περιερρώγεσαν αὐτὴν ἀμφίκρημνοι καὶ ἀπότομοι, τὸ δ᾽ ὕψος ὑπὲρ τὴν ᾀδομένην Ἄορνιν. τείχη δὲ ἀρραγῆ τὴν πόλιν περιείληφε πᾶσαν καὶ πύργων περιεστᾶσιν ὑψώματα, ἃ καὶ ποιοῦσι τὴν ταύτης παραλογωτέραν ἅλωσιν.

Αἱ μὲν δὴ ναυτικαὶ δυνάμεις τὴν ἄκραν περιστεψάμεναι παγχάλκοις περιείλουν ὅπλοις· πρὸ δὲ τοῦ πολέμῳ ἐπιβαλεῖν ἔγνω δεῖν ὁ βασιλεὺς δι᾽ ὁμογλώττων καὶ ὁμοφώνων πειραθῆναι τῶν ἔνδον, εἴ πως ὑπεκσταῖεν αὐτῷ τοῦ φρουρίου ἀμαχητί. ὡς δὲ τῶν λεγομένων ἀκουοὶ γεγονότες οὐδ᾽ ὅλως ὑπενεδίδοσαν, ἀλλὰ τέλεον ἀπηναίνοντο καὶ τὰς πύλας δὲ ἐπικλεισάμενοι καὶ ὀχεῦσιν αὐτὰς ἀσφαλισάμενοι φραξάμενοί τε ὡς εἶχον τὰ τείχη τοξόταις καὶ παντοίοις μηχανήμασι περιστέψαντες δῆλοι ἦσαν ἀκροβολιζόμενοι, τότε καὶ βασιλεὺς ἐφῆκε τοῖς τάγμασι τὰ ὅμοια δρᾶν καὶ παντοίως ἀμύνεσθαι τὸ ἀντίπαλον.

Ἐντεῦθεν Ῥωμαῖοι μὲν ὅσα καὶ εἰς οὐρανὸν ἠκόντιζον βέλεμνα, οἱ δ᾽ ὡς νιφετὸν κατέχεον τὰ τοξεύματα. οἱ μὲν τοὺς ἐξ ἀφετηρίων ἱεμένους λίθους ἀνώθουν, ἢ ἀνήρειπτον εἰπεῖν οἰκειότερον, οἱ δὲ χαλαζηδὸν αὐτοὺς ἐπηφίεσαν, ὡς συμβαίνειν τοὺς μὲν ἐξ ὑπερδεξίων καὶ ἀφ᾽ ὕψους βάλλοντας ἀπονητὶ καὶ ἐνεργὰ ἐπαφιέναι τὰ βέλεμνα, τοὺς δὲ ὡς ἀπὸ γῆς μαχομένους πρὸς τοὺς ἐν τῇ τῆς ἄκρας ὑπερβολῇ βραχέα ἢ οὐδὲν τὸ ἀντιπῖπτον λυπεῖν. ὡς δὲ πάλιν καὶ πάλιν τὰ αὐτὰ καὶ ἐπὶ πολὺ δρώμενα Ῥωμαίοις μὲν οὐκ ἦν ἐς ἐντελὲς ἀνύσιμα, εἰς δὲ θάνατον μάλιστα βλέποντα, τοῖς δ᾽ ἐντὸς ὡς ἀπαθέσιν οὖσιν ἀσπάσια, καινότερον ἀεί τι παρὰ τῶν κακῶς πασχόντων προσεφευρίσκετο, φιλοτιμουμένων ἐπ᾽ ὄψεσι βασιλέως καὶ ἔργα χειρὸς ἀκμαίας ἐνδεικνυμένων καὶ καρτερίαν ἐν τοῖς δεινοῖς, ἔτι δὲ μεθόδους ἐν τοῖς ἀπόροις πολλὴν βαθυγνωμοσύνην ἐκείνων κατηγορούσας καὶ ἐμπειρίαν τῶν τακτικῶν. ἀλλ᾽ ἠλέγχοντο τῶν ἀνεφίκτων ἐρῶντες καὶ τοῖς ἀνηνύτοις ἐγχειροῦντες παντάπασι διακενῆς καὶ τὰ πρὸς χάριν καὶ εὐκταία δρῶντες μᾶλλον τοῖς πολεμίοις, οἷς ἄντικρυς πρὸς οὐρανὸν αὐτὸν διεφέροντο, ἢ γοῦν ἀεροβάμοσι διημιλλῶντο πτηνοῖς τὰς καλιὰς πηξαμένοις ἐπί τινος σκοπιᾶς καὶ ἐπετόξευον νέφεσι. τέλος δὲ καὶ αὐτὸς ὁ μέγας προσαπόλλυται δοὺξ λιθιδίῳ κατὰ τοῦ κενεῶνος πέτρας ἀπορραγέντι βληθείς, ἥνπερ ἐπαφῆκεν ὑψόθεν ἀφετήριον πολέμιον ὄργανον.

Καὶ ὁ μὲν ἔκειτο ὀλιγοδρανέων κάρη βάλλων θ᾽ ἑτέρωσε, μετὰ μικρὸν δὲ καὶ ἐξ ἀνθρώπων ἐντεῦθεν ἐγένετο. πέρας δὲ ἡ ἐπ᾽ αὐτῷ πρόρρησις εἴληφε τοῦ πατριάρχου Κοσμᾶ τοῦ Ἀττικοῦ, ὃς μετὰ τὸν Ὀξείτην Μιχαὴλ τοὺς τῆς ἐκκλησίας ἐγχειρίζεται οἴακας ὑπεκστάντα τῆς ὑπερτάτης τῷ βουλομένῳ καθέδρας καὶ πρὸς τὴν νῆσον τὴν Ὀξεῖαν ἀποφοιτήσαντα, καθ᾽ ἣν τὸν ἄσκευον βίον καὶ ἀπέριττον ἐκ παιδὸς ἐπανῄρητο· ἔνθα καὶ τὸν οἰκεῖον ἀποδοχμώσας αὐχένα πρὸς τῇ εἰσόδῳ τοῦ προνάου πατεῖν παρεῖχε τῷ εἰσιόντι παντὶ μοναχῷ, λέγων ἀξυμφόρως ἑαυτῷ τὴν ἡλικιώτιδα καὶ φίλην ἡσυχίαν παρώσασθαι καὶ ἐπ᾽ οὐδενὶ ξυνοίσοντι τὸν θρόνον ἀναβῆναι τὸν ὑπερύψηλον.

Ὁ δὲ Κοσμᾶς ἦν μὲν τοῖς διακόνοις ἐνάριθμος, εἶχε δὲ πατρίδα τὴν Αἴγιναν, σοφίας δ᾽ ἁπάσης μεταλαχὼν ἐκ τοῦ τῶν ἀρετῶν ὁρμαθοῦ πλέον ηὔχει τοὐπίσημον. μάλιστα δὲ τῷ πολλῷ τῆς ἐλεημοσύνης ἐκέκαστο, ἥτις ὡς ἐν περιδερραίῳ κόσμῳ πολυτελεῖ προσπεπηγυῖα τῇ ποικιλίᾳ τῶν ἀρετῶν δίκην ἀκτινώδους λίθου ἐπάμφαινεν· οὕτω γὰρ τὸν εἰς ἀνθρώπους ἔλεον ἔρρωτο, ὡς καὶ τὸν ἐπενδύτην αὐτὸν καὶ τὸν χιτῶνα ἐνιαχοῦ τοῦ σώματος καὶ τὴν ὀθονοσκεπῆ καλύπτραν τῆς κεφαλῆς διαδιδόναι πένησι καὶ πράγματα παρέχειν τοῖς ἀφ᾽ ἑστίας μὴ διφῶσι μόνον αὐτά, ἀλλὰ καὶ πρὸς εὐπορίαν ἄλλων τυρβαζομένοις.

Διὰ ταῦτα καὶ παρὰ πᾶσι μὲν ἦν αἰδέσιμος ὁ ἀνήρ, ὁ δὲ σεβαστοκράτωρ Ἰσαάκιος, ὁ τοῦ βασιλέως Μανουὴλ αὐθόμαιμος, μόνον οὐκ ἐπέθυεν ὡς θεῷ, ἐκεῖνο θεοφιλὲς καὶ πρακτέον οἰόμενος, ὅπερ ἦν ὁ πατριάρχης ὑποτιθέμενος, κἀκεῖνο αὖθις θεομισὲς καὶ ἀπώμοτον, ὅπερ οὑτοσὶ ἀπηγόρευεν. ἡ γοῦν φατρία τῶν τότε ἀντιδόξων τῆς ἀρετῆς ἀρχιερέων καὶ τοῦ ἐργάτου ταύτης ἀντίθετος μοῖρα ἐνδιαβάλλουσι τὸν ἄνδρα τῷ βασιλεῖ ὡς τῷ ἀδελφῷ Ἰσαακίῳ τὴν βασιλείαν μνώμενον, λαθραίας τὰς προόπτους εἰς τὸ ἱερὸν ἀρχεῖον ἀνόδους τοῦ σεβαστοκράτορος ὀνομάζοντες καὶ κρυφιώδεις συσκευὰς τὰ οὐκ ἐν μυχῷ γῆς καὶ παραβύστῳ ἀλλ᾽ ἐφ᾽ ἡλίῳ συλλαλούμενα μάρτυρι.

Ὁ τοίνυν Μανουὴλ νέος ὢν ἔτι καὶ αὐτάρεσκος καὶ ἄλλως ὑποβλέπεσθαι τὸν ἀδελφὸν ὑπὸ τῶν τοῦ πατριάρχου κατηγόρων ὡς βασιλειῶντα ἐναγόμενος ἀνατρέψαι τοῦτον τοῦ θρόνου ἐζήτει. κἀπειδὴ ἅπτεται Μῶμος καὶ τῶν ἀψαύστων, ὡς οἴδαμεν, καὶ ἅπας, ὡς καὶ τοῦτο ἴσμεν, εἰς τὸ κακόν τι δρᾶν προσκλινέστερος, καθαιρέσει καθυποβάλλεται ὡς τῷ μοναχῷ δήπουθεν Νίφωνι συμφρονῶν. ἦν δὲ ὁ Νίφων συνήθης μὲν τῷ πατρὶ καὶ πολλάκις ἐκ τῆς αὐτῆς τραπέζης ἑστιαθεὶς καὶ στέγης ὁμοίως μετειληχώς, διεβέβλητο δὲ ὡς οὐκ ὀρθὸς εἴη τὰ ἐς πίστιν, διὸ καὶ τὴν σχοινοτενῆ γένυν ἐκέκαρτο καὶ δεσμωτηρίῳ ἐνείρχθη παρὰ τοῦ πατριάρχου Μιχαήλ. ἦν οὖν ὁ Κοσμᾶς δι᾽ αὐτὸν ὑπ᾽ αἰτίαν ὡς ὁμόφρων τε καὶ ὁμόδοξος καὶ οἱ ἀντίδοξοι τῷ Κοσμᾷ εὐπροσώπου ταύτης ἀφορμῆς λαβόμενοι κατέτρεχον ἤδη καὶ λαμπρῶς ἐπέκειντο, κατὰ κράτος αἱρήσειν καὶ ὅλαις καθελεῖν ψήφοις αὐτὸν ἐπειγόμενοι. κρινόμενος οὖν, ἢ μᾶλλον κατακρινόμενος καὶ ἃ οὐκ ἐγίνωσκεν ἐρωτώμενος καὶ διὰ ταῦτα ἐξοστρακιζόμενος ζήλου πίμπλαται καὶ τὸ συνέδριον ἐκεῖνο περισκεψάμενος τῇ μὲν μήτρᾳ τῆς βασιλίδος ἐπιτιμᾷ μὴ παῖδα τεκεῖν ἄρρενα, ἀφορίζει δὲ καὶ τῶν περὶ τὸν βασιλέα τινὰς καὶ τὴν τότε συνελθοῦσαν εἰς αὐτοῦ καθαίρεσιν σύνοδον ὡς βασιλείους θύρας ἐκτρίβουσαν καὶ πρόσωπα λαμβάνουσαν κἀκ τούτου μὴ κανονικῶς ἀλλ᾽ ἀθέσμως καὶ θρόνου καὶ ποίμνης αὐτὸν ἀπελαύνουσαν.

Τότε τοίνυν ὁ Κοντοστέφανος, εἷς ὢν τῶν κυκλούντων θρόνον τὸν ἀνακτορικὸν τῶν ἐγγιζόντων τε βασιλεῖ καὶ προσδιαλεγομένων θαρραλεώτερον, δεινὰ πάσχοντι ἐῴκει διὰ τὴν τῆς δεσποινικῆς νηδύος ἐπιτίμησιν καὶ τὸν ζηλωτὴν ἐπὶ τούτοις ὑπὲρ τοὺς παρεστῶτας πάντας παρακαιρίως ὑποκρινάμενος ἐφίσταται τῷ πατριάρχῃ βράττων θυμῷ καὶ πὺξ πατάξαι τοῦτον διανοούμενος, κἂν ἐπέσχεν ἑαυτὸν τῆς ὁρμῆς. τοῦτο δὲ οὔτε τῷ βασιλεῖ ἐχέφρονος ἔργον ἔδοξε καὶ ἔδειξεν, οἷς ἠγανάκτησε, βαρέως ἐνεγκὼν τὸ γενόμενον· καὶ οἱ καθ᾽ αἷμα δὲ τῷ βασιλεῖ συναπτόμενοι καὶ τὸ ξυμπαρεστὼς γερούσιον ὡς ἀνόσια δρῶντι τῷ Κοντοστεφάνῳ ἐπέπληττον, μήτε μὴν πεφρικότι τὴν εὐρὺ μάλα τοῖς τὰ τοιαῦτα παρανομοῦσιν ἐπιχαίνουσαν γῆν. αὐτὸς δὲ ὁ πατριάρχης πραείᾳ οὑτωσί πως ἔφησε τῇ φωνῇ “ἄφετε αὐτόν, ὅσον οὔπω τὴν οἰκείαν πετραίαν ληψόμενον„, τὸν ἐκείνου μόρον ὅτῳ ξυμβαίη τρόπῳ γριφολογῶν ὧδε καὶ αἰνιττόμενος.

Εἰ δὲ καὶ ἡ βασιλὶς διὰ ταυτηνὶ τὴν ἐπιτίμησιν τοῦ πατρὸς οὐκ ἤκουσε μήτηρ παιδὸς ἄρρενος, τοῦ θεοῦ τιμῶντος τὸν αὐτοῦ θεράποντα καὶ θηλυτεκοῦσαν ἐκτελοῦντος καθ᾽ ὅλον τὸν ταύτης βίοτον, αὐτὸς μὲν σαφῶς οὐκ ἴσημι· ὅ γε μὴν βασιλεὺς εὐγνωμονῶν, ὡς ἔδειξε, καὶ τῷ ἔνδον καὶ οἰκείῳ κριτηρίῳ πληττόμενος, οἷς ἄνδρα δίκαιον θεοσεβῆ τε καὶ ἄμεμπτον καὶ μηδέν τι καθαιρέσεως διαπραξάμενον ἄξιον παρέλυσε τῆς ἀρχῆς, αἰτίαν ταύτην οὐχ ἑτέραν τῆς υἱοτοκίας διετείνετο στέρησιν.

Πεσόντος δ᾽ ὡς ἔφημεν τοῦ Κοντοστεφάνου, ὁ μέγας δομέστικος Ἰωάννης τῆς τριηραρχίας ἐπιλαμβάνεται, οὐχ ὥστε καὶ μέγας δοὺξ ὀνομάζεσθαι, ἀλλ᾽ ὅσον τοῦ στόλου ἐξηγεῖσθαι καὶ τοῖς γινομένοις ἐπιστατεῖν ὡς στρατηγίᾳ διαπρέπων ἀνὴρ καὶ κατὰ χεῖρα γενναῖος καὶ νοῦν ἡγεμονίας ἐπιστάτην πλουτῶν ἀξιώτατον. ὁ δὲ βασιλεὺς κατατρίβειν ἐπιεικῶς τὸν καιρὸν εἰκῇ ἐν δεινῷ τιθέμενος καὶ τὰς ἡμέρας εἰς οὐδὲν ἀγαθὸν ἀναλίσκειν οὔκουν βουλόμενος, ὡς ὁ Κεφαλήνων βασιλεὺς Ὀδυσσεὺς τὰς ἡλίου πρότερον βοῦς, εἰς νῆα ἐνέβη τὴν στρατηγίδα καὶ κύκλῳ τὴν Κερκυραίων πᾶσαν κατωπτευκώς, οἷ προσβάλοι, ἐπιμελῶς κατεσκέπτετο (ἐς γὰρ μῆνας τρεῖς ἡ πολιορκία παρεξετείνετο), ὅτι μηδ᾽ εἶχε τὴν Ὄσσαν ἀνασπᾶν ἢ τὸν Ἄθων ἐπικυλίνδειν καὶ ἀνατιθέναι τὰ ὄρη ἐπάλληλα καὶ τὴν ἄκραν οὕτως ποιεῖν ἁλώσιμον. ταῦτα γὰρ μεγαλουργία μυθικὴ καὶ ἀπίθανος.

Ὡς δὲ πάντοθεν ἦν ἀπορούμενος, ἔδοξε κατά τινα φάραγγα, εὐέφοδα καὶ προσιτὰ τιθεῖσαν τὰ ἔνδοθεν, βαλέσθαι ξυλίνην κλίμακα, ἐς σχῆμα πύργων τεκτονηθεῖσαν κύκλωθεν. ἡρμόττοντο οὖν ναυπηγήσιμα ξύλα καὶ ἱστοὶ μεγάλων νηῶν συνεπήγνυντο καὶ οἱ μὴ ἐξικνούμενοι τοῦ ὕψους βλῆτρα ἐδέχοντο. ὡς δὲ ἔδει ποτὲ ἀρθῆναι καὶ παρὰ τὴν ἄκραν τεθῆναι τὴν πυργοειδῆ ταύτην κλίμακα, ἡ μὲν κορυφὴ αὐτῆς ῥαχίᾳ πέτρας καὶ πάγῳ προσήγγιζεν ὀκριόεντι, ὅθεν ὁ τῆς πόλεως τειχισμὸς ἀρχόμενος βάσιν ἐνεδίδου τοῖς ἀποβαίνειν ἐκ τῆς κλίμακος μέλλουσι καὶ πρὸς τοὺς ἐπὶ τοῦ τείχους ἀντιφέρεσθαι, ἡ δ᾽ ὑποβάθρα πλοίοις ἐπανέκειτο εὖ ἀραρυῖα καὶ πεπηγυῖα πρὸς τὸ ἔμπεδον καὶ ἀκράδαντον.

Ἐπιλέγδην οὖν οἱ ἐπ᾽ αὐτῆς ἀναβησόμενοι ἐπεκρίνοντο καὶ οἱ ἁπάντων ἔξοχοι ἄλλων καὶ ἄλκιμοι κατὰ πόλεμον, ὅτι καὶ “ὁ τὸν βασιλέα φιλῶν καὶ φιλότιμος ἐν δεινοῖς ἀναβαινέτω„ βασιλεὺς αὐτὸς προεκήρυττεν. οὐδένα μὲν οὖν συνηγηόχει τὸ τοιοῦτον διακηρύκευμα, ἀλλὰ πάντες ἀνένευον πρὸς τὴν ἄνοδον τὸ τοῦ κινδύνου μέγεθος εὐλαβούμενοι, ἕως Πετραλίφαι τινὲς αὐτάδελφοι τέσσαρες, ἐκ τοῦ τῶν Φράγγων γένους ὁρμώμενοι καὶ κατὰ τὸ Διδυμότειχον τὴν οἴκησιν ἔχοντες, ἐπέβησαν πρῶτοι τῆς κλίμακος τῷ βασιλεῖ πειθαρχήσαντες. τούτων γὰρ ἀποτεθαρρηκότων πρώτως τὴν ἄνοδον, μάλιστα δὲ πρὸ αὐτῶν τοῦ Πουπάκη, ὃς δορυφορῶν τὸν μέγαν δομέστικον ὅλως ἦν ἐνθεάζων πρὸς τὸ ἔργον τότε καὶ προαλλόμενος, καὶ ἕτεροι οὐκ ὀλίγοι κατὰ ζῆλον ἐπηκολούθησαν. πάντας μὲν οὖν ἀγάμενος ἦν τῆς προθυμίας καὶ τοῦ ταχέος ὁρμήματος ὁ κρατῶν, ἀφορίσας δὲ οὓς ᾔδει παρ᾽ ἀσπίδα πολλάκις ἐνιδρωκότας καὶ ἄντικρυς Ἄρεα πνέοντας καὶ ἐς τετρακοσίους ἠριθμηκὼς ἀναβαίνειν διαφῆκε, πολλὰ πρότερον ἐς ἀνδρείαν παρακαλοῦντα τούτοις διαλεχθεὶς καὶ αὐτοῖς καὶ τέκνοις αὐτῶν ἁδρὰ γέρα καὶ ἀμοιβαίαν ἐπαγγειλάμενος εὔνοιαν. “

Εἴτε γάρ„ φησι “τοῖς ζῶσι σύνεστε, τὸν ἐφεστῶτα κίνδυνον διαδράντες καὶ ἀρίστως ἀγῶνα τὸν προκείμενον ἀεθλεύσαντες, εὑρήσετέ με καὶ ὑπὲρ δόκησιν ἀντὶ δεσπότου καὶ βασιλέως πατέρα κηδόμενον· εἴτε τὸ ζῆν καταλύσετε, πατρίδι τιμὴν καὶ κλέος αὐτοῖς ἀρνύμενοι, οὐδ᾽ οὕτως τῶν εἰς δόξαν καὶ κειμένων ὑμῶν ἀφεξοίμην, ἀλλ᾽ οὕτως εὖ διαθήσομαι τὰ κατ᾽ οἶκον καὶ τέκνα καὶ ὁμολέκτρους ὡς ζηλωτέα τοῖς ἔτι περιοῦσι καὶ μακαριστέα δοκεῖν, καὶ αὐτοῖς δὲ ὑμῖν ὑπαπιοῦσι καθ᾽ ᾅδην ἀσπάσια, εἴ τις τέως καὶ ἐν νεκροῖς αἴσθησις, μηδὲ τὸ τῆς λήθης ποτὸν ἐγχεόμενον οὐ μόνον τὴν τῶν προλαβόντων ἀπαλείφει μνήμην, ἀλλὰ καὶ τὰ κατὰ τὸν βίον ἐπιγινόμενα οὔκουν ἐς ᾅδου ἐπεισρέειν ἀφίησιν, ὅπως τοῖς θανοῦσιν εἴησαν γνώριμα.„ Πρῶτος οὖν ὁ Πουπάκης, ὡς ἔφην, τὸ σημεῖον τοῦ σταυροῦ διατυπώσας ἐν ἑαυτῷ τῆς ἀναβάσεως ἄρχεται καὶ μετ᾽ αὐτὸν οἱ Πετραλίφαι κασίγνητοι καὶ καθεξῆς ἕτεροι, ἕως πάντας ἡ κλῖμαξ ἐδέξατο. οὐδεὶς οὖν τῶν θεωμένων ἦν, ὃς ἐπὶ τῷ πραττομένῳ τούτῳ ἔργῳ οὐκ ἀνωλόλυξεν ὡς ἐπὶ καινῷ καρδιαλγήσας θεάματι, οὐδὲ δακρύων ὑποπλησθεὶς καὶ πατάξας τὸ στῆθος ἐθεοκλύτησε. καὶ ἦν γὰρ ἀληθῶς τὸ ὁρώμενον καταπλῆττον τὸν θεατὴν ὀφθαλμόν.

οἱ μὲν γὰρ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς ἐς τὸ ἀσφαλὲς ἀνατείναντες καὶ τὰ ξίφη σπασάμενοι τοῖς ἐκ τοῦ φρουρίου προσηγγικότες ἐκθύμως διημιλλῶντο, οἱ δὲ πάσαις κατ᾽ αὐτῶν ἐχρῶντο βολαῖς καὶ λίθους ἀπερρίπτουν χειροπληθεῖς. ἀλλ᾽ οὐδὲν ἤνυον· οὗτοι γάρ, ὅσα καὶ ἄκμονες ῥαϊστῆρσι, παντοίοις τυπτόμενοι βλήμασιν ἀκάμαντες ἦσαν καὶ ἀπερίτρεπτοι καὶ τὴν ἰσχὺν ἀνένδοτοι κἀπὶ τοῖς παροῦσι δεινοῖς ἀκατάπληκτοι. κἂν κάλλιστον εἰλήφει τέλος τὰ τοῦ ἀγῶνος τοῦδε καὶ Ῥωμαίοις ἐγεγόνει πάνυ κυδαντικά, νῦν δὲ ἀλλ᾽ ἡ ταῖς τῶν πράξεων μεγίσταις ἐπεισερχομένη ἀγεννὴς περίπτωσις καὶ τὸ ἄγαν ἀεί πως παρακολούουσα, ἀρχὴν ἀρίστην ὑποθεῖσα τῷ ἔργῳ καὶ τῇ προθέσει κατὰ βραχὺ ὑποθάλπουσα, περὶ τὸ πέρας ἠγνωμόνησε τὸ ἐπέραστον. ἤδη γὰρ τοῦ Πουπάκη τῆς κλίμακος ἀποβάντος καὶ τὼ πόδε ταῖς πέτραις ἐνερείσαντος, ὅθεν καὶ τοῖς ἐκ τῶν τειχῶν διεφέρετο, ἡ κλῖμαξ ἀποκαυλίζεται.

καὶ οἱ μὲν ἄλλοι πάντες κύμβαχοι ἐπὶ βρεχμόν τε καὶ ὤμους ἐλεεινὸν ἐπανετρέποντο θέαμα καὶ ἄπιστος ὄψις οἰκτίρμοσιν ὀφθαλμοῖς, καὶ κακῶς παραπώλλυντο τοῖς τῶν κυμάτων διαύλοις φερόμενοι καὶ πέτραις καὶ νηῶν προσαρασσόμενοι καταστρώμασι κἀκ τῶν ὑψόθεν λίθοις καταχωννύμενοι, ὡς βραχεῖς ἀπ᾽ ἐκείνων δὴ τῶν πολλῶν τὸν κίνδυνον διεκφυγεῖν· ὁ δέ γε Πουπάκης τοὺς ἐν τοῖς τείχεσι διασοβήσας καὶ πυλίδα ἀναπεπταμένην εὑρὼν δι᾽ αὐτῆς ἐξέθορεν εἰς τὸ στράτευμα. καὶ ἦν τοῦτο οὐ Ῥωμαίοις μόνον καὶ βασιλεῖ δι᾽ ἐκπλήξεως, ἀλλὰ καὶ τοῖς ὑπεναντίοις αὐτοῖς διὰ θαύματος, οἳ καὶ τὸ ἀπάνθρωπον ὀνειδισθέντες καὶ τὸ τῆς γνώμης ἀνήμερον ἐπεγκληθέντες, οἷς καταλιθοῦντες ἦσαν τοὺς ἀνατραπέντας ἐκ τῆς κλίμακος, ἀπέσχοντο τοῦ δρᾶν οὑτωσί, τοὺς ἄνδρας αἰδεσθέντες τῆς γενναιότητος.

Ἀλλ᾽ οὔπω ἀκριβῶς τὸ ἀτύχημα τοῦτο Ῥωμαίοις διεθρηνήθη καὶ τὴν ἐπ᾽ αὐτῷ τοῦ βασιλέως λύπην ὁ πάντα μαραίνων χρόνος διαφορήσας ἐλέανε, καὶ ἄλλη τις ἐπισυμπλέκεται συμφορὰ χείρων τῆς πρώτης καὶ κακὸν ἐπεισκωμάζει ἀξιοπένθητον ἕτερον. διαστασιάζονται Ῥωμαῖοι καὶ Οὐεντανοὶ κατὰ μέσην τὴν ἀγορὰν καὶ ἡ στάσις οὐκ ἐρεσχελίαι παρ᾽ ἑκατέρων πίπτουσαι τῶν γενῶν, οὐδ᾽ ἔπος αἰσχρόν, ὁποῖον ἐρρέθη, τοιοῦτον ἐπακουόμενον, οὐδ᾽ ἐβωμολοχεύοντο πρὸς ἀλλήλους ἢ κερτόμοις οἱ στασιασταὶ ῥήμασιν ἐκομψεύοντο, οὐδ᾽ ἔβαλλον ὕβρεσι καὶ ἐπλύνοντο σκώμμασιν, ἀλλ᾽ αἱ χεῖρες εἶχον τὰ ὅπλα καὶ ἡ μάχη ἀγχώμαλος ἐκορθύετο. συχνοὶ οὖν οἱ κατὰ φήμην τοῦ κακοῦ μεθ᾽ ὅπλων ἑκατέρωθεν ἐπεισρέοντες καὶ τοῖς ὁμογενέσιν ἀρήγοντες, πολλοὶ δὲ καὶ οἳ ἐκεῖσε μὴ ὁπλενδυτοῦντες παρενέβαλον, γένει βασιλείῳ διαπρεπεῖς καὶ λαμπροὶ κατ᾽ ἀξίωσιν. καὶ τῶν Βενετίκων δὲ ἀφίκοντο οἱ γεραίτατοι ὡς σβέσοντες τὸ κακὸν καὶ διαλλακτῆρες ἐσόμενοι· ἀλλ᾽ οὐκ ἦν τῶν λεγομένων ἐπιστροφή, οὐδέ τις εἰσῄει τούτους αἰδὼς τῶν συνειλεγμένων μεγίστων ἀνδρῶν. ὁ γὰρ Ἄρης ἐκπάγλως ἐμαίνετο καὶ προχύσεως αἱμάτων ἐρῶν ἐπισυνίστη μάλιστα τοὺς ὁπλίτας, καὶ τούτους ἐκ τοῦ τῶν Βενετίκων πλέον στρατολογήματος, καὶ κατεῖχεν οὐδέν, οὐδ᾽ ἐπέστρεφεν.

ὅσον γὰρ ὁ μέγας δομέστικος τοὺς Ῥωμαίους ἀνέκοπτε τῆς ὁρμῆς καὶ τὰς τούτων ἐπισυνδρομὰς ἐπετείχιζε, τοσοῦτον ἐβαρυμηνίων Οὐεντανοὶ τῷ θυμῷ σφαδάζοντες κἀκ τῶν τριηρέων ἐξεχέοντο. ἰδὼν τοίνυν ὁ ἀνὴρ ὡς οὐδὲν ὠφελεῖ διαλλαγὰς μετιὼν καὶ ὡς ἄγει ἀναγκαία τὰ γένη μάχῃ διακριθῆναι, τοὺς ἰδίους μεταπέμπεται δορυφόρους, οὓς ἐπὶ καιρῶν μάχης εἶχε χρησίμους ἑαυτῷ καὶ ὁπλίταις ἀγαθοῖς ἐκέχρητο, καὶ διαφίησι τοῖς Βενετίκοις. ἐξάγει δὲ καὶ μέρος τῆς στρατιᾶς. ἐπ᾽ ὀλίγον οὖν οὗτοι ἀντισχόντες τὰ νῶτα μεταβαλόντες προτροπάδην φεύγουσι καὶ ταῖς ναυσὶν ἄκοντες συνωθοῦνται, βαλλόμενοί τε καὶ ἀναιρούμενοι.

Πλὴν οὐδ᾽ οὕτω τῆς βαρβάρου γνώμης ἠρέμησαν ἢ τὰ ὅπλα μετὰ ἧτταν κατέθεντο, ἀλλὰ κατὰ τὰ δυσθάνατα τῶν θηρίων ἐφαλλόμενοί τε καὶ προσαλλόμενοι ἐν δεινῷ τίθενται ὅτι μὴ Ῥωμαίων αὐτῶν ὑπερίσχυσαν. ἀμέλει καὶ κατὰ χέρσον οὐκέτι δυνάμενοι μάχεσθαι ἀποσαλεύουσι τὰς νῆας καὶ ἐξόρμους τιθέασι· καὶ κατά τινα νῆσον ἀναχθέντες ἀμφίρρυτον (ἡ Ἀστερὶς αὕτη οἶμαί ἐστιν, ἥν φασιν οἱ πάλαι κεῖσθαι μέσον Ἰθάκης καὶ τῆς τῶν Κεφαλήνων τετραπόλεως) ἐπιτίθενται ὡς πολέμιοι τοῖς ἐκεῖσε παρορμῶσιν ἐξ Εὐβοίας πλοίοις Ῥωμαϊκοῖς καὶ τὸ ναυτικὸν κακῶς διαθέμενοι, ὃ συνεπλήρουν οἱ Εὐβοεῖς μάλιστα, τέλος καὶ αὐτὰ τὰ σκάφη πῦρ ἐμβαλόντες ᾐθάλωσαν.

Τῷ κακῷ δὲ τούτῳ καὶ ἕτερον ἀτοπώτερον ἐπιφέροντες τὴν βασιλίδα νῆα κλοποφοροῦσι καὶ παρ᾽ ἑαυτοῖς θέμενοι πρῶτα μὲν τὰς ἐν αὐτῇ βασιλικὰς διαιτήσεις κοσμοῦσι πέπλοις χρυσοϋφέσι καὶ ἁλουργοῖς τάπησιν, ἔπειτα δ᾽ αὐτῇ ἐμβιβάσαντες ἀνδράριον ἐπίτριπτον, κελεχρῶτά τινα Αἰθίοπα, εὐφήμουν ὡς βασιλέα Ῥωμαίων περιάγοντες μετὰ λαμπρᾶς στεφανηφορίας καὶ προπομπῆς, τὰ τῆς βασιλείας σεμνὰ διαπαίζοντες καὶ καταμωκώμενοι τὸν ἄνακτα Μανουὴλ ὡς μὴ ξανθίζοντα τὴν κόμην ὡς θέρος, ἀλλ᾽ ὑπομελαινόμενον τὴν μορφὴν κατὰ τὴν τοῦ ᾄσματος νύμφην τὴν λέγουσαν “μέλαινά εἰμι καὶ καλή, ὅτι παρέβλεψέ με ὁ ἥλιος„.

Ἀλλ᾽ εἶχε μὲν ἀξίαν ἐπιθεῖναι δίκην τοῖς βαρβάροις ἐκ τοῦ παραυτίκα ὁ βασιλεύς, δείσας δέ, μὴ ἐμφυλίου κινηθέντος πολέμου εἰς πλεῖον προχωρήσῃ τὰ ἄτοπα, πέμψας τῶν ἐξ οἰκείου γένους τινὰς ἀμνηστίαν δίδωσι τοῖς Βενετίκοις ὧν τε εἰς αὐτὸν ἠνομήκασι καὶ ὧν εἰς Ῥωμαίους ὡς δυσμενεῖς ἐκακούργησαν, ἐπεὶ τὰ τῆς ἀμύνης ἑώρα πως οὐκ ἀκίνδυνα, πρὸς ἄλλα τοῦ καιροῦ ῥέπειν ἐπείγοντος. πλὴν εἰ καὶ τὸν χόλον αὐτῆμαρ κατέπεψεν, ἀλλ᾽ ὡς ἐν σποδιᾷ ἔναυσμα τὸν κότον ἐνέθαλπε τῇ ψυχῇ, ἕως τῶν πραγμάτων ἐνδιδόντων αὐτὸν ἐξεπύρσευσεν, ὡς κατὰ καιρὸν τὸν οἰκεῖον ῥηθήσεται.

Τότε γοῦν φιλιωθέντων αὖθις ἀμφοτέρων τῶν στρατευμάτων, εἰς πολιορκίαν ἐξάγει τὰς φάλαγγας, καὶ κατὰ θάλασσαν, ἐν οἷς παρείκοι, τὸ πόλισμα κυκλωσάμενος παντοῖος ἐγίνετο, ὥσπερ πρὸς ἑαυτὸν ἁμιλλώμενος ἐνεργότερος δείκνυσθαι, εἴ πως παραστήσασθαι δυνηθείη τοῦτο καὶ ἐξελεῖν. ἔκ τε οὖν τῶν πετροβόλων ὀργάνων τὰ βάρη τῶν λίθων ἠφίετο συνεχέστερα καὶ οἱ τοξόται παρὰ μαζὸν ἀεὶ πελάζοντες τὰς νευρὰς καὶ ἕως τῶν γλυφίδων ἕλκοντες νιφάδεσσιν ἐοικότα χειμερίῃσι κατὰ τῶν ἐπὶ τοῦ τείχους τὰ βέλη ἔπεμπον. ἦσαν δὲ κατὰ πολλὰ μέρη τοῦ ἐρύματος καὶ οἳ διὰ τῶν φαράγγων δίκην αἰγάγρων ἐκρημνοβάτουν· ἐπεραίνετο δὲ οὐδὲν ἀλλ᾽ ἢ ὅσον μὴ ἀεργὸν ὁρᾶσθαι τὴν στρατιάν. οἱ γὰρ ἔνδον καὶ αὐτοὶ γενναίως ἀπεμάχοντο, ὑποκατιέναι μὲν καὶ συστάδην ἀντιπλέκεσθαι Ῥωμαίοις οὐμενοῦν οὐδαμῶς δοκιμάζοντες, ἀπὸ δὲ τῶν τειχῶν παντοδαπῶς ἀμυνόμενοι καὶ βέλεσι καὶ λίθων ἀφέσεσι κακοῦντες τὸ ἀνθιστάμενον.

Ὡς ἔγνω τοίνυν ἀδυνάτοις ἐπιχειρῶν, μεταναστεῦσαι μὲν ἐκεῖθεν καὶ τὴν πολιορκίαν ἀφεικέναι ἀτέλεστον οὐκ ἔκρινε δεῖν καὶ ἀδοξίας ἑαυτῷ παραίτιον ὑπετόπαζεν, εἰ πολλὰ καμὼν καὶ οὐκ ὀλίγας ἴλας ἀπολωλεκὼς στρατιώτιδας οὐχ ἕξοι φρούριον ἓν ἐξελεῖν, καὶ τοῦτο πρότριτα Ῥωμαίοις ὑπόφορον, βόσκοι δὲ καὶ ἐπὶ τῆς οἰκείας χιλίους λῃστὰς ὁρμητήριον παρεὶς καὶ νεώσοικον ταῖς Σικελιώτισι τριήρεσι κατὰ Ῥωμαίων τὰ Κέρκυρα. ἐπεβάλετο τοίνυν χρονοτριβεῖν· ἄλλη γὰρ οὐδεμία τις ἐλπὶς ὑπελείπετο τοῖς χρηστοτέροις αὐτὸν ὑποσαίνουσα, διὰ δὲ τῆς πολυημέρου προσεδρείας συμπείσειν ἄκοντας ᾤετο τοὺς ἐπὶ τῆς φρουρᾶς καταπροδοῦναί οἱ τὸ φρούριον καὶ σφᾶς προσαναθήσειν αὐτῷ. ὅθεν οὐδὲ τοῦ καλοῦ τῆς προσδοκίας ταύτης ἐκπέπτωκεν, οὔτε μὴν διήμαρτε τοῦ σκοποῦ.

Ἡμέρας γὰρ διαλιπόντες τινὰς διαπρεσβεύονται καὶ δέονται καιρὸν αὐτοῖς ὑποχωρήσεως ἐνδοθῆναι, ὡς ὅπλων καὶ τῶν ἄλλων ἦσαν ἔχοντες. ὡς γὰρ ἑώρων βασιλέα μὲν οὐκ ἂν αὐτοὺς ἐπὶ χώρας μένειν ἀνήσοντα, τὰς δ᾽ ἐλπίδας σχαζούσας εἰς κενόν, αἷς ἐβουκολοῦντο καθ᾽ ὥραν τὴν ἀπὸ τοῦ ῥηγὸς ἐπικουρίαν προσδεχόμενοι, ἅμα δὲ καὶ τὸν λιμὸν αὐτοὺς ἠρέμα ἐπιβοσκόμενον, τὴν εἰρημένην ἐτράποντο. ἐνῆγε δὲ πρὸς τὸ τοιοῦτον μάλιστα ἔργον ὁ καστελάνος Θεόδωρος, ὃς τῆς φρουραρχίας προΐστατο, οὐκ ὢν αἱμάτων ἀνήρ, ἀλλὰ τῆς ἀγέλης πλέον Χριστοῦ καὶ προτιθεὶς εἰρήνην τῆς διαστάσεως καὶ φιλορώμαιος, ὡς ἔδειξεν ὕστερον.

Βασιλεὺς τοίνυν ὠσὶν ἑστῶσιν ἀκούσας τὴν ἀγγελίαν ἐζήτει θεάσασθαι καὶ πέρας αὐτίκα τὸ ἐφετόν. πρὸ δὲ τοῦ τὰς ἀποκρίσεις ἱλαρὰς ἀποδοῦναι ἑαυτὸν εἰδωλοποίει τραχὺν καὶ ὑπερορίοις ἀπειλαῖς ἐκέχρητο, εἰ μὴ δρῷεν ὅσα ἡ πρεσβεία κατεπαγγέλλεται. ὡς οὖν ὀψὲ προσερρύησαν, οὐδὲ τότε ὁμοῦ πάντες, ἀλλὰ κατὰ βραχεῖς, καὶ πεῖραν τοῖς ἐπιμένουσιν οἱ ἐξιόντες διδόντες, ὡς οὐχ ὑπερόπτης ὁ βασιλεύς, οὐδέ τι τῶν ἀέλπτων ἐπιτελῶν, ἀλλ᾽ εὐμενῶς αὐτοὺς προσιέμενος μετὰ φιλοφροσύνην καὶ δεξίωσιν ἱκανὴν αὐτοὺς ἑλέσθαι τὸ ποιητέον καὶ τὸ δοκοῦν ὠφέλιμον ἐγκελεύεται· ἑαυτῷ γὰρ μὴ εἶναι πρὸς τρόπου, μηδ᾽ ἄλλως κρίνειν βασιλικόν τε καὶ ἐλευθέριον ἢ μένειν ἐθέλοντας ἀπελαύνειν ἢ ἀπιέναι βουλομένοις προσίστασθαι. πολλοὶ μὲν οὖν συμπαρέμειναν βασιλεῖ καὶ πρὸ πάντων ὁ καστελάνος Θεόδωρος, οἱ δὲ λοιποὶ πρὸς τὴν πατρίδα Σικελίαν ἀνήχθησαν.

Βασιλεὺς δὲ παριὼν εἴσω τῆς πόλεως καὶ τὴν ἄκραν καταπλαγεὶς ὡς ὅπλοις οὐδ᾽ ὅλως ἁλώσιμον καὶ φρουρὰν ἐπιστήσας ἀκριβεστάτην ἐκ Γερμανῶν ἄρας ἐκεῖθεν μεθ᾽ ἁπάσης ὡς εἶχε τῆς στρατιᾶς εἰς τὸν Αὐλῶνα μετασκηνοῖ· ἔνθα ἱκανὰς ἡμέρας ἐναυλισάμενος τὴν εἰς Σικελίαν κυροῖ περαίωσιν, γνωματεύων ἤρεμον εἶναι τὸν μαχόμενον καὶ εἰρήνης τὸν πόλεμον πρύτανιν κἀκείνας εὐδαιμονεῖν τῶν πόλεων, ὅσαι μὴ τοῖς τείχεσι, τοῖς δ᾽ ἔγχεσι φράγνυνται, ὡς τούς γε δι᾽ εἰρήνην τὸν πόλεμον ἀλυσκάζοντας λεληθέναι ἄντικρυς ἔφασκεν ἑαυτοὺς ὅτι πλείονες ἐντεῦθεν ὡς ἐκ πολύχοος γηδίου φύονται οἱ διάφοροι, ἣν ἔχουσιν ἀρχὴν περικόπτοντες καὶ σταθερᾶς εἰρήνης οὐδαμῶς ἀπολαύοντες. ἀλλὰ “δειλοί„ φησιν ὁ Δαυὶδ “οἱ τῶν ἀνθρώπων εἰσὶ διαλογισμοὶ καὶ ἐπισφαλεῖς αἱ τούτων ἐπίνοιαι, ἡ δὲ βουλὴ τοῦ Κυρίου βεβαία καὶ ἀμετάπτωτος, οὐδ᾽ ἔστιν ὅστις τῶν ἁπάντων αὐτὴν παρακρούσεται„.

Τότε τοίνυν τὸν Μανουὴλ στηρίξαντα τὴν εἰς Σικελίαν κέλευθον καὶ πρὸς τὴν νῆσον κατάραντα, ἥτις Ἀειρρονήσιον ἐπικέκληται, τοῦ ἐγχειρήματος ἐπέσχον διακυκήσασαι τὸ πέλαγος λαίλαπες καὶ καταποντιστικὰ τοῦτο διαταράξαντα πνεύματα βροντῶν τε μυκήματα ἐξαισίων καὶ ἀστραπῶν ἐκπυρηνίσματα τερατώδη καὶ ἀνάμματα φοβερώτατα. καὶ αὖθις δ᾽ ἐπιβαλλομένῳ καὶ τὴν περαίωσιν ἐπισπεύδοντι οὐχ ὑπέθηκεν ἑαυτὴν ἡ θάλασσα ταῖς ναυσίν, ἀλλ᾽ ἀνεπήδα καὶ ἀνεβράσσετο κάτωθεν. ὡς οὖν ἀντέστησαν αἱ ἀντίπνοιαι διαλύσασαι τὰ σκάφη γνόφῳ βαθεῖ, μόλις μὲν τῇ χέρσῳ τινὰ τούτων προσώκειλαν, καὶ αὐτὸς δὲ βασιλεὺς διεξέπλευσε βραδέως τὸν κίνδυνον, τὰ δὲ λοιπὰ διεσπάρη ἄλλα ἄλλοθι καὶ πάρεργον ἐγεγόνει κλύδωνος.

Τῷ τοι τὴν δι᾽ ἑαυτοῦ πρὸς Σικελίαν περαίωσιν ὡς ἀσύμφορον παρωσάμενος ἀπαίρει μὲν ἐκ τοῦ Αὐλῶνος ὡς ἔχων ἦν τῶν δυνάμεων, εἰς δὲ Πελαγονίαν ἀφιγμένος καὶ καταστήσας ὡς ξυνοῖσόν οἱ ἐδόκει τὰ πράγματα κατὰ Σέρβων ἔγνω μεταθέσθαι τὸ πρόθυμον. οὗτοι γάρ, ἕως μὲν τὰ τῆς ἀρχῆς ἠρέμει τῷ αὐτοκράτορι, εὔνουν ἐπλάττοντο πρόσωπον καὶ τὴν γλῶτταν ἐπλούτουν πρὸς τὰ ἐν μυχῷ τῆς καρδίας ἀντίφθογγον· ἐπειδὴ δὲ κατά τε γῆν κατά τε θάλατταν ἐπεισήρρηκεν ὅσα ἐπετέμετο ἡ ἀφήγησις, ἀνεθάρσησάν τε παρὰ τὸ δέον, καταχρησάμενοι τῷ καιρῷ, καὶ κατὰ Ῥωμαίων ὅπλα ἤραντο καὶ κακῶς διέθεντο τὰς ὑπὸ Ῥωμαίους ὁμόρους αὐτοῖς χώρας. καὶ δὴ τὸ εὔοπλον ἀπολαβὼν τοῦ στρατεύματος καὶ ἀποτάξας αὐτὸ πρὸς τὸ εὔζωνον τὴν Σερβίαν εἴσεισι, τὸν δὲ ταύτης σατράπην οὐ διέδραμεν ἡ κατ᾽ αὐτοῦ βασίλειος ἐπέλευσις, κἂν ἠπείγετο λήσειν ὁ βασιλεύς· οὐκ ἔχων δ᾽ ὅ τι καὶ διαπράξαιτο, μηδὲ συνορῶν ἑαυτὸν ἀγωνιστὴν πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀνανταγώνιστον, ἀφίσταται μὲν τῶν πεδινῶν, εἰς δὲ τὰ ὄρη αἴρει τοὺς ὀφθαλμούς, ὅθεν προσεδόκα ἥξειν αὐτῷ τὴν βοήθειαν. τὰς δὲ τῶν οἰκείων πληθῦς, ὅσα καὶ θρεμμάτων ἀγέλας τὰ χλωρὰ δρεπομένων τῆς ὕλης, ἀφῆκε τοῖς ἐπιοῦσιν εἰς διασκόρπισιν καὶ ἀναίρεσιν ἐπιτρέψας ἑκάστῳ τὴν διὰ φυγῆς εὕρασθαι σωτηρίαν καὶ πρίασθαι ποσὶ τὴν ζωὴν ὡς παράδειγμα αὐτὸν ἀποβλέπουσι.

καὶ ὁ μὲν Σερβάρχης οὕτω διενοήθη καὶ διεπράξατο καὶ ταῦτα ἦν τοῖς ὑπ᾽ αὐτὸν ὑποθέμενος· βασιλεὺς δὲ ὡς λέων ἀλκῇ πίσυνος βουκόλια βοῶν ἢ αἰγῶν αἰπόλια τὰ τῶν βαρβάρων κείρας συστήματα καὶ πολλὰς μὲν συγκτήσεις πυρὶ παραδούς, οὐκ ὀλίγων δὲ σωμάτων ἐγκρατὴς γεγονὼς ἐκεῖθεν ἐπάνεισι.

Καὶ γράμμα εὐθὺς εὐάγγελον ἐχαράττετο τοῖς τῆς πόλεως σημαῖνον οἰκήτορσι τὰ ἐξ ὑπογυίου ταυτὶ κατορθώματα· καὶ ὁ τοῦτο ἀποκομίζων διαγγελεὺς ὁ μέγας ἦν δομέστικος. μετὰ βραχὺ δὲ καὶ ὁ τῶν ἀνδραγαθημάτων ἐπιφθάνει πατήρ, καὶ καταγαγὼν ἐπὶ τοῖς τελεσθεῖσι τούτοις περιφανῆ θρίαμβον καὶ παρὰ τοῦ δήμου καὶ τῆς συγκλήτου πάσης εὐφημηθεὶς καὶ τῇ τῶν κρότων ὑψηγορίᾳ διαχυθεὶς εἰς ἁμίλλας ἵππων ἀπεῖδε καὶ θέατρα.

Ἄρτι δὲ τοῦ ἔαρος ὑποφαίνοντος τὴν Πελαγονίαν αὖθις κατέλαβε. καὶ ἐπείπερ ἡ πρὸς Σικελίαν ἄφιξις αὐτῷ ἀπηγόρευτο, χρήμασιν ἐφοδιάσας πολλοῖς ἄνδρα δραστήριον, τῶν ἐπισήμων ἕνα καὶ εὐγενῶν, τὸν Παλαιολόγον φημὶ Μιχαήλ, καὶ στρατιὰν αὐτῷ παραδοὺς ἱκανὴν καὶ χεῖρα συχνὴν ἐγχειρίσας ἐκεῖσε ἐξέπεμψεν. ὁ δὲ κατὰ τὸ βασιλεῖ δοκοῦν εἰς Βενετίαν ἀφίκετο πρότερον καὶ μισθοφορικὸν ἐκεῖθεν ἀγηοχὼς κἀκ τῶν Ἰταλιωτίδων χωρῶν στρατολογήσας ἁδρὸν κοντοφορικὸν καὶ γενόμενος ἤδη μεγαλοδύναμος πρὸς τὴν Λογγιβαρδίαν κατέπλευσε καὶ συμμίξας ταῖς ἐκεῖσε δυνάμεσι τοῦ ῥηγὸς τροπαιοφορεῖ κατ᾽ αὐτῶν καὶ νίκαις ἀναδεῖται λαμπραῖς, ἔχων ἐπὶ πᾶσι συγκροτοῦντά οἱ καὶ συναντιλαμβανόμενον καί τινα κόμητα Ἀλέξανδρον, ἐκ ταὐτοῦ μὲν ἀπορρύεντα αἵματος τῷ ῥηγί, προσκεχωρηκότα δὲ προσφάτως Ῥωμαίοις δι᾽ ἃς ὑπέστη παρ᾽ αὐτοῦ συμφοράς. καὶ ὁ μὲν Παλαιολόγος ἀεί πως ἐνεπλατύνετο καὶ σπείρων φιλοτίμως οὐ διαδιδοὺς τὰ χρήματα ἐλύπει καιρίως τὸν ῥῆγα καὶ ἐσέτι δράσων ἐκεῖνον ἐπίδοξος ἦν τὰ ἀνήκεστα, πλείστας τῶν ἐκεῖθι πόλεων τὰς μὲν ὁμολογίᾳ χειρούμενος, τὰς δὲ καὶ καταστρέφων.

Ἀλλὰ καὶ λίθων μετενεχθέντων ἐκεῖθεν καί τινων ἀναπεμφθέντων αἰχμαλώτων τῷ βασιλεῖ, πόλις κατὰ τὴν τῶν Αἰγαιοπελαγιτῶν χώραν τειχίζεται, Βάρη καὶ Αὐλωνία παρωνύμως ἐσέτι ὠνομασμένη. Βασιλεὺς δὲ αὐτὸς αὖθις μαθὼν κακουργεῖν τὸν Σερβίας δυναστεύοντα οὔρεσιν καὶ χείρονα δρᾶν τῶν προτέρων, ὡς καὶ σπείσασθαι κατὰ Ῥωμαίων τοῖς γείτοσι Παίοσι, δισσεύει κατ᾽ αὐτῶν ὡς μὴ ἀξιομάχων ἀφροντιστῶν. οἱ δὲ καὶ ὑπὲρ δόξαν χεῖρας ἀντῆραν καὶ τὸν κατ᾽ ὀφθαλμὸν ἐθάρρησαν πόλεμον πλεῖστον συμμαχικὸν Οὐννικὸν ἐπαγόμενοι. ὅτε καὶ ὁ Καντακουζηνὸς Ἰωάννης συμπλακεὶς τοῖς βαρβάροις καὶ μέχρι τοῦ δοῦναι καὶ λαβεῖν ἐγκαρτερήσας πληγὰς δακτύλους τῶν χειρῶν ἀπεβάλετο, πολλῶν ἐπιβρισάντων αὐτῷ Σέρβων. καὶ βασιλεὺς δὲ αὐτὸς κατὰ μονομαχίαν τῷ ἀρχιζουπάνῳ Βακχίνῳ προσέμιξεν, ἡρωϊκὸν προφαίνοντι σῶμα καὶ αὐτουργοὺς χεῖρας ἐξ ὤμων φύοντι· καὶ ὁ μὲν κατὰ τῶν προσώπων πλήττει τὸν βασιλέα καὶ διαθλᾷ τὸ ἐκ τοῦ κράνους κατακεχυμένον τῶν ὄψεων ἐκείνου σιδήρεον παραπέτασμα, ὁ δὲ τὴν χεῖρα τούτου τῷ ξίφει διήλασε καὶ ἀπόλεμον ἔδειξε καὶ ζωγρίαν ἐκ τοῦδε συνείληφεν.

Ὡς δὲ καὶ οὕτω τοῖς Ῥωμαίοις αἰθρία νίκης ἐπέλαμψε, τῶν βαρβάρων διαλυθέντων δίκην νεφῶν, κἀκ τῶν ἐπαριστέρων ἀρχῶν εἰς τέλος ἀπήντησεν ὁ πόλεμος δεξιώτατον, κατὰ τῶν Οὔγγρων ὁρμᾷ, μήπω τὴν τῆς μάχης κόνιν ἐκ τῶν προσώπων ἀπομορξάμενος, ἀλλ᾽ ἔτι θερμοῖς ἱδρῶσι σταζόμενος, ἐπίκλημα φέρων τὴν τῶν Σέρβων ἐπικουρίαν καὶ τὴν ἀπουσίαν ἁρπάζων τοῦ ἐπαρήξοντος· ὁ γὰρ τῶν Οὔγγρων ῥὴξ οὐκ ἦν κατὰ χώραν τοῖς γειτνιῶσι Ῥὼς συμπλεκόμενος.

Καὶ δὴ τὸν Σάουβον διαβὰς ποταμὸν καὶ τῷ Φραγγοχωρίῳ ἐμβαλὼν (ἔστι δὲ τόδε τμῆμα τῆς Οὐγγρίας οὐ τὸ ἐλάχιστον ἀλλ᾽ ἱκανῶς πολυάνθρωπον, μεταξὺ Ἴστρου καὶ Σαούβου τῶν ποταμῶν ἀναπεπταμένον, καθ᾽ ὃ καὶ φρούριον ἐρυμνότατον ἔκτισται, ὃ Ζεύγμινον ἐπικέκληται) χειρίστως τὰ ἐκεῖ διέθετο. τότε καί τις Παίων, μεγέθει μέγιστος καὶ ἀνδρεῖον προφαίνων ψυχῆς παράστημα, τῶν ἄλλων ἀποδιαστὰς ἐς αὐτὸν βασιλέα θυμῷ φέρεται, ὁ δὲ τοῦτον ὑποστὰς ἐς τὸν ὀφθαλμὸν τὸ ξίφος διελᾷ καὶ ἀφίστησι τῆς ζωῆς. πολλοὺς τοίνυν ζωγρίας λαβὼν καὶ πραγμάτων οὐκ ὀλίγων γενόμενος ἐγκρατὴς πρὸς τὴν βασιλίδα πόλιν ἐπάνεισιν.

Ἐς δ᾽ ὅσον πλεῖστον ἀπομηκύνας τὸν θρίαμβον λαμπρότατα ὡς ἐνῆν διὰ τῶν τῆς πόλεως ἀμφόδων ἐπόμπευσεν. ὑπεξῆραν δὲ τὴν τηνικαῦτα κομψότητα τῆς πομπῆς τῶν Οὔγγρων οἱ νεαλεῖς καὶ τῶν Σέρβων οἱ δορυάλωτοι στολὰς ἐνησθημένοι λαμπρὰς καὶ ὑπὲρ τύχην ὁρωμένας αἰχμάλωτον, βασιλέως αὐτὰς παρασχομένου, ὡς ἂν εἴη καὶ ἐντεῦθεν ἡ νίκη περίδοξος καὶ τοῖς πολίταις αὐτοῖς διὰ θαύματος καὶ ὅσοι μὴ ἐνδαποί, ὡς ἀνδρῶν κεχειρωμένων κατὰ τὸν πόλεμον τῶν ἐκ γένους ἐπισήμου καὶ ἀξίων τοῦ περιβλέπεσθαι. θαυμαστὴν δ᾽ ἐποίει τὴν τότε πομπαίαν πανήγυριν καὶ τὸ μὴ παριέναι ἀθρόους τοὺς αἰχμαλώτους, ἀλλὰ κατὰ συμμορίας καὶ ἐκ διαλειμμάτων ἀφεστῶτας ἀλλήλων, ὡς κλέπτεσθαι τὴν ὄψιν ἐντεῦθεν τῶν θεωμένων καὶ ὑπὲρ τοὺς ὄντας τοὺς παριόντας φαντάζεσθαι.

Ἐν τούτῳ δὲ καὶ Σκυθῶν τὸν Ἴστρον διαπεραιωσαμένων καὶ τὰ περὶ τὸν ποταμὸν τοῦτον ληϊζομένων Ῥωμαϊκὰ φρούρια, στέλλεται κατ᾽ αὐτῶν Καλαμάνος τις. ἀλλ᾽ οὗτος μὴ δεξιῶς διαστρατηγήσας τὸν κατὰ Σκυθῶν πόλεμον ἡττήθη τε ὑπ᾽ αὐτῶν κατὰ κράτος, ὡς αἱ τάξεις ἐρρώγεσαν, καὶ ἄνδρας ἀγαθοὺς ἀπεβάλετο καὶ αὐτὸς δὲ καιρίας ἐς τὸ σῶμα δεξάμενος τὸ ζῆν μετήλλαξεν. οἱ δὲ Σκύθαι κατὰ τὸν αὐτοῖς εἰωθότα τρόπον λείαν τὰ ἐν ποσὶ θέμενοι καὶ ἀναθέμενοι τοῖς ἵπποις τὰ λάφυρα νόστου ἐμνήσαντο.

Ῥᾴων δὲ αὐτοῖς ἡ τοῦ Ἴστρου περαίωσις, εὐχερεστέρα δὲ καὶ ἡ κατὰ προνομὴν ἐπέλευσις, οὐ κοπηρά τε καὶ ἐργώδης ἡ ἀναχώρησις. ὁπλισμὸς γὰρ αὐτοῖς γωρυτὸς ἐπὶ τῆς ἰξύος ἐξηρτημένος πλάγιος καὶ καμπύλα τόξα καὶ ἄτρακτοι. εἰσὶ δ᾽ οἳ καὶ δοράτια κραδαίνουσι περιελίσσουσί τε κατὰ τὸν πόλεμον. ὁ δ᾽ αὐτὸς ἵππος καὶ τὸν Σκύθην ὀχεῖ, διὰ μαχησμοῦ φέρων τοῦ πολυάϊκος, καὶ τροφὴν χορηγεῖ σχαζομένης φλεβός, ὡς δέ φασι, καὶ ὀχευόμενος τὴν ἄλογον ἀφροδίτην τοῦ βαρβάρου ἀποκενοῖ. σχεδιάζει δὲ τοῖς Σκύθαις τοῦ ποταμοῦ τὴν διάβασιν κάρφης πλήρης διφθέρα, λίαν ἐς τὸ ἀκριβὲς σύσπαστος, ὡς μηδὲ βραχὺ λιβάδιον ἐπεισρέειν ἔνδοθι. οὐκοῦν ταύτην περιβὰς ὁ Σκύθης, ἱππείας ἐξημμένην οὐρᾶς, καὶ τὴν ἀστράβην ἐπαναθεὶς καὶ ὅσα τοῦ πολέμου ὄργανα διαπλωΐζεται, οἷα σκάφος λαίφει τῷ ἵππῳ χρώμενος, καὶ τὸ τοῦ Ἴστρου διανήχεται πέλαγος.

Καὶ ὧδε μὲν εἶχε ταυτί. ὁ δέ γε Παλαιολόγος τὸν φιλοπράγμονα αἰτίαν ἀπειληφὼς καὶ τὸν δαπανηρὸν Ῥωμαίοις ἀξυντελῶς, ἐξ ὅτου Καλαβρίας ἐπέβη, τῆς στρατηγίας παραλύεται, στέλλεται δ᾽ ἀντ᾽ αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος, ὁ τοῦ Βρυεννίου καίσαρος υἱός, ἐξάδελφος ὢν τῷ βασιλεῖ πρὸς μητρὸς καὶ τὴν τοῦ μεγάλου δουκὸς τιμὴν ἄρτι πρώτως περιζωσάμενος. συνεκπέμπεται δέ οἱ καὶ ὁ Δούκας Ἰωάννης, ἀνὴρ ἑρμαϊκὸς ὁμοῦ καὶ ἀρεϊκός, οἷα παιδευμάτων ἐλευθερίων οὐκ ἄκρῳ λιχανῷ γεγευμένος καὶ γένους εὖ ἔχων καὶ μεθόδων ἴδρις στρατηγικῶν.

Οὗτοι οὖν ἐς Σικελίαν τὸν πλοῦν θέμενοι συνέμιξαν ταῖς δυνάμεσι τοῦ ῥηγὸς καὶ μεγάλαις ναυμαχίαις πολλάκις αὐτὸν κατεπάλαισαν, ὡς τάς τε νῆας τούτου διαρρυῆναι, ἐγγὺς δὲ πολιορκίας καὶ αὐτὸ γεγονέναι τὸ Βρεντήσιον. ἀλλ᾽ οὔπω ἡ τύχη τοῖς λαμπροῖς τοῖσδε καθαρῶς ἐπεμειδίασεν ἀγωνίσμασιν, οὔτε μὴν ὁ βασιλεὺς ὡς ἔδει ταῖς καλλίσταις ἐνεώρτασεν ἀγγελίαις, καὶ ὁ ῥὴξ δύναμιν ἀθροίσας μείζονα καὶ ξενικὸν ἐπαμησάμενος οὐ βραχὺ τὴν ἧτταν ἐπῆλθεν ἀναμαχούμενος καὶ συμβαλὼν περιγίνεται τῶν ἀνδρῶν καὶ συλλαβὼν δεσμώτας εἵργνυσιν ἀμφοτέρους, ἐν ἀκαρεῖ καιροῦ ἀνατρέψας ὅσα πόνῳ καὶ δαπάναις μεγίσταις ὑπὸ Ῥωμαίων εὐημερήθησαν.

Τοιούτοις οὖν ὁ Μανουὴλ ἀκούσμασι καὶ ἀγγέλμασι τὴν πρότριτα θυμηδίαν ἀποκλυσάμενος ὅσα τε ἀψινθιώδεσι κεράσμασιν ἐμπικρανθεὶς τὴν ψυχήν, ὡς εἰκὸς μέν, οὐκ ἤνεγκε τὸ γεγονὸς φορητῶς, ἀλλ᾽ ἱκανῶς ἐπαθήνατο. οὐκ ὢν δὲ ψοφοδεής, μηδ᾽ ἀναπίπτων ἐν τοῖς δεινοῖς συναντήμασιν, οὔτε μὴν τῷ οὔρῳ τῶν πραγμάτων παρ᾽ ὃ δεῖ κουφιζόμενος, οὐδ᾽ αὖ πάλιν ἀγεννῶς ταῖς τούτων καταιγίσιν ὑποκλινόμενος, ὡς πρὸς τὴν τότε τύχην ἀγνωμονοῦσαν ἀντιπράττων διημιλλᾶτο. ἔνθεν τοι καὶ ἑτέραν ἐξαρτύσας ναυτικὴν δύναμιν ἐφίστησιν ἡγεμόνα ταύτης Κωνσταντῖνον τὸν Ἄγγελον, ὃς ἐκ μὲν Φιλαδελφείας ὥρμητο καὶ γένους ἦν οὐκ εὐπαρύφου πάνυ καὶ εὐγενοῦς, εὖ δ᾽ ἔχων τῆς σωματικῆς φυῆς κἀπὶ τοῦ προσώπου λειμῶνα κάλλους κηπεύων τὴν Θεοδώραν πρὸς γάμον ἠγάγετο, ἣν Ἀλέξιος ὁ βασιλεὺς ὁ προπάτωρ τῷ Μανουὴλ ἐγείνατο, τὸ κάλλος εὐτυχήσας προμνήστριαν.

Δοξάζων δ᾽ ὁ Μανουὴλ οὐκ ἐπαινετῶς ὡς πρὸς τὰς τύχας συναίρονται καὶ τὰ κατὰ τὸν ἀνθρώπινον βίον συναντήματα οἱ τῶν ἀστέρων ἀναποδισμοὶ καὶ προποδισμοὶ καὶ αἱ θέσεις αὗται καὶ τὰ τοιάδε τῶν πλανήτων σχήματα, οἱ πλησιασμοί τε καὶ ἀποστάσεις, καὶ τὰ λοιπὰ ὅσα οἱ ἀστρολέσχαι φασὶν τῆς θείας προνοίας καταψευδόμενοι καὶ λεληθότως τὸ “εἵμαρτο„ καὶ “τὰ δεδογμένα τῇ ἀνάγκῃ ἀναλλοίωτά τε καὶ ἀνεπίκλωστα„ παρεισάγοντες, ὡραίαν τῷ Ἀγγέλῳ τὴν ἔξοδον ἀπακριβοῖ.

Καὶ εἶχε μὲν τῷ Κωνσταντίνῳ τὰ ἐξιτήρια συνταξάμενος. ἀλλὰ τί; οὔπω εἰς ὀψίαν ἐνειστήκει ὁ ἥλιος, καὶ παλίμπους ἐπιτάσσοντος βασιλέως ὁ Κωνσταντίνος γίνεται. τὸ δ᾽ αἴτιον ἡ τῆς ἐξόδου ἀκαιρία καὶ τὸ τῆς ὁδοῦ τὸν Ἄγγελον ἅψασθαι οὐχ ὡς οἱ ἀγαθοὶ σχηματισμοὶ τῶν ἀστέρων ἐκέλευον ἢ γοῦν ἡ ἀκρίβεια παρεῖχε τῶν τῆς ἀστρονομουμένης σφαίρας κανόνων, ἀλλ᾽ ὡς οἱ φλήναφοι, ἐνεδίδοσαν, κακῶς φάσκοντες καὶ παχέως τοῖς λεπτοῖς ἐπιβάλλοντες κἀντεῦθεν περὶ τὴν τῆς ὡραίας ὥρας σφαλλόμενοι εὕρεσιν. πάλιν τοίνυν θεμάτιον διετίθετο καὶ οἱ κανόνες ἀπηκριβοῦντο. καὶ οὕτω μετὰ πολλὴν τῶν ἄστρων ἔρευναν καὶ σκέψιν καὶ περισκόπησιν ὁ Ἄγγελος ἔξεισι, ταῖς τῶν ἀγαθοποιῶν ἀστέρων συνεξωρμηκὼς κινήσεσιν.

Ἐς τοσοῦτον δὲ ἄρα τὰ τῶν Ῥωμαίων ὤνησε πράγματα ἡ τῆς ὥρας ἀσφάλεια ἢ τὰ τῶν πρώην ἀρχηγῶν ἀνώρθωσε πταίσματα καὶ εἴ τι ἀντίξουν συμβέβηκε μετεσκεύασεν, ὡς ἐκ τοῦ παραυτίκα χερσὶν ἁλῶναι τῶν πολεμίων τὸν Κωνσταντῖνον. ἀπερισκέπτως γὰρ ἐς Σικελίαν τὸν πλοῦν ποιούμενος συνελήφθη ταῖς θαλασσοφυλακούσαις Σικελικαῖς τριήρεσι καὶ ἤχθη παρὰ τὸν ῥῆγα αἰχμάλωτος. ὁ δὲ τῆς ἄγρας ἐπαινέσας τοὺς συλλαβόντας καὶ ὡς καλῶν κάλλιστον εἰπὼν τὸ θήραμα εἶχε καὶ τοῦτον δεσμώτην ἔμφρουρον.

Βασιλεὺς δὲ καὶ μετὰ δευτέραν ταύτην πληγὴν διηρευνᾶτο τὰ τῆς ἀμύνης ἀνάλογα. ὁρῶν δὲ τὸν διὰ πολέμων αὖθις τρόπον δύσεργον καὶ ἀξύμφορον καὶ τὸ τῶν ἀναλωμάτων ἁδρὸν καὶ ἐπάλληλον ὑπειδόμενος οἷά τινα νόσον γάγγραιναν τὰ τῶν θησαυρῶν κατὰ βραχὺ ταμιεῖα νεμόμενον (ἐγγὺς γάρ που τριακοσίων κεντηναρίων χρυσίον ἀνάλωκε) δέον εἶναι διενοήθη σπείσασθαι τῷ ῥηγί. τοίνυν δεξάμενος οὐκ ἀηδῶς τὴν τοῦτο ἐπισκήπτουσαν πρεσβείαν τοῦ τῆς πρεσβυτέρας Ῥώμης προέδρου καὶ ὡς ἄγγελον εὐξύμβολον ἀσπασάμενος στέλλει κατὰ τὸν Ἀγκῶνα τὸν πρωτοστράτορα Ἀλέξιον, ὃς ἦν πρεσβύτερος τῶν υἱέων τοῦ μεγάλου δομεστίκου, πρὸς ἀμφότερα μερίσας τὸ σκέμμα τε καὶ τὸ βούλευμα, δηλαδὴ καὶ πρὸς ἑτοιμασίαν ὅπλων καὶ ξενικοῦ στρατεύματος ξυλλογὴν ἀπὸ τῶν Ἰταλιωτίδων χωρῶν, εἰ τούτου δεήσειε, καὶ πρὸς τὴν τοῦ ῥηγὸς φιλίαν, εἰ προχωροῦν ὁρῴη τὸ τῆς ξυμβάσεως.

Ἔνθεν τοι καὶ ὁ Ἀλέξιος ἐκεῖσε γενόμενος, δραστήριος ὢν καὶ πᾶσαν ἐξησκηκὼς αὐτουργίαν πολεμικήν, νοΐ τε τὴν γλῶτταν ἔχων ἀνθάμιλλον καὶ χεῖρας ἀντεριζούσας ταῖς ἀρχικαῖς μεθοδεύσεσι καὶ τὸ εἶδος αὐχῶν σεμνόν, στρατολογεῖν εὐθὺς ἐπεβάλετο, κατασεῖσαι τὴν γνώμην τῇ ἀκοῇ βουλόμενος τοῦ ῥηγός, καὶ συχνὴν ξυνέλεγεν ἵππον ὡς ἐς Καλαβρίαν μέλλων παρεμβαλεῖν. ἐν δὲ τῷ μέρει καὶ τοῦ τῶν σπονδῶν ἐπεμελεῖτο καθήκοντος καὶ ὡς ἀλλήλοις λήξωσι πολεμοῦντες ὅ τε βασιλεὺς καὶ ὁ ῥὴξ γραμμάτιά τε πέμπων ἐς Μάϊον καὶ δεχόμενος, ὃς ἐναυάρχει τότε τοῦ στόλου τῶν Σικελῶν.

Πρεσβείαν οὖν ἐκ Σικελίας ἐπισπασάμενος ἀναπέμπει ταύτην τῷ βασιλεῖ καὶ δεῖται προσσχεῖν οἷς λέγειν οἱ πρέσβεις ἔχουσιν (αἰτοῦνται δέ, ὡς πυνθάνεται, οὐχ ὑπερόρια οὐδ᾽ ὑπέρογκα) καὶ αὐτῷ παραστήσειν, εἰ προβαίνουσι καὶ περατοῦνται τὰ τῆς καταλλαγῆς πρὸ τοῦ εἰς ὦτα διαβῆναι πολλῶν, ἵνα μὴ ἀηδὲς αὐτῷ τι λάθοι διαπραξάμενος, ὄντι παρ᾽ ἀνδράσιν, οὓς αὐτὸς ἐκ τῶν φίλων χωρῶν τῷ ῥηγὶ τῶν Ἀλαμανῶν χρησταῖς ἐλπίσιν ἠνδραποδίσατο καὶ ὧν τὴν γνώμην κατὰ Ῥωμαίων πλεῖστα φλεγμαίνουσαν κατὰ τοῦ Σικελίας ῥηγός, ὡς εἶχε, μετέθετο. ὡς οὖν ἐπέστη τις ἐκ βασιλέως τὴν ἀγγελίαν Ἀλεξίῳ τῶν σπονδῶν διαφέρων, λάθρᾳ τῶν ἐκεῖ τὰ χρήματα μετατίθησι καὶ συνεκπέμπει ταῦτα τοῖς πιστοτάτοις ἑαυτῷ ἀνδράσι· τὰ δὲ κιβώτια καταλείπει τούτων κενὰ σφραγῖδάς τε τούτοις ἐπιβαλὼν τοῖς κατὰ χώραν μέγα δυναμένοις παρέθετο, ἐπισκήψας ἀσυλίαν ἐπὶ τούτοις ἅπασαν εἶναι καὶ μηδένα μεταλλᾶν τὰ ἔνδον, μήτε μὴν ἄλλως διαλῦσαι τὰ σημεῖα, εἰ μὴ αὐτὸς ἐς βασιλέα ἀφιγμένος ἐκεῖθεν ἐπανελεύσεται.

Καὶ Ἀλέξιος μὲν οὕτως ἐκ τοῦ Ἀγκῶνος ἀπενόστησε, βασιλέως δὲ καὶ ῥηγὸς εἰρηνικὰ φρονησάντων καὶ βλεψάντων πρὸς τὰς σπονδάς, ἢ τἀληθὲς εἰπεῖν, οὐ καθαρῶς ὁμονοησάντων, λυκοφιλίαν δὲ σχηματισαμένων, ὤναντο τῆς τούτων ὁποιασοῦν ἑνώσεως οἱ αἰχμάλωτοι λυθέντες ἀνάποινοι, οὐ μόνον οἱ λαμπροὶ τὸ γένος καὶ βασιλείῳ τιμήεντες αἵματι, ἀλλὰ καὶ οἱ τοῖς στρατιωτικοῖς καταλόγοις ταττόμενοι, πλὴν τῶν ἐκ Κορίνθου καὶ Θήβηθεν ὁρμωμένων, καὶ τούτων ὅσοι τὴν τύχην ἀφανεῖς καὶ οἳ τὰς εὐητρίους ὀθόνας ὑφαίνειν ἔλαχον καὶ τῶν γυναικῶν αἱ καλαὶ καὶ βαθύζωνοι καὶ τὴν αὐτὴν ἀνδράσι τέχνην ἐκμελετήσασαι. καὶ νῦν ἔξεστιν ἰδεῖν τοὺς ἐς Σικελίαν καταίροντας Θηβαίων παῖδας καὶ Κορινθίων ἱστῷ προσανέχοντας τῶν ἑξαμίτων καὶ χρυσοπάστων στολῶν ὡς Ἐρετριεῖς πάλαι παρὰ Πέρσαις δουλεύοντας, ὅτι πολέμων ἦρξαν Δαρείῳ στρατείαν καθ᾽ Ἑλλάδος ἐλάσαντι.

Ἀλλ᾽ οὔπω μακρὸς διαλελοίπει καιρός, καὶ αὖθις ἑκάτεροι ὡς ἀχανεῖς ἀμπώτιδες καὶ σύρτεις, αἳ κῦμα ὀρθὸν ἐπαιγίζουσιν, εἰς τὰς μάχας ἐπωγκοῦντο καὶ ὠροθύνοντο. καὶ βασιλεὺς μὲν ἀνέσειε τῷ ῥηγὶ τοὺς μέγα δυναμένους ἀστυγείτονας δυνάστας χρημάτων ἐπαίρων αὐτοὺς ὑποσχέσεσιν, ὁ ῥὴξ δὲ τῷ κόμητι τοῦ στόλου Μαΐῳ διακελεύεται νῆας τετταράκοντα ταχυναυτούσας πάσας καθελκύσαι τῶν νεωρίων καὶ φραξάμενον κραταιότερον τὴν Κωνσταντίνου καταλαβεῖν καὶ αὐτὸν μὲν ἐπ᾽ ἀκροάσει τῶν ἀστυπόλων ἀναγορεῦσαι Σικελίας καὶ Ἀκυλίας Καπύης τε καὶ Καλαβρίας καὶ τῶν μεταξὺ τούτων χωρῶν καὶ νήσων ὅλων κύριόν τε καὶ βασιλέα, βασιλέα δ᾽ ἐκφαυλίσαι Ῥωμαίων καὶ κακῶς εἰπόντα ἐπανελθεῖν.

Ἀμέλει τοι καὶ τὰ ἐντεταλμένα πληρῶν Μαΐος, Μαλέαν ἐπικάμψας καὶ τὸν Αἰγαῖον κόλπον παραλλάξας καὶ παρημειφὼς Ἑλλήσποντον, τῇ βασιλίδι πόλει προσώκειλε. καὶ πρῶτα μὲν τὸν ἐσέχοντα πορθμὸν διαπλεύσας καὶ τοῖς ἐν Βλαχέρναις βασιλείοις κατακολπίσας βέλη κατ᾽ αὐτῶν ἀφῆκεν ἀργυρέους ἔχοντα τοὺς ἀτράκτους ἀληλιμμένους ἐς βάθος χρυσῷ· ἐν δὲ τῷ ἐκεῖθεν τὸν αὐτὸν ἐπαναμετρεῖν πλοῦν ἀπέναντι τοῦ μεγάλου παλατίου τὰς κώπας σχάσας τὸν οἰκεῖον ῥῆγα ταῖς εὐφημίαις διατρανοῖ, συνεπηχοῦντος τοῦ ναυτικοῦ πληρώματος καὶ θορυβώδη τελοῦντος τὴν ἀνακήρυξιν. καὶ ὁ μὲν οὕτω τὸν πλοῦν ἐπιταχύνας τῆς πάλαι ᾀδομένης Ἀργοῦς πτηνότερον Σηστοῦ καὶ Ἀβύδου ὡς ἄλλων Συμπληγάδων ἐξέθορε, πολὺς δὲ ἀνὰ τὴν πόλιν ἐπεκύμαινε τάραχος, βασιλέως μὴ παρόντος ἐντός. καὶ ἦν καὶ τοῦτο καύχημα τῷ Σικελίας ῥηγὶ καὶ εἰς μέγιστον ἀνεγράφετο τροπαιούχημα. ὁ δὲ Μανουὴλ εἰς παίγνιον τὸ γεγονὸς ἀναφέρων τὸν τοιαύτας ἑαυτῷ τιμὰς μνηστευόμενον ῥῆγα, ἢ τό γε ἀληθέστερον εἰπεῖν λῃστεύοντα, διακενῆς ἀφῆκε βρενθύεσθαι καὶ φυσᾶν ἐπ᾽ οὐδενὶ χρηστῷ κατορθώματι.