Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Μανουήλ Α' Κομνηνού: Ουγγρικές υποθέσεις και εσωτερικές έριδες

Ο πόλεμος για τη διαδοχή στην Ουγγαρία, η εξορία του Ανδρονίκου Κομνηνού, οι διώξεις αξιωματούχων και οι δογματικές παρεμβάσεις του αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 5 από 18

ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Ἐπάνειμι δ᾽ αὖθις ἐπὶ τὰ Παιονικά, σαφηνείας δ᾽ ἕνεκα τοῦ ἱστορεῖν προαναβαλοῦμαι ταυτί. τῷ τότε ἄρχοντι τῶν Οὔννων Ἰατζᾷ δύο ἦσαν ὁμαίμονες, Στέφανός τε καὶ Βλαδίσθλαβος, καὶ παῖδες Στέφανος καὶ Βελᾶς. τῶν ἀδελφῶν τοίνυν ὁ Στέφανος τὰς ὁμογνίους ἐκφυγὼν χεῖρας κατ᾽ αὐτοῦ φονώσας τὴν Κωνσταντίνου κατέλαβε, καὶ προσδεχθεὶς ἀσπασίως τῷ αὐτοκράτορι Μανουὴλ ἄλλης τε φιλοφροσύνης ὡς πλείστης ηὐμοίρησεν, ἀλλὰ δὴ καὶ Μαρίαν ἔγημε τὴν τούτου ἀνεψιάν, ἣν ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰσαάκιος. μετὰ δὲ βραχὺ καὶ ὁ τῶν ἀδελφῶν τρίτος Βλαδίσθλαβος κατ᾽ ἴχνια βαίνων τῷ Στεφάνῳ τῷ Μανουὴλ προσεχώρησεν, οὐ τοσοῦτον Ἰατζᾶ καταγνοὺς ὡς μὴ φιλοῦντος ὅσον εἰκὸς ἢ ἐξ ἐκείνου ἐπιβουλὴν πτοηθείς, ὅσον τῇ τοῦ ἀδελφοῦ Στεφάνου φήμῃ γοητευθεὶς καὶ πρὸς αὐτὸν τὴν πορείαν τεινάμενος. τῷ τοι οὐδ᾽ αὐτὸς ἐξέπεσε τῶν ἐλπίδων ἢ ἀναξίως τοῦ γένους τῷ βασιλεῖ προσείληπται, ἀλλὰ πάντα οἱ ἀπηντήκει κατὰ σκοπόν. καὶ γυναῖκα δὲ ἢν ἠβούλετο ἀγαγέσθαι, καὶ ταύτην ἐκ βασιλείου ἔγημεν ἂν αἵματος, ἀλλὰ γάμου μὲν ἀπέσχετο, ἵνα μὴ τῆς ἐς πατρίδα λαθόμενος ἐπανόδου τὰ οἴκοι διαφθερεῖ, τῷ λωτῷ τῆς γυναικὸς προσηλούμενος.

Ἀλλ᾽ οἷα τὰ ἐπὶ τούτοις; τελευτᾷ ὁ τῶν Οὔννων ῥὴξ Ἰατζᾶς, καὶ ὁ θάνατος ἥμερος, τῆς φύσεως ὃ ἐνέτεινε βάρβιτον ὑποχαλασάσης τῆς ἁρμονίας καὶ λυσάσης πρὸς ἃ καὶ ἐξ ὧν συντέθειται. ἡ δ᾽ ἀρχὴ ἐπὶ τὸν ἐκείνου διαβαίνει παῖδα τὸν Στέφανον. ὁ δὲ βασιλεὺς ὡς ἐκ ῥίζης ἀνομοίου φυέν τι κάλλιστον τὸ γεγονὸς ἡγησάμενος, καὶ κατὰ νοῦν ἀναπολήσας, ὡς εἰ πρὸς τὸν ἐπ᾽ ἀνεψιᾷ γαμβρὸν Στέφανον, ὡς δῆθεν εἰς ἀρχὴν δικαιούμενον, ἡ τῶν Οὔννων μεταβαίη σατράπευσις, σχοίη ἂν τὰ πρῶτα κλέος αὐτός, ἔπειτα ἡ βασιλεία Ῥωμαίων μέρος ἴσως ἐκεῖθεν δασμοῦ, ἐκ τοῦ ἀναντιρρήτου δ᾽ οὖν ἀσφαλῆ τὴν τοῦ Φραγγοχωρίου καὶ τοῦ Ζευγμίνου κατάσχεσιν, συντείνει τὸ πρόθυμον πρὸς τὴν τῶν σκοπουμένων ἐκπλήρωσιν.

Καὶ εἶχεν εὐθὺς τοὺς μὲν πρέσβεις ἡ τῶν Οὔγγρων χώρα, οἵτινες αὐτοῖς καταστάντες ἤμελλον ξυνδιαθέσθαι Στεφάνῳ τὸν τῆς ἀρχῆς στέφανον, μετὰ βραχὺ δὲ αὐτὸν ἡ Σαρδική. Οὖννοι μὲν οὖν καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἀπεπήδησαν τοῦ Στεφάνου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν τὴν τούτου προσηγορίαν, καὶ δι᾽ ἄλλα μὲν ἀποπέμπεσθαι, τοῦτον φάσκοντες, μάλιστα δὲ διὰ τὸ γῆμαι παρὰ Ῥωμαίοις· αὐτοῖς δὲ ἀσύμφορον ὅλως εἶναι προσέσθαι ἄνδρα κατὰ κῆδος τῷ βασιλεῖ Ῥωμαίων συναπτόμενον· ὑποβλέπεσθαι γὰρ μή πως Οὖννοι μὲν ὑπ᾽ αὐτοῦ βασιλεύωνται, αὐτὸς δὲ ὑπὸ τοῦ τῶν Ῥωμαίων ἄρχηται βασιλεύοντος. διὰ ταῦτα τοίνυν οὔτε τῷ Στεφάνῳ ἐκεῖσέ πῃ ἀφικομένῳ προσέκειντο καὶ τοὺς κατάγοντας αὐτὸν ἐκ βασιλέως ἀπράκτους ἠφίεσαν.

Ἔνθεν τοι καὶ διὰ μείζονος ἰσχύος ἐπιβοηθῆσαι τῷ Στεφάνῳ δεῖν ὁ βασιλεὺς κεκρικὼς αὐτός τε τῆς Σαρδικῆς ἀπάρας ἀφικνεῖται πρὸς τὰ Παρίστρια, λέγω δὴ τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα, καὶ τὸν ἀδελφιδοῦν Ἀλέξιον τὸν Κοντοστέφανον συνεκπέμπει τῷ Στεφάνῳ μετὰ ἰσχύος· οἳ καί, ὡς τὸν Χράμον κατέλαβον, ὡς ἐνῆν τὰ πρὸς ἀρχὴν διεπράττοντο, ὑποποιούμενοί τε δώροις τοὺς μέγα παρὰ Παίοσι δυναμένους καὶ κολακείᾳ ὑποφθείροντες καὶ ὑποσχέσεσι μεγίσταις ἐπαίροντες· ἐπέραινον δὲ οὐδὲν ἢ ὅσον τὸν Βλαδίσθλαβον Οὔννους εἰς ἄρχοντα δέξασθαι. ἀλλὰ καὶ τούτου βραχύν τινα χρόνον ἐπιβιώσαντος τῇ ἀρχῇ ἐς τὸν τοῦ Ἰατζᾶ υἱὸν Στέφανον οἱ Οὖννοι πάλιν προσέρρεψαν. ἀλλ᾽ οὔτε βασιλεὺς πράως ἤνεγκε τὸ γεγονός, καὶ ὁ τοῦ Ἰατζᾶ κασίγνητος Στέφανος βασιλέως συναιρομένου πάντα ἦν μηχανώμενος, εἴ πως τῆς ἀρχῆς ἐπιτεύξεται.

Πολλῶν οὖν ἕνεκα τούτων συμβεβηκότων πολέμων καὶ τοῦ βασιλέως τὸν τοῦ Ἰατζᾶ υἱὸν τὸν Βελᾶν εἰς γαμβρὸν ἀνελομένου ἐπὶ τῇ θυγατρὶ ἐκείνου Μαρίᾳ, οἱ τῶν Οὔννων ἀντικαθιστάμενοι τῷ Στεφάνῳ τὰς πρώτας τῶν ἐλπίδων ἐκριζοῦντες βλάστας καὶ ἀποτέμνοντες τὸ ἐκ περιόδων τε ἐκείνῳ καὶ κύκλων μακρῶν ἀντιπράττειν ἀπολιπόντες καὶ ἑαυτοὺς πραγμάτων ἀλλοτριοῦντες ἔγνων ἐκποδὼν ποιήσασθαι δόλῳ τὸν ἀπεχθῆ Στέφανον. διὰ ταῦτα τὴν φαρμακοποσίαν ἐπῃνεκότες ὡς πρόχειρον ζωῆς κατευνάστριαν περιεσκόπουν τὸν τὴν θανατηφόρον κύλικα τῷ Στεφάνῳ τοῖς δακτύλοις ὀχήσοντα. ὡς δ᾽ εὗρον ὑποδρηστῆρά τινα τοῦ Στεφάνου, Θωμᾶν λεγόμενον, ἔστησαν τὸν μισθόν. οὕτω δ᾽ ἦν ἐκεῖνος ὀξύτατος καὶ δεινότατος ἀνθρώπου καταλῦσαι ζωὴν καὶ σώματος ἀποστῆσαι ψυχήν, πονηρῷ κέρδει χεῖρα ὑποσχών, ὡς καὶ οἴκοθεν προσεφευρεῖν ἑτέραν μέθοδον, δι᾽ ἧς εἰς ᾅδου τάχιον καταχθήσεται Στέφανος.

ἀμέλει καὶ ἐν τῷ ἐξαιματοῦσθαι τὴν φλέβα τῷ Στεφάνῳ ἐγχρίεται φαρμάκῳ τὸ ἐπίθεμα τῆς τομῆς· τὸ δὲ ὅλῳ περιχυθὲν τῷ σώματι καὶ διαδραμὸν καὶ τοῖς καιριωτέροις ἐνσκῆψαν μέρεσιν ἀπάγει τοῦ ζῆν τὸν ἄνθρωπον, πράγμασιν αὐτοῖς σαφῶς πιστωσάμενον τὰς τῶν ἀνθρώπων ἐπινοίας ἀκροσφαλεῖς καὶ δειλὰς καὶ ὡς εἰκῇ καὶ μάτην τοῖς ἀκιχήτοις ἐγχειροῦσί τινες ἐφετοῖς καὶ διαπονοῦνται τοῖς οἰκείοις ἐπιτηδεύμασι, μὴ καὶ θεϊκῆς συνεφαπτομένης χειρὸς ἄνωθεν καὶ τοῖς πραττομένοις ἐπευδοκούσης καὶ κατευθυνούσης τὰ τούτων διαβούλιά τε καὶ διαβήματα. καὶ ὁ μὲν ἔκειτο οὕτως καὶ ἦν ὁ νεκρὸς αὐτοῦ ὑβριζόμενος καὶ ὁσίας ἄμοιρος καὶ τὸ Ζεύγμινον ὑπὸ Οὔννων ὁμολογίᾳ ἑάλωκε. ταῦτα ὡς ἠνώτιστο βασιλεύς, κατὰ τῶν Οὔννων κηρύσσει πόλεμον.

Ὅτε καὶ Ἀνδρόνικος πάλιν ἀποδρὰς καὶ παραγενόμενος εἰς Γάλιτζαν ἐκεῖθεν ἐπανέζευξεν. ἔστι δὲ ἡ Γάλιτζα μία τῶν παρὰ τοῖς Ῥὼς τοπαρχιῶν, οὓς καὶ Σκύθας Ὑπερβορέους φασίν. ὁ δὲ τρόπος τῆς φυγῆς ἦν οὗτος. πλάττεται τὸν νοσοῦντα καὶ προκοίτου παιδὸς εἰς τὰς σωματικὰς ὑπηρεσίας ηὐμοιρηκὼς ἀλλοεθνοῦς, καὶ τούτου καὶ τὰ πολλὰ τῆς ἡμετέρας διαλέκτου παραγραμματίζοντος, ἐπισκήπτει τούτῳ, ἐπεὶ καὶ μόνῳ ἀπὸ πάντων ἡ πρὸς τὴν φρουρὰν ἀνεῖτο εἴσοδος, ὑφελέσθαι λάθρᾳ τὰς κλεῖς τῶν τοῦ πύργου πυλῶν, ὁπότε πρὸς ἡμερινὸν ὕπνον οἱ φύλακες τράποιντο δαψιλεστέρῳ χρησάμενοι τῷ ποτῷ, καὶ κηρῷ ἐκμάξασθαι ταύτας εἰς τὸ εὐτύπωτον, ὡς τῷ ἀρχετύπῳ εἶναι τὸ ἐκμαγεῖον κατὰ πᾶν ἐμφερὲς καὶ εἰκασμένον πρὸς ἴνδαλμα ἀπαράλλακτον. δρᾷ τὸ ἀνδράποδον τὰ προσταχθέντα, εἰσάγει Ἀνδρονίκῳ τὰ τῶν κλείθρων ἴχνη. ὁ δὲ τῷ παιδαρίσκῳ ὑποτίθησιν ἐμφανίσαι ταῦτα τῷ οἰκείῳ υἱῷ τῷ Μανουὴλ καὶ εἰπεῖν ὡς δεῖ τὴν ταχίστην τοιαῦτα χαλκεύσασθαι, οὐ ταῦτα δὲ μόνον, ἀλλὰ κἀν τοῖς ἀμφορεῦσι τῶν οἴνων, οἵπερ αὐτῷ τὸ τοῦ ἀρίστου στέγουσι πόμα, παραβύειν ἐκ λίνου νενησμένα καλώδια καὶ ἀγαθῖδας καὶ κρόκας καὶ μηρίνθους λεπτάς.

ὡς δ᾽ εἶχε πέρας τὰ βουλευθέντα, ἀναπτύσσονται τὰ κλεῖθρα νυκτός, τὸ δεσμωτήριον ἀπραγμόνως ἀναπετάννυται· ὁ παῖς ὑπουργεῖ τῷ ἔργῳ παρ᾽ Ἀνδρονίκου λαβὼν τὸ ἐνδόσιμον· ὁ Ἀνδρόνικος ἔξεισι τὰ λίνα φέρων ἐν ταῖν χεροῖν. γίνεται οὖν αὐτῷ τὸ κατάντημα τῆς τότε νυκτὸς χόρτος ἀμφιλαφὴς περί που τὰ ἄβατα μέρη τῶν ἀνακτόρων φυεὶς καὶ εἰς ὕψος ἀναδραμών. καὶ περὶ δευτέραν δὲ καὶ τρίτην ἡμέραν ταῖς πόαις ἐνειλημένος τοὺς διώκτας ἐλάνθανεν. ὡς δ᾽ ἅλις εἶχον οἱ διφῶντες τῆς κατὰ τὰ ἀρχεῖα ἐρεύνης, διατίθησιν Ἀνδρόνικος τὰς στάλικας εἰς κλίμακας, καὶ διὰ μεσοπυργίου χαλασθεὶς ἀκάτιον εἴσεισιν ἐκ συνθήματος περὶ τὰς ἀκτὰς σαλεῦον καὶ τοὺς προβλῆτας, οἳ τὸ πάραλον τεῖχος τῆς πόλεως διειλήφασι, τὰς τῶν κυμάτων ἀποθραύοντες ἐμβολάς. ἦν δὲ τοὐπίκλην Χρυσοχοόπωλος ὁ τῇ ἁλιάδι Ἀνδρόνικον εἰσδεξάμενος. ἀλλ᾽ οὔπω ἀκριβῶς ἀνάγεσθαι ἤρξαντο, καὶ συνέχονται παρὰ τῶν κατὰ τὸν Βουκολέοντα προφυλάκων, οἳ πᾶσαν νύκτα σκοπεύουσι καὶ τῶν ἀνακτόρων οὐκ ἐῶσιν ἐχόμενα ἐνίας νῆας διαπλωΐζεσθαι. ἐξ ἐκείνου δὲ τὰ τῆς σκοπιᾶς ταύτης ἤρξατο, ἐξ ὅτουπερ ὁ Τζιμισχῆς Ἰωάννης τῷ Φωκᾷ Νικηφόρῳ νυκτὸς ἐπέθετο διὰ σαργάνης ἀνιμηθείς.

παρὰ βραχὺ γοῦν ἦν ἂν καὶ πάλιν Ἀνδρόνικος χείροσι δεσμοῖς ἐνισχημένος καὶ φυλακαῖς ἢ καὶ ξίφος τοῦ ζῆν αὐτὸν ὑπεξήγαγε τὰς πολλὰς ἐσέπειτα πλάνας ὑποτεμόμενον, νῦν δὲ ἡ οἰκεία εὐτραπελία ἐρρύσατο καὶ τότε τὸν βαθυγνώμονα, ἐκ τῶν ἑαυτῆς ῥιζοτομήσασα κήπων τὰ τῷ καιρῷ προσφυῆ φάρμακα, ὥσπερ καὶ Δαυὶδ ἐξέσωσε πρότερον ἡ ἐν Γὲθ τοῦ προσώπου ἀλλοίωσις ἐπιψόφησίς τε τοῦ τυμπάνου καὶ ἡ μανικὴ τῶν ποδῶν παρενσάλευσις. οἰκέτου γὰρ οἰκότριβος ὑποδὺς προσωπεῖον χρόνια δεσμὰ ἐκδιδράσκοντος ἐδεῖτο τῶν συλλαβόντων μὴ παριδεῖν αὐτὸν οὐκ ὀλίγα πρὸς τοῦ δεσπότου πεπονθότα πάλαι δεινὰ καὶ τότε δὲ δίκας εἰσπραττόμενον τῆς φυγῆς. ἐκάλει δ᾽ οὕτω τὸν Χρυσοχοόπωλον, μεταρρυθμίζων ἅμα πρὸς τὴν βάρβαρον φωνὴν τὴν Ἑλληνίδα διάλεκτον, καὶ μηδ᾽ ἐπαΐειν τὰ πλεῖστα ταυτησὶ πλαττόμενος. καὶ αὐτὸς δὲ ὁ Χρυσοχοόπωλος δώροις παρακρουσάμενος τοὺς σκοποὺς ἴσχυσεν Ἀνδρόνικον ἐξελεῖν, ὡς δραπέτην ἑαυτοῦ δοῦλον αἰτησάμενος καὶ λαβών. ἀμέλει καὶ παρὰ δόξαν Ἀνδρόνικος εἰς τὸν οἰκεῖον οἶκον παρελθών, ὃς τοῦ Βλάγγα ἐπικέκληται, ὁμοῦ τε προσεῖπε τοὺς φιλτάτους τὰ εἰσιτήρια ἐποφθεὶς καὶ προσεφθέγξατο τὰ ἀπόδημα, τοὺς πόδας τῶν σιδήρων ἀπολυθείς. καὶ τὸ Μελίβοτον καταλαβὼν καὶ τῶν ἐκεῖσε ἵππων ἐπιβάς, οἳ πρὸς ἀπόδρασιν αὐτῷ ἡτοιμάσθησαν, τὴν εὐθὺ τῆς Ἀγχιάλου ἵεται.

ἔνθα δὴ γεγονὼς καὶ τῷ Πουπάκῃ ἑαυτὸν ἐμφανίσας, ὃς πρῶτος, ὡς ἤδη ἐρρέθη μοι, τὴν κατὰ Κορυφὼ ἐσανέβη κλίμακα, καὶ παρ᾽ ἐκείνου λαβὼν τὰ ἐφόδια καὶ ἡγεμόνων ὁδοῦ εὐπορήσας τὴν ἐς Γάλιτζαν ἐπορεύετο.

Ἀλλ᾽ ὅτε τοῦ δειμαίνειν ἀπεῖχεν Ἀνδρόνικος ὡς ἤδη τὰς χεῖρας τῶν διωκόντων λαθὼν καὶ τῶν τῆς Γαλίτζης ὁρίων λαβόμενος, πρὸς ἣν ὡς εἰς σῶζον κρησφύγετον ὥρμητο, τότε θηρευτῶν ἐμπίπτει ταῖς ἄρκυσι· συλληφθεὶς γὰρ παρὰ Βλάχων, οἷς ἡ φήμη τὴν αὐτοῦ φθάσασα φυγὴν ὑφηγήσατο, ἐς τοὐπίσω πρὸς βασιλέα πάλιν ἀπήγετο.

Μὴ ἔχων οὖν τὸν σώζοντα καὶ λυτρούμενον, οὐ φίλον παρόντα παρήγορον, οὐχ ὑπασπιστήν, οὐ θεράποντα, ἀρωγῷ τῇ οἰκείᾳ αὖθις δολοφροσύνῃ κέχρηται ὁ πολύφρων. τῷ τοι καὶ πρὸς ἀπάτην τῶν ἀγόντων ῥύσιν γαστρὸς πλασάμενος συχνάκις τοῦ ἵππου ἀποκατέβαινε καὶ ἐξέκλινεν εἰς ἀπόπατον παρασκευαζόμενος καὶ καθ᾽ ἑαυτὸν ἀφιστάμενος καὶ ἰδιάζων, ὡς δῆθεν ἐνοχλούσης ἀποκενώσεως. τοῦτο οὖν πολλάκις τοῦ νυχθημέρου τελῶν λανθάνει κατασοφισάμενος τοὺς ἐφομαρτοῦντας. τὸν γὰρ σκίπωνα, ᾧ ἦν βακτηρευόμενος ὡς καχεξίᾳ δῆθεν παλαίων, σκοταῖος ἀναστὰς τῇ γῇ προσήρεισε καὶ τῇ μὲν χλαμύδι τοῦ σώματος περιείλησε τὸν λύγον, τὸν δ᾽ ἐπὶ κρατὸς πῖλον ἐπέθηκεν ἄνωθεν καὶ ἀνθρωπόμορφόν τι τὸ γόνυ κάμπτον καὶ ἀφοδεῦον τεκτηνάμενος τοὺς μὲν φυλάσσοντας τὸ ὑποκρινόμενον αὐτὸν ἀνδρείκελον ἐκλείπει περιαθρεῖν, αὐτὸς δὲ τὸν ἐκεῖσε λοχμώδη χῶρον καθυποδὺς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὄρνις ἐκ παγίδος ῥυσθεὶς ἐφέρετο. ὡς δ᾽ ὀψέ ποτε τὸν δόλον ἐκεῖνοι ἔγνωσαν, οἱ μὲν συνέτεινον τὸν δρόμον ἐπὶ τὰ ἔμπροσθεν οἰόμενοι καὶ πάλιν Ἀνδρόνικον ἐκείνης ἧς καὶ πρότερον ἔχεσθαι, ὁ δὲ παλίμπους γενόμενος δι᾽ ἄλλης εἰς Γάλιτζαν ᾤχετο.

Τὸν δὲ Πουπάκην ὁ βασιλεὺς συλλαβὼν ἔξανε πολλαῖς διὰ λώρων δημοσίᾳ κατά τε τοῦ νώτου καὶ τῶν ὤμων. μετὰ δὲ προάγων αὐτὸν ὁ κῆρυξ ἐκ τοῦ τραχήλου σχοινόδετον ἐπεβόα οὑτωσὶ τρανότερον “ὅστις τὸν ἐχθρὸν τοῦ βασιλέως προσιόντα οἱ εἰσοικίζεται καὶ διδοὺς ἐφόδια ἐκπέμπει, οὕτω καὶ μαστίζεται καὶ πομπεύεται.„ ὁ δὲ πρὸς τοὺς συνιόντας ἀτενὲς ὁρῶν διακεχυμένῳ προσώπῳ “αὕτη μοι αἰσχύνη πρὸς τοῦ βουλομένου ἤτω παντός„, ἐπεφθέγγετο “μὴ ἐπιστάντα τὸν εὐεργέτην καταπροδόντι ἢ ἐμβριθῶς ἀποπεμψαμένῳ, ἀλλ᾽ ὡς ἐξῆν τεθεραπευκότι καὶ προεκπέμψαντι χαίροντα.„ Τότε δ᾽ οὖν ὑπτίαις ἀγκάλαις πρὸς τοῦ τῆς Γαλίτζης ἐπιτροπεύοντος Ἀνδρόνικος προσδεχθεὶς ἔμεινε παρ᾽ ἐκείνῳ χρόνον συχνόν. οὕτω δὲ πρὸς τὸν ἑαυτοῦ πόθον ὅλον ἐκεῖνον Ἀνδρόνικος ἀνηρτήσατο, ὡς καὶ συνθηρεύειν καὶ συνθακεύειν ἐκείνῳ ὁμέστιός τε εἶναι καὶ σύσσιτος.

Ἀλλὰ τὴν τοῦ ἐξαδέλφου φυγὴν καὶ τὴν ἐκ τῆς ἐνεγκαμένης ἀπαλλοτρίωσιν οἰκεῖον ὄνειδος κρίνων ὁ βασιλεὺς Μανουήλ, καὶ ἄλλως δὲ ὑφορώμενος τὸ τούτου ἐπὶ πλεῖστον ἀπόδημον, ἐπεὶ καὶ ᾔδετο παλεύειν μυρίαν Σκυθίδα ἵππον, ὡς ἐς τὰ Ῥωμαίων ὅρια ἐσβαλεῖ, ἔργον, ὅ φασι, τίθησιν ἀσχολίας ἀνώτερον ἐπανελθεῖν Ἀνδρόνικον. οὐκοῦν μετάπεμπτον ἐκεῖθεν ποιεῖται, πίστεις δοὺς καὶ λαβών, καὶ τοῦ πλάνου τοῦτον ἐναγκαλίζεται, καθ᾽ ὅν, ὡς ἔφην, καιρὸν οἱ Παίονες τὰς σπονδὰς ἀθετήσαντες τὴν Παρίστριον Ῥωμαίων κατέτρεχον ἐπικράτειαν.

Συμβαλόντες δὲ καὶ τοῖς στρατηγοῖς τῷ τε Γαβρᾷ Μιχαὴλ καὶ τῷ Βρανᾷ Μιχαὴλ κατὰ κράτος τούτους ἐτρέψαντο καὶ λείαν ὅτι πλείστην ἤλασαν. ἦν δὲ ὁ Γαβρᾶς οὗτος νεωστὶ θύσας τὰ γαμοδαίσια μετὰ τῆς Κομνηνῆς Εὐδοκίας, ᾗ Ἀνδρόνικος ἐπλησίαζεν, ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν. οὐκοῦν καὶ τῶν προσγενῶν Εὐδοκίας συνιστᾶν αὐτὸν θελόντων τῷ αὐτοκράτορι, πολὺς ἦν ἐπὶ βασιλέως ὁ τούτου κρότος καὶ ἔπαινος καὶ ἐρρωμένως αὐτὸν ἐν τῇ κατὰ τῶν Οὔννων μάχῃ διαγωνίσασθαι ἰσχυρίζοντο καὶ παρῆγον τῶν λεγομένων μάρτυρα τὸν συστράτηγον αὐτῷ Μιχαὴλ τὸν Βρανᾶν. ὁ δὲ πρὸς τοῦ βασιλέως ἐπιταχθείς, ὅρκον τὴν οἰκείαν κεφαλὴν ἐπαγαγόντος, ἀληθῶς εἰπεῖν ὃ περὶ τοῦ Γαβρᾶ γενναῖον σύνοιδεν ἔργον, τῷ τέως μὲν ὑπερέθετο τὸν ἀπόλογον, πρὸς δὲ τὸν Γαβρᾶν στραφεὶς ἤρετο τοῦτον, εἰ καὶ αὐτὸς ἀνδρεῖόν τι καὶ ἀξιέπαινον ἐνεδείξατο, εἴτε μὴν ὡς στρατηγὸς τὰ λῴονα διεπράξατο, ὅτε συμπεσόντες μετὰ τῶν Οὔγγρων, Διονυσίου στρατηγοῦντος, ἐμάχοντο.

καὶ ταῦτα καθομολογοῦντα σχὼν τὸν Γαβρᾶν καὶ ὡς οὐκ ἄλλον ὄντως τῷ τότε αὐτὸν ἀνδρίσασθαι μαρτυροῦντα ἐπήγαγεν ὡς οὐκ ἔχων βασιλέως ἐνώπιον παρανοσφίζεσθαι τὴν ἀλήθειαν, εἰς τὴν οἰκείαν κεφαλὴν αὐτὸν ἐξορκίζοντος, φησὶ μηδαμῶς ὑποστῆναι τὴν τῶν ἐναντίων ἐμβολὴν τὸν Γαβρᾶν, ἀλλ᾽ ἐκ πρώτης προσβολῆς ἀποδειλιάσαντα οἴχεσθαι φεύγοντα, αὐτοῦ καὶ ταῦτα πολλάκις ἀνακαλεσαμένου τοῦτον καὶ “στῆθι ὦ φίλος„ εἰπόντος μετ᾽ ἐκβοήσεως.

Ἀτὰρ καὶ σπεύδων ὁ βασιλεὺς αὐτό τε τὸ Ζεύγμινον Ῥωμαίοις ἐπανασώσασθαι καὶ δίκας τοὺς Οὔννους εἰσπράξασθαι ὧν εἰς Στέφανον πεπαρῳνήκεσαν τοῖς ἐκεῖσε παρενέβαλε μέρεσιν. οἱ δὲ βάρβαροι παρὰ τὰς ὄχθας Ἴστρου τοῦ ποταμοῦ ὡς εἰς πόλεμον διαταξάμενοι διεκώλυον τῆς στρατιᾶς τὴν περαίωσιν παντοῖα βέλη ἐπαφιέντες καὶ τὰς ἐκβολὰς προκαταλαμβάνοντες, κἂν ἦσαν οὐδὲν περαίνοντες· οἱ γὰρ ἑκηβόλοι Ῥωμαῖοι καὶ τὸ ἄλλο ἅπαν ὁπλιτικὸν ὠσάμενοι τούτους ἐξέκρουσαν τῶν παρακτίων μερῶν. βασιλεὺς δὲ σὺν παντὶ τῷ στρατεύματι κατὰ τὸ Ζεύγμινον ἀφικόμενος ἐκεῖ που στρατήγιον βάλλεται.

Ἔστι δὲ τοῦτο κατὰ μεσημβρίαν ἀπρόσβατον γηλόφῳ περιήκοντι καὶ ποταμίῳ τειχιζόμενον ῥεύματι. ᾤετο μὲν οὖν αὐτοβοεὶ αἱρήσειν τὸ πόλισμα οἷα τῶν ἔνδον καὶ πρὸς τὴν πρώτην αὐτοῦ θέαν καταπλαγέντων καὶ τὰς πύλας ἀνακλινάντων καὶ δεξαμένων αὐτὸν ἔνδοθι· ὡς δ᾽ οὗτοι τὰς εἰσόδους παντάπασιν αὐτῷ ἐπεζύγωσαν τά τε τείχη παντοίοις ὅπλοις καὶ ἀφετηρίοις ὀργάνοις ἐκράτυναν, ἀλλὰ καὶ φαινόμενοι ἄνωθεν τὰς γλώσσας ἔθηγον ὡσεὶ ὄφεως, οὐκ ἀπὸ χειρῶν μόνον ἀφιέντες βέλη θανάσιμα, ἀλλὰ κἀκ τοῦ τῶν ὀδόντων ἕρκους αἰσχρορρημοσύνας τοξεύοντες ἰῷ ἀσπίδων τῷ ὑπὸ τὰ χείλη χριστάς, οὐδ᾽ οἱ Ῥωμαῖοι τὸ ἀπὸ τοῦδε χερσὶ κεναῖς αὐτοῖς προσεφέροντο, ἀλλὰ τοῦ κακορρημονεῖν ὡς ἀγεννοῦς ὅπλου καὶ γυναικείου ἀφιστάμενοι σιδήρῳ μάλιστα κακῶς διετίθεσαν.

Πρῶτος τοίνυν ὁ βασιλεὺς τῷ τῆς μιμήσεως ὁμοίῳ διερεθίζων τοὺς ὑπ᾽ ἐκεῖνον κατὰ τῶν τῆς πόλεως πυλῶν τὸν ἵππον ἐφίησι καὶ μέσον αὐτῶν τὸ δόρυ ἤλασεν. ἐπὶ δὲ τούτοις τὴν τάφρον ἐμπλήσας ἀφυσγετοῦ διὰ τὴν τῶν λίθων στέρησιν τάς τε πετροβόλους μηχανὰς περιστήσας (τέσσαρες δ᾽ ἦσαν αὗται) τὰ τείχη κατασείειν ἐπέταττεν. ἐνεργεῖς μὲν οὖν ἅπασαι ἦσαν καὶ οἱ πέτροι ταλαντιαῖοι ἀφιέμενοι τὰς τῶν τειχῶν παρέλυον ἁρμογάς· μία δ᾽ ἐξ αὐτῶν μάλιστα, ἧς ἀρχιτέκτων ἦν Ἀνδρόνικος, αὐτὸς τὴν σφενδόνην τόν τε στρόφαλον καὶ τὸν λύγον διατιθέμενος, πλειόνως διεσάλευε τὸν περίβολον, ὡς καὶ τὸ μεσοπύργιον, καθ᾽ ὃ τὰ βάρη τῶν πετρῶν ἠκοντίζοντο, ὑποχαλᾶν ἤδη καὶ μεθίστασθαι τοῦ κεῖσθαι ὀρθόν, ἄλλως τε καὶ ὀρυκτῆρσιν ὑπομοχλευόμενον. τότε τοίνυν κατά τινα τῶν νυκτῶν τινες τῶν μεγιστάνων Παιόνων μίαν εἰσιόντες τῶν ἐκκρεμῶν τοῦ τείχους καὶ προνευουσῶν ἔξωθεν μηχανῶν (ἄρκλας οἶδε ταύτας ἡ κοινὴ καὶ πάνδημος φράσις καλεῖν) τῶν κουλεῶν τὰς σπάθας εἵλκυσαν καὶ γυμνὰς αὐτὰς ἀνατείνοντες διηπειλοῦντο Ῥωμαίοις ὑπέραυχα καὶ τῷ τέως βάπτειν μὴ ἔχοντες τὰ ξίφη αἵμασι σχήμασι τὸν ἀέρα ἔπληττον καὶ φωνῶν ἐγέμιζον κεκραγότες ὅσον ἐχώρουν αἱ κεφαλαί.

ἀλλὰ κατὰ πόδας ἡ δίκη μέτεισι τούτους· τιτήνας γὰρ κατὰ τῆς ἀνεχούσης αὐτοὺς μηχανῆς τὸ βλῆμα Ἀνδρόνικος οὕτω διαφῆκεν ἐπιτυχὲς ὡς διαλυθῆναι μὲν αὐτίκα τοῦ τείχους τὸ προεκκρεμάμενον ἐκεῖνο ξύλινον σύνθεμα, ἐπικαταβληθῆναι δὲ καὶ τούτους ἐκτὸς ἐς ᾅδου στόμιον κατωκάρα πίπτοντας καὶ κυβιστῆρας ὁρωμένους ἐλεεινούς, διανηχομένους ἀθλίως Ἀχέροντα.

Μετὰ βραχὺ δὲ καὶ αὐτὸ τὸ τεῖχος ὑπέκυπτε, καὶ διὰ κλιμάκων εἶχε Ῥωμαίους ἀνιόντας καὶ τὴν πόλιν εἰσιόντας. πολλοὶ μὲν οὖν βληθέντες εἰς θάνατον κατεβλήθησαν, οὐκ ὀλίγοι δὲ καὶ προσκεχωρηκότες τοῖς ἤδη κρατοῦσιν ἐσώθησαν· εἰσὶ δ᾽ οἳ καὶ ἀποδράντες σωτηρίαν ἐντεῦθεν εὕραντο. εἷς δὲ τῶν οἰκητόρων ἐκείνης τῆς πόλεως, καὶ οὗτος οὐ τῶν συγκλύδων καὶ τῶν συρφάκων ἀλλὰ τῶν πλούτῳ λαμπρῶν καὶ γένει ἐπισήμῳ διαπρεπῶν, ἀστεῖον τὸ εἶδος ηὔχει γύναιον καὶ σφόδρα καλὸν τὴν μορφήν. ὁρῶν δὲ παρά του τῶν Ῥωμαίων εἰς ὕβριν ἑλκόμενον καὶ μὴ ἔχων ἐπαμῦναι τυραννουμένῳ ἢ βίᾳ τὴν βίαν ὠθῆσαι καὶ στῆσαι τὸν ἄδικον ἐκεῖνον ἔρωτα βουλεύεται βουλὴν οὐχ ἥκιστα γενναίαν ἢ τολμηρὰν καὶ ἀθέμιτον καὶ τῷ τῆς τύχης ἐνεστῶτι κατάλληλον· διελαύνει τῶν σπλάγχνων τῆς φιλτάτης ὃν ἔφερεν ἀκινάκην. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐπιμαινόμενος ἄθεσμος ἐκεῖνος ἐραστὴς τὴν ἄλογον ἐμάρανεν ἔφεσιν οὐκέτι ὄντος τοῦ ὑπεκκαύματος, τὴν δὲ σχετλίαν τῷ ὄντι ἐρωμένην τὸ ἦμαρ ἔλιπε τὸ εὐφρόσυνον.

Φεῦ πραγμάτων ἀναγκαίας ἐπιπλοκῆς καὶ φθονεροῦ Τελχῖνος καὶ ἐπιβούλου, τοιαύτας τραγῳδίας σκηνοποιοῦντος ἐπὶ θεάτρου πολυπληθοῦς. ὢ δύο ἀντιφερομένων ἐρώτων ἐπ᾽ ἄθλῳ ἑνί, ἐπιλήπτου καὶ σώφρονος, καὶ τοῦ μὲν ἐπ᾽ ἀθεμίτοις λέκτροις σώζειν ἐθέλοντος, τοῦ δὲ φθάνοντος τὸ αἶσχος καὶ νεκροῦντος καινότερον καὶ πάθει πάθος ἐκκρούοντος.

Συνήραντο δὲ τοῖς Ῥωμαίοις εἰς τὴν τοῦ Ζευγμίνου ἐκπόρθησιν καὶ οὐκ ὀλίγοι τῶν ἔνδοθι, τὰ Ῥωμαίων φρονοῦντες καὶ τὰ τούτων ὡς εἶχον διανιστῶντες φρονήματα· οὗτοι γὰρ ἀτράκτοις ἀσιδήροις βιβλία προσδέοντες καὶ ταῦτα πρὸς τὸ Ῥωμαϊκὸν στράτευμα νυκτὸς ἐκτοξεύοντες παρίστων δι᾽ αὐτῶν ὅσα τε οἱ βάρβαροι ἐβουλεύοντο καὶ ὅση τούτων ἰσχὺς ἀκμάζουσα ἦν.

Ἤγετο δὲ τῶν Παιόνων τις τηνικαῦτα αἰχμάλωτος ἔτι τὸν ἐγχώριον πῖλον ἐπὶ κεφαλῆς ἔχων καὶ τὴν λοιπὴν ἠμφιεσμένος πάτριον στολήν. ἀλλὰ τοῦτον Ῥωμαῖός τις ἐπιπαριὼν σιδήρῳ πλήττει καὶ θανατοῖ, καὶ τὸ τῆς κεφαλῆς ἐκείνου ἑαυτῷ περιτίθησι κάλυμμα, καὶ ἦν ἀνύων οὑτωσὶ τὴν ὁδόν. τῆς δὲ δίκης ἐφεπομένης ἀψόφῳ ἐμβάδι, καὶ ὃ ἄλλῳ τέτευχε κακὸν οὑτοσὶ καθ᾽ ἑαυτοῦ ἀγχωμάλως ἀναστρεφούσης, ἐφίσταταί οἱ τομώτερος ἕτερος ξιφήρης ἐκ τῶν ὄπισθεν Ῥωμαίων καὶ παίει καιρίαν κατὰ τοῦ τένοντος ὡς ζωγρίαν Παίονα καὶ τοῦ ζῆν ἐκ τοῦ σχεδὸν μεθίστησιν.

Ἀλλ᾽ οὕτω μὲν ἑάλω τὸ Ζεύγμινον, ὡς ἐπιτρέχοντά με εἰπεῖν, οὐκ ἐμβραδύνοντα ταῖς διηγήσεσι. καὶ βασιλεὺς ἐκεῖθεν ἀπονοστήσας πρὸς τὰ Ῥωμαίων ὅρια μεταβέβηκε, τὸν δὲ αὐτοῦ θεῖον, τὸν ἀπὸ Φιλαδελφείας λέγω Κωνσταντῖνον τὸν Ἄγγελον, ἐπιτειχιστὴν εἴασε τοῦ Ζευγμίνου, σὺν αὐτῷ δὲ καὶ τὸν Τρίψυχον Βασίλειον. καὶ οὗτοι τὰ ἐντεταλμένα περατοῦντες τό τε Ζεύγμινον ἠρτίωσαν ὅσαι κατηρείποντο τύρσεις ἐπισκευάσαντες καὶ τῆς ἄλλης ὁμοίως φρουρᾶς πεφροντίκασι, καὶ τὰ ἐν Βελεγράδοις δὲ πολίχνια πλείστης ὅσης ἐπιμελείας ἠξίωσαν αὐτόν τε τὸν Νίσον τείχεσι περιέβαλον καὶ τὴν Βρανίτζοβαν συνῴκισαν. καὶ τὰ λοιπὰ πρὸς τὸ εὖ διαθέμενοι ἔνθα διάγων ἦν ἀφίκοντο βασιλεύς.

Οὗτος δὲ τὸν Δεσὲ μετελευσόμενος, ἑαυτοῦ γενόμενον κακουργότερον, τὴν ἐς Σερβίαν ὥρμα τραπέσθαι. ἀλλ᾽ ὁ Δεσὲ καὶ πόρρωθεν ἐπιτηρῶν τὰ πραττόμενα, μάλιστα δ᾽ ὅπερ ἦν δεδιώς, μή τι ἀηδὲς πάθοι καὶ ἀπευκταῖον βασιλέως εἰς τὴν ἑαυτοῦ χώραν παρεμβαλόντος, πέμψας εἰς βασιλέα ἐνδοθῆναί οἱ καθικετεύει τὴν ἐς αὐτὸν ἀπαθῆ ἄφιξιν. ὡς οὖν εἶχεν ὃ ᾔτησεν, ἀφίκετο δορυφορίας μετέχων σατραπικῆς καὶ εἰς θέαν τῷ βασιλεῖ καταστὰς τὸ δολιόφρον τῆς γνώμης κατονειδίζεται καὶ οὕτως ὡς ἄσπονδος ἀποπέμπεται. καὶ ἐγγὺς ἐλθὼν τοῦ συλληφθῆναι διαφίεται πάλιν οἴκαδε ἀπελθεῖν, τὴν τοῦ τρόπου μεταβολὴν καὶ τὸ μηκέτι τὰ μὴ δοκοῦντα τῷ βασιλεῖ διαπράττεσθαι φρικώδεσιν ὅρκοις ἐμπεδωσάμενος, κἂν οὐκ ἦν τὸν χαμαιλέοντα πρὸς τὴν τῆς ἀληθείας μεταβαλέσθαι λευκότητα ἐφ᾽ ἑτέραν πᾶσαν χροιὰν ῥᾳδίως μετατιθέμενον. ἐξιὼν γὰρ ἀπὸ προσώπου τοῦ βασιλέως πολλοῖς ἅμα τὴν ψυχὴν ἐμερίζετο πάθεσιν. ᾐσχύνετο ἐφ᾽ οἷς τῷ βασιλεῖ προσελήλυθεν, ὠργίζετο ὧν ἕνεκα πέπονθεν, ἐπαθαίνετο οἷς τὰς τῆς γνώμης παρεκτροπὰς θριγγίοις ὅρκων ἑαυτῷ ἀπετείχισε. τέλος δὲ ὅσα τε ὀμώμοκε τῷ βασιλεῖ καὶ ξυνέθετο κατανωτισάμενος τὴν συνήθη παρδαλέην ἑαυτῷ περιέθετο, τὸ τοῦ τραγῳδοῦ ὁ βάρβαρος ἐκεῖνος ἐπαινέσας ἄντικρυς καὶ εἰπὼν “ἡ μὲν γλῶσσ᾽ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος.„ Καὶ εἶχε μὲν οὕτω ταῦτα.

μήπω δὲ γεννήσας ὁ Μανουὴλ υἱόν, ἀλλ᾽ ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ, ἣν αὐτῷ ἡ ἐξ Ἀλαμανῶν ἀπέτεκεν ἄλοχος, τὰς τοῦ γένους σαλεύων διαδοχάς, ὅρκοις πάντας κατενεπέδωσε μετὰ τὸν αὐτοῦ μόρον αὐτήν τε τὴν Μαρίαν καὶ τὸν μνήστορα ταύτης Ἀλέξιον, ὅς, ὡς εἰρήκειμεν, ἐξ Οὐγγρίας ὥρμητο, κληρονόμους τῆς οἰκείας ἔχειν ἀρχῆς καὶ ὡς Ῥωμαίων ἄναξί σφισι καθυπείκειν καὶ προσκυνεῖν. ἔνθα οἱ μὲν ἄλλοι πάντες τοῖς ἐπιτετραμμένοις ὑπέκυπτον καὶ τοὺς ὅρκους, ὡς ὁ κρατῶν ἐκέλευεν, ἀπεδίδοσαν· μόνος δ᾽ ἦν ἀποδυσπετῶν Ἀνδρόνικος φάσκων ὡς “ὁ βασιλεὺς εἰς δευτέρους ἀποκλίνας γάμους ἀρρενοτοκήσει δήπουθεν καὶ πιστουμένους ἡμᾶς τῷ ὑστέρῳ τόκῳ τοῦ βασιλέως τὰ τῆς ἀρχῆς δι᾽ ὅρκων ἐσέπειτα ἀνάγκη τῇ θυγατρὶ ἀρτίως ὅρκια διδόντας μὴ εὐορκεῖν.„ καὶ ἄλλως δὲ “τίς ἡ τῷ βασιλεῖ θεοβλάβεια, ὡς πάντα μὲν Ῥωμαῖον τοῦ θυγατρίου κρίνειν ἀπόλεκτρον, τὸν δ᾽ ἀλλογενῆ καὶ παρέγγραπτον τουτονὶ εἰς ὄνειδος Ῥωμαίοις Ῥωμαίων βασιλεύειν προκεκρίσθαι καὶ ὑπερκαθῆσθαι ὅλων ὡς κύριον;„ ἀλλ᾽ οὐκ εἶχε λέξας τὰ χρηστὰ ταῦτα τὸν βασιλέα πειθόμενον, ἀθερίζοντα τὰ λεγόμενα ὡς ἀνδρὸς ἀντιδοξοῦντος καὶ ἰσχυρογνώμονος τερετίσματα.

εἰσὶ δ᾽ οἳ μετὰ τοὺς ὅρκους Ἀνδρονίκῳ γεγόνασι σύμψηφοι· καὶ οἱ μὲν αὐτόθεν τὸ δοκοῦν ἀπεφήναντο, οἱ δὲ καὶ τῷ λέγειν ἐφέντες ἀγωνιστικῶς κατεσκεύασαν μήθ᾽ ὅλως τῇ θυγατρὶ τοῦ βασιλέως, μήτε μὴν τῷ τῶν Ῥωμαίων ξυνοῖσον εἶναι πληρώματι τὸν ἐκ φυταλιᾶς ἑτεροφύλου ῥάδαμνον εἰς καλλιέλαιον μετεγκεντρίζειν πιότατον καὶ πρὸς τὸ ἀναζώσασθαι τὸ κράτος τῶν ἄλλων προτίθεσθαι.

Ὁ δὲ λόγος προσθήσει τῇ ἱστορίᾳ καί τι ἕτερον τοῦ λαθεῖν ὑπέρτερον ὄν. τῷ βασιλεῖ τούτῳ πολλή τις ἦν ἡ μελεδὼν τῶν κατὰ Κιλικίαν πόλεων καὶ φρουρίων, ὧν ἡ λαμπρὰ καὶ περιφανὴς Ταρσὸς ὡς μητρόπολις προκαθέζεται. ὅθεν πολλῶν τῶν ἐπὶ δόξης καὶ τοῦ ἐπισήμου αἵματος ἡγεμόνων ἐκεῖσε ἀφικομένων, ἐφεξῆς ἡ ψῆφος περιελήλυθεν ἐς τὸν Κομνηνὸν Ἀνδρόνικον καὶ ὡς γένει μέγαν καὶ ὡς ἐν ἀνδράσιν ἀξιοθέατον. τῷ τοι ἀφιγμένος ἐκεῖσε καὶ τὴν τῆς Κύπρου δασμολογίαν προσειληφώς, ὡς ἔχοι τὰς δαπάνας ἐκεῖθεν ἀντλεῖν, πολλάκις μὲν τῷ Τορούσῃ πρὸς μάχην ἀντικατέστη καὶ ἀνεκήρυξε πόλεμον ἐχθρά οἱ νοῶν καὶ ὑπ᾽ ἐκείνου πάλιν ἀποστυγούμενος, οὐδὲν δέ τι γενναῖον κατώρθωσε πώποτε, οὐδ᾽ ἧς ἔτρεφε πολυτρόπου πείρας περὶ πολέμους καὶ πανουργίας εἰργάσατο ἄξιον. τελευταῖον δὲ ἡττηκότος αὐτὸν αἰσχρῶς τοῦ Τορούση καὶ τρόπαιον στήσαντος, βουλεύεταί τι παραβολώτατον, ὁποῖον ὁ λόγος λέξων ἔρχεται.

Ὡς γὰρ τὰς οἰκείας δυνάμεις ἑκάτερος κατ᾽ ἀλλήλων ἐξήνεγκαν, Ἀνδρόνικος μὲν ὅσα καὶ ζῶον τὴν στρατιὰν εἰς κεφαλὴν καὶ μέρος τὸ κατόπιν καὶ μέλη ἀνάλογα τῷ παντὶ συνδιαθέμενος εἶχεν, ὁ δὲ Τορούσης εἰς πολλὰ καταδιεῖλε τμήματα καὶ διασπείρας ἦν εἰς σπείρας καὶ λόχους τὸ οἰκεῖον στρατόπεδον. ἐπεὶ δὲ συμβαλόντες ἐμάχοντο, ἡ νίκη καὶ πάλιν ἐπεφοίτα τῷ Τορούσῃ λαμπρά· τοῖς γὰρ ἀεὶ ἐπιβοηθοῦσιν ἀκμῆσι καὶ τοῖς ἐκ τῶν λόχων λαθρηδὸν ἐκπηδῶσιν Ἀρμενίοις αἱ τοῦ Ἀνδρονίκου ἐνέδωκαν φάλαγγες καὶ εἰς τροπὴν ἐνέκλιναν ἄκοσμον. διὰ ταῦτα τῇ λύπῃ καταποθεὶς Ἀνδρόνικος καὶ μὴ ἔχων, ὅπως τὴν ἧτταν ἀναμαχέσαιτο ἢ γοῦν ἐξ ὑπογυίου δράσειέ τι γενναῖον κατὰ τῶν θυόντων ἤδη πολεμίων τὰ νικητήρια, τοῖς ἐγγὺς ἀνεφίκτων ἐπιχειρεῖ. κατοπτεύσας γὰρ τὸν Τορούσην μετὰ τῶν δορυφορούντων αὐτὸν ἔτι που ἱστάμενον ἔφιππον, τὴν τῶν ταγμάτων συλλογὴν ἀναμένοντα ἐξ ἧς εἴχοντο ἐπιδιώξεως, ὅλῳ ῥυτῆρι τὸν ἵππον ἀνεὶς ἐνσείει κατ᾽ ἐκείνου τὸ δόρυ, καὶ δὴ κατὰ τοῦ θυρεοῦ βαλὼν ἀνατρέπει τοῦτον τοῦ ἵππου, καὶ διεκπαίσας τὸ περὶ ἐκεῖνον ἐπίλεκτον ὡς πτηνὸς ἱππότης ἢ ὀλισθηρά τις ἐγχέλυς τὰς τῶν ἁπάντων χεῖρας ἐξήλυξεν. ἀλλ᾽ ἕως τούτου σεμνὸν τὸ τοῦ Ἀνδρονίκου κατόρθωμα· τὸ δὲ παθεῖν τὸν Τορούσην κακῶς ἀπεκώλυσαν οἵ τε σιδήρεοι χιτῶνες, οὓς ἐνεδέδυτο, καὶ θυρεὸς ἐπιμήκης παρὰ πλευρὸν καταβαίνων τοῦ ἵππου πλάγιος.

Οὐ πολλαὶ δ᾽ ἡμέραι παρήλθοσαν ὕστερον, καὶ λογίζονται τῷ Ἀνδρονίκῳ δευτέρου λόγου καὶ πάρεργα ἀνδροκτασίαι καὶ μάχαι καὶ πόλεμοι καὶ σάλπιγξ ἠχοῦσα τὸ ἐνυάλιον Δεῖμός τε Φόβος τε καὶ Ἄρης βροτολοιγός, καὶ ἔργα πολέμια παρωσάμενος τὰ τῆς Ἀφροδίτης μέτεισιν ὄργια. ἡ δὲ Ἑλένην μὲν οὐχ ὑποβάλλει οὐδ᾽ οἷον ὑπ᾽ ὄψιν παρίστησι καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος τὴν οἴκησιν ἔχουσαν καὶ διαχεῖ τῷ κάλλει καὶ ἐκμαίνει πρὸς ἔρωτα καὶ πηγνύει σκάφη καὶ ναύαρχον ἐφίστησι Φέρεκλον, ἐκ γειτόνων δὲ ὂν τὸ τῆς Φιλίππας εἶδος καθυπογράφει καὶ μαστροπεύει τῷ δυσέρωτι Ἀνδρονίκῳ· ἦν γὰρ ἐξ ἀκοῆς ἐρωτόληπτος. ῥίψας οὖν τὴν ἀσπίδα καὶ τὸ κράνος ἀποβαλόμενος καὶ τὸν ὅλον στρατιώτην ἀποσεισάμενος πρὸς τὴν ἐρωμένην αὐτομολεῖ, οὖσαν κατὰ πόλιν τὴν Ἀντιόχειαν. ἔνθα καὶ δὴ γεγονὼς καὶ τὴν Ἐρώτων ἀγλαΐαν τῆς Ἄρεος σκευῆς ἀνθελόμενος μόνον οὐκ ἔξαινεν ἔρια οὐδ᾽ ἱστῷ προσανεῖχε καὶ συνεῖρεν ἠλάκατα, ὡς Ὀμφάλῃ πρὶν Ἡρακλῆς τῇ Φιλίππᾳ δουλεύων. ἡ δ᾽ ἄρα ἦν τῆς συναφθείσης τῷ τούτου ἐξαδέλφῳ τῷ βασιλεῖ Μανουὴλ πρώην, οὔπω πάνυ πρώην, θυγατρὸς τοῦ Πετεβίνου ἀδελφή.

Καὶ ὁ μὲν τὴν Ἀντιόχου καταλαβὼν τρυφαῖς ἐκεχήνει καὶ καλλωπισμοῖς ἐπελύττα καὶ δορυφόροις ἐπ᾽ ἀγυιῶν ἀργυροτόξοις ἐπόμπευε, τὴν ἡλικίαν εὐμήκεσιν, ἰούλῳ τε πρώτῳ λαχνουμένοις καὶ κόμαις πυρσαινομένοις ξανθαῖς, καὶ ἦν ἐντεῦθεν θηρῶν τὴν θηράσασαν, ἣν καὶ εἶχε ταῖς οἰκείαις ἐρωτοδέσμαις καταγοητεύσας Ἀνδρόνικος· καὶ ὅπερ ἐπεπόνθει, τοῦτο δράσας φιλοτιμότερον, πλουτῶν μὲν καὶ ἄλλως εἶδος ἀξιάγαστον καὶ ὡς ἔρνος ἀναβαίνων ἐλάτινον, ἐπτοημένος δὲ καὶ περὶ τὰς ἐξάλλους στολάς, καὶ τούτων ὅσαι περὶ γλουτὸν καὶ μηροὺς καταβαίνουσαι διασχίζονται καὶ οἷον εἰσί πως συνυφασμέναι τῷ σώματι, καὶ τοῖς ἄλλοις τῶν τοιούτων ἡγεμὼν καθιστάμενος. οὐκοῦν τὸ μὲν βλοσυρὸν ἐκεχάλαστο καὶ τὸ ἐπὶ συννοίας εἶναι ἀεὶ καὶ τὸ τοῦ ἤθους ἐμβριθὲς καὶ φροντιστικὸν ἐνδεδώκει καὶ τὸ ἐπισκύνιον ὁ θὴρ ἀπεβάλετο· ἡ δὲ ὡς ἑάλω κατάκρας, ὑπέκυψεν εἰς εὐνήν, οἴκου καὶ πατριᾶς ἐπελάθετο, καὶ τοῦ ἐραστοῦ αὐτῆς ὀπίσω κατηκολούθησεν.

Ὁ Μανουὴλ δὲ ὡς τοῖς περὶ τούτου κατεβροντήθη ἀκούσμασι, μικροῦ καὶ ἐννεὸς ἦν καὶ πρὸς ἄμφω μεμέριστο· καὶ ὡς ἐρῶντα γὰρ ἔρον ἀξύμφυλον καὶ ὡς ἀθεμιτογαμοῦντα ἤχθαιρε τὸν Ἀνδρόνικον καὶ ὡς αὐτὸν τῶν κατ᾽ Ἀρμενίαν ἐλπίδων ψευσάμενον συλλαβεῖν ἐζήτει καὶ δίκας ἐξ ἐκείνου λαβεῖν. στέλλει τοίνυν τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Καλαμάνον, ἄνδρα καὶ τόλμης λελογισμένης μεστὸν καὶ τὸ γενναῖον εὐτυχοῦντα στάσιμον, καὶ τοῖς κατ᾽ Ἀρμενίαν μὲν ἐπιστατήσοντα πράγμασι καὶ τῇ Φιλίππᾳ δ᾽ ὅπως συναφθείη, πειραθησόμενον. ὁ δὲ τὰ μὲν πρῶτα εἰς νυμφίον ἑαυτὸν διευθετίσας καὶ λαμπρυνάμενος, ὡς εἰκὸς καὶ καθ᾽ ὅσον ᾔδει τὴν ἐρωμένην ὑπαγαγέσθαι, τὴν Ἀντιόχειαν εἴσεισι. τοσοῦτον δὲ προσέσχεν αὐτῷ Φιλίππα καὶ οὕτως αὐτὴν τοῦ προτέρου μετέθηκεν ἔρωτος, ὡς μηδὲ βλέμματος γοῦν μεταδοῦναι ἢ προσρήματος ἀξιῶσαι τὸν Καλαμάνον, μᾶλλον μὲν οὖν καὶ προσονειδίσαι τἀνδρὶ τὸ τῆς ἡλικίας βραχὺ καὶ ἐς αὐτὸν ἀποσκῶψαι τὸν αὐτοκράτορα Μανουήλ, εἰ οὕτως ἀμαθῶς καὶ εὐήθως ᾠήθη, ὡς ἀποστατήσει μὲν Ἀνδρονίκου αὕτη τοῦ ἥρωος, οὗ τὸ κλέος εὐρὺ καὶ οὗ τὸ γένος πολύ, προσκολληθήσεται δὲ ἀνδρί, ὃς τὸ γένος ἀπεσβεσμένος καὶ χθὲς καὶ πρώην, εἰ ἔστιν ὅλως, ἐγνώρισται.

Ἐπεὶ γοῦν ὁ Κωνσταντῖνος ἀδοξοῦντας αὐτὸν ἑώρα τοὺς τῆς Φιλίππας ἔρωτας καὶ πρὸς ἄλλον λύοντας τὸ πτερὸν μηλοβολοῦντάς τε καὶ δᾳδουχοῦντας Ἀνδρόνικον, ἐκεῖθεν μεθίσταται καὶ τὴν Ταρσὸν καταλαβὼν μετὰ τῶν ἀντιπάλων Ῥωμαίοις Ἀρμενίων συνερρήγνυ πόλεμον. ὡς δέ ποτε τούτῳ ἐπέβρισαν οἱ διάφοροι, ἑάλω τε καὶ ἦν ἐν δεσμοῖς. ὁ δὲ βασιλεὺς ἐλύσατο τοῦτον ἱκανὰ ζωάγρια καταθέμενος.

Ἀνδρόνικος δὲ τὰς ἀπειλὰς τοῦ Μανουὴλ δεδιὼς καὶ πτοηθείς, μήπως συλληφθεὶς τῶν φιλοτήτων Φιλίππας τὴν πρότερον εἱρκτὴν ἀνταλλάξαιτο καὶ ὑποσταίη χρόνιον κάκωσιν, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τῶν Ἱεροσολύμων εἴχετο, γαλῆ τὸ τοῦ λόγου πρὸς στέαρ ἐλεγχθείς, κἀπὶ τὰς πρώην ἐπαναδραμὼν δραπετεύσεις καὶ πρὸς τὰς παλαιτέρας αὐτοῦ μηχανὰς ἀπιδών.

Ἀδιαφόρως δ᾽ ἔχων τοῦ βίου καὶ ὡς ἵππος θηλυμανὴς ταῖς παραλόγοις ἐπιθορνύμενος μίξεσιν ἐγχρίπτει σαρκικῶς καὶ ἐνασελγαίνει ἀκολάστως τῇ τοῦ πρώτου ἐξαδέλφου θυγατρὶ Θεοδώρᾳ (Ἰσαάκιον φημὶ τὸν σεβαστοκράτορα, τὸν τοῦ βασιλέως Μανουὴλ ὁμαίμονα) θανάτῳ ἄρτι ἀποβαλούσῃ τὸν παρθένιον σύνευνον, ὃς ἦρχε πρὸ βραχέος τῆς Παλαιστίνης· Βαλδουῖνος ἦν οὗτος, τὸ γένος ἕλκων ἐξ Ἰταλῶν. ἑτέραν ἐπὶ τούτοις πληγὴν ὁ βασιλεὺς δέχεται Μανουὴλ καὶ πράττων ἦν πάντα καὶ διατεχνώμενος, εἴ πως εἴη συνειληφὼς Ἀνδρόνικον τῶν οἰκείων ἀμφιβλήστρων ἐντός· ὅθεν ἐρυθροδάνῳ ἐνσημανθὲν ἀφῆκε γραμμάτιον, ἐνάγον τοὺς κατὰ Κοίλην Συρίαν ἰσχύοντας Ἀνδρόνικον συσχεῖν ὡς ἀντίφρονα καὶ περὶ τὸ γένος ἀκολασταίνοντα καὶ τοῦ φάους στερῆσαι τῶν ὀφθαλμῶν.

Καὶ τάχ᾽ ἂν τοὺς ὀφθαλμοὺς ἐξ αἵματος Ἀνδρόνικος ἠρευθοῦτο ὦχρός τέ μιν εἷλε παρειὰς συνεχόμενον καὶ δεσμούμενον ἢ καὶ εἰς πορφύρεον ἐβάπτετο θάνατον, εἰ χεῖρες εἶχον ἑτέρων τὸ τῆς βασιλικῆς βαφῆς ἐκεῖνο δελτάριον· νῦν δὲ τοῦ θεοῦ τηροῦντος αὐτόν, ὡς ἔοικεν, εἰς ἡμέραν ὀργῆς καὶ τοῖς μετόπισθεν κακοῖς ταμιεύοντος, ἅ τε παρὰ τὸ δέον εἰς τὸ ὑπήκοον ἐνεδείξατο Ῥωμαίων ἄρξας ἐκ τυραννίδος καὶ οἷς αὐτὸς ἀσυμπαθῶς ἐσέπειτα περιπέπτωκε, χερσὶ τῆς Θεοδώρας τὸ ἐπιστόλιον δίδοται. ἡ δὲ ἀναγνοῦσα τοῦτο καὶ γνοῦσα τὰ κατ᾽ Ἀνδρονίκου τυρευόμενα ἐξαυτῆς τὸν χάρτην αὐτῷ ἐγχειρίζει.

Συνεὶς οὖν Ἀνδρόνικος ὡς χωρεῖν ἐκεῖθεν δέον καὶ ἐγκονεῖν, μηδ᾽ ἕδρας εἶναι τὸ ἀπὸ τοῦδε ἀκμήν, φρίκη τε ὑφέρπεται καὶ πρὸς ἀπόδρασιν ἐνσκευάζεται. σοφιστὴς δὲ ὢν καὶ ἀπατεὼν καὶ αὐτὴν ἀποπλανᾷ Θεοδώραν, καὶ ὥσπερ Εὐρώπην πάλαι ὁ Ζεὺς τοῦ χοροῦ τῶν παρθένων ἀποβουκολήσας ἧκε φέρων ἐπὶ νώτων εἰς βοῦν ἑαυτὸν μεταμορφώσας καλλίκερων, οὕτω καὶ οὗτος ἀποστήσας τῶν οἴκοι τὴν γυναῖκα καὶ συμφοιτῆσαί οἱ σαββάτου ὁδὸν αἰτησάμενος ὡς προπέμψουσαν ἐκεῖθεν καὶ συνταξομένην ἐκείνῳ τὰ ἐξιτήρια συνέκδημον καὶ συμπλανῆτιν ἑκοῦσαν ἐπεσπάσατο ἄκουσαν.

Χώραν δ᾽ ἐκ χώρας ἀμείβων καὶ ἡγεμόσι καὶ δυνάσταις πολυπλανὴς ἐπιξενιζόμενος καὶ παρ᾽ οἷς κατέλυε τιμήεις ὢν καὶ αἰδέσιμος καὶ φιλοφροσύνης ὅτι πλείστης καταξιούμενος καὶ δωρεῶν ἁδρῶν ἐν μεθέξει γινόμενος ὀψέ ποτε καὶ μόλις παρὰ τῷ Σαλτούχῳ τῆς πλάνης ἵσταται. ἦν δ᾽ οὗτος τὰ τῇ Κολωνείᾳ τότε κληρούμενος ὅμορα καὶ ὅσα τῆς Χαλδίας πρόσοικά τε καὶ ἔγγιστα καρπιζόμενος. κἀκεῖσε ἦν ἀλύων καὶ συνὼν Θεοδώρᾳ μεθ᾽ ὧν ἀπέτεκεν αὕτη τούτῳ παίδων δυοῖν Ἀλεξίου τε καὶ Εἰρήνης, ἐπὶ δὲ καὶ Ἰωάννου, ὃν ἐκ τῶν γνησίων καὶ προτέρων οἱ σπερμάτων συνέκδημον ἐκ Βυζαντίου ἐπήγετο, ἕως τῆς ἐς αὐτὸν αὖθις τὸν αὐτοκράτορα Μανουὴλ ἐπαναλύσεως, ἣν κατὰ τὸν οἰκεῖον χρόνον καὶ πρόσφορον ὁ λόγος τῇ ἱστορίᾳ παρέξεται, ὡς εἴη συνημμένα δήπου καὶ συναφῆ τὰ ἐφεξῆς ὑπ᾽ αὐτοῦ πεπραγμένα καὶ τὰ παρ᾽ ἡμῶν αὖθις ἐπ᾽ αὐτῷ ῥηθησόμενα.

Ἐν πολλοῖς μέντοι καὶ πολλάκις ὁ Μανουὴλ τὴν Ἀνδρονίκου δεσμεύων ψυχὴν καὶ ζητῶν ταύτην λαβεῖν τοῖς ἀνηνύτοις ἐγχειρῶν διηλέγχετο· ὁ γὰρ πολύπλαγκτος οὗτος καὶ ταλασίφρων Ἀνδρόνικος τὰς καθ᾽ αὑτοῦ προσβολὰς ὅσα καὶ νηπίων βολὰς εὐμαρῶς ἀπεκρούετο καὶ τῶν θηράτρων κούφως ὑπεραλλόμενος, ἅπερ αὐτῷ πολλάκις ὑφηπλοῦτο καὶ ἐξετείνετο, ἀπαγίδευτος ἦν καὶ ἀθήρευτος.

Ἀλλὰ τίνα τὰ παρὰ πόδας; χρεὼν γὰρ μηδὲ τούτων ἀφέξεσθαι. περιδεὴς ἅπας κρατῶν καὶ καχύποπτος καὶ χαίρει διαπραττόμενος ὅσα Θάνατος καὶ Χάος καὶ Ἔρεβος ἐν τῷ τοὺς εὐπατρίδας ἀκροτομεῖν καὶ ἐκποδὼν τιθέναι πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ἀποσκυβαλίζειν σύμβουλον ἀγαθὸν καὶ θερίζειν γενναῖον στρατηγὸν καὶ εὐπάλαμον. καὶ ἐοίκασιν ἀτεχνῶς οἱ τῆς γῆς δυναστεύοντες ὑψιτενέσι καὶ ἀκροκόμοις πίτυσιν· ὡς γὰρ αὗται καὶ βραχείαις ἀνέμων πνοαῖς τὰς τῶν κλάδων βελόνας διατινασσόμεναι ψιθυρίζουσιν, οὕτω δὴ καὶ οὗτοι καὶ τὸν πλούτῳ κομῶντα ὑποβλέπονται καὶ τὸν ἐπ᾽ ἀνδρείᾳ τῶν πολλῶν διαφέροντα κατεπτήχασι. κἂν εἴη τις τὸ κάλλος ἀγαλματίας καὶ τὴν γλῶτταν ὡς ὄρνις μουσηγέτης ἐστόμωται, κἂν τὸ ἦθος ὁρῷτο εὐτράπελος, οὐκ ἐᾷ καθεύδειν τὸν ἐπὶ τοῦ στέφους οὐδ᾽ ἠρεμεῖν, ἀλλὰ γίνεται τούτῳ τῶν ὕπνων ἐγκοπή, τῆς τρυφῆς ἀνατροπή, ἡδονῆς ὑφαίρεσις, φροντίδων ὑπόθεσις· καὶ κακῶς λέγων εὐλογεῖ τὴν φύσιν τὴν πλάστριαν, ὅτι καὶ ἑτέρους εἰς τὸ ἄρχειν ἐπιδόξους ἐπαλαμήσατο καὶ μὴ πρῶτον αὐτὸν καὶ ὕστατον κάλλιστον ἀνθρώπων ἐφύτευσεν.

οὐκοῦν καὶ ἀντιστρατεύονται τὰ πολλὰ τῇ προνοίᾳ καὶ τῷ θείῳ ὑπέροπλοι γίνονται, πάντα ἀγαθὸν ἐκ τοῦ πλείονος ἐκχορδεύοντες καὶ ὡς θύματα σφαγιάζοντες, ὡς ἔχοιεν ἐφ᾽ ἡσυχίας δήπουθεν οὗτοι σπαθᾶν καὶ ὡς πατρῷον κλῆρον καθηδυπαθεῖν μονώτατοι τὰ δημόσια καὶ ὡς ἀνδραπόδοις χρᾶσθαι τοῖς ἐλευθέροις καὶ ὡς ὠνητοῖς τοῖς ἀξιωτέροις ἐνίοτε ἄρχειν προσφέρεσθαι, κακῶς εἰδότες καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένοι καὶ κακοβούλως τῶν πρότριτα λανθανόμενοι.

Καὶ ὁ Μανουὴλ τοίνυν οὐδὲν ἄχαρι ἔχων ἐπεγκαλεῖν Ἀλεξίῳ τῷ πρωτοστράτορι ἢ ὅ τι ὅλως παραλελύπηκεν ἢ παρηνώχλησεν ἢ τῆς ὀφειλομένης εὐνοίας καὶ πίστεως καθυφῆκε βραχύ τι γοῦν ἀντίρροπα δράσας ὧν ὑπ᾽ αὐτοῦ πέπονθεν εὖ καὶ ὡς ἐπὶ ζυγοῦ τὴν ἑτέραν παρήνεγκε πλάστιγγα, ἐξ ὑπονοίας δὲ μόνης ὁρμώμενος καὶ κακοσχόλων τινῶν ὑφηγήσεσιν ἐκ τοῦ τὸν ἄνδρα ὁρᾶν καὶ στρατηγοῖς καὶ στρατιώταις ἐρώμενον καὶ φιλοτίμῳ γνώμῃ καὶ χειρὶ φιλοδώρῳ πρὸς ἅπαντας χρώμενον, ἴσως δὲ καὶ τοῦ προσόντος αὐτῷ πλούτου ὑποτύφων ἔφεσιν, συλλαμβάνει τοῦτον διάγων ἐν Σαρδικῇ, μήπω ἐπιφωσκούσης ἡμέρας, τῇ οἰκείᾳ ἔτι συγκατακείμενον ὁμευνέτιδι, καὶ οὐ μόνον τῶν ὄντων ἁπάντων ἀπογυμνοῖ, ἀλλὰ καὶ εἰς μοναχὸν ἀποκείρας ἐν ἑνὶ τῶν κατὰ τὸ Παπύκιον τὸ ὄρος φροντιστηρίων παραρριπτεῖ.

Ἵνα δὲ μὴ εἴη τὸ πραχθὲν ἀπροφάσιστον καὶ προῦπτον διὰ τοῦτο τὸ βασιλικὸν ἀδίκημά τε καὶ ἀσχημόνημα, οἱ συκοφάνται παρῆσαν ἐγγύς, ὑφειμένοι παρ᾽ ὧν ὑπεβλήθησαν, καὶ γοητεῖαι κατὰ βασιλέως τὰ αἰτιάματα οὕτω πάνυ τοι πιθαναὶ καὶ δραστήριοι, ὡς ποιεῖν τὸν κεχρημένον πετόμενον καὶ μηδ᾽ ὅλως θεώμενον καθ᾽ ὧν ἂν ἐπιπτέσθαι ξιφηφόρος βούλοιτο, καὶ ἕτερ᾽ ἄττα βωμολόχα καὶ ἀκοαῖς ὑγιαινούσαις οὐκ εὐπαράδεκτα, ὁποῖα πάλαι τοῦ Περσέως λογοποιοῦντες κατηγόρευον Ἕλληνες.

Ἦν δὲ ὁ τῶν συκοφαντῶν τοῦ ἀνδρός, ὡς ᾔδετο, προχειρότατος καὶ πλάστης πρώτιστος τῶν ληρημάτων καὶ εὑρετὴς τουτωνὶ ὁ Ἀαρὼν Ἰσαάκιος, Κορινθόθεν μὲν ὁρμώμενος, τὴν δὲ Λατινίδα γλῶτταν ἄκρως ἐξησκηκὼς ἡνίκα συναπήχθη τοῖς πατριώταις εἰς Σικελίαν αἰχμάλωτος καὶ τοῖς ἐκ τῆς διαλέκτου ταύτης τῷ βασιλεῖ ἐντυγχάνουσιν ὑποβολεὺς τηνικαῦτα γινόμενος.

Ἡ δὲ τοῦ Ἀλεξίου γυνή, θυγάτηρ οὖσα τοῦ πορφυρογεννήτου Ἀλεξίου, ὃς ἐπρωτοτόκει τῶν τοῦ Μανουὴλ ἀδελφῶν, ἐφιλοτιμεῖτο μὲν ἑαυτὴν ἀνελεῖν, φιλανδρίαν καὶ σωφροσύνην ἐν ταῖς μάλιστα τῶν γυναικῶν ἀγαπήσασα καὶ τιμήσασα καὶ τῶν ἐκ τοῦ γένους θηλυτέρων καλλιστεῖον οὖσα καὶ λαμπρὸν ἐπικόσμημα καὶ περιλάλημα τοῖς πᾶσιν ἐράσμιον· τοῦ τοιούτου δ᾽ ἐγχειρήματος ἐκκρουσθεῖσα πεσοῦσα προσεκνυζᾶτο τοῖς τοῦ θείου καὶ βασιλέως ποσὶ καὶ ἐδεῖτο κοπτομένη θερμότερον, φήνης ἐλεεινότερον, δρακόντων ὀδυνηρότερον, ἀλκυόνος πολυπενθέστερον, χαρίσασθαι τὸν ἄνδρα αὐτῇ, μαρτυρομένη θεὸν καὶ εἴ τι που φρικῶδες τοῖς εὐσεβοῦσι πρᾶγμα καὶ ὄνομα ἀπαραλόγιστον εἶναι τῆς ἐκείνου βασιλείας θεράποντα καὶ ἀκαταιτίατον πάντῃ τὸν ἄκοιτιν αὐτῆς. ἀλλ᾽ οὐκ ἴσχυσε μεταθέσθαι τὴν γνώμην τοῦ αὐτοκράτορος, οὐδ᾽ ἀναλῦσαι ὅλως ἅπερ ἐκείνῳ ἤδη κεκύρωτό πως καὶ δέδοκτο, καὶ ταῦτα ἕως δακρύων αὐτὸν καὶ θέᾳ ἐλεεινῇ καὶ σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν οἰκτροῖς ἐκθηλύνασα. ἀμέλει καὶ τὸν βίον φιλόδακρυν ἕλκουσα κατὰ τὰς φιλοσώφρονας τρυγόνας τὰ οἰκόπεδα περιέτρεχε καὶ περιέτρυζεν ὀλολύζουσα καὶ τὴν μόνωσιν ἀπωδύρετο· ὅθεν καὶ τῇ περισσοτέρᾳ λύπῃ καταποθεῖσα τὸ φρονεῖν παρακέκοπται, ἐπὶ παισὶν ἄρρεσι δυσὶ τὸ βιοῦν καταξαίνουσα καὶ ἑαυτὴν εἰς τέλος καταμαραίνουσα.

Καὶ Ἀλέξιος μὲν τὸ μέλαν ἀσπασάμενος ἄμφιον τοῖς θείοις ἐκουφίζετο ἔρωσι τοῦ ἀκροτάτου τῶν ἀρετῶν ἐφιέμενος καὶ ὡς ὑψιπέτης ἀετὸς τῶν κάτω ὑπεριπτάμενος. κρεωδαισίας δ᾽ ἄκρος ὢν ἐραστὴς καὶ καρυκείαις χαίρων βρωμάτων καὶ πανθοινίαις προσκείμενος, ὁπηνίκα πλούτῳ πολλῷ περιερρεῖτο καὶ τοῖς κατὰ κόσμον ἐνευπάθει τερπνοῖς, ὡς καὶ τὰς νηστίμους τῶν ἡμερῶν (τετράδα φημὶ καὶ παρασκευὴν) κρεωβόρον αὐτῷ παρατίθεσθαι τράπεζαν, ἢ δεσποτικῆς κατὰ ταύτας τελετῆς ἀγομένης ἢ μνήμης ἐνδόξου μάρτυρος τελουμένης ἤ τινος τῶν ὀπαδῶν τοῦ Χριστοῦ, τότε ποηφαγῶν καὶ ταῖς ὀπώραις ἐνεστιώμενος καὶ ταῖς ἀκάπνοις θύων τῶν τραπεζῶν καὶ τὸ πεινῆν πεινῶν ἀτεχνῶς, ὀψὲ δὲ καὶ ἰχθύων ἐνεορτάζων ταῖς παραθέσεσιν ἔχαιρεν ὅτι μάλιστα καὶ μνήμην τῶν προτέρων λαμβάνων ὀψαρτυμάτων καὶ τῆς περιέργου τῶν κρεῶν δαιτρεύσεως ἀκκισμὸν ἐκάλει κοιλίας καὶ ὀρέξεως μέθοδον ὅσα οἱ ἀδδηφάγοι καὶ κρεωφάγοι προτίθενται μὴ δύνασθαι λέγοντες τοῦ ἄγαν ὑποχαλᾶν· πᾶν γὰρ τὸ παρατιθέμενον εἰδέναι τὸ σωμάτιον συνιστᾶν καὶ εὐεξίας εἶναι ποιητικόν.

Τί δὲ ἡ φίλη δίκη; ἆρα πολύπους καὶ πολύχειρ οὖσα, ὀξυδερκής τε καὶ πανδερκής, καὶ μικροῦ ποδῆρες τὸ οὖς ἔχουσα, λήθεται ἢ οὐκ ἐννοεῖ ἢ τέλεον παρίησιν ἀνεκδίκητα ὅσα ἐπὶ τοῖς μὴ ἀλιτήμοσιν οἱ τῶν ἐπαινετέων κατήγοροι συρράπτουσιν ἔκδικα; οὐμενοῦν, ἀλλὰ παρυπέφηνε καὶ τότε ὡς τὰ ἐν μυχῷ γῆς διορᾷ καὶ τὰ ὑπὸ γλῶτταν ἐνωτίζεται τονθορυζόμενα.

Εἰ μὲν οὖν καὶ βασιλεῖ ἐνεμέσησε τῆς μὴ ἐνδίκου ταυτησὶ πράξεως, οὐ τοῦ παρόντος καταλέγειν καιροῦ· ἔδει δὲ σοφὸν ὄντα τὸν Μανουήλ, μηδ᾽ ἀμαθῆ τε καὶ ἀναλφάβητον, οὐχ ὡς διαδεξόμενον ἐκεῖνον καὶ τῆς ἀρχῆς παραλῦσον τὸ ἄλφα περιεργάζεσθαι, ἀλλ᾽ ἐκείνῳ τὰ τοῦ ἄρχειν ἀνάπτειν πείσματα, ὃς εἶναί φησι τὸ Α καὶ τὸ Ω, ὡς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει διδάσκει με.

Τοὺς συκοφάντας μέντοι μετῆλθε καὶ ἄλλῳ μὲν ἄλλην δίκην ἐπέθηκε, τῷ δ᾽ Ἀαρὼν ἐπέβρισε χαλεπώτερον ταῖς οἰκείαις ἁρπεδόσι περισχοινίσασα. μετ᾽ οὐ πολὺν γάρ τινα χρόνον ἁλίσκεται μαγείαις προσανέχων καὶ προύκειτο χελώνης ἔκφορον μίμημα, ἔνδον στέγον τῆς χέλυος ἀνθρωπόμορφον εἴκασμα, πεπεδημένον ἄμφω τὼ πόδε καὶ τὸ στέρνον ἐληλαμένον ἥλῳ διαμπερές. ἑάλω δὲ καὶ βίβλον Σολομώντειον ἀνελίττων, ἥτις ἀναπτυσσομένη τε καὶ διερχομένη κατὰ λεγεῶνας συλλέγει καὶ παρίστησι τὰ δαιμόνια συχνάκις ἀναπυνθανόμενα, ἐφ᾽ ὅτῳ προσκέκληνται, καὶ τὸ ἐπιταττόμενον ἐπισπέρχοντα περατοῦν καὶ προθύμως δρῶντα τὸ κελευόμενον.

Οὐκ ἐπὶ τούτοις δὲ μόνον Ἀαρὼν συνείληπτο, ἀλλὰ καὶ βασιλέως ἐνώπιον ὑποβάλλων ἃς ἐκ τῶν δυσμόθεν ἐθνῶν ἀφικόμενοι πρέσβεις ἐκόμιζον ἀγγελίας καὶ μὴ δυσαχθοῦντας ὁρῶν πρὸς τὰ τοῦ βασιλέως θελήματα ἐπιπλήττει τούτοις ἐν μιᾷ τῶν αἰτήσεων ὡς πρὸς τὰς καταθέσεις ἑτοιμορρόποις τε καὶ εὐκόλοις καὶ ὑποτίθησιν ἀντιτεῖναι πρὸς τὸ τῶν ζητημάτων τηνικαῦτα προκείμενον καὶ μὴ ῥᾳδίως οὕτω καὶ ἐκ πρώτης καθυπενδοῦναι, ὡς ἐντεῦθεν κερδανοῦντας καὶ φιλίαν μείζω ἐκ βασιλέως κἀκ τῶν ὁμογλώττων πλείω τιμήν. καὶ τότε μὲν ἡ διάλεξις διαλέλυτο, ἀφώρατα τῷ βασιλεῖ θεμένη τὰ τοιαδὶ τοῦ Ἀαρὼν εἰσηγήματα καὶ τῷ τῆς διαλέκτου διαφόρῳ τὰ ἔκθεσμα συσκιάσασα· κατὰ μόνας δὲ τὰ προβληθέντα τῶν ζητημάτων ἡ βασιλὶς ἀναπεμπάζει φρενί, Λατινὶς οὖσα τὸ γένος καὶ τῶν λεγομένων ἀκριβῶς συνιεῖσα, καὶ ἀνακαλύπτει πάντα τῷ ἄνακτι. ὁ δ᾽ ἐπὶ τοῖς ἠκουτισμένοις ἀγανακτήσας κακῶς τὸν Ἀαρὼν τίθησι τῶν τε ὀφθαλμῶν τὸ φῶς ἀμαυρώσας καὶ τῆς οὐσίας πάσης ἀποστερήσας.

Κακοεργὸς δ᾽ ὢν Ἀαρὼν καὶ λιχνείαν φύσεως περὶ τὰ χείριστα δυστυχῶν ἐς ὕστερον ἐνῆγεν Ἀνδρόνικον τυραννήσαντα μὴ μέχρι τοῦ ἐκκόπτειν τοὺς ὀφθαλμοὺς τὴν τῶν ἀντιφρόνων ἐκείνῳ τιμωρίαν περιιστᾶν, ἀλλ᾽ ἢ θάνατον ἁπάντων καταψηφίζεσθαι ἢ βαρυτέραις ἐκμοχλεύειν κολάσεσιν, ἑαυτὸν τιθεὶς εἰς παράδειγμα κἀντεῦθεν πιστούμενος τὰ λεγόμενα, ζῶντά τε καὶ κινούμενον καὶ πνέοντα καὶ φθεγγόμενον καὶ συμφράδμονα εἶναι δυνάμενον καὶ μὴ μόνον διὰ χειρῶν ἀντιλαβῆς, ἀλλὰ καὶ διὰ γλώττης αὐτῆς ὡσεὶ καὶ μαχαίρας ὀξείας ἀποδειροτομεῖν ἰσχύοντα τὸν ἀντίδοξον, καὶ ἕτερ᾽ ἄττα φλύαρα καὶ ἀπάνθρωπα ὑφηγούμενος, δι᾽ ὧν τὸ ἀκροχολώτατον ἐκεῖνο καὶ ὑποδύσκολον τὸν τρόπον γερόντιον χαιρησιφονεῖν ἐπὶ μᾶλλον ἐπώτρυνεν. ὧν δὴ πονηρῶν διαβουλίων καὶ παραιφάσεων μικρὰν ἀποτιννὺς ἀμοιβὴν τῷ γεννήτορι Ἀαρὼν ὁ τὸν Ἀνδρόνικον ὕστερον τῆς ἀρχῆς καθελὼν Ἰσαάκιος ὁ Ἄγγελος ἐκτέμνει τὴν αὐτοῦ γλῶτταν συναφελεῖν τε καὶ ἀφανιεῖν τὸν ἐπὶ ταύτης σπεύδων ἰόν.

Ὁ δὲ βασιλεὺς Μανουὴλ ἐπέβλεψέ ποτε θυμῷ πλαγίῳ καὶ κινήσει ἐνδίκῳ κατὰ τοῦ Σκληροῦ Σὴθ καὶ τοῦ Σικιδίτου Μιχαήλ· ὅθεν καὶ προστάξει τούτου ταῖς οἰκείαις ὄψεσιν ἄμφω τὸν σίδηρον ἐδέξαντο σίζοντα, λόγῳ μὲν ἀστρονομίας ἐχόμενοι, ἔργῳ δὲ μαγγανείαις προσκείμενοι δαιμονώδεσιν.

Ὁ μὲν γὰρ Σκληρὸς ἐπιγάμου παρθένου ἤρα καὶ ἐπείρα λαμπρῶς, παρορώμενος δὲ ὑπὸ τῆς κόρης καὶ ἀδοξούμενος στέλλει ταύτῃ διὰ προαγωγοῦ τινος γυναίου μῆλον Περσικόν. ἡ δὲ παρθένος καταθεμένη τοῦτο τῷ κόλπῳ ἐκμαίνεται μάλα δὴ πρὸς ἔρωτα καὶ ἀφροδισίου ὑποπίμπλαται οἴστρου καὶ τέλος διακορεῖται παρ᾽ αὐτοῦ. οἱ δὲ τῆς παιδὸς προσγενεῖς βαρέως ἐνεγκόντες τὴν ταύτης ταπείνωσιν καταβοῶνται γενναίως μάλα τοῦ ταῖς νεάνισιν ἐφοπλίζοντος δαίμονας καὶ δίκην ὄφεως ἀρχεκάκου δι᾽ ὀπώρας τὰς παρθένους συλαγωγοῦντος καὶ τῆς σώφρονος βιοτῆς ὡς ἐξ Ἐδὲμ ἀπελαύνοντος. καὶ πικρόγαμος ἐντεῦθεν γενόμενος ἣν κακῶς ἔβλεψεν οὐδ᾽ ὅλως ἔτι ἑώρακεν.

Ὁ δὲ Σικιδίτης διά τινων ἀρρητουργιῶν καὶ δεδορκότα τῶν θεωμένων ἐσκότου τὰ βλέφαρα καὶ ἀπεπλάνα τοῦ τὰ θεατὰ ὡς ὄντα ὁρᾶν καὶ τῶν ὁρώντων τὰς ὄψεις παρέφερε κατὰ φάλαγγας ἐπισυνιστῶν τοὺς δαίμονας, οὓς ἂν ἐκπλῆξαι βούλοιτο. ἔτυχε γοῦν ποτε ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων ἐς θάλασσαν, κατήγετο δὲ ἁλιὰς τρύβλια καὶ λοπάδας ἔχουσα τὰ ἀγώγιμα. φησὶ τοίνυν πρὸς τοὺς συνεστῶτας ὡς τίνα ἂν αὐτῷ κατάθωνται τὸν μισθόν, εἰ τὸν νηΐτην τῶν ὀρθῶν φρενῶν διεκπλεύσαντα μὴ ἂν ὀκνῆσαι παρασκευάσειεν ἀναστῆναί τε τῶν σελμάτων τὴν δικωπίαν προέμενον καὶ συντρῖψαι εἰς λεπτὰ τὰ κεράμια. τῶν δὲ εὐγνωμονεῖν εἰπόντων πρὸς ἅπαν τὸ παρ᾽ αὐτοῦ αἰτηθέν, ὁ πρωρεὺς μετὰ βραχὺ τῆς ἕδρας ἀνίσταται καὶ τὴν κώπην ἀνὰ χεῖρας λαβὼν κατέφερέ τε τῶν σκευαρίων συχνὰ καὶ οὐκ ἀνῆκεν οὕτω διαπραττόμενος, ἕως αὐτὰ εἰς κόνιν ἐλέπτυνεν. ἐκ δὲ τούτου οἱ μὲν ἄνωθεν θεώμενοι τῷ γέλωτι διερρήγνυντο τὸ γεγονὸς τιθέμενοι διὰ θαύματος· ὁ δὲ πλωτὴρ ἀμφοτέραις μετ᾽ οὐ πολὺ τῶν γενείων δραξάμενος γοερὸν ἐπωδύρετο καὶ ὡς θεοβλαβείᾳ τὰς φρένας παρακοπέντα πολλῷ ἔτι μᾶλλον ἀνανήψας τοῦ ζόφου ἑαυτὸν ὠλοφύρετο.

ἐρωτώμενος δέ, ὅ τι πεπονθὼς τὸν φόρτον οὑτωσὶ διέθετο, διεξῄει περιπαθῶς ὡς ταῖς κώπαις προσανέχων αἴφνης ὄφιν ὁρᾷ δαφοινόν, πυρσώδη τὸν λόφον, ἄνω τῶν τρυβλίων ἐκτεταμένον, ἐς αὐτὸν ἀτενὲς ὁρῶντα κατὰ τοὺς τῶν δρακόντων ἀκλινεῖς τὸ ὄμμα καὶ καταπιεῖν ὀριγνώμενον, ὃς καὶ οὐκ ἔληξε τῶν ἑλίξεων πρὶν ἢ κατηλόητο τὰ κεράμια· τὸ δ᾽ ἐκ τούτου ἠφάντωται, ὥσπερ ἐκ μέσων οἱ τῶν ὀφθαλμῶν ἀποπτάς.

Καὶ τοῦτο μὲν τοιοῦτον. ἕτερον δὲ κἀκεῖνο· ἐν βαλανείῳ λουόμενος ἦν, ἐς διαφορὰν δὲ καταστὰς μετὰ τῶν τοῖς αὐτοῖς νίτροις ἁγνιζομένων εἰς τὰ ἀπόδυτρα ἔξεισι. μετὰ μικρὸν δὲ καὶ οἱ ἐν τῷ λουτρῷ φεύγοντες καὶ συμπατοῦντες ἀλλήλους ἐξῄεσαν ἐκεῖθεν περιδεεῖς, οἳ καὶ τοῖς συνειλεγμένοις πυκνὰ τὸ πνεῦμα συλλέγοντες ἔφασκον ὡς ἐκ τῆς θερμμορρόας ἐκπηδήσαντές τινες ἄνδρες πίσσης μελάντεροι ἐξῶσαν αὐτοὺς τοῦ λουτροῦ παίοντες κατὰ τῶν γλουτῶν τῷ πλατεῖ τοῦ ποδός.

Διὰ ταῦτα τοίνυν ἀμφότεροι καὶ πράξεις δὲ ἀσελγεστέρας ἑτέρας τῶν ὄψεων ἐστερήθησαν· οἱ δ᾽ αὐτοὶ ἐπιβιώσαντες, ὁ μὲν Σὴθ καὶ πάλιν τοῖς προτέροις ἐνησχόλητο, ἅτερος δὲ εἰς μοναχὸν ἀποθριξάμενος χρόνῳ ὕστερον σύγγραμμά τι περὶ τῶν θείων μυστηρίων ξυνθέμενος ἀφῆκε δι᾽ αὐτοῦ κυνῶν ὠρυγάς, ὁ τῶν θείων δωρεῶν ἀνάξιος.

Ἔργον κἀκεῖνο τοῦ βασιλέως τούτου περιφανές. αἱ Ἀσιαναὶ πόλεις, τὰ Χλιαρά, τὸ Πέργαμόν τε καὶ Ἀτραμύτιον, κακῶς ἔπασχον ὑπὸ τῶν Περσῶν· αἱ γὰρ περιοικίδες χῶραι ἀσυνοίκιστοί τε ἦσαν πρώην κἀκ τοῦ κωμηδὸν οἰκεῖσθαι εἰς προνομὴν τοῖς πολεμίοις ἐξέκειντο. καὶ αὐτὰς τοίνυν ἐκρατύνατο τείχεσι καὶ τὰ πλησίον δὲ ἱππήλατα πεδία φρουρίοις διέλαβεν ἐρυμνοῖς. οὕτω δὲ πλήθουσιν οἰκητόρων ταῦτα δὴ τὰ πολίχνια καὶ τοῖς κατὰ τὸν ἥμερον βίοτον ἐνευθηνοῦνται χρηστοῖς, ὡς ὑπερανῳκίσθαι πόλεων πολλῶν εὐδαιμόνων· ἀγροί τε γὰρ εἰς εὐφορίαν καρπῶν ἡμερωθέντες ἐπέδωκαν καὶ φυτηκόμος χεὶρ ἐρριζούχησεν ἐκεῖσε ξύλον ἅπαν καρποδοτοῦν, ὡς μεταθέσθαι, φάναι τὸ τοῦ Δαυίδ, τὴν ἔρημον εἰς λίμνας ὑδάτων καὶ εἰς οἰκήσιμον τὴν πρώην ἀοίκητον. εἴ τι οὖν κατόρθωμα μέγιστον, εἴ τι λυσιτελέστατον Αὔσοσιν ὁ Μανουὴλ διανενόηκέ τε καὶ διεπράξατο καθ᾽ ὅσους ἦρξε Ῥωμαίων ἐνιαυτούς, τοῦτο εἴη ἂν τὸ κράτιστον ὁμοῦ καὶ κοινωφελέστατον. τίς γὰρ παράγων ἐκεῖ καὶ εἰδώς, οἵαν μὲν ὁ χῶρος ἔτρεφεν ἀγριότητα, οἵους δ᾽ ἔστεγεν ἄνδρας, ἀναιδεῖς μὲν ὑπὲρ τὸν κορυνήτην Περιφήτην, ἀγριωτέρους δὲ τοῦ πιτυοκάμπου Σίνιδος καὶ τοῦ Σκίρωνος, οὓς ἀνεῖλε πάλαι Θησεύς, οὐκ ἂν τὰς χεῖρας ἀνατείνας τῷ βασιλεῖ ἐπεύξαιτο τῷδε κλῆρον ἐν Ἐδὲμ ἀΐδιον καὶ τόπον χλοερὸν καὶ ἀνώλεθρον;

οὐκοῦν καὶ ἴδιον ἐπώνυμον ταυτὶ τὰ φρούρια κληρωσάμενα (Νεόκαστρα γὰρ ὀνομάζονται) οἰκεῖόν τε ἁρμοστὴν ἐκ Βυζαντίου στελλόμενον ἔχουσι καὶ εἰς τὸ βασίλειον ταμιεῖον ἐτήσια ξυμφέρουσι κέρματα.