Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Μανουήλ Α' Κομνηνού: Εκστρατείες σε Βαλκάνια και Ανατολή

Ο πόλεμος με τους Σικελούς, η πολιορκία της Κέρκυρας, οι εκστρατείες κατά των Σέρβων, των Ούγγρων και η εμφάνιση του Ανδρονίκου Κομνηνού στο πολιτικό προσκήνιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 4 από 18

ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Τοιοῦτον μὲν εἰλήφει πέρας τὰ κατὰ Σικελίαν τε καὶ Καλαβρίαν τοῦ βασιλέως Μανουὴλ ἀγωνίσματα, λαμπρὰ μὲν καὶ πλεῖστα τῶν χρημάτων ἐκεῖσε μετηγγικότα, εἰς οὐδὲν δὲ τέλος εὔχρηστον Ῥωμαίοις κατηντηκότα ἢ εὐσπούδαστον τοῖς ὕστερον αὐτοκράτορσιν. ἀλλὰ τί πρὸς τὸν ἠγωνισμένον εἴπῃ τις ἂν καὶ οὕτω προθύμως ἡμιλλημένον, ὡς εἴη παραστησάμενος τὸ ἀλλόφυλον;

Ἀλλ᾽ οὗτος αὖθις κατὰ Παιόνων, οὓς καὶ Οὔννους φασί, στρατείαν ἐκήρυξε καὶ τοῖς κατὰ δυσμὴν ἔχουσι τὰς οἰκήσεις ὁπλίταις ἁμάξας ἐπέταξεν ἄγειν εἰς τὸ στρατόπεδον, δι᾽ ὧν καὶ οὗτοι ἐφοδιάσονται τὰ βιώσιμα καὶ τῷ λοιπῷ δὲ οὕτω συναροῦνται στρατεύματι, ὅσοι τοιούτων σκευαγωγημάτων σπανίζειν ἤμελλον. ὡς οὖν εἰς ἓν συνήθροιστο τὰ στρατεύματα, εἶχε καὶ αὐτὸν παρόντα τὸν βασιλέα πόλις ἡ Σαρδική, ἣ νῦν Τριάδιτζα ὀνομάζεται. καιρὸν δ᾽ οὐχὶ πολὺν προσμείνας, ἐπεὶ ἵκετο πρεσβεία ἐκ τῶν Παιόνων καὶ λόγοι συμβατικοί, ἑτέραν τραπόμενος πρὸς τὸν τῶν Σέρβων μεταβαίνει σατράπην· καὶ διαθροήσας τοῦτον ὁδοῦ πάρεργον καὶ πείσας αὐτὸν μόνον εἰδέναι βασιλέα καὶ δεδιέναι, τῶν δὲ μετὰ τῶν Οὔννων ἀφεστάναι σπονδῶν, πρὸς μὲν τὰ οἰκεῖα ἤθη τὸ πολὺ τῆς στρατιᾶς διαφῆκεν, αὐτὸς δὲ τὴν τῶν Θεσσαλῶν καταλαβὼν ἐπαρχίαν κακεῖσε διατρίψας, ἐφ᾽ ὅσον αὐτῷ ἐδόκει καίριον, τὴν βασιλίδα εἴσεισι πόλιν.

Ἡλίου δ᾽ ἄρτι τὰς χειμερινὰς τροπὰς παρελαύνοντος εἰς Πελαγονίαν ἔξεισιν αὖθις, ὁρμητήριον αὐτὴν κρίνων ἱκανὸν ὑποδέξασθαι στρατόπεδον, εἰς πεδία ἱππήλατα ὑπτιάζουσαν, καὶ πρὸς τὰς πεύσεις εὖ ἔχειν καὶ τὴν τῶν δρωμένων κατάληψιν ὑπὸ τῶν ἐθνῶν, μεθ᾽ ὧν ἀντεπαλαμᾶτο καὶ διεφέρετο. ἔτι γὰρ τὰ κατὰ Σικελίαν μεθεῖλκον αὐτὸν καὶ ὑπέθραττον, μήπω κατασιγασθέντα τέλεον, καὶ ὁ τῶν Οὔννων κατάρχων πρὸς ξιφουλκίαν ἔβλεπεν, ὡς ἔδειξεν ἐξ ὧν ἔδρασεν. ἐπειδὴ γὰρ παρελύθη τῆς δουκικῆς ἀρχῆς Βρανιτζόβης καὶ Βελεγράδων ὁ Κομνηνὸς Ἀνδρόνικος, ὁ καὶ ὕστερον τυραννήσας Ῥωμαίων, κρύβδην κατὰ Ῥωμαίων τοῖς Παίοσι συντιθέμενος καὶ περὶ τοῦ παραλυθῆναι μὲν τὸν Μανουὴλ τῆς ἀρχῆς, αὐτὸν δ᾽ ἐπιβήτορα ταύτης τῷ βασιλεῖ ἐπαναστάντα γενέσθαι τῷ τούτων κοινολογούμενος ἄρχοντι, καὶ μετάπεμπτον εἶχε τοῦτον εὐθὺς ἡ Πελαγονία κἀκεῖθεν ἡ πόλις ἀναπεμπόμενον δέσμιον καὶ ἐν μιᾷ τῶν τοῦ μεγάλου παλατίου φρουρῶν καθειργνύμενον, τὸν κατὰ Ῥωμαίων εὐθὺς ὁ Οὐννάρχης ἐξέφερε πόλεμον. καὶ ἦν πολιορκῶν Βρανίτζοβαν καὶ κατατρέχων τὰ ἐκεῖ πάντα λεηλατῶν τε καὶ ἄγων, ὡς ᾕρητο.

Στέλλεται γοῦν παρὰ βασιλέως στρατηγὸς κατ᾽ αὐτοῦ ὁ χαρτουλάριος Βασίλειος ὁ Τζιντζιλούκης. καὶ ὃς τὰς συνειλεγμένας δυνάμεις παραλαβὼν καὶ εἰς τάξεις καταστήσας καὶ φάλαγγας καὶ δόξας ἀξιόνικον ἔχειν στρατόπεδον τοῖς Οὔννοις συμπλέκεται· καταγωνισθεὶς δὲ πρὸς τῶν Παιόνων τὸ τῆς στρατιᾶς διέφθειρεν ὑπερήμισυ, νῶτα στρέψαν τοῖς ἀντιπάλοις καὶ καταδιωχθὲν μέχρι πολλοῦ καὶ καταστρατευθέν. βασιλεὺς τοίνυν ἐνωτισάμενος ταῦτα τὴν ἐκεῖσε πορείαν ἐπέτεινεν, εἴ πως οἱ Παίονες πρὸς τὴν αὐτοῦ διαταραχθέντες ἄφιξιν τῶν ἐκεῖθι χώρων ἀπανασταῖεν· ὃ καὶ ἦσαν διαπραξάμενοι. αὐτὸς δὲ ὡς εἶχε τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα καταστησάμενος πράγματα, εἰς τὴν βασιλίδα πόλιν μετασκηνοῖ.

Οὐκοῦν καὶ τῶν δυσμικῶν ἐχθρῶν ἠρεμησάντων ἐπὶ βραχὺ δι᾽ ὁμολογίας καὶ φιλιώσεως, καὶ οὐδένα ἔχων τῷ τέως ἀνθέλκοντα ἐξ ἑσπέρας ἀντίμαχον ἀξιόμαχον κυροῖ τὴν εἰς Ἀρμενίαν ἀνάβασιν. ἀπάρας οὖν ἐς Ταρσὸν καὶ ἀφιγμένος εἰς Ἄδαναν καὶ ὅσα τῇ κάτω Ἀρμενίᾳ πρόσχωρα, καὶ ταῦτα κακοδαιμονοῦντα ὑπὸ τοῦ Τορούση, διαθάλψας καὶ ἀσφαλείας τῆς δεούσης ἠξιωκὼς καὶ καταπλήξας τῇ παρουσίᾳ τὸν οὐχ ἁπλοῦν τὴν γνώμην ἀλλὰ κρυψίνουν καὶ ὕφαλον Ἀρμένιον σχάζει τὸ πρόθυμον, οὐδὲ περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται τὸν οἰκεῖον πατέρα ἐζηλωκώς, ἢ γοῦν, ὅσα ἐκεῖνος ὑπηγάγετο φρούρια πολεμῶν, ταῦτα ὡς ἐκ φάρυγγος λύκου ποιμὴν λοβὸν ἥπατος προσαπαιτῶν καὶ λαμβάνων ἐκ τοῦ τῶν Ἀρμενίων κατάρχοντος, ἀλλὰ τῇ διπλόῃ τῶν λόγων τοῦ Τορούση φενακισθεὶς καὶ τῇ αἱμυλίᾳ τῶν συνθηκῶν ἁπαλυνθεὶς τὰ χαλινὰ μεταστρέψας εἰς Ἀντιόχειαν παραγίνεται, τὴν τῆς ἁπάσης Συρίας προκαθημένην καλλίπολιν.

Ὄντι δὲ κατὰ Ταρσὸν τῷ βασιλεῖ Μανουὴλ ἡ τοῦ ἐξαδέλφου τούτῳ Ἀνδρονίκου ἐκ τῆς εἱρκτῆς φυγὴ καταγγέλλεται, ἧς τὸ αἴτιον ἦν καὶ ὅσα μὲν ἐρρέθη ἄνωθεν, οὐδὲν δὲ ἧττον τὸ ἐλευθεροστομεῖν ἀεὶ καὶ τὸ τῇ ῥώμῃ τῶν πολλῶν διαφέρειν καὶ ἡ εὖ ἔχουσα πλάσις τοῦ σώματος ἀξία οὖσα τοῦ τυραννεῖν καὶ τὸ τοῦ φρονήματος ἀταπείνωτον, ἃ δὴ πάντα πεφύκασιν οἱ κρατοῦντες ὑποβλέπεσθαι καὶ κνίζοντα ἔχειν καὶ ἕως καρδίας αὐτῆς βάλλοντα διὰ τὸ κατὰ τὴν βασιλείαν περιδεές. διὰ ταῦτα τοίνυν, ἀλλὰ δὴ καὶ τὸ ἐν ταῖς μάχαις ἐνδέξιον καὶ τὸ τοῦ γένους ἐπίσημον (ἐκ γὰρ τοῦ αὐτοῦ πατρὸς Ἀλεξίου τοῦ τῷ Μανουὴλ προπάτορος ὅ τε τούτου πατὴρ ὁ βασιλεὺς Ἰωάννης καὶ ὁ τοῦ Ἀνδρονίκου γενέτης ὁ σεβαστοκράτωρ προήλθοσαν Ἰσαάκιος) ὀφθαλμοβολούμενος ἦν καὶ ὕποπτος μάλιστα.

Συνέβη δέ τι καὶ ἕτερον, δι᾽ ὃ τοῦτον ἐν φρουρᾷ συνεῖχεν ὁ Μανουήλ. τῷ βασιλεῖ τούτῳ τρεῖς ἦσαν ὁμαίμονες, Ἀλέξιος, Ἀνδρόνικος καὶ ὁ πολλάκις ῥηθεὶς Ἰσαάκιος. τούτων οἱ μὲν δύο τὸ ζῆν μετήλλαξαν ἔτι τοῖς ζῶσι κατειλεγμένου τοῦ πατρὸς αὐτοῖς καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ, ἐσάλευε δὲ τὰς τοῦ γένους διαδοχὰς ὁ μὲν Ἀλέξιος ἐπὶ μιᾷ θυγατρί, ἣν καὶ εἰς γαμετὴν γυναῖκα ἡρμόσατο ὁ τοῦ μεγάλου δομεστίκου Ἰωάννου υἱὸς Ἀλέξιος, ὧν πέρι καὶ εἰπόντες ἔφθημεν, τῷ δ᾽ Ἀνδρονίκῳ θυγατέρες ἐγεγόνεισαν τρεῖς, Μαρία, Θεοδώρα καὶ Εὐδοκία, καὶ υἱεῖς δύο, Ἰωάννης τε καὶ Ἀλέξιος. τῶν θηλειῶν τοίνυν ἡ Εὐδοκία τὸν ἐκ παρθενίας ὁμευνέτην ἀποβαλοῦσα θανάτῳ ἀνοσίως Ἀνδρονίκῳ συνήρχετο, οὐ κρύβδην, ἀλλ᾽ ἀνέδην. καὶ τοῖς ἐπιτιμῶσιν Ἀνδρονίκῳ διὰ τὸ τῆς συνουσίας ἀθέμιτον ἡ ἀφ᾽ ἑστίας μίμησις πρόχειρος εἰς ἀπόλογον ἦν, καὶ χαριεντιζόμενος ἀνθυπέφερεν ὡς φιλεῖ τὸ ἀρχόμενον ἐξομοιοῦσθαι τῷ ἄρχοντι καὶ τὰ τῆς αὐτῆς ὁμοστοιχεῖ καὶ συνᾴδει πως κεραμείας, εἰς τὸν ἐξάδελφον ἀποσκώπτων ταῦτα καὶ βασιλέα τὸν Μανουὴλ ὡς ὁμοιοπαθέσιν ὑποκύπτοντα πάθεσιν ἢ γοῦν καὶ χείροσιν ἁλισκόμενον, εἴπερ ὁ μὲν ἀδελφοῦ θυγατρὶ συνουσίαζεν, ὁ δ᾽ Ἀνδρόνικος ἐξαδέλφου παιδὶ συγκατέκειτο.

Τὸ γοῦν τοιοῦτον οὔτε τῷ Μανουὴλ ἥνδανε καὶ τοὺς ἐκ γένους τῆς γυναικὸς μαίνεσθαι ἐποίει κατ᾽ Ἀνδρονίκου καὶ διαπρίεσθαι ἀτεχνῶς, ἐκ τοῦ πλείονος δὲ τὸν τῆς Εὐδοκίας ὁμαίμονα Ἰωάννην, ὃς τῇ τοῦ πρωτοσεβαστοῦ καὶ πρωτοβεστιαρίου ἐκυδροῦτο τιμῇ, καὶ τὸν ἐπ᾽ ἀδελφῇ τῇ Μαρίᾳ ὡσαύτως γαμβρὸν τὸν Καντακουζηνὸν Ἰωάννην. πολλαὶ μὲν οὖν, ὡς εἰκός, ἐπιβουλαὶ κατὰ τοῦ Ἀνδρονίκου αἱ μὲν ἐνδόμυχοι ἦσαν καὶ σκότιοι τυρευόμεναι, αἱ δὲ καὶ προδήλως τολυπευόμεναι· ἀλλὰ διέλυε ταύτας ὡς ἱστὸν ἀράχνης Ἀνδρόνικος καὶ ὡς παιδίων ἐπὶ ψάμμου ἀθύρματα διεσκέδαζεν, ἀνδρείᾳ τε τῇ σφετέρᾳ πίσυνος ὢν καὶ κατὰ σύνεσιν τῶν ἐναντίων ὑπερφέρων ἐπὶ πολὺ καὶ ὅσον αἱ ἄλογοι φύσεις τῶν λογικῶν ἥττηνται, ὥστε καὶ συμβὰν οὕτω πολλάκις προσπλακεὶς ἐτρέψατο τούτους, τὰ φίλτρα τῆς Εὐδοκίας γέρας ἀρνύμενος.

Ἦν δ᾽ ὅτε καὶ αὐτὸς μὲν ἐπὶ σκηνῆς τῇ γυναικὶ κατὰ Πελαγονίαν συνεπλέκετο, οἱ δὲ καθ᾽ αἷμα τῇ Εὐδοκίᾳ προσήκοντες περιστάντες, ὡς τοῦτο ἔγνωσαν, μετὰ συχνῶν ὁπλοφόρων ἐτήρουν τὴν ἔξοδον ὡς αὐτίκα μάλα τοῦτον διαχειρισόμενοι. οὐκ ἔλαθε ταῦτα τὴν Εὐδοκίαν, καίπερ ἐφ᾽ ἑτέροις τὸν νοῦν ἔχουσαν, εἴτε διαγγελθέντα παρά του τῶν ἐκ τοῦ γένους, εἴθ᾽ ἑτέρως τὸν κατὰ τοῦ φθορέως αὐτῆς λόχον γνωρισάσης· ἦν δὲ κἀκείνῃ δραστήριον τὸ φρονεῖν, οὐμενοῦν κατὰ γυναῖκας πλουτούσῃ τὴν σύνεσιν. διασαφεῖ τοίνυν τὴν ἐπιβουλὴν ξυγκατακειμένῳ τῷ Ἀνδρονίκῳ. ὁ δὲ διαθροηθεὶς ἐπὶ τῷδε τῷ ῥήματι ἐξανέθορέ τε αὐτίκα τῆς κλίνης καὶ τὴν ἐπιμήκη διαζωσάμενος μάχαιραν διεσκοπεῖτο τὸ ποιητέον. ἡ μὲν οὖν ὑπετίθει τῷ ἐρωμένῳ γυναικείαν ὑποδῦναι στολὴν κἀν τῷ ἐπιτάξαι αὐτήν τινι τῶν προκοίτων καὶ κατευναστριῶν γυναικῶν λαμπτῆρα εἰσενεγκεῖν τῇ σκηνῇ πρὸς ὄνομα καλέσασαν καὶ οὕτως εἰς ἐξάκουστον, ὡς καὶ τοῖς ἐλλοχῶσι τὴν ταύτης ἐνηχηθῆναι φωνήν, εὐθέως ἐξελθεῖν καὶ λαθεῖν. τῷ δὲ οὐκ ἤρεσκεν ἡ παραίφασις, ἐκτρεπομένῳ μὲν καὶ τὸ ἁλῶναι κἀπὶ τὸν βασιλέα ἐπισπώμενον τῆς κόμης ἄγεσθαι ἀγεννῶς, καὶ θάνατον δὲ οὐχ ἧττον ὑφορωμένῳ τὸν γυναικώδη καὶ ἀκλεᾶ.

οὐκοῦν τὸ ξίφος γυμνώσας καὶ δοὺς τοῦτο τῇ δεξιᾷ ἐφάλλεται τὴν σκηνὴν ἐγκαρσίως διατεμὼν καὶ ἐν ἑνὶ πηδήματι Θετταλῷ ἄντικρυς ὑπερβαίνει τόν τε ξυγκείμενον τῇ σκηνῇ τυχὸν οὕτω θριγγὸν καὶ ὅσον ἐπεῖχον οἱ πάσσαλοι καὶ οἱ σχοῖνοι χῶρον, ὡς ἀχανεῖς γενέσθαι τοὺς ἐνεδρεύοντας καὶ τὸ ἐκ τοῦ διαδρᾶναι σφᾶς τὸ θήραμα τραῦμα εἰς θαῦμα μετενεγκεῖν.

Ταῦτά τε οὖν ἀκουόμενα τὸν αὐτοκράτορα ὑπέθραττε Μανουὴλ καὶ αἱ διαβολαὶ δὲ ὅσα καὶ ῥανίδες ἐνδελεχεῖς ἐκοίλαινον ἐς ὑποδοχὴν τῶν κατὰ τοῦ ἐνδιαβαλλομένου ἐπιχεομένων τὴν τοῦ ἐνηχουμένου ψυχὴν καὶ ἀπῆγον κατὰ βραχὺ οὗ εἶχεν οὗτος εἰς τὸν ἄνδρα ζωπύρου φιλίας καὶ ὡς ἀληθῆ ἐνῆγον τὰ λεγόμενα παραδέχεσθαι· μηδὲ γὰρ πάμπαν τὴν φήμην ἀπόλλυσθαι, μηδὲ εἰκῇ λύουσαν τὸ πτίλον ἀμφιπεριτροχάζειν τοιάδε τὰ κατ᾽ Ἀνδρόνικον. ὡς ἄρα οὐδέν τι διαβόλου γλώττης χείριστον ἐνέφυ τοῖς ἀνθρώποις ἕτερον κακόν, εἰκότως οὖν καὶ Δαυὶδ ὁ φιλῳδὸς καὶ φιλόψαλμος ἐν πλείστοις τῶν αὐτοῦ θεοπλόκων καὶ ἡδυφραδῶν εἰδυλλίων διασύρει ταύτην καὶ κωμῳδεῖ, στηλογραφῶν ἀτεχνῶς τὴν ἐξ ἐρήμης ταύτης ἰσχὺν καὶ ῥυσθῆναι τῶν ἑλίκων αὐτῆς ἐπευχόμενος. τῷ τοι καὶ ὁ Μανουὴλ ὡς ἄρκυσι ληφθεὶς οἷς ἦσαν τοῦ Ἀνδρονίκου πολλάκις οἱ πρὸς γένους αὐτῷ κατεπᾴδοντες ἑκὼν ἀέκοντί γε θυμῷ τίθησιν αὐτὸν ἐν φρουρᾷ καὶ ποδοκάκαις σιδηραῖς ἀσφαλίζεται ἀρρήκτοις ὡς ἐνῆν καὶ ἀλύτοις.

Ἔμενεν οὖν ἐφ᾽ ἱκανὸν χρόνον τῇ φυλακῇ κακουχούμενος. θερμουργὸς δὲ ὢν καὶ ἀνθρώπων πολυτροπώτατος κἀν τοῖς ἀπόροις ποριστικὸς καὶ εὐμέθοδος παλαίτατον κατανοήσας ὑπόνομον καθ᾽ ὃν εἵργνυτο οἰκίσκον (πύργος δὲ οὗτος ἦν ἐκ πλίνθου ἅπας ὀπτῆς) ὕπεισι τοῦτον, ταῖς χερσὶ πρότερον ὡς ἀμάλαις ἢ σκαλίσι διαμησάμενος τὰ πρὸς τὴν εἴσοδον καὶ τὴν ἔξοδον, ὡς εἶεν ἀνύποπτα. ἐνστάσης τοίνυν ὥρας ἀρίστου, αἱ θύραι τοῦ δεσμωτηρίου παρὰ τῶν φρουρῶν ἀνεῴγεσαν καὶ τὸ δεῖπνον εὐτρεπὲς παρεισήγετο, οὐδαμοῦ δὲ φαινόμενος ἦν ὁ δαιτυμών. περιεβλέπετο γοῦν τοῖς φύλαξιν ἡ φρουρά, μή που τι ταύτης ἀποθραύσας ἢ διατορήσας ὁ πολύμητις Ἀνδρόνικος ᾤχετο. ὡς δ᾽ οὐδ᾽ ὅλως ἦν οὐδὲν λυμανθέν, οὐ θαιρός, οὐ φλιά, οὔτε μὴν οὐδὸς τῶν πυλῶν, οὐκ ὄροφος, οὐκ ὀπισθόδομος, οὐδ᾽ ἡ σιδηρόδετος ἀναφωτίς, οὐκ ἄλλο τῶν πάντων οὐθέν, ἀνῴμωζον διωλύγιον, τὴν ὄψιν ὄνυξιν ἔδρυπτον, ὡς ὃν ἐφρούρουν οὐκ ἔχοντες, μηδὲ τὸν τρόπον ἢ τὸν τόπον κατανοοῦντες, καθ᾽ ὅν ἐστιν ἀποδράς.

Δῆλα ταῦτα τῇ βασιλίσσῃ καὶ τοῖς ἐν τέλει καὶ ὅσοι τὴν βασιλικὴν ἀμφεπονοῦντο ποιοῦσιν αὐλήν. οὐκοῦν ὁ μὲν ὡς φυλάξων τὰς αἰγιαλίτιδας πύλας ἐστέλλετο, τῷ δὲ ἡ τῶν χερσαίων ἐπετέτραπτο φυλακή, ἄλλος τοὺς λιμένας διηρευνᾶτο, ἕτερος ἄλλο τι μέρος τῆς πόλεως ἀπολαβὼν ἀνεζήτει τὸν δραπέτην Ἀνδρόνικον. οὐδὲ αἱ ἄμφοδοι ἦσαν ἀδιασκόπητοι, οὐδ᾽ ἀφύλακτοι αἱ τρίοδοι. συχνὰ δὲ καὶ κατὰ πᾶσαν χώραν τὰ βασίλεια διίπτατο γράμματα ἄφαντον ἀπαγγέλλοντα τὸν Ἀνδρόνικον καὶ σχολὴν ἐπίμονον ἐπιτάττοντα, ὅπως ἁλοὺς ἐπαναπεμφθῇ.

Ἐπὶ δὴ τούτοις καὶ ἡ τούτου συλληφθεῖσα γυνὴ ὡς τῆς φυγῆς συνίστωρ τῷ δεσμωτηρίῳ παραρριπτεῖται, ἐν ᾧπερ καθεῖρκτο Ἀνδρόνικος, ὡς ἐκεῖσε τίνῃ δίκας τῆς φιλανδρίας, ἔνθα ὁ ταύτης συνείληπτο σύζυγος, ᾧ ὑπέθετο τὴν δραπέτευσιν. ἐλάνθανον δὲ ἄρα καὶ Ἀνδρόνικον πεδήτην ὡς πρότερον ἔχοντες καὶ μάτην εἰς γυναῖκα ταλαίπωρον τὸν χόλον ἐκχέοντες καὶ τὰ πρὸς χάριν Ἀνδρονίκῳ ποιοῦντες· ἐξαναδὺς γὰρ οὗτος τῆς γῆς καὶ τὸν ὑπόνομον ἀπολελοιπὼς τῇ γυναικὶ ἐντυγχάνει, δόξας ὅσα καὶ δαίμων τὰ πρῶτα ὑποταρτάριος ἢ νεκύων ἀμενηνὸν ἴνδαλμα καὶ διαταράξας τῷ ἀέλπτῳ τῆς θέας τὴν ἄνθρωπον. καὶ προσπλακεὶς ἐδάκρυσε μέν, πλὴν οὐχ ὅσον ἤθελον αἱ συμφοραὶ καὶ τὰ τότε δυσαχθῆ συναντήματα φειδοῖ τοῦ μὴ τὸν θρῆνον ἀναβῆναι εἰς ὦτα τοῖς δεσμοφύλαξι. καὶ δὴ ἐφ᾽ ἱκανὸν συγγεγονὼς τῇ εὐνέτιδι κατὰ τὴν φρουρὰν καὶ ἐγκύμονα ταύτην ἐκ τῆς τότε συνουσίας ἀπεργασάμενος, ἐξ ἧς καὶ παιδὸς ἄρρενος ἀκούσοι πατήρ, τὸν Ἰωάννην λέγω, ᾧ καὶ βασιλείας Ἀνδρόνικος μετέδωκεν ἔπειτα, ὡς ὁ λόγος εἴπῃ κατὰ καιρόν, ἐκεῖθεν ἀναχωρεῖ, οἷα τῶν φυλάκων μηκέτι κἀπὶ τῇ γυναικὶ οἵαν καὶ ἐπ᾽ αὐτῷ τῆς φρουρᾶς παρεχομένων ἀκρίβειαν.

Γενόμενος δὲ κατὰ τὰ Μελάγγεια συλλαμβάνεται παρά του στρατιώτου, ὅτῳ ἦν Νικαίας ἐπίκλησις· καὶ εἶχε πάλιν αὐτὸν κουστωδία μείζων καὶ χείρων τῆς προτέρας φρουρὰ καὶ ποδοπέδαι σιδηραῖ διπλαῖ. Ταῦτα οὖν ὡς ἠγγέλη τῷ Μανουὴλ κατ᾽ Ἀρμενίαν ἔτι στρατοπεδεύοντι, στέλλεται ὁ λογοθέτης τοῦ δρόμου Ἰωάννης ὁ Καματηρός, καὶ τὴν τοῦ ἄνακτος μὲν ὅσον οὐδέπω παρουσίαν εὐαγγελισόμενος καὶ τὰ συμβάντα δὲ κρειττόνως διασκεψόμενος καὶ παραδηλώσων βασιλεῖ σαφέστερον.

Οἱ δ᾽ Ἀντιοχεῖς τὴν ἄφιξιν τοῦ βασιλέως τὰ πρῶτα μὲν ἀγαπητῶς οὐκ ἐδέχοντο, ἀλλὰ καὶ λίαν βαρέως ἔφερον καὶ ὅπως ἐσκέπτοντο ἀποπέμψαιντο· ὡς δὲ κωλύειν οὐκ ἦν, οὐδ᾽ ἀναλύειν ὅλως τὰ δεδογμένα ἐκείνῳ, οὐ μόνον τῶν πυλῶν διεκχυθέντες μετὰ δουλικοῦ σχήματος καὶ φρονήματος ὑπηντίαζον, ἀλλὰ καὶ τὴν εἴσοδον αὐτῷ ἐς τὸ πομπικώτερον διεσκεύασαν, τάς τε ἀγυιὰς καὶ ἀμφόδους ἐπίπλοις καὶ τάπησι διεκόσμουν καὶ δένδρων νεοδρέπτοις κλωσὶ κατηγλάϊζον, τὰς τῶν λειμώνων καὶ ἀνθέων χάριτας ἐς τὸ ἄστυ μέσον μετακηπεύοντες καὶ φιλότιμον αὐτῷ τὴν πρόοδον σχεδιάζοντες, οὐχ ὁ μέν, ὁ δ᾽ οὔ, ἀλλ᾽ οἰκήτωρ ἅπας ἁπαξαπλῶς, ὡς παρεῖναι καὶ Σύρον ὀψοφάγον καὶ λῃστὴν Ἴσαυρον καὶ πειρατὴν Κίλικα καὶ ἱππότην κοντοφόρον Ἰταλιώτην, ὁμοῦ καὶ ἵππον ὑψαύχενα καὶ ὑπέραυχον φρόνημα παρωσάμενον καὶ βάδην παριόντα τὸν θρίαμβον.

Ὁρῶν δὲ τὸ ἐκ τῶν Λατίνων ἐκεῖσε στρατιωτικὸν μέγα τῷ δόρατι ἐγκαυχώμενον καὶ τῷ τούτου ἐνδεξίῳ φυσῶν ἀγκωνίσματι παιδιᾶς ἡμέραν συνθηματίζεται δι᾽ ἀσιδήρων δορατισμῶν. Ὡς οὖν ἡ προθεσμία ἐνειστήκει, ἀριστίνδην τῶν Ῥωμαϊκῶν ἐξάγει καταλόγων τοὺς περὶ τὸ κραδαίνειν δόρατα εὐφυεῖς καὶ ὅσοι πρὸς αὐτὸν τὸ γένος ἀνέφερον. ἔξεισι δὲ καὶ αὐτός, ὑποσεσηρὼς βραχὺ καὶ πρὸς τὸ σύνηθες μειδίαμα ὑγραινόμενος, ἐς πεδίον ὑπτιάζον καὶ ἱκανὸν ἀντιτάξαι δισχιδεῖς ἱππότιδας φάλαγγας, τὸ δόρυ μετεωρίζων, χλαμύδα ἠσθημένος ἀστειοτέραν περὶ τὸν δεξιὸν ὦμον περονουμένην καὶ ἀφιεῖσαν ἐλευθέραν τὴν χεῖρα κατὰ τὸ πόρπημα. ὤχει δὲ αὐτὸν ἵππος πολεμιστήριος καλλίθριξ καὶ χρυσοφάλαρος, ὃς ἠρέμα ὑπογυρῶν τὸν αὐχένα καὶ ὑποσκαίρων τὼ πόδε, ὡς δρόμων ἐρωτιῶν, οἷον ἀνθημιλλᾶτο τῇ τοῦ ἱππότου λαμπρότητι. καὶ ἑκάστῳ δὲ τῶν συγγενῶν καὶ ὅσοι διαγωνίζεσθαι ἄλλοι τοῖς Ἰταλοῖς ἐπεκρίθησαν λαμπροφορεῖν ἐπέταξεν ὡς ἐνῆν.

Ἐξῆλθε δὲ καὶ ὁ πρίγκιψ Γεράλδος λευκοτέρῳ χιόνος ἔποχος ἵππῳ, ἀμπισχόμενος χιτῶνα διάσχιστον ποδηνεκῆ καὶ πῖλον ἀνέχων ἐπὶ κεφαλῆς κατὰ τιάραν ἐπικλινῆ χρυσῷ κατάπαστον. συνεξίασι δὲ καὶ οἱ ἀμφ᾽ αὐτὸν ἱππόται, πάντες ἀρεϊκοὶ τὴν ἰσχύν, εὐμήκεις τὰ σώματα.

Ὡς δ᾽ ἔφριξεν ἐγχείῃσιν ἡ μάχη αἵματος ἄγευστος, συνεπλέκοντο ἐκθύμως ἐξ ἀμφοῖν ἱκανοὶ ἀλλήλους διαδορατίζοντες καὶ τοὺς κατ᾽ αὐτῶν ἀκοντισμοὺς ὑπεκκλίνοντες. ὅτε καὶ ἦν ἰδεῖν κατὰ τὸν ἄχαλκον ἐκεῖνον Ἄρεα πῇ μὲν κύμβαχον ἐπὶ βρεχμόν τε καὶ ὤμους ἀνατρεπόμενον, ἄλλοσε ἱππείας ἀστράβης ἐκσφαιριζόμενον, ἄλλον πρηνῆ, ἐξυπτιάζοντα ἕτερον, ἄλλον μεταβαλόντα τὰ νῶτα καὶ προτροπάδην φεύγοντα. ὁ μὲν ἐχλώριζεν ὑπὸ δέους τὸν ἀκοντίζοντα δεδιὼς καὶ τῷ σάκει πᾶς ἐνεθάπτετο, ὁ δὲ ἀνθηρὸς ἦν τὸν ἀνταγωνιστὴν κατεπτηχότα ὁρῶν. τὸ δὲ τοῦ ἀέρος ῥόθιον τῇ ὁρμῇ τῶν ἵππων τεμνόμενον ἠνέμου τὰς σημαίας καὶ λιγυρὸν ὑπεσύριττεν. εἶπεν ἄν τις οὐκ ἀκόμψως, πρὸς τὴν τηνικαῦτα διάχυσιν ἀπιδών, Ἀφροδίτην Ἄρεϊ συνελθεῖν, τῇ δ᾽ Ἐνυοῖ προσπλέκεσθαι Χάριτας· οὕτω τὰ τότε παίγνια μῖγμα ποικίλου καλοῦ ἐτύγχανεν ὄντα. ἐποίει δ᾽ ἁμιλλᾶσθαι καὶ παραλογώτερον Ῥωμαίους μὲν τὸ ὑπερφέρειν βούλεσθαι τῶν Λατίνων καὶ κατὰ τὴν τῶν δοράτων ἀγκοίνησιν καὶ βασιλέως αὐτοῦ ὀφθαλμοὶ ἀγωνοθέται τῶν δρωμένων γινόμενοι, Ἰταλοὺς δὲ ὁ ἀεὶ ὀρθὸς αὐχὴν καὶ τὸ ὑβρίζον φρόνημα, ἔτι γε μὴν τὸ μηδ᾽ ὅλως ἀνέχεσθαι Ῥωμαίους κρατεῖν τὸν διὰ κοντῶν πόλεμον.

Βασιλεὺς δὲ αὐτὸς σύνδυο ἱππότας προσούδισε, καθ᾽ ἑνὸς μὲν ἐπελάσας τὸν ἵππον καὶ τὸ δόρυ κραδάνας, ἐκείνου δὲ συγκαταβαλόντος τὸν σύνεγγυς τῇ ῥύμῃ τοῦ διακοντίζοντος. Πλήσας οὖν ἐπ᾽ ἀνδρείᾳ τοὺς Ἀντιοχεῖς θαύματος, ὄψεσι παρειληφότας ἅπερ ἀκοαῖς ἐνηχοῦντο πρότερον, ἔγνω παλινῳδίαν ᾆσαι πρὸς τὴν Κωνσταντίνου τραπόμενος. ἔνθεν τοι καὶ ὡς διὰ φιλίας μέλλων ἰέναι διαφίησι τὸ στρατόπεδον, ὅπῃ φίλον ἑκάστῳ μεθίστασθαι. τοῦτο δὲ μὴ καθ᾽ ἡγεμόνα, ὁποῖος ἦν, αὐτὸς βουλευσάμενος ἔλαθε παραπολέσας τὸ πολὺ τοῦ στρατοῦ καὶ κακῶς τὸ κατ᾽ οὐρὰν διαθέμενος· ἡ γὰρ πρὸς πορείαν ὀξεῖα τούτου ῥοπὴ καὶ ἡ πρὸς τὰ οἰκεῖα ἤθη τῶν στρατιωτῶν ἀχαλίνωτος ἄπαρσις καὶ ἀλόγιστος οὐκ ὀλίγα τῶν ταγμάτων διαλυθέντα παρελυμήνατο, τῶν Τούρκων ἐπεισπεσόντων ἀθρόως αὐτοῖς, ὡς πείρᾳ γνῶναι τῷ τότε πολλούς, οἷον ἀγαθὸν ἡ προμήθεια, τὴν δ᾽ ὑστεροβουλίαν πρᾶγμα ἀνόνητον καὶ ἀξύμφορον, καὶ ὡς κρεῖσσον τὸ μεθ᾽ ἡμέραν, εἰ σώζει καὶ δίδωσιν εὔκλειαν, τοῦ κατασπῶντος αὐτίκα εἰς θάνατον, κἂν ὑποσαίνῃ χρηστότητι.

τάχα δ᾽ ἂν καὶ εἰς χείριστον προέβη τὰ οἴκτιστα, εἰ μὴ βασιλεὺς ἐπαναστραφεὶς τῶν Τούρκων ἀνέστειλε τὴν φορὰν καὶ προύπεμψε τὰ στρατόπεδα μεθ᾽ οἵας ἔδει συντάξεως πρότερον· ὅτε καὶ λέγεται τοῖς τῶν πεσόντων ἐπιστάντα πτώμασι καὶ τὸ πλῆθος τῶν διαφθαρέντων ὅσον κατανοήσαντα πλῆξαί τε τῇ χειρὶ τὸν μηρὸν ἀχθόμενον καὶ περιψοφῆσαι τὰ χείλη πυκνὰ καὶ ἀνοιμῶξαι βύθιον καὶ δακρῦσαι (ταῦτα δὴ τὰ τῶν παθαινομένων σημαντικὰ ἐπὶ τοῖς ὁρωμένοις ἢ καὶ ἐνωτιζομένοις ἀλγεινοῖς θεάμασι καὶ ἀκούσμασι) καὶ ὁρμῆσαι μὲν τὸ ἐν ὀφθαλμοῖς ἀναμαχέσασθαι ὄνειδος, γενναῖον δέ τι ἐξ ὑπογυίου δρᾶσαι μὴ ἔχοντα ὁδοῦ τῆς προκειμένης αὖθις ἔχεσθαι.

Ὁ δὲ μὴ τοῖς ὑψηλοῖς μόνον καὶ ἐθνῶν καὶ πόλεων δυνάσταις λοξὸν ἀεὶ ἐνορῶν φθόνος καὶ τοὺς ἐπιβούλους τρέφων ἀεὶ ἐγγύς, ἀλλὰ καὶ τοῖς μετριωτέροις ἐπιφυόμενος, οὗτος οὐδὲ τὸν Στυππειώτην Θεόδωρον τῆς παρὰ βασιλεῖ παρρησίας εἴασεν ἀμετάθετον, ἀλλὰ πνεύσας καταιγιδῶδες καὶ ἄγριον ὁ δυσπάλαιστος πολλάκις μὲν τοῦ στασίμου στυφελίξας μετήνεγκε, τέλος δὲ καὶ ἀνέτρεψε καὶ εἰς πτῶμα κατήνεγκεν οἴκτιστον.

Παρενείρω δὲ καὶ τὰ τοιάδε τῇ ἱστορίᾳ δεικνὺς τοῖς ἀναγινώσκουσιν, ὡς κἂν ἀσυλλόγιστόν τι πρᾶγμα καὶ δυσφύλακτον ἡ πονηρία, χρῆναι γοῦν ὡς ἐξὸν ὑποβλέπεσθαι τῶν ἀντιτέχνων ὁπόσοι τὸν μὲν τρόπον οὐκ ἐλεύθεροι, τὸ δὲ ἦθος ὑποκαθήμενοι καὶ τὴν γλῶτταν τῇ καρδίᾳ πλουτοῦντες ἀντίφθογγον, πρὸ πάντων δὲ τιθέναι τῷ στόματι φυλακὴν καὶ μὴ ἐᾶν τὴν γλῶτταν προπετῶς ἐκπηδᾶν τοῦ ἕρκους τῶν ὀδόντων καὶ τοῦ τῶν χειλέων ἐπιτειχίσματος, ἅπερ οἷα διπλοῦν περίβολον ἡ φύσις ταύτῃ περιεγύρωσεν.

Ὁ γάρ τοι τότε λογοθέτης τοῦ δρόμου ὁ Καματηρὸς Ἰωάννης οὐχ οἷός τε ὢν στέγειν τὴν ἐς τὸν Στυππειώτην τῆς τύχης εὐμένειαν καὶ τὴν ἀκροτάτην τοῦ βασιλέως ῥοπὴν καὶ τὸ τῷ μὲν ἅπαντα τὸν χρόνον τῆς ἐς τὸν κρατοῦντα παρρησίας τε καὶ παρουσίας εἶναι καιρὸν καὶ ἐξεῖναι δακτύλῳ μεταφέρειν πάντα καὶ νεύματι, αὐτῷ δὲ κατὰ τακτὰς ὥρας τὴν ἐς αὐτὸν ἀνεῳγέναι πυλαίαν καὶ τἆλλα, ὅσα τῷ μὲν Στυππειώτῃ καὶ μόνον βουληθέντι ἀνύσιμα, τῷ δὲ οὐδ᾽ ὄναρ διὰ τοῦ φανταστικοῦ ἐφιπτάμενα καὶ διὰ τοῦτο τοῦ φθόνου γινόμενα ὑπεκκαύματα καὶ ἕως τοῦ ταμείου πλήττοντα τῆς καρδίας, σκαιωρεῖ κατὰ τοῦ ἀνδρὸς τὰ οἰκτρότατα. καὶ δεινὸς ὢν καττῦσαι δόλους καὶ δικρόαν εὐτυχῶν γλῶτταν, ὁποίαν ὄφις ὁ ψίθυρος καὶ ἀρχέκακος, φιλίᾳ ὑποκλέπτει τὸν ἄνδρα καλῷ πράγματι συσκιάζων ἄτοπα διαβούλια καὶ δηλητηρίου σκύφον περιχειλῆ ἀγάπης μέλιτι περιχρίων. ἀμέλει τοι καὶ ἄλλα λέγων καὶ διανοούμενος ἕτερα καὶ χείλεσι μὲν τιμῶν τῇ δὲ καρδίᾳ πόρρω πλαζόμενος ἐλελήθει τὸν κατὰ τοῦτο μόνον ἀρχαῖον καὶ ἁπλοϊκὸν Στυππειώτην.

Ἐνδιαβάλλει τοίνυν ὡς μαγγανευτὴν τοῦτον καὶ δολιόφρονα καὶ γράφεται προδοσίας, τὰ κατὰ Σικελίαν λέγων ἀναταράττειν πράγματα. ἀπαιτηθεὶς οὖν ὑπὸ τοῦ βασιλέως πίστεις τῶν λεγομένων, τῇ Κιλικίᾳ ἔτι ἐνδιατρίβοντος, αὐτὸν μὲν ἐφίστησι παραπετάσματι, τὸν δὲ Στυππειώτην ἀπολαβὼν ὡς ἔχων τι μόνος μόνῳ προσδιαλέξασθαι ἄγει ὅπου ἦν ὁ βασιλεὺς ἑστηκὼς καὶ λόγους ἀνακινήσας ἑτέρους εἶτα καὶ τοῖς κατὰ Σικελίαν δολίως ἐνέβαλε καὶ διδοὺς αὐτὸς ἀφορμὰς τοῦ μεμψιμοιρεῖν, μήτε μὴν ἀσπάζεσθαι τὸν Στυππειώτην ὅσα ὁ βασιλεὺς εἶχεν ἐπὶ τοῖς κατὰ Σικελίαν διαπραξάμενος πράγμασιν, οὕτω διαλύει τὴν ἐντυχίαν. καὶ τοιοῦτον ἐνθάψας σπινθῆρα τῇ τοῦ βασιλέως ψυχῇ καὶ κατὰ τοῦ Στυππειώτου ἀφεὶς ὑποτύφεσθαι ἐσκέπτετο καὶ φορυτοῦ εὐπορήσειν ἑτέρων συκοφαντήσεων, δι᾽ ὧν προχειροτάτη τοῦ σπινθῆρος ἐσεῖται ἡ κίνησις.

Οὐκοῦν κατὰ καρδίας ἑτέραν ἀνταίαν πληγὴν εἰληφὼς ὁ Καματηρὸς ἐκ τοῦ τῷ Στυππειώτῃ ἐγχειρισθῆναι δοχεῖον ἐρυθροδάνου διάλιθον χρύσεον καὶ τοῖς ὅρκοις τοῦτον ἐπιστατῆσαι κατὰ τὸν ἐν Βλαχέρναις μέγαν νεών, οἳ τὴν τοῦ κράτους διαδοχὴν ἐνεπέδουν Ἀλεξίῳ τε τῷ ἐξ Οὐγγρίας καὶ τῇ θυγατρὶ τοῦ βασιλέως Μαρίᾳ, ἃ τῷ λογοθετικῷ δήπουθεν ὀφφικίῳ ἦσαν ἁρμόδια, συνθέσθαι λέγεται χάρτην λήρων ἔμπλεων, παρὰ τοῦ Στυππειώτου δῆθεν τῷ τῆς Σικελίας ῥηγὶ σταλησόμενον, καὶ τοῦτον ἀναφύρας τοῖς τοῦ Στυππειώτου τόμοις καὶ γράμμασι πεῖσαι τὸν βασιλέα στεῖλαι τοὺς κατὰ ζήτησιν τοῦ πρὸς τὸν ῥῆγα γράμματος τὴν τοῦ Στυππειώτου σκηνὴν ἐρευνήσοντας· οὗ καὶ γενομένου ὁ αὐτοκράτωρ οἷα πυρσὸν αἰθέριον τὴν κατὰ τοῦ ἀνδρὸς ὀργὴν ἀνέκαυσε. καὶ τὸ ἐντεῦθεν ἐκκοπεὶς τὰς κόρας ἀδίκως τυφλὸς ἦν, μὴ βλέπων τὸν ἥλιον.

Ὦ πάντ᾽ ἐφορῶν ὀφθαλμὲ τῆς δίκης ἀλάθητε, πῶς ἐπιμύεις πολλάκις ἐπὶ τηλίκοις παρανομήμασιν ἢ καὶ μείζοσιν ἑτέροις ἀνθρώπων κακοπραγήμασιν, οὐδ᾽ ἐπάγεις εὐθὺς τοὺς πρηστῆρας καὶ τὸ κεραύνιον ἄναμμα, ἀλλ᾽ ὑπερτιθέμενος ἐπέχεις τὴν κόλασιν. ἀνεξιχνίαστόν σου τὸ κρίμα, καὶ ἀνθρώπων λογισμοῖς ἀνεπίβατον. πλὴν εἶ σοφός, ναί, καὶ γνώμων ἀκριβὴς τοῦ συνοίσοντος, κἂν ἡμᾶς τοὺς σμικρογνώμονας λέληθας.

Ἤδη μὲν οὖν τις θηρητὴρ ὄφιν δαφοινὸν ἢ λέοντα λασιαύχενα εἰσορῶν καὶ ἀΐων ἐν ὄρεσιν εὐθέως ἐξέκλινεν· ἀλλὰ καὶ κακοεργός, ὅστις δὴ παραιτητός ἐστι, δάκρυσι καὶ λιταῖς παρυπάγεται. ἄνδρα δὲ κακὰ τῷ πλησίον βυσσοδομεύοντα καὶ ἄλλα μὲν ἐν φρεσὶ κεύθοντα ἕτερα δὲ βάζοντα σοφίας δεῖ πολλῆς ἐκφυγεῖν καὶ χρεία τῆς ἀπὸ τοῦ Κρείττονος ἐφάψεως.

Ἦν δὲ ὁ Καματηρὸς οὗτος, ἵνα καὶ ἔτι μικρὸν παρακινήσω τῆς ἱστορίας μοι τὸν εἱρμόν, μαθημάτων μὲν ὑψηλοτέρων ἄκρῳ λιχανῷ γεγευμένος καὶ τῆς ὑπερσέμνου φιλοσοφίας οὐκ ἀκριβὴς ἐραστής, οὐδ᾽ εὐμαθὴς ὁπαδός, κράτιστος δὲ τῇ φυᾷ καὶ τῷ ἀμελετήτῳ χαίρων τῆς φράσεως, ῥέων τε τῷ λόγῳ κατὰ πηγάδα καλλίρειθρον διεκδιδοῦσαν τῶν πρανῶν, ἐκ τοῦδε κλέος ἀπηνέγκατο μέγιστον. ἀνθρώπων δὲ ὀψοφαγώτατος ὢν καὶ οἰνοφλύγων ὁ κράτιστος πρὸς λύριον ἔψαλλε καὶ πρὸς κιθάραν μετερρυθμίζετο καὶ κόρδακα ὠρχεῖτο καὶ τὼ πόδε πολλάκις παρενεσάλευε. χανδὸν δὲ τῶν οἴνων ἐμφορούμενος καὶ κατὰ τοὺς θαλαττίους χόας καὶ τὰς σπογγιὰς συχνάκις τὸ ποτὸν ἀνιμώμενος οὐ κατεπόντου τὸν νοῦν τῇ ἀρδείᾳ, μήτε παρασφαλλόμενος ὡς οἱ ἔξοινοι, μήτε τὸ κάρη βάλλων ἑτέρωσε ὡς ὑπὸ μέθης ἐπικλυζόμενος, ἀλλ᾽ ἔλεγέ τι σοφόν, ἀναφλέγων τε καὶ ἄρδων ἐν τῷ πίνειν τὸ λογιζόμενον, καὶ πρὸς βλάστην λόγων μᾶλλον ἐπερρωννύετο. διώκων δὲ τὰ συμπόσια οὐ βασιλεῖ μόνον πλεῖστα κεχάριστο, ἀλλὰ καὶ δυνάσταις μάλα πεφίλητο τῶν ἐθνῶν, ὁπόσοι τοὺς κώμους περιεσπούδαζον.

κατὰ γὰρ πρεσβείαν αὐτοῖς παραβάλλων τοὺς μὲν ὑπερέβαλεν ἐν τοῖς πότοις καὶ πρὸς τὴν ὀψὲ κατήνεγκε τῆς μέθης ἀνάνηψιν καὶ τοῦ κάρου ἀνάνευσιν, τοῖς δὲ καὶ ἰσοφάρισεν· οὗτοι δὲ ἦσαν, οἳ πιθάκνας ὅλας ἐς τὴν γαστέρα μετήγγιζον καὶ ἀμφορέας ὤχουν τοῖς δακτύλοις ὡς κύλικας καὶ τὸν σκύφον εἶχον ἀεὶ ἐπιδείπνιον τὸν Ἡράκλειον.

Ἐπεὶ δὲ εἰς τοὺς περὶ τοῦ ἀνδρὸς τούτου λόγους καθάπαξ ἐνεπεπτώκειν, δεδόσθω κἀκεῖνα τῇ ἱστορίᾳ μνήμης ὄντα καὶ διηγήσεως ἄξια. συνέθετό ποτε τῷ βασιλεῖ Μανουὴλ ὕδατος πλησθεῖσαν διεκροφῆσαι τὴν πορφύρεον λεκανίδα, ἣν εἶχε μὲν πρότερον ἡ αἰθριώδης τοῦ κοιτῶνος αὔλειος τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, ἡ καὶ ἄνωθεν τοῦ Βουκολέοντος ὑπτιάζουσα, νυνὶ δὲ ὁ παρὰ τοῦ εἰς ἱστορίαν προκειμένου βασιλέως οἰκοδομηθεὶς χρυσόπαστος μέγιστος ἀνδρών. βασιλεὺς δ᾽ ἐν θαύματι θέμενος τὸ λεχθὲν καὶ πρὸς αὐτὸν “ὑπέρευγε, λογοθέτα„ φάμενος, ὀθόνας εὐανθεῖς καὶ χρυσίου μνᾶς ἱκανὰς ξυνέθετό οἱ καταβαλέσθαι δρῶντι ὡς ἔφησεν, ἢ μὴν ταὐτὰ τοῦτον καταθέσθαι μὴ περατοῦντα τὰ ξυγκείμενα. ὡς δὲ τὸν λόγον ἀσμένως ὁ Καματηρὸς ἠνωτίσατο, ἡ μὲν λεκανὶς ἦν ὑπερχειλὴς ὕδατος, κεχαδυῖα περὶ χόας δύο, ὁ δὲ κύψας ὡς βοῦς τὸ ἄγγος ἐκένωσεν, ἅπαξ ἀνακόψας τὸ συνεχὲς τῆς πόσεως καὶ τότε ὡς τὸ πνεῦμα πλεῖον συλλέξειε, καὶ εἶχεν εὐθὺς τὰ ἐκ συμφώνου πρὸς βασιλέως ἀποδιδόμενα.

Ἥττων δὲ ὢν τῆς τῶν χλωρῶν κυάμων ἑστιάσεως οὐκ ἀπὸ ῥινός, ὅ φασιν, ἀλλ᾽ ἐξ ὀδόντων τῷ θαλῷ τούτων εἵλκετο. ὅλας οὖν ἀρούρας κατεδαπάνα καὶ θωὸς ἀκριβέστερον ἐπεξήρχετο. καὶ τότε παρὰ τὸν ποταμὸν ἐνσκηνησάμενος, ἐπειδήπερ εἰς τὴν περαίαν κυάμων θεάσαιτο γήδιον, ἐξ αὐτῆς καὶ τὸν ἔσχατον χιτῶνα ἀποδυσάμενος διενήξατο καὶ τὸ πλεῖον ἀποτραγὼν οὐδ᾽ οὕτως ἀπέσχετο, ἀλλ᾽ ἐς δεσμὰς τὸ μὴ κατεδηδομένον ξυνενεγκὼν ἐπὶ νώτου τε ἀράμενος διέβη τε τὸν ποταμὸν αὐτίκα δὴ μάλα καὶ ἐπὶ δαπέδου τῆς σκηνῆς καθιζήσας ἀνελέγετο τοὺς κυάμους ἡδέως, ὡς εἰ νῆστις ἦν ἐπὶ μακρὸν καὶ ἀπόσιτος.

Ἡρωϊκοῦ δὲ σώματος μετέχων καὶ εἰς ἀρίστην ἡλικίας ἀνατείνων ἀναδρομὴν οὐκ ἀπόμαχος ἦν, ἀλλ᾽ ἔβλεπε γενναῖον καὶ τοῦ αἵματος ἄξιον, ἐξ οὗ τὸ πρὸς μητρὸς ἐκείνῳ γένος καθείλκετο. Τελευτῶν δὲ τὸν βίον καὶ πλῆττον ἔχων αὐτὸν τὸ οἰκεῖον κριτήριον ἐφ᾽ οἷς εἰς τὸν Στυππειώτην ἐξήμαρτε μετάπεμπτον ποιεῖται τὸν ἄνδρα καὶ συγγνώμην μετὰ δακρύων αἰτεῖται. ὁ δὲ βραβεύων ἀμνησικάκως ἄφεσιν καὶ σωτηρίαν ψυχῆς προσεπηύξατο. καὶ ταῦτα μὲν οὕτω καὶ οὐ κατὰ διήγησιν, οἶμαι, ἀλυσιτελῆ τοῖς πολλοῖς οὐδ᾽ ἀκαλλῆ τε καὶ ἀχαρίτωτον.

Ὁ δὲ Μανουὴλ ἀποβαλόμενος θανάτῳ τὴν ἐξ Ἀλαμανῶν ξύνευνον ἐκόψατο μέν, τὸν ἐκείνης μόρον διασπασμὸν οἰηθεὶς σώματος, καὶ ὡς λέων θρηνῶδες ἠρεύξατο, ταφῆς δὲ ἠξιωκὼς μεγαλοπρεποῦς καὶ τῷ σκήνει ἐπιτελέσας τὰ ὅσια ἐν τῇ τοῦ Παντοκράτορος πατρῴᾳ μονῇ καὶ καιρὸν ὃν ἐδοκίμασε παριππεύσας ἡμιθανὴς καὶ ἡμίτομος πρὸς μνῆστρα δεύτερα ἔβλεψε, πατὴρ ἀκοῦσαι παιδὸς γλιχόμενος ἄρρενος.

Πολλαχόθεν μὲν οὖν ἐπεφοίτων αὐτῷ καὶ γράμματα καὶ προμνώμενοι ἐκ βασιλέων, ἀπὸ ῥηγῶν καὶ δυναστῶν ἁπάσης τῆς γῆς· ὁ δὲ προέκρινεν ἁπασῶν μίαν τῶν θυγατέρων τοῦ τῆς Ἀντιοχείας σατραπεύοντος Πετεβίνου, ταύτην λέγω τὴν τῆς Κοίλης Συρίας προκαθημένην, ἣν Ὀρόντης ποτίζει καὶ καταπνέει ζέφυρος ἄνεμος. ἦν δὲ ὁ Πετεβῖνος οὗτος Ἰταλιώτης μὲν τὸ γένος, ἱππότης δ᾽ ἀκράδαντος καὶ ὑπὲρ τὸν Πρίαμον ἐκεῖνον εὐμέλιος. στείλας οὖν ἐκ τῶν τῆς γερουσίας καὶ τὸ γένος ἐπισήμους ἄνδρας εἰσοικίζεται τὴν κόρην καὶ θύσας εἶχε τὰ γαμοδαίσια. ἦν δὲ καλὴ τὸ εἶδος ἡ γυνή, καὶ καλὴ λίαν, καὶ ἕως σφόδρα καλὴ καὶ τὸ κάλλος ἀξύμβλητος, ὡς μῦθον εἶναι ἀτεχνῶς πρὸς αὐτὴν Ἀφροδίτην τὴν φιλομειδῆ καὶ χρυσῆν, Ἥραν τὴν λευκώλενον καὶ βοῶπιν, καὶ τὴν δολιχόδειρον καὶ καλλίσφυρον Λάκαιναν, ἃς οἱ πάλαι διὰ τὸ κάλλος ἐθέωσαν, καὶ τὰς λοιπὰς δὲ ἁπάσας, ὅσας βίβλοι καὶ ἱστορίαι διαπρεπεῖς τὴν θέαν παραδεδώκασιν.

Ὁ δὲ λόγος τὰ κατὰ τοὺς Τούρκους μέλλων αὖθις διεξιέναι ἅτε εἰς ἀρχὴν καθιστάμενος καί τινα τῶν ἄνωθεν σαφηνείας ἕνεκα δοίη ἂν εἰς ἀφήγησιν. τῷ κατάρχοντι τῶν Τούρκων Μασοὺτ πολλοὶ μὲν υἱεῖς καὶ θυγατέρες ἐγεγόνεισαν· ἐν δὲ τῷ μέλλειν ἐξ ἀνθρώπων γίνεσθαι καὶ ταῖς ἐκεῖθεν κολάσεσιν ὡς ἀσεβὴς παραπέμπεσθαι διανέμει τοῖς ἐκείνου παισὶ τὰς ποτὲ μὲν Ῥωμαίων ὅροις κληρουχουμένας, τότε δὲ ὑπ᾽ ἐκείνῳ ταττομένας πόλεις καὶ χώρας, καὶ ἄλλοις μὲν εἰς κλῆρον πατρῷον κατέλιπεν ἕτερα, τὴν δὲ Ἰκονιέων μητρόπολιν καὶ ὅσα τετάχαται ὑπ᾽ αὐτὴν τῷ Κλιτζασθλὰν ἀπομερίζει υἱῷ. τῶν δὲ γαμβρῶν Ἰαγουπασὰν μὲν Ἀμάσειαν καὶ Ἄγκυραν ἐκληροῦτο καὶ τὴν Καππαδοκῶν εὐδαίμονα χώραν καὶ ὅσα ταῖς πόλεσι ταύταις προσόμορα, Δαδούνῃ δὲ ἀπονενέμηνται πόλεις εὐδαίμονές τε καὶ μέγισται Καισάρεια καὶ Σεβάστεια.

Ἀλλ᾽ ἕως τίνος τὸν οἰκεῖον παρόψει κλῆρον, Κύριε, εἰς ἀπαγωγὴν ἐκκείμενον καὶ προνομὴν μακραίωνα καὶ κίνησιν κεφαλῆς λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ καὶ πόρρωθεν ἀπεσχοινισμένῳ τῆς εὐσεβοῦς περὶ σὲ δόξης καὶ πίστεως; μέχρι τίνος ἀφ᾽ ἡμῶν ἀποστρέφεις τὸ οἰκεῖον πρόσωπον, ὁ φιλάνθρωπος, καὶ τῆς πτωχείας ἡμῶν ἐπιλανθάνῃ, οὐδ᾽ ἐνωτίζῃ τοὺς στεναγμούς, ὁ ταχὺς τῶν θλιβομένων ἐπακουός, οὐδὲ δίκην ἐπιτίθης, ὁ τῶν ἐκδικήσεων Κύριος; ἕως πότε παραλλὰξ ἕρποντα ἐσεῖται τὰ ἄτοπα καὶ οἱ μὲν τῆς δουλίδος Ἄγαρ ἀπόγονοι κατακυριεύσουσι τῶν ἐλευθέρων ἡμῶν ἀπολοῦσί τε καὶ ἀποκτενοῦσι τὸ σὸν ἅγιον ἔθνος, ὃ τὸ ὑπὲρ πᾶν ὄνομα τὸ σὸν ἅγιον ἐπικέκληται ὄνομα, τοῦτο δὲ χρονίαν ὑπηρεσίαν ὑπομενεῖ καὶ τοὺς ὀνειδισμοὺς ὑποίσει καὶ τοὺς κονδυλισμοὺς τῶν ἐπιτρίπτων τούτων ἀλλογενῶν; εἰσελθέτω ἐνώπιόν σου ὀψέ ποτε, φιλάγαθε δέσποτα, τῶν ἐν πέδαις ἡ συνοχή. βοησάτω πρὸς σὲ καὶ νῦν τὸν φίλοικτον τὸ ἐκχεόμενον αἷμα τῶν σῶν οἰκετῶν, ὡς τὸ τοῦ Ἄβελ πρότερον. ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν, καὶ κραταιώσας ὃν αὐτὸς αἱρετίσῃ ἄνδρα καὶ ἐφ᾽ ὃν εὐδοκήσειας.

ἀπόδος τοῖς πονηροῖς γείτοσιν ἡμῶν εἰς τὸ ἑπταπλάσιον ὅσα ἐπονηρεύσαντο κατὰ τῆς κληρονομίας σου· καὶ πόλεις καὶ χώρας ἐπανασώσας ἡμῖν ἐν ἀνδρείᾳ, ἃς ἀφείλοντο οἱ ἀλλόφυλοι, ὅρια στήσαις τοῖς ἐκ τοῦ σοῦ καλουμένοις ὀνόματος ἀνίσχοντος ἡλίου καὶ δυομένου πρώτας καὶ ὑστάτας αὐγάς.

Ἀλλὰ ταῦτα μὲν ἴσως οὐκ ἀκαίρως οὐδὲ μάτην ἐξετοξεύσαμεν, θεῷ τι μικρὸν προσλαλήσαντες καὶ κενώσαντες τῆς λύπης βραχὺ ἐξ ὑπεράντλου ταύτῃ ψυχῆς. οἱ δ᾽ οὖν τοῦ Μασοὺτ τριχῇ δασάμενοι τὰ κεφαλαιώδη τῆς ἀρχῆς ὁρίσματα, ἢ τὸ νητρεκὲς εἰπεῖν τὰ τῶν Ῥωμαίων σχοινίσματα, παῖδες παρὰ πατρὸς ἐς αὐτοὺς καταβάντα διαδεξάμενοι, ὀλίγα μὲν εἰρήνῃ καὶ τοῖς τῆς συγγενείας θεσμοῖς ἐπέθυσαν, τὰ δὲ πλεῖστα εἰς διαφορὰς οἰκείας ἀπεῖδον καὶ προσέσχον ταῖς διαστάσεσιν.

Αὐτίκα γὰρ ὁ τοῦ Ἰκονίου σουλτὰν τῷ τῆς Καππαδοκίας τοπάρχῃ σκαιόν τι καὶ ἄγριον ἐπωφθάλμισε, καὶ οὗτος αὖ ἐκείνῳ βλέμμα ὀλέθριον ἔρριψε. καὶ ἦν τὰ κατ᾽ ἀλλήλων πονηρὰ διαβούλια οὐχ ὑπὸ σκότον καὶ κρύφα τελούμενα, ἀλλ᾽ ἔκπυστα καὶ βασιλεῖ καὶ ἔκφορα ὑπ᾽ αὐτῶν. ὁ δὲ ἐπαρώμενος ἀμφοῖν πανώλειαν ἠγάπα μὴ μόνον μέχρι τοῦ ἐριθεύειν ἀπονεύειν ἀλλήλων καὶ ἀποσχίζεσθαι, ἀλλὰ καὶ ὅπλα ἄραντας εἰς μοῖραν διαστῆναι ἀντίθετον, ἵν᾽ ἄγων ἠρεμίαν αὐτὸς τοῖς ἐκείνων ἐπιχαίρῃ κακοῖς ὡς ἀλλοφύλων καὶ ἀσεβῶν. καὶ πέμπων λάθρᾳ ἀγγέλους θάτερον θατέρῳ ἐνῆγεν εἰς πόλεμον. ἐκ δὲ τοῦ προδήλου τῷ Ἰαγουπασάνῃ προσέκειτο καί οἱ τοῦ Ἄρεος συνεθίγγανεν οἷς ἐδωρεῖτο, μυσαττόμενος τὸν σουλτὰν ὡς ὑποκαθημένην ἀεὶ τὴν γνώμην ἔχοντα καὶ ὕπουλον τὸ φρονεῖν καὶ περίστροφον καὶ μὴ μόνον δολοπλοκοῦντα τοῖς ἐκ γένους ἐκείνῳ καὶ αἵματος τὰ ἀνήκεστα, ἀλλὰ καὶ Ῥωμαίων ἀεὶ κατὰ λῃστείαν τὸ γειτονοῦν ἐκτρίβοντα.

Πεποιθὼς τοίνυν Ἰαγουπασάνης τῷ αὐτοκράτορι ἐκφέρει κατὰ τοῦ σουλτὰν πόλεμον καὶ οὗτος αὖθις ἀντέξεισι κατ᾽ αὐτοῦ καὶ συρραγέντες πολλάκις ἐμάχοντο. ὀψὲ δὲ καὶ μεθ᾽ αἵματα ἐξ ἑκατέρων ῥεύσαντα τῶν στρατῶν πρὸς Ἰαγουπασάνην ἔβλεψε τὸ νικᾶν. καὶ πρὸς καιρὸν τὰ ὅπλα καταθέμενοι, ὁ μὲν ἐπέμενε κατὰ χώραν, ὁ δὲ σουλτὰν τῷ βασιλεῖ πρόσεισιν ἄρτι πρὸς πόλιν τὴν βασιλεύουσαν ἐκ τῶν δυσμικῶν ἐπανιόντι μερῶν. καὶ φιλοφρόνως προσδεχθεὶς καὶ ἐντίμως οὐχ ἧττον ἐπ᾽ αὐτῷ βασιλέα διαχυθῆναι πεποίηκεν, ἤπερ αὐτὸς ἐπὶ τῷ τῆς ξενίας ἐνευφράνθη ἀπροσδεεῖ. οὐκ ἐλπίσι γὰρ μόνον χρηστοτέραις ὑπεσαίνετο Μανουήλ, ὡς εὖ τὰ κατὰ τὴν ἕω διάθοιτο διὰ τῆς τοῦ σουλτὰν παρουσίας καὶ τοῦ κεχαρισμένου τῆς ξενίας δυναμένου γοητεῦσαι φιλοχρήματον βάρβαρον, ἀλλὰ καὶ δόξαν αὐτῷ τῆς βασιλείας τὸ συμβὰν ᾤετο.

Εἰσιὼν τοίνυν ἅμα τῷ σουλτὰν τὴν Κωνσταντίνου κηρύττει θρίαμβον. καὶ ἦν εὐπρεπὴς ὁ θρίαμβος, καλλίστοις καὶ τιμήεσι πέπλοις παμφαίνων καὶ τῷ τοῦ κόσμου πολυειδεῖ δαίδαλος· καὶ ἤμελλε βασιλεὺς διὰ τοῦ θριάμβου προϊέναι πρὸς αὐτῶν τῶν ἀστῶν κροτούμενος καὶ μέρος εἶναι τῆς τότε δορυφορίας τε καὶ λαμπρότητος καὶ τῶν κυδρούντων τὸν αὐτοκράτορα καὶ σουλτὰν αὐτὸς ἐπιπαριών. θεὸς δ᾽ ἠκύρωσε τὰ τῆς ἡμέρας ἐκείνης λαμπρά· ἥ τε γὰρ γῆ κλονηθεῖσα πολλὰς ἐπικαταβεβλήκει λαμπροτάτας οἰκήσεις καὶ ὁ ἀὴρ ταραχώδης ἦν ἐπιεικῶς καὶ ἀνώμαλος καὶ ἕτερ᾽ ἄττα ἐπισυμβάντα δείματα ἐκείνοις οὐ θριάμβοις ἠναγκάκει προσέχειν τὸν νοῦν καὶ τὸ τῆς ψυχῆς ἐκύμαινε λογιζόμενον. ἔφασκον δὲ οἱ τοῦ θείου νεὼ καὶ τοῦ βήματος (καὶ αὐτὸς βασιλεὺς οὐκ ἀγαθὰς κλῃδόνας ἐδέχετο τὰ λεγόμενα) μηνίειν τὸ θεῖον καὶ μηδ᾽ ὅλως ἀνέχεσθαι προκύψειν ὅλως εἰς θρίαμβον μὴ θεοσεβείας ἄνδρα μετεσχηκότα, ὃν κοσμοῦσιν ἔπιπλα παναγῆ καὶ ἁγίων ἔκτυπα διειλήφασι καὶ χαρακτὴρ καθαγιάζει Χριστοῦ. καὶ οὕτω μὲν εἰκαίως ὁ θρίαμβος ἐσχεδίαστο, μηδαμῶς αὐτῷ προσεσχηκότος τοῦ αὐτοκράτορος οὐδ᾽ ἐς ὅσον τὸ ἔθος ἀφοσιώσασθαι.

Ἐς ἱκανὸν δὲ ὁ σουλτὰν τῷ βασιλεῖ συνδιέτριψε χρόνον καὶ ἵππων σταδιοδρόμων ἁμίλλαις τὸν ὀφθαλμὸν καθειστίακεν, ὅτε καί τις ἀνὴρ τῆς Ἄγαρ ἀπόγονος, ὡς ἐδόκει τὰ μὲν πρῶτα, θαυματοποιός, ὡς δ᾽ ὕστερον ἔδειξε, ταλάντατος ἀνθρώπων καὶ αὐτοέντης ἄντικρυς, ἐπὶ τὸν κατὰ τὸ θέατρον πύργον ἀναλάμενος, οὗ κάτωθεν μὲν αἱ τῶν ἐπὶ σταδίου θεόντων ἀφετηρίαι εἰς ἁψῖδας παραλλήλους κεχήνασιν, ἄνωθεν δ᾽ ἵπποι χαλκήλατοι πεπήγασι πίσυρες χρυσῷ ἠληλιμμένοι, τοὺς αὐχένας ὑπόγυροι, ἀντιβλέποντες ἀλλήλοις καὶ δρόμον καμπτῆρος πνέοντες, διαπτῆναι τὸ στάδιον ἐπηγγέλλετο. εἱστήκει οὖν ὡς ἐφ᾽ ὕσπληγγος τοῦ πύργου ἠμφιεσμένος ποδηρέστατον εὐρέα χιτῶνα. λευκὸς δὲ ἦν ὁ χιτών, λύγοι δὲ εἰς κύκλον περιαχθέντες ἐποίουν κολπῶδες τὸ ἄμφιον. ἦν δὲ σκοπὸς τῷ Ἀγαρηνῷ ὥσπερ ἱστίῳ πτερωθῆναι τῷ πέπλῳ, ταῖς τούτου κοιλότησι τοῦ πνεύματος ἐμφωλεύοντος. πᾶς οὖν ἐπέστραπτο ἐπ᾽ αὐτὸν ὀφθαλμὸς καὶ ἐμειδία τὸ θέατρον· καὶ πυκνὰ ἐκραύγαζον οἱ θεώμενοι “πέτασον„ καὶ “ἕως τίνος Σαρακηνὲ τὰς ψυχὰς ἡμῶν αἴρεις ταλαντεύων ἐκ τοῦ πύργου τὸν ἄνεμον;„ βασιλεὺς δὲ πέμψας διεκώλυεν αὐτὸν τοῦ ὁρμήματος. θεατὴς δ᾽ ὢν τῶν δρωμένων καὶ σουλτὰν αὐτὸς ἐπ᾽ ἀμφιβόλῳ τῷ ἀποτελέσματι ἀνεκήκιέ τε καὶ ἐσεσήρει μετέωρος ὢν τὴν γνώμην καὶ δεδιὼς περὶ τῷ ὁμογενεῖ.

ὁ δὲ περιχάσκων τὸν ἀέρα συχνὰ καὶ τὸ πνεῦμα διακριβούμενος τὰς τῶν θεατῶν ἐλπίδας ὑπέκλεπτε. καὶ πολλάκις διάρας τὰς χεῖρας καὶ σχηματίσας ταύτας ὡς πτέρυγας εἰς κίνησιν πτήσεως ὑπεστείλατο τὸ πνεῦμα μεταπεμπόμενος. ἐπεὶ δέ ποτε φορὸν παρεῖναι καὶ οὔριον δέδοκτο, διατινάσσεται πτηνοῦ δίκην, ἀεροβατεῖν οἰηθείς. ἀλλ᾽ ἦν οὐρανοδρόμος Ἰκάρου ἐλεεινότερος. καὶ ὡς σῶμα κεντροβαρὲς χαμαιρριφής, οὐχ ὡς κοῦφος ἱπτάμενος, τέλος δὲ καταπεσὼν διέρρηξε τὴν ψυχήν, γαστροκνημῖδας καὶ χεῖρας καὶ ὅσα τοῦ σώματος ὀστώδη διαθρυβείς.

Ἦν τοίνυν ὁ ἐκπετασμὸς οὗτος εἰς μωκίαν καὶ γέλωτα τῶν μετὰ τοῦ σουλτὰν Τούρκων τοῖς ἀστυπολίταις διαθρυλλούμενος, οὐδ᾽ ἦν ἐπ᾽ ἀγορᾶς ἀκαταγελάστους αὐτοὺς παριέναι, τῶν ἀργυροκόπων ἀγοραίων τὰ τῶν τραπεζῶν διαψοφούντων σιδήρια. ὡς δ᾽ ἠνωτίζετο ταῦτα ὁ βασιλεύς, διεχεῖτο μὲν ὡς εἰκός, τὸ στωμύλον καὶ φιλοπαῖγμον τῶν ἐπὶ τῶν τριόδων εἰδώς, σουλτὰν δὲ χαριζόμενος (κατὰ βραχὺ γὰρ τὴν τοῦ βαρβάρου ψυχὴν ὑπεισερχόμενα ἔδακνε τὰ βωμολοχεύματα) ἐπλάττετο τὸν τὸ ἐκείνων ἐλευθερόστομον ἀναστέλλοντα.

Μετὰ δὲ τὴν ἀξιάγαστον φιλοφροσύνην δῶρα πολλὰ καὶ λαμπρὰ ἐκ τῶν βασιλικῶν χρυσώνων ὁ σουλτὰν ἀπαρυσάμενος, ἐφ᾽ οἷς καὶ ἔκθαμβος ἐγεγένητο καὶ διαπορούμενος ἦν, εἰ καὶ ἑτέρων τοσούτων τὸ πλῆθος καὶ τηλίκων τὸ μέγεθος εὐπορεῖ βασιλεύς, χαίρων ἐπανέζευξεν ἔμφορτος. ὁ γὰρ αὐτοκράτωρ εἰδὼς μὲν καὶ ὅτι βάρβαρος ἅπας λημμάτων ἥττηται, λαμπρυνόμενος δὲ μάλιστα καὶ ἐκπλῆξαι θέλων τὸν Κλιτζασθλάνην ἐπὶ τοῖς πολυταλάντοις τῶν θησαυρῶν, οἷς ἡ βασιλεία Ῥωμαίων περιερρέετο, ἐν ἑνὶ τῶν κατὰ τὸ ἀρχεῖον λαμπροτάτων ἀνδρώνων ἑξῆς διατέθεικεν ὅσα τούτῳ παρασχέσθαι δῶρα προέθετο. ἦν δὲ ταῦτα χρυσός τε καὶ ἄργυρος κεκομμένος εἰς νόμισμα καὶ τρυφῶσα ἐσθὴς ἀργύρεά τε ἐκπώματα καὶ Θηρίκλεια χρύσεα καὶ ὀθόναι τῶν ἐξ ὑπερηφάνου ὑφῆς ἄλλοι τε κόσμοι ἐξαίρετοι, Ῥωμαίοις μὲν καὶ πάνυ εὐπόριστοι, σπάνιοι δὲ παρὰ βαρβάροις αὐτοῖς καὶ τὰ πολλὰ μηδὲ θεατοί. εἰσιὼν δὲ ὁ βασιλεὺς τὸν ἀνδρῶνα καὶ τὸν σουλτὰν ἐκεῖσε μεταπεμψάμενος ἤρετο, εἰ δωρηθῆναί οἱ τοῦ παρόντος βούλοιτο θησαυροῦ. τοῦ δὲ εἰπόντος ὡς αἱρεῖται ὅσοις αὐτὸν δωρήσεται βασιλεύς, αὖθις ἐπήγαγεν, εἴ τις τῶν ἀντιπάλων Ῥωμαίοις, αὐτοῦ ταῦτα κενωσαμένου εἰς ξενικὸν καὶ ἐνδαπὸν στράτευμα, ὑπενέγκοι ἂν ὅλως τὴν κατ᾽ ἐκείνου τῶν Ῥωμαίων ὁρμήν.

τοῦ δὲ ἀγαμένου καὶ εἰπόντος, ὡς εἰ δεσπόζων ἦν τοσούτων χρημάτων, εἶχεν ἂν πάλαι τὸ κύκλῳ πολέμιον εἰς ὑπήκοον αὐτῷ μεταθέμενος, “φιλοτιμοῦμαί σε τούτοις πᾶσί„ φησι βασιλεύς, “ἵνα καὶ τοὐμὸν εἰδείης φιλόδωρόν τε ἅμα καὶ μεγαλόδωρον καὶ ὅσων ἐστὶ κύριος χρημάτων ὁ τόσοις ἕνα δωρούμενος.„ ὁ δὲ ἥσθη τε καὶ ἐξέστη τῇ ἀπομαγδαλίᾳ τῶν χρημάτων, τυφλώττων πρὸς κέρδος, καὶ βασιλεῖ τὴν Σεβάστειαν καὶ τὴν ταύτης χώραν παρασχέσθαι κατεπαγγέλλεται. ὁ Μανουὴλ δὲ τὴν ὑπόσχεσιν ταύτην ἀσμένως δεξάμενος καὶ ἕτερα δώσειν ξυνέθετο χρήματα, εἰ τοὺς λόγους τοῖς ἔργοις πιστώσαιτο.

Καὶ αὐτὸς μὲν τὴν τοῦ βαρβάρου προφθάνων ῥοπὴν καί, ἕως ἔτι ὁ σίδηρος ἐν ἀκμῇ, ἐνεργῷ χρήσασθαι τούτῳ βουλόμενος διεπεπράχει, ὡς εἰρήκει, μετὰ καιρόν· στείλας γὰρ τὸν Γαβρᾶν Κωνσταντῖνον ἐξέπεμψεν αὐτῷ φιλοτιμήματα ἄλλα ἄττα συχνὰ καὶ παντοδαποὺς ὁπλισμούς· ὁ δὲ ἀπατεὼν ὢν καὶ μηδὲ τί ἐστιν ὅλως ἀλήθεια ἐγνωκώς ποτε τῶν τε συνθηκῶν ἐπελάθετο ἀπελθὼν ἐς Ἰκόνιον καὶ τὴν Σεβάστειαν ἐκπορθήσας καὶ τὰ ὑπ᾽ αὐτὴν χειρωσάμενος γέγονε τῶν ὅλων αὐτὸς ἐγκρατής.

Ἐπειδὴ δὲ καὶ τὸν Δαδούνην τῆς οἰκείας ἀρχῆς παρέλυσεν, ἐκεῖνον μὲν δραπέτην καὶ πλανήτην εἰργάσατο, τῆς δὲ Καισαρείας αὐτὸς λαβόμενος καὶ τὸν λοιπὸν μετήρχετο ξύμφυλον, τὸν Ἰαγουπασάνην φημί, νοσήσας κἀπὶ τῇ τούτου ἔρωτα χώρᾳ καὶ τὸν ἄνδρα διψῶν ἀνελεῖν. ὁ δὲ καὶ αὐτὸς τὸ οἰκεῖον συγκροτῶν ἐν τῷ μέρει στρατόπεδον καὶ ὡς πρὸς ἀνταγωνιστὴν ἤδη μείζονα περιβαλλόμενον δύναμιν παραταττόμενος φθάνει θανάτῳ τὴν προθυμίαν διακοπείς. Δαδούνης δὲ ὡς εἰς ἐρήμην δυνάστου τὴν τῶν Ἀμασέων σατραπείαν παρεισιὼν ἐκεῖθέν τε ἀποκρούεται καὶ τῇ μεταπεμψαμένῃ τοῦτον τοῦ Ἰαγουπασάνη συνεύνῳ θανάτου αἴτιος γίνεται· οἱ γὰρ Ἀμασεῖς ἐπαναστάντες αὐτήν τε ὡς λάθρᾳ τῷ Δαδούνῃ μνηστεύουσαν τὴν ἀρχὴν ἠμύναντο τελευτῇ καὶ Δαδούνην ἀδοξήσαντες ἄρχοντα μακρὰν ἀπεώσαντο.

Ἀλλ᾽ οὐχὶ καὶ τοῦ Κλιτζασθλὰν γεγόνασιν ἰσχυρότεροι· ἀλλ᾽ οὗτος αὐτῶν φανεὶς δυνατώτερος, ὡς εἶχε πρώην Καππαδοκίαν, οὕτως καὶ Ἀμάσειαν εἴληφεν ὕστερον, ὀξείᾳ καὶ ἐπιτυχεῖ τύχῃ πρὸς τὰ πράγματα χρώμενος, ἄνθρωπος οὐκ εὐφυὴς τὴν διαρτίαν τοῦ σώματος, ἀλλ᾽ ἠκρωτηριασμένος ἐν οὐκ ὀλίγοις τῶν καιρίων μερῶν. αὐτίκα γὰρ αἱ χεῖρες τούτῳ ἐξήρθρωντο καὶ τὼ πόδε ὑποσκάζοντε ἦσαν καὶ τὰ πολλὰ ἐφ᾽ ἁρμαμάξης τὴν πορείαν πεποίητο. ὅθεν καὶ τὰς ἀρχὰς τῶν κατ᾽ αὐτοῦ σκωμμάτων ἐξ αὐτοῦ δὴ Ἀνδρόνικος ἐσέπειτα ποριζόμενος Κουτζασθλάνην τοῦτον ὠνόμαζε, φιλολοίδορος ὢν εἴπερ τις ἄλλος καὶ καθάψασθαι ἀνθρώπων δεινότατος καὶ λόγοις Κερκώπων ἁπαλοῖς τοῖς οὐ καλῶς πεπραγμένοις τῶν ἔργων ἢ τοῖς ἀηδῶς τοῦ σώματος ἔχουσι μῶμον προστρίψασθαι ἱκανώτατος.

Ὁ μὲν οὖν, ὁποῖος ἂν καὶ ἦν τὴν πλάσιν τοῦ σώματος (εἶχε δὲ ὡς αὐτόν, οἶμαι, ἡ πλάστρια φύσις ἐπαλαμήσατο), μεγάλην ἀρχὴν εἰληχὼς καὶ τοσαύτας δυνάμεις περιβαλόμενος οὐχ εἵλετο ἐντεῦθεν βίοτον ἤρεμον, ἀλλὰ φύσει ταραχώδης ὢν καὶ ἀκαταστόρεστος ὥσπερ τις κόλπος θαλάττιος Ῥωμαίοις ἐν οἷς εἶχε λυπεῖν ἀκηρυκτὶ διεφέρετο καὶ ἀνέγκλητον πολλάκις ἐπῆγε τὸν πόλεμον, σὺν οὐδενὶ λόγῳ θεσμὰ παρατρέχων καὶ συγχέων σπονδάς, τῇ οἰκείᾳ δ᾽ ἐφέσει ταλαντεύων τὸ πραχθησόμενον. οὐδ᾽ αὐτῆς ἀπέσχετο τῆς Μελιτηνῆς, ἀλλὰ καὶ τὸν ταύτης ἔχων καθελεῖν ἀμηρᾶν, μήτε τὸ τῆς θρησκείας ταὐτὸν ὑπειδόμενος ἢ τὸ μηδὲν ἔχειν ἐπεγκαλεῖν ἀλγεινόν, αὐτὸς ἀνεπικαλύπτως αἰτίαν πλασάμενος καὶ γραψάμενος ἐκεῖθεν αὐτὸν ἐξήλασεν. ἔπειτα δὲ καὶ τὸν οἰκεῖον ὑφέρπων κασίγνητον μετανάστην κἀκεῖνον ἔθετο. οἱ δὲ φυγάδες πρὸς τὸν αὐτοκράτορα ἵκοντο.

Καὶ ταῦτα μὲν συμβέβηκεν ὕστερον. τότε δὲ πολυδύναμος γεγονὼς τὸ πρὸς τὸν βασιλέα αἰδῆμον ἀπεξύσατο καὶ ἣν αὐτὸς θεραπείαν προσῆγε ταῖς τῶν πραγμάτων δυσκολίαις ἀγχόμενος, ταύτην ἐξῃτεῖτό οἱ παρέχειν τὸν αὐτοκράτορα, βαρβαρικῶς μεταλλοιούμενος τῷ καιρῷ καὶ δεῆσαν ὑπὲρ τὸ δέον ὑποστελλόμενος, καὶ πτεροῦ αὖθις ἐλαφριζόμενος εὐπετέστερον, ἂν τῇ ἑτέρᾳ πλάστιγγι ῥοπὴν ἡ τύχη παρείχετο τοῖς παλινστρόφοις βραβεύουσα πράγμασι. παττάλῳ δ᾽ ὑπεκκρουόμενος πάτταλος ἐξομαλίζων ἦν τὸν βασιλέα καὶ θεραπεύων ἐνιαχοῦ, οὐ μὴν ὑπ᾽ ἐκείνου θηροκομούμενος διεδείκνυτο καὶ δόξαν ἀπονέμων πατρὸς υἱοθεσίας τιμὴν ἐλάμβανε· καὶ ἦν τὰ παρ᾽ ἀλλήλων χαραττόμενα γράμματα πατέρα βασιλέα καὶ σουλτὰν υἱὸν καταγγέλλοντα.

Πλὴν οὐδ᾽ οὕτως ἐς φιλίαν ἀκραιφνῆ συνηρμόζοντο ἢ γοῦν τὰς σπονδὰς οὐ ξυνέχεον. ὅθεν ὁ μὲν κατὰ χειμάρρουν πληθύνοντα ἢ κατὰ πολλὰ ἐδηδοκότα φάρμακα δράκοντα κατέκλυζέ τε καὶ παρέσυρε τὸ προστυχὸν καὶ συχνὰ τῶν ἡμετέρων πολιχνίων κατέχασκε τὸν τῆς κακίας ἀποπτύων ἰόν· ὁ δὲ περιεφράγμου τούτῳ τὰς διεξόδους καὶ εἰς ἀνάρρουν τὸ ῥεῦμα ὑπανεστοίβαζε θριγγίῳ ἀρραγεῖ στρατοπέδων, ἢ ὁλκῇ χρυσίου ἐφολκοῦ κατεκοίμιζε πρὸς εἰρήνην τὸ τούτου βλέφαρον καὶ ἣν τέως εἰς λῃστείαν ἐπηγρίαινε λοφιὰν καὶ τὸν ὁλκόν, ὃν ὑπεσύρετο τοῦ στρατεύματος, κατασιγάζων ἐπράϋνεν.

Ἐνίοτε δὲ τοὺς ὡς πώεα πλατέα διεκκεχυμένους τοῖς Ῥωμαϊκοῖς σχοινίσμασι Τούρκους ἀναστέλλων τοῖς περὶ τὴν Πεντάπολιν ἐπιτίθεται καὶ σωμάτων ἀνθρωπίνων καὶ ζώων πολλῶν γενόμενος ἐγκρατής, μηδ᾽ εἰς χεῖρας δεξαμένων αὐτὸν τῶν Περσῶν, τροπαιοφόρος ἀνέζευξεν. ὁπηνίκα καὶ Σολυμᾶς, ὁ τῶν παρὰ τῷ σουλτὰν τὰ μέγιστα δυναμένων κορυφαιότατος, τῷ βασιλεῖ ἐποφθεὶς πολλὰ μὲν ὑπερηγόρει τοῦ σουλτὰν ἀποτρέπων τῆς ἐκείνου γνώμης τὰ παρὰ τῶν Τούρκων πραττόμενα καὶ σοφιστικῶς οἷς διεξῄει καταχαριζόμενος, ἀσύμφωνα δ᾽ ὅμως τοῖς πράγμασι φθεγγόμενος ἡλίσκετο ψευδολογίας ἐγκλήματι· πλὴν οὐδ᾽ οὕτω τι πρὸς βασιλέως πέπονθεν ἄχαρι Σολυμᾶς. θεραπεύων δὲ καὶ ὑπὲρ τὸ ἀληθές, ὡς ἔθος τοῖς βαρβάροις, τὸν ἄνακτα καὶ τὰ ἐς ἀπάτην τεχναζόμενος ἵπποις αὐτὸν ὠκύποσιν ἐκολάκευσεν, οὓς τὸ ἐκείνου ἐσίτευεν ἱπποστάσιον· ὁ δὲ βασιλεὺς τοὺς ἵππους δεξάμενος καὶ Σολυμᾶν τῆς εὐγνωμοσύνης ἀποδεξάμενος, εἰ καὶ μὴ τῆς ἐκείνου γνώμης ἴδιον ἦν, τοῦ δὲ καιροῦ ὑπῆρχε δῶρον τὸ φιλοφρόνημα, πρὸς τὸν σουλτὰν ἀπέστειλεν ἐξηγησόμενον ἐκείνῳ ἃ οὐκ ἦν ἀγνοῶν καὶ ἐς αὐτὸ τοῦ τρόπου ἀποσκώψοντα τὸ παλίμβολον τὸ ἄπιστόν τε καὶ τὸ κακόηθες, κἂν οὐκ ἦν αὐτὸν ἠρεμήσειν ἐπὶ τούτοις ἢ γοῦν καθυπερθέσθαι Ῥωμαίοις τὴν ἀντιπάθειαν.

Ἐκλώπευε γοῦν ταῖς συνήθεσι λῃστείαις χρώμενος. στείλας δὲ καὶ φάλαγγας ἐπιλέκτους τὴν κατὰ Φρυγίαν ἐκπορθεῖ Λαοδίκειαν, οὐκέτι οὖσαν συνοικουμένην ὡς νῦν ἑώραται, οὐδ᾽ εὐερκέσι φραγνυμένην τείχεσι, κατὰ δὲ κώμας ἐκκεχυμένην περὶ τὰς ὑπωρείας τῶν ἐκεῖσε βουνῶν. ἤλασε δ᾽ ἐκεῖθεν βαρεῖαν λείαν ἀνθρώπων καὶ ζώων πλῆθος οὐ σταθμητόν· οὐ μετρίους δὲ καὶ κατέκτανεν, ἐν οἷς καὶ τὸν ἀρχιερέα Σολομῶντα, ἐκτομίαν μὲν ἄνθρωπον, χαρίεντα δ᾽ ἄλλως τὸ ἦθος καὶ θεῷ δι᾽ ἀρετῆς προσεγγίζοντα. εἰρωνευόμενος δ᾽ ἔφασκε πρὸς τοὺς οἰκείους, ὡς ὅσῳ ἂν μείζω δράσειε Ῥωμαίους δεινά, τοσούτῳ μείζω ὑπὸ βασιλέως ἀγαθὰ πείσεται· “ᾧ γὰρ πάρεστί„ φησι “τὸ κρατεῖν, τούτῳ καὶ αἱ δωρεαὶ φιλοῦσιν ἐπιξενίζεσθαι, ἵνα μὴ πλεῖον ᾖ τὸ νικᾶν, ἐπειδὴ καὶ τὰ φλεγμαίνοντα τῶν νοσημάτων τὰς νοσοκομίας ἐπισπῶνται πλείονας, ἵνα ἀντισπῶνται καὶ σταῖεν τὰ πρόσω νεμόμενα.„ Οὐδ᾽ ὁ Μανουὴλ μέντοι ἐπὶ τούτοις ἡσυχίαν ἠσπάσατο, ἀλλὰ πρῶτα μὲν διὰ τοῦ Τζικανδήλη Βασιλείου, εἶτα καὶ διὰ τοῦ Ἀγγέλου Μιχαὴλ τοῖς Τούρκοις ἐπέθετο, ὅσοι πολυθρέμμονες ὄντες ἀναδιφῶσι πόας τὰς λειμωνίτιδας καὶ τούτων ἕνεκα τῶν οἰκείων ἠθῶν ἀπανιστάμενοι παγγενῆ τὰ Ῥωμαίων ἐπεισίασιν ὅρια. οὗτοι γὰρ ἐς λόχους τὸ τῶν στρατοπέδων συντάξαντες εὔζωνον καὶ μεθ᾽ ἑαυτῶν παραλαβόντες ἐξῄεσαν.

ἀμείνω δὲ τὴν νύκτα κρίναντες εἰς τὴν τῶν ἐναντίων ἐπίθεσιν, σύνθημα δεδώκασι τῷ στρατῷ ἐν τῷ κατὰ σκότον συμπλέκεσθαι τοῖς Τούρκοις ἀναφωνεῖν “σίδηρος„, ὡς εἴη αὐτοῖς οὕτως ἀντιπαρέρχεσθαι μὲν τὸ ὁμόφυλον ὡς ὁμόφωνον, τὸ δὲ σιγῇ ἐπιὸν καίνοιεν ὡς ἀλλόγλωττον. καὶ τοῦτο δι᾽ ὅλης τῆς τότε συμπλοκῆς ἐπιφωνούμενον διέστελλε τὰ γένη καί, τὸ τοῦ Δαυίδ, ὡς σίδηρος τὰς τῶν Περσῶν ψυχὰς διήρχετο. μετὰ δὲ πολὺν ὀψέ ποτε φόνον οἱ Τοῦρκοι συνέντες, ὃ βούλεται τὸ ἀνὰ στόμα Ῥωμαίοις κείμενον, ξυνῳδὰ καὶ αὐτοὶ ἐφθέγγοντο, ἕως τῆς νυκτὸς διαγενομένης ἀπ᾽ ἀλλήλων διέστησαν τὰ στρατεύματα.

Πολλαὶ μὲν οὖν ἐκδρομαὶ τὸ τηνικαῦτα καιροῦ τῷ βασιλεῖ τούτῳ κατὰ τῶν Τούρκων ἐγένοντο καὶ παρὰ τούτων αὖθις Ῥωμαίοις ἐπιξυνέστησαν· παρῆκα δὲ τούτων ὅσαι σὺν τῷ μὴ ἀξιαφήγητόν τι κεκτῆσθαι καὶ κόρον τοῖς φιληκόοις ἐμποιήσειν ἤμελλον, οἷα τὰ πολλὰ εἰς ταὐτὰ τὴν ἱστορίαν ἐπαναστρέφουσαι καὶ μηδέν τι παρεξηλλαχὸς εἰς τὴν διήγησιν ἔχουσαι.