Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Μανουήλ Α' Κομνηνού: Το Μυριοκέφαλο και το τέλος του αυτοκράτορα

Οι πόλεμοι με τους Σελτζούκους του Ικονίου, η συντριπτική ήττα των ρωμαϊκών στρατευμάτων στο Μυριοκέφαλο, η ανάκαμψη στην Ανατολή και η τελευτή του Μανουήλ Κομνηνού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 7 από 18

ΤΟΜΟΣ ΕΚΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Ἀλλ᾽ οὕτω μὲν καὶ ταῦτα διήνυστο τῷ βασιλεῖ Μανουήλ. ὁ δὲ λόγος προβαινέτω τοῖς ἐφεξῆς καὶ διδότω τῇ ἱστορίᾳ, ὡς ἕκαστον ἔχει καὶ χρόνου καὶ τάξεως. ἐπεὶ γὰρ οὐκ ἦν ἡσυχίαν τὸν σουλτὰν ἀσπάσασθαι ἅπαξ ἐπιτήδειον ἑαυτῷ πρὸς χρηματισμὸν καὶ τοῖς Τούρκοις δὲ ὅλως ἀνυσιμώτατον γνόντα τὸ ἀεὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια ἐκκεχύσθαι, ἔξεισι καὶ πάλιν κατ᾽ αὐτοῦ βασιλεύς. τὰ πλεῖστα μέντοι οὐδ᾽ αὐτὸς εἴα τὸν Περσάρχην καθεύδειν, ἀλλ᾽ ὅσα καὶ θῆρα ὠμηστὴν ἐφυπνώττοντα ἐξηγρίαινεν ὑπονύσσων καὶ τοῦ κοίτου ἀνίστη καὶ πρὸς μάχην ἠρέθιζεν. ἀτὰρ οὐδ᾽ ἀνακωχαὶ πολέμων, οὐδ᾽ ἐκεχειρίαι τῶν ἀντιτάξεων σπονδαί τε καὶ ξυνθῆκαι καὶ διακηρυκεύματα πρέσβεων ἀπεῖργον τὰς κατ᾽ ἀλλήλων ἐπελεύσεις καὶ ἀπετείχιζον, ἀλλ᾽ ἄμφω πρὸς θερμουργίαν ὄντες ἐπιρρεπεῖς καὶ πρὸς πόλεμον εὐπετεῖς καὶ μικρᾶς ἐνίοτε παρεισφρησάσης αἰτίας ἀλλήλοις ἀντεπεξῄεσαν· καὶ ἦν ἔργον αὐτοῖς τὰ μάλιστα περισπούδαστον ἡ πανοπλίας περίδυσις καὶ ἡ τῶν ταγμάτων συναγωγὴ καὶ τὸ ταῦτα συμπεσόντα διαπληκτίζεσθαι.

κατὰ τοῦτο δὲ ἀλλήλων διήλλαττον, ὅτι ὁ μὲν σουλτὰν προμηθευτικὸς ἀεὶ καὶ βουλευτικὸς ἐδόκει τις εἶναι καὶ τὰ ἔργα ποιῶν μετὰ σκέμματος καὶ ἐτολύπευε τὰς μάχας πεφυλαγμένως διὰ τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν (οὐ γάρ πω τις αὐτὸν ἐθεάσατο ἐπὶ μετώπου ἱστάμενον φάλαγγος ἢ τὸν κάματον τοῖς στρατιώταις συνδιαφέροντα), ὁ δὲ βασιλεὺς γενναίαν ἔχων τὴν φύσιν ὀξύρροπος ἐν τοῖς πολέμοις ἐδείκνυτο καὶ τὰς διὰ χειρὸς πράξεις δραστήριος ἦν καὶ φήμης διαδοθείσης πολλάκις ἐσβαλεῖν που τοὺς πολεμίους καὶ κακῶς τιθέναι τὴν ὑπ᾽ ἐκεῖνον ἀρχὴν πρῶτος ἐκεῖνος τὸν ἵππον ἀνέβαινε καὶ ἀπεθάρρει τὴν ἔξοδον.

Θελήσας οὖν τὸ Δορύλεον ἀνακτίσαι προσεξῆψέ τε καὶ ἐπέθηξε τὸν βάρβαρον ἐντεῦθεν πρὸς πόλεμον· ὅτε καὶ τὴν βασιλέως ἐς τὸ Δορύλεον ἄφιξιν ἀγνοεῖν πλαττόμενος διαπρεσβευσάμενος τὴν αἰτίαν ἐπυνθάνετο καὶ παρῃτεῖτο αὐτὸν ἐκεῖθεν ἀπαναστεῦσαι. ὁ δὲ κέρτομόν τι καὶ σεσηρὸς ἐνορῶν οἷς τὰ τοῦ σουλτὰν γράμματα διεξῄει ἐν μέρει δὴ οὐ τοῦ τυχόντος ἐτίθετο θαύματος, ὅπως τὸν μέχρι καὶ Δορυλέου δρόμον ἐκείνου ἠγνόησε καὶ τὴν αἰτίαν πλάττεται μὴ εἰδέναι. ἐπεὶ δὲ καὶ τὴν πόλιν ἀνοικοδομεῖν ἐπεβάλετο, νωτοφορεῖν τοὺς λίθους ἀρξάμενος οὕτω καὶ τοὺς ἄλλους ἠρρένωσεν, ὡς ἀπτέρῳ τάχει τὸ τεῖχος ἀνεγερθῆναι καὶ προσεπιβληθῆναί οἱ χαράκωμα ἔξωθεν καὶ ἀνορυχθῆναι φρεάτια ἔσωθεν εἰς πλείονας ὑδάτων ἀντλήσεις.

Ἐν δεινῷ δὲ οἱ Πέρσαι τιθέμενοι, εἴπερ τῶν Δορυλέου πεδίων ἀπανασταῖεν, ἐν οἷς ἐθέριζε τὰ τούτων αἰπόλια καὶ βουκόλια πόαις ἐνσκιρτῶντα ταῖς λειμωνίτισι, καὶ δομηθήσεται πόλις καὶ φρουρὸς ἐγκαθεσθείη φάλαγξ Ῥωμαϊκή, ὅλαις ἡνίαις κατὰ Ῥωμαίων ἐφέροντο καὶ τὰς ἐπὶ σιτισμὸν ἐξόδους τηροῦντες τὴν ξύλευσιν ἀνεῖργον καὶ ἀνῄρουν τοὺς ἐν χερσίν. ὁ βασιλεὺς δὲ τὸ δεινὸν τοῦτο ῥᾳόνως ἰάσατο· τακτὸν γὰρ ὁρίσας καιρὸν τοῖς ἐπὶ συλλογὴν ἐξιοῦσι τῶν ἀναγκαίων αὐτὸς προσημαίνων τῇ σάλπιγγι πρῶτος τοῦ χάρακος ἀπανίστατο καὶ ἡγεῖτο τῆς ὁδοῦ. οὐκοῦν οὐδὲ πρὸς βραχὺ τῶν τὰ ἐπιτήδεια διφώντων μεθιστάμενος ἐνίοτε περὶ βουλυτὸν ἢ καὶ βαθεῖαν ἑσπέραν ἐπανέλυεν εἰς τὸ στρατόπεδον. Πέρσαις δ᾽ ἔμελε μὲν καὶ πολέμων πρὸς ταῦτα καὶ συνεχῶς ἐκονίζοντο, παρεδίδοσαν δὲ καὶ πυρὶ τοὺς καρποὺς καὶ τὰς σκηνὰς ἐνεπίμπρων, ὅπως μὴ εὐποροῖεν Ῥωμαῖοι δι᾽ ὧν τραφήσονται.

Ὁτὲ δέ, πρὸς ἑστίασιν τραπομένου τοῦ βασιλέως μῆλόν τε περσικὸν μαχαιρίῳ ἀπολεπίζοντος, ἐπιδρομή τις ἀγγέλλεται Περσικὴ κατὰ τῶν τὰ βιώσιμα συλλεγόντων, καὶ ῥίψας τὴν ὀπώραν αὐτίκα καὶ τὸν ἀκινάκην περιζωσάμενος καὶ περιδὺς τὸν θώρακα καὶ τὸν ἵππον ἀναβὰς ἐξώρμησε. καὶ οἱ βάρβαροι κατὰ φάλαγγας ἵστασθαι σχηματιζόμενοι μετ᾽ οὐ πολὺ τούτου ἐποφθέντος τὴν τάξιν ἔλυον· ὅθεν ἀποδιδράσκειν πλαττόμενοι τοὺς ἐπιόντας ἔπληττον ὑποστρεφόμενοι καὶ τὸν τῆς τροπῆς καιρὸν εἰς τὸ βάλλειν διατιθέμενοι καὶ καταβάλλειν τὸ ἐπικείμενον. ἵππος μὲν γὰρ συχνὰ κεντρίζεται παρὰ Πέρσαις, ὁ δὲ κόπτων θαμὰ τὸ δάπεδον ῥαγδαίως φέρεται καὶ ὁ Πέρσης τὸ βέλος ἔχων ἐν ταῖν χεροῖν ὀπίσω τοῦτο ἀφίησι καὶ τὸν ὁρμῶντα φθάνειν φθάσας αὐτὸς ἀνῄρηκε καὶ τὸν ἤδη καταληψόμενον κατέβαλεν αἴφνης μεταμειφθεὶς ὁ διωκόμενος εἰς διώκοντα.

Ἐπεὶ δὲ ἀνεπόλισε τὸ Δορύλεον καὶ τὰ εἰς φυλακὴν τούτου παντοίως ἀπηκριβώσατο, ἐκ τῶν ἐκεῖσε μερῶν ἀπανίσταται, εἰς δὲ τὸ Σούβλεον ὡς εἶχε παραγενόμενος ἀνήγειρέ τε κἀκεῖνο καὶ φρουρᾶς μετέδωκε. καὶ τὰ λοιπά, ὡς ᾤετο, ἀρίστως διαπραξάμενος εἰς τὴν βασιλίδα πόλιν ὑπέστρεψεν.

Ἀλλ᾽ οὔπω χρόνος συχνός, καὶ αὖθις κατ᾽ ἀλλήλων τὰς γνώμας ἐφλέγμαινον. τῷ τοι καὶ ἀλλήλοις ἀντενεκάλουν τε καὶ προσῆπτον, βασιλεὺς μὲν τὸ πρὸς τὸν εὐεργέτην ἀχάριστον καὶ τὸ ἀμνῆμον τῶν προηγησαμένων εὐποιϊῶν καὶ τῆς εἰς τὸ ἄρχειν τῶν ὁμοφύλων παντοίας συνάρσεως, ὁ δὲ σουλτὰν τὸ πρόχειρον εἰς παρασπόνδησιν καὶ τὸ φιλίας εὐκόλως ἀποπηδᾶν καὶ συγχέειν ἐκ τοῦ παραυτίκα τοὺς ὑπὲρ εἰρήνης τεθέντας θεσμοὺς καὶ τὸ πλείσταις μὲν ἐκεῖνον ἐπαίρειν φιλοδωριῶν ὑποσχέσεσι καὶ βασιλικαῖς ὑποσημαίνειν ταύτας γραφαῖς καὶ βαφαῖς, ὀλίγα δὲ χορηγεῖν.

Διὰ ταῦτα τοίνυν τάς τε οὔσας συνεκρότει δυνάμεις ὁ βασιλεὺς καὶ νεωστὶ ἐπὶ ταύταις ἄλλας συνέταττεν· ἐστρατολόγει δὲ καὶ ξενικὸν οὐκ ὀλίγον, καὶ τοῦτο ἐκ τοῦ γένους μάλιστα τῶν Λατίνων καὶ ἀπ᾽ αὐτῶν δὴ τῶν Παριστρίων Σκυθῶν. καὶ δὴ ἐς μυριάδας τὸ οἰκεῖον ἀριθμήσας στράτευμα ὡς ἀφανίσων ἐπῄει τὸ Περσικὸν καὶ αὐτοῖς ἀναρπάσων τείχεσι τὸ Ἰκόνιον καὶ τὸν σουλτὰν ληψόμενος ὑποχείριον καὶ κατὰ τοῦ τραχήλου τοῦτον πατήσων ἐν τῷ ὑποθεῖναι δίκην θρανίδος ταῖς βάσεσιν.

Ἀμέλει τοι τὰ πρὸς τὴν ἔξοδον ἑτοιμασάμενος εἴσεισι τὸν Μέγαν Νεών, ὃς ἀπὸ τῆς θείας καὶ ἀρρήτου Σοφίας ὠνόμασται, καὶ τὸ θεῖον ἐπικαλεῖται συνέριθον καὶ τὴν νίκην αἰτεῖται μὲν ἐκεῖθεν, οὐ δέχεται δέ, ὡς τὸ τοῦ πολέμου πέρας ὑπέφηνε, μετατεθεῖσαν πρὸς τὸν ἀντίπαλον ἀνεφίκτοις ἡμῖν θεϊκοῖς κρίμασιν.

Ἀπάρας οὖν τῆς βασιλίδος τῶν πόλεων Φρυγίαν τε καὶ Λαοδίκειαν διελθὼν ἀφικνεῖται ἐς Χώνας, πόλιν εὐδαίμονα καὶ μεγάλην, πάλαι τὰς Κολοσσάς, τὴν ἐμοῦ τοῦ συγγραφέως πατρίδα. καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσιών, μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον ὄντα καὶ θαυμασίας χειρὸς ἅπαντα ἔργον, ἐκεῖθεν ἐξελάσας εἰς Λάμπην ἵκετο καὶ πόλιν Κελαινάς, ἔνθα τοῦ Μαιάνδρου εἰσὶν αἱ ἐκδόσεις καὶ ὁ Μαρσύας ῥεῖ ποταμὸς ἐμβάλλων εἰς Μαίανδρον καὶ ὁ Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐκεῖ που λέγεται καθάπερ μύωπι οἰστρηθέντα βιαίῳ καὶ περὶ τῆς ἀοιδῆς ἐρίζειν ἀρξάμενον πρὸς Ἀπόλλωνα. κἀκεῖθεν εἰς τὸ Χῶμα ἐλθὼν τῷ Μυριοκεφάλῳ ἐφίσταται· φρούριον δὲ τοῦτο παλαιὸν καὶ ἀοίκητον, προκληθέν, οἶμαι, ὃ ἐγένετο ἢ γεγονὸς ὃ προεκλήθη· περὶ γὰρ αὐτὸ πολλάκις μυρίαις κεφαλαῖς Ῥωμαίων ἐβλήθη θάνατος, ὡς λέξων ἔρχομαι.

Ἀεὶ δὲ σὺν κόσμῳ καὶ τάξει τοὺς σταθμοὺς ὁ βασιλεὺς ἐτίθετο βάλλων χάρακας καὶ τὰς ἀπάρσεις σὺν λόγῳ ποιούμενος καὶ μεθόδοις στρατηγικαῖς χρώμενος, εἰ καὶ τὴν πορείαν εἶχε σχολαίαν διὰ τὰ τὰς μηχανὰς ἀνέχοντα ὑποζύγια καὶ τοὺς ἐπὶ τούτοις τεταγμένους, πολλοὺς ὄντας καὶ ἀπομάχους πάντας. ἀλλὰ καὶ οἱ Πέρσαι παραφαινόμενοι δι᾽ ἀκροβολισμῶν ἐπέκειντο καὶ προϊππεύοντες τὴν πόαν ἔκειρον τὴν ἐνόδιον, ὡς μὴ εἶεν τοῖς Ῥωμαίων ἵπποις χιλοί, καὶ τὰ ὕδατα ἠχρείουν, ὡς μὴ καθαροῦ σπῷεν Ῥωμαῖοι ὕδατος. αὐτοὶ μέντοι Ῥωμαῖοι κοιλιακῷ συνισχημένοι νοσήματι κακῶς ἔπασχον καὶ ἦν ἡ νοσηλεία αὕτη ἐπιβοσκομένη μάλα τὸ στράτευμα.

Ἐπὶ δὲ τούτοις ἐμέλησε μὲν τῷ σουλτὰν καὶ τοῦ πολέμου καὶ ξυμμαχικὸν συνεπορίσατο ἱκανὸν ἀπό τε τῆς Μέσης τῶν ποταμῶν καὶ τῶν ἄνω συμφύλων βαρβάρων, διαπρεσβευσάμενος δὲ καὶ ἐς βασιλέα τὰ πρὸς εἰρήνην συνθήκας ᾐτεῖτο καὶ τῶν ἐκείνῳ βουλητέων, ὁποῖα ἂν καὶ ὦσιν, ἐπένευε τὴν περάτωσιν. ἅπαντες τοίνυν, ὅσοι πολέμων οὐκ ἀμελέτητοι καὶ μάλιστα δὴ τῶν Περσικῶν καὶ χρόνῳ προήκοντες, ἐξελιπάρουν τὸν Μανουὴλ ἁρπάσαι τὴν τοῦ Πέρσου πρεσβείαν καὶ μὴ τῷ κύβῳ τοῦ πολέμου τὰς ἐλπίδας ὅλας ἀποχαρίζεσθαι, ἀφορῶντα μὲν καὶ πρὸς τὸ τοῦ ἀγῶνος μέγιστον καὶ τὰ μὴ βάσιμα ῥᾳδίως τῶν τόπων, ἃ οἱ ἀντίπαλοι προλοχίσουσιν, ὑποβλεπόμενον δὲ οὐχ ἧττον καὶ τὴν τῶν Τούρκων ἀκμαιοτάτην πᾶσαν καὶ εὔιππον δύναμιν, μὴ παρατρέχοντα δὲ καὶ τὴν νόσον, ἣ πιέζει τὸ στράτευμα. ὁ δὲ τοῖς παρὰ τῶν πρεσβυτέρων λεγομένοις μηδ᾽ ὅλως προσσχών, τὴν δ᾽ ἀκοὴν ὅλην ἀναπετάσας τοῖς ἐξ αἵματος αὐτῷ προσήκουσι καὶ τούτων μάλιστα ὁπόσοι σάλπιγγος ἐνυαλίου ἦσαν ἀπεριήχητοι καὶ τὴν κόμην ἀγλαοὶ καὶ φαιδροὶ τὰ πρόσωπα καὶ κλοιοῖς χρυσέοις καὶ περιδερραίοις διαφανέσιν ἐκ λίθων τηλαυγῶν καὶ μαργαρίδων τιμαλφῶν τοὺς τραχήλους περιδεόμενοι, τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψεν.

Ὁ δὲ σουλτὰν οὐκ ἀνῆκεν αὖθις τὰ πρὸς εἰρήνην διαλεγόμενος. ἐπεὶ δὲ ἑώρα μὴ προχωρούσας τὰς συμβάσεις, ἀλλὰ καὶ βασιλέα αὐτὸν κατὰ τὸ Ἰκόνιον ἀποκρινεῖσθαί οἱ μεγαλαυχοῦντα, προκαταλαμβάνει τὰς δυσχωρίας, αἳ κλεισώρειαι τοῦ Τζιβρίτζη κατονομάζονται, ἃς καὶ ἤμελλον Ῥωμαῖοι μετὰ τὴν ἀπὸ τοῦ Μυριοκεφάλου παριέναι ἄπαρσιν, κἀκεῖσε τὰς οἰκείας παραβύει φάλαγγας, ὡς ἀντιτάξαιντο Ῥωμαίοις αὐτίκα δὴ παριοῦσιν. ἔστι δὲ ὁ τόπος οὗτος ἐπιμήκης αὐλὼν ἔχων ὀρῶν ὑπερβολάς, κατὰ μὲν τὸ βόρειον κλίμα ὑποκαταβαίνων τοῦ ἀνάντους ἠρέμα εἰς γήλοφα καὶ πρὸς εὐρείας κοιλαινόμενος φάραγγας, κατὰ δὲ θάτερον μέρος εἰς προτομὰς προνεύων πετρῶν καὶ εἰς κρημνώδεις σύμπας ἀναστάσεις παρερρωγώς.

Ἐπὶ τοιαύτης οὖν ἐλαύνειν μέλλων ὁδοῦ οὐδέν τι τῷ στρατῷ συνοῖσον προμηθευσάμενος φαίνεται· οὔτε γὰρ τὸ πολὺ τῶν σκευοφόρων ἀπεσκευάσατο ἢ γοῦν τὰς ἁμάξας ἐκποδὼν ἔθετο, αἳ τὰς τειχομάχους ἔφερον μηχανάς, οὔτε μὴν ἀπεπειράσατο σὺν εὐζώνῳ τάγματι ἀπώσασθαι Πέρσας πρότερον ἐκ τῶν ἀμφιλαφῶν ἐκείνων καὶ ὀρειαίων παρόδων καὶ λειᾶναι οὕτω τῷ στρατῷ τὴν δίοδον, ἀλλ᾽ ὡς εἶχεν ἐπὶ πεδινῶν ποιούμενος τὴν πορείαν, οὕτω κἀπὶ τῆς τρυμαλιᾶς ἐκείνης συνθλίβεσθαι εἵλετο, καίπερ ἀκοῇ προειληφώς, μετὰ βραχὺ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἔχων αὐτοπείρως πιστουμένους τὰ ἀκουόμενα, ὡς οἱ βάρβαροι κατειληφότες τὰς ἀκρωρείας ἐπίθωνται καὶ ὡς πᾶσαν μὲν φαρέτραν ἐκπωματίσουσι, πᾶν δὲ βέλος ἀφήσουσιν, ὅπως Ῥωμαίους τροπωσάμενοι τοῦ πρόσω βαίνειν ἐπίσχωσιν.

Ἐπῆγεν οὖν οὕτω τὰς φάλαγγας βασιλεύς. ἦν δὲ τότε μὴν ὁ Σεπτέμβριος. προηγοῦντο δὲ τοῦ στρατοῦ μετὰ τῶν οἰκείων τάξεων οἱ δύο υἱοὶ τοῦ Ἀγγέλου Κωνσταντίνου, ὅ τε Ἰωάννης καὶ ὁ Ἀνδρόνικος, ὁ Μακροδούκας Κωνσταντῖνος καὶ ὁ Λαπαρδᾶς Ἀνδρόνικος. μετὰ δὲ τούτους τὸ μὲν δεξιὸν ἐπεῖχε κέρας ὁ τοῦ βασιλέως γυναικάδελφος Βαλδουῖνος, τὸ δ᾽ ἀριστερὸν ὁ Μαυροζώμης Θεόδωρος. ἐπὶ τούτοις εἵποντο τὰ σκευοφόρα καὶ τὸ οἰκετικὸν αἵ τε φέρουσαι τὰς ἑλεπόλεις ἅμαξαι, μετὰ δὲ βασιλεὺς αὐτὸς καὶ ὅσον ἐπίλεκτον, μεθ᾽ οὓς ὀπισθοφύλαξ ὢν Ἀνδρόνικος ὁ Κοντοστέφανος.

Ἐπεὶ δὲ ἥψαντο τῶν δυσβάτων πορειῶν, τὰ μὲν περὶ τοὺς υἱοὺς τοῦ Ἀγγέλου καὶ τὸν Μακροδούκαν καὶ τὸν Λαπαρδᾶν τάγματα διεληλύθεσαν ἀπείρατα κακῶν· αἱ γὰρ πεζικαὶ δυνάμεις προβεβλημέναι διεσόβουν τοὺς βαρβάρους ἐκ τῶν γηλόφων ἀνασειράζουσαι, ἐφ᾽ ὧν ἀπὸ τοῦ ὄρους καθηκόντων ἐπιστάντες ἐμάχοντο, κἀπὶ τὸ ἄναντες παλίμποδας ἀνεστοίβαζον. τάχα δ᾽ ἂν καὶ τὰ ἐφεπόμενα τούτοις στρατεύματα παρήλθοσαν ἀπαθῶς τὰς τῶν Περσῶν ἐπισυστάσεις, εἴπερ ἔργον ἔθεντο Ῥωμαῖοι συμφράξασθαι καὶ τοῖς προηγουμένοις ἐφέπεσθαι τάγμασι καὶ διὰ τῶν τοξοτῶν ἀνέκοπτον τῶν ἐπικειμένων Περσῶν τὰ ὁρμήματα, νῦν δὲ αὐτοί τε τῆς συνεχείας κατημελήκασι καὶ οἱ Πέρσαι πλείονες ἐπιβρίσαντες ἀπό τε τῶν ὑψηλῶν ἐπὶ τὰ ταπεινὰ καὶ πρὸς τὸ πρανὲς ἐκ τῶν γηλόφων ὑποκαταβάντες διαζευγνύουσι τὰς τάξεις συρραγέντες παραβολώτερον· καὶ τρέπονται τοὺς περὶ τὸν Βαλδουῖνον καὶ πολλοὺς μὲν τιτρώσκουσιν, οὐκ ὀλίγους δὲ ἀναιροῦσιν. ἔνθα δὴ ὁ Βαλδουῖνος πονηρὰ τὰ καθ᾽ αὑτὸν ὁρῶν τάγματα καὶ ἀτονώτερα, ὥστε διελεῖν τοὺς πολεμίους καὶ παρελθεῖν, καὶ πάντοθεν πιεζόμενος ἀναλαβὼν ἱππέας τινὰς εἰς τὰς φάλαγγας διελᾷ τῶν Περσῶν, κυκλωθεὶς δὲ ὑπὸ τῶν πολεμίων αὐτός τε κατακαίνεται καὶ οἱ σὺν αὐτῷ πίπτουσιν ἅπαντες ἀλκῆς ἔργα καὶ χειρὸς γενναίας παράστημα ἐνδειξάμενοι.

Ἐκ δὲ τούτου πλεῖον ἐπαρθὲν τὸ βάρβαρον ἀπόρους πάντῃ Ῥωμαίοις ἐποίουν τὰς τροχιὰς καὶ βύζην νενησμένοι ἀπεῖργον τὴν πάροδον. οἱ δὲ Ῥωμαῖοι οἷα ἐν στενῷ χωρίῳ εἱλούμενοι καὶ ἀλλήλοις περιπίπτοντες οὐ μόνον δρᾶσαί τι κακὸν οὐκ εἶχον τοὺς πολεμίους, ἀλλὰ καὶ τοῖς ἐπιπορευομένοις προσιστάμενοι ἀχρείους κἀκείνους ἐποίουν εἰς τὸ ἀμύνασθαι. ὅθεν καὶ ῥᾷον ὑπὸ τῶν ἐπικειμένων αὐτοῖς ἔθνησκον· καὶ ἦν οὐδὲ μία τις ἐπιβοήθησις ἀπὸ τῶν οὐραγούντων ταγμάτων ἢ ἐκ βασιλέως αὐτοῦ ἢ ὑποχώρησις καὶ παρέγκλισις ἐπὶ θάτερα· αἱ γὰρ ἅμαξαι κατὰ μέσον ἑλκόμεναι ὑπονοστῆσαι μὲν οὐδαμῶς εἴων τὰς προηγουμένας τάξεις καὶ μετατάξασθαι πρὸς τὸ χρήσιμον, τοῖς δὲ μετὰ τοῦ αὐτοκράτορος στρατεύμασιν ὥσπερ ἀντίφραγμα γινόμεναι τὴν ἐς τὰ πρόσω πορείαν ἀπετείχιζον.

Ἔπιπτε τοίνυν βοῦς ἐκ τοξεύματος Περσικοῦ καὶ παρ᾽ αὐτῷ βοώτης ἀπέψυχεν. ἵππος καὶ ἀναβάτης ὁμοῦ κατεβέβληντο. αἱ σήραγγες μεσταὶ σωμάτων προυφαίνοντο. τὰ ἄλση τῶν πεσόντων πεπλήρωτο. αἱμάτων ῥύακες προύβαινον κελαρύζοντες. αἷμα συνεφύρετο αἵματι, τῷ τῶν ὑποζυγίων τὸ βρότειον. οὕτως ἦν δεινὰ τὰ ἐκεῖ καὶ πᾶσαν ὑπερβαίνοντα συγγραφήν. ὡς οὖν οὔτε προχωρεῖν ἐξῆν καὶ τὸ ἀναζεῦξαι δὲ ἄλλως ἀδύνατον (οἱ γὰρ Πέρσαι καὶ κατὰ νώτου ἐγένοντο καὶ τὰ πρόσω ἐποίουν ἄβατα), ὅσα καὶ θρεμμάτων ἀγέλαι Ῥωμαῖοι περὶ σταθμοὺς τὰς δυσχωρίας ἐκείνας ἐφθείροντο.

Ἀλλὰ καὶ εἴ τι που γενναίου φρονήματος ἐπῆν εἰσέτι αὐτοῖς ἢ θυμοῦ κατὰ τῶν ἀντιπάλων ὑπολέλειπτο ζώπυρον, καὶ τοῦτο σβεσθὲν ἀφῄρητο καὶ ἀπέλιπεν αὐτοὺς τὸ πρόθυμον τέλεον ἐκ τοῦ τοὺς πολεμίους ὑπ᾽ ὄψιν ἄγειν αὐτοῖς ἕτερον συμφορᾶς ἐπεισόδιον, αἰχμῇ περιπαρεῖσαν τὴν Ἀνδρονίκου τοῦ Βατάτζη κεφαλήν. ἦν δὲ οὗτος ἀδελφιδοὺς μὲν τῷ βασιλεῖ Μανουήλ, ἀπέσταλτο δὲ μετὰ στρατιᾶς, ὅσηπερ ἐκ Παφλαγόνων καὶ τῆς ἐν Πόντῳ Ἡρακλείας ἐστρατολόγητο, τοῖς Ἀμασεῦσι Τούρκοις ἀντιταξόμενος.

Φήμαις τοίνυν τοιαύταις ὁ βασιλεὺς καὶ ἀπευκταίοις τοιοῖσδε θεάμασι τὸ λογιζόμενον συγχυθεὶς καὶ τὴν τοῦ ἀνεψιοῦ προτεινομένην ὁρῶν κεφαλὴν καὶ τὸ τοῦ κινδύνου, ἐν ᾦ συνείληπτο, προορώμενος μέγεθος ἀθυμίᾳ συνείχετο καὶ ἀφασίᾳ πέσσων τὸ ἄλγος καὶ κωφοῖς, ὃ λέγεται, δάκρυσι τὸ πένθος ἀφοσιούμενος τὸ μέλλον ἐκαραδόκει καὶ τὴν γνώμην ἀμφιρρεπὴς ἐδείκνυτο.

Τὰ δέ γε προπορευθέντα Ῥωμαίων τάγματα τὰς ἐπισφαλεῖς ἐκείνας ὁδοὺς ἀπαθῶς διελθόντα ἐνηυλίσαντό που καὶ χάρακα ἔβαλον γηλόφου λαβόμενα ἀσφάλειαν ἐκ μέρους βραβεύοντος. Οἱ δὲ Πέρσαι τὸ πᾶν εἰσέφερον τῆς σπουδῆς τὰ περὶ τὸν βασιλέα καταπαλαῖσαι στρατεύματα, ὡς εἰ τὸ πλεῖστον κατατροπωθείη καὶ κράτιστον, κἀκεῖνα ῥᾳδίως παραλύσειν οἰόμενοι· καθὰ καὶ ἐπὶ δράκοντος ὁρῶμεν γινόμενον, τῆς γὰρ κεφαλῆς συντριβείσης καὶ ὁ λοιπὸς συννεκροῦται ὁλκὸς τοῦ σώματος, ἢ καὶ ἐπ᾽ ἀκροπόλεως, ταύτης γὰρ ἐξαιρεθείσης καὶ ἡ λοιπὴ πόλις ὡς κατάκρας ἁλοῦσα τὰ οἴκτιστα πέπονθε. καὶ βασιλεὺς μὲν πολλάκις ἀπεπειράσατο τοὺς βαρβάρους μεταστῆσαι τῶν ἐκεῖσε δυσπαρόδων ὁδῶν καὶ πολὺς ἦν ἐγκείμενος τοῖς ὑπ᾽ αὐτὸν ἐξομαλίσειν τὴν δίοδον· οὐχ ὁρῶν δὲ τὰ κατὰ σκοπὸν προβαίνοντα καὶ ὡς ἀπολεῖται οὐδὲν μεῖον καὶ μένων κατὰ χώραν, οἷα τῶν Περσῶν ἐπικρατεστέρων ἀεὶ γινομένων ὡς ἐξ ὑπερδεξίων μαχομένων, ἐσβάλλει πρὸς τοὺς ἐνώπιον αὐτῷ πολεμίους μετ᾽ ὀλίγων τῶν ἀμφ᾽ ἐκεῖνον, καὶ τοῖς λοιποῖς δὲ ὑποτίθησι σώζειν σφᾶς, ὡς ἕκαστος δύναται· μηδὲν γὰρ χρηστὸν ἐκ τῶν ἐν ὄψει κατανοεῖν.

Καὶ βασιλεὺς μὲν ὡς ἐκ γαλεάγρας τῆς τότε αὐτὸν διειληφυίας ἐξώλισθε φάλαγγος μετὰ τραύματα πολλὰ καὶ μώλωπας συνεχεῖς, οὓς ἀπὸ ξιφῶν ἐπλήγη καὶ κορυνῶν ὑπὸ τῶν περιστάντων αὐτὸν Περσῶν, ἐπεὶ καὶ οὕτω δι᾽ ὅλου τοῦ σώματος τετραυμάτιστο, ὡς τὸν μὲν θυρεὸν περί που τοὺς τριάκοντα ἔχειν ἐμπεπηγότας διψητικοὺς αἵματος ὀϊστούς, αὐτὸν δὲ μηδ᾽ ἀνορθῶσαι ὅλως δύνασθαι περιτραπεῖσαν τὴν κόρυθα. πλὴν καὶ οὕτω παρὰ δόξαν τὰς τῶν βαρβάρων διέδρα λαβάς, ὑπὸ θεοῦ φρουρηθεὶς τοῦ καὶ ἐπὶ κεφαλὴν πάλαι Δαυὶδ ἐν ἡμέρᾳ πολέμου ἐπισκιάζοντος, ὡς αὐτός φησιν ὁ φιλόψαλμος. τὰ δ᾽ ἄλλα τάγματα χειρόνως ἔπασχον ἀεὶ δόρασι περισταδὸν λελογχωμένοις νυσσόμενα καὶ βέλεσιν ἐκ τοῦ σχεδὸν διαμπερὲς ἐλαυνόμενα καὶ ὑπ᾽ ἀλλήλων ἐν τῷ συμπίπτειν διαφθειρόμενα. εἰσὶ δ᾽ οἳ καὶ ταύτην μὲν ἀπαθεῖς παρῆλθον τὴν φάραγγα καὶ τοὺς ἐπ᾽ αὐτῆς ἱσταμένους Πέρσας ἐσόβησαν, προελθόντες δὲ καὶ τῆς μετ᾽ ἐκείνην ἁψάμενοι σήραγγος ὑπὸ τῶν ἐκεῖσε πολεμίων ἀπώλοντο. εἰς γὰρ κοιλάδας ἑπτὰ ταφρώδεις πάσας καὶ ἀγχιτέρμονας ἡ πάροδος ἐκείνη διέσχιστο, εὐρυνομένη βραχὺ καὶ συμπτυσσομένη πάλιν πρὸς τὸ στενόπορον· καὶ ἦσαν αὗται παρὰ τῶν Τούρκων ἀκριβῶς ἐφεστώτων τηρούμεναι. ἀλλ᾽ οὐδ᾽ ὁ λοιπὸς χῶρος τῶν πολεμίων ἐσπάνιζε καθαρῶς, ἀλλ᾽ ἅπας τούτων πεπλήρωτο.

Τότε δὲ καὶ ἀνέμου πνεύσαντος καὶ θῖνα βαθεῖαν ἐκ τῆς ἐκεῖσε ψαμμώδους μετεωρίσαντος γῆς σύρδην ἐμπίπτουσαν ἀμφότερα συμπεσεῖν ἐγένετο τὰ στρατεύματα καὶ ὡς ἐν νυκτομαχίᾳ καὶ σκότει ψηλαφητῷ ἀλλήλοις προσφερόμενα τοῖς ἐχθροῖς τοὺς φίλους ἐπικατέσφαττον καὶ οὐκ ἦν ἐξ ὁμοφύλου διακρίνειν ἀλλόφυλον, ἀλλὰ Πέρσαι καὶ Ῥωμαῖοι συμβεβλημένοι καὶ καθ᾽ ὁμογενῶν ἐσπῶντο τὰ ξίφη καὶ τὸν προσιόντα κατέκαινον ὡς πολέμιον, ὡς τὰς τάφρους τάφον ἕνα γενέσθαι καὶ πάμμικτον πολυάνδριον καὶ σκήνωμα κοινὸν Ῥωμαίων τε καὶ βαρβάρων καὶ ἵππων καὶ βοῶν καὶ ὄνων ἀχθοφορούντων.

Ἔπεσον οὖν ἀριθμῷ πλείους Ῥωμαῖοι καὶ πλεῖστοι μάλιστα τῶν ἐκ τοῦ γένους τῷ βασιλεῖ καὶ τούτων οἷς πολὺ τὸ ἐπίσημον. ὡς δὲ ἡ κόνις ἐλώφησεν ἥ τε ἀχλὺς ἐκείνη καὶ ἡ ἀορασία διεσκέδαστο, ὠπτάνοντό τινες (φεῦ τοῦ ἀπευκταίου πράγματος καὶ ὁράματος) ἕως ἰξύος καὶ τραχήλου συνισχημένοι τοῖς πτώμασιν, οἳ καὶ χεῖρας μὲν ἱκέτιδας ὤρεγον καὶ σχήμασιν ἐλεεινοῖς καὶ φωναῖς γοερὸν ὑπηχούσαις προυκαλοῦντο τοὺς παριόντας εἰς ἀρωγήν, οὐδένα δὲ τὸν ἀμύνειν δυνάμενον εἶχον οὐδὲ τὸν σώζοντα· πάντες γὰρ οἷς ἔπασχον ἐκεῖνοι τὴν οἰκείαν προτυπούμενοι συμφορὰν τὸν περὶ ψυχῆς τρέχοντες ἀκούσιοί τινες ἦσαν ἀνοικτίρμονες καὶ ὡς τάχους εἶχον σώζειν ἑαυτοὺς ἔσπευδον.

Ὁ δὲ Μανουὴλ σκιὰν ὑπελθὼν ἀχλαδηφοροῦντος δένδρου ἀνελάμβανεν ἑαυτὸν καὶ καμοῦσαν συνέλεγε τὴν ἰσχύν, μὴ ἔχων ὑπασπιστὴν συνιστάμενον, μὴ δορυφόρον ἐπισπόμενον, μὴ σωματοφύλακα ἐφεπόμενον. ἰδὼν δέ τις αὐτὸν καὶ οἰκτείρας ἐκ τοῦ τῶν ἱππέων τάγματος, καὶ οὗτος τῶν ἀφανῶν καὶ πολλῶν Ῥωμαίων, ἐφίσταταί οἱ προθύμως κατὰ προαίρεσιν καὶ διακονεῖν αἱρεῖται τὰ δυνατά, ὅθεν καὶ τὴν κυνέην ἑτέρωσε βαλλομένην τῇ ἐκείνου ἐφήρμοσε κεφαλῇ.

Ἐν ᾧ δὲ καθ᾽ ὃ εἰρήκειμεν δένδρον ὁ βασιλεὺς ἀνεκώχευεν, ἐπιδραμών τις Πέρσης ἐφεῖλκε τοῦτον τοῦ χαλινοῦ κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν· ὁ δὲ πλήξας αὐτὸν κατὰ κεφαλῆς τῷ τοῦ δόρατος τμήματι, ὃ εἶχεν ἔτι ἐν ταῖν χεροῖν, εἰς γῆν ἔβαλε. μετ᾽ οὐ πολὺ δ᾽ ἕτεροι Πέρσαι ζωγρίαν ἑλεῖν ὀριγνώμενοι ἐπ᾽ αὐτὸν ἵενται, ῥᾳδίως δὲ καὶ τούτους ἐώσατο· βασιλεὺς μὲν γὰρ τὸ τοῦ συνεστῶτος ἱππότου δόρυ ἀγκοινησάμενος διαπείρει ἕνα τῶν ἐπιόντων ἕως καὶ εἰς αὐτὸν θάνατον, αὐτὸς δὲ ὁ ἱππότης τὸ ξίφος σπασάμενος ἀποκαρατομεῖ ἕτερον.

Συναλισθέντων δὲ περὶ τὸν βασιλέα ἑτέρων ὁπλοφόρων δέκα Ῥωμαίων, ἐκεῖθεν μετέβαινε, συμμῖξαι γλιχόμενος τοῖς προηγησαμένοις τάγμασιν. ἀλλ᾽ αὖθις μικρόν τι προβὰς ὑπό τε Τούρκων τῆς πρόσω πορείας εἴργεται καὶ τοῖς τῶν πεσόντων οὐχ ἧττον νεκροῖς ἀπερύκεται, οἳ περὶ τὰς ὁδοὺς αἰθριάζοντες ἀπέφραττον αὐτὰς σωρηδὸν κείμενοι. μόλις δὲ τὰ ἐκεῖ δυσπόρευτα χωρία καὶ τὸν ἐγγύς που παραρρέοντα χείμαρρον διελθών, ἐνιαχοῦ τῶν θνησιμαίων ἐπιβαίνων καὶ τούτων ὕπερθεν ἱππαζόμενος, ἀθροίζει καὶ ἄλλο τι στῖφος Ῥωμαϊκὸν κατὰ θέαν αὐτοῦ συνδραμόν· ὅτε καὶ ἀναβλέψας ὁρᾷ τοῖς ὀφθαλμοῖς τὸν ἐπ᾽ ἀνεψιᾷ γαμβρόν, τὸν Καντακουζηνὸν Ἰωάννην, ἕνα πρὸς πλείονας ἁμιλλώμενον καὶ ἀνδρείως αὐτοῖς προσφερόμενον καὶ περιβλεπόμενον μέν, εἴ τις ἐπαρήξων ἐκείνῳ ἐλεύσεται, ἐκ δὲ τοῦ μηδένα τὸν ἀμύνοντα παρεστάναι μετὰ βραχὺ πίπτοντά τε καὶ σκυλευόμενον.

Οἱ δὲ τοῦτον ἀπεκτονότες Πέρσαι, ὡς εἶδον παριόντα τὸν αὐτοκράτορα (οὐδὲ γὰρ ἦν λαθεῖν), συγκροτηθέντες εἰς σπείραν ὡς εἰς θήραμα μέγα τὸν βασιλέα ἐπῄεσαν· ᾤοντο γὰρ αὐτίκα δὴ μάλα τοῦτον αἱρήσειν ἢ ἀναιρήσειν. ἦσαν δ᾽ οὗτοι πάντες Ἀραβίοις ἔποχοι ἵπποις καὶ κατὰ θέαν τῶν πολλῶν ὑπερφέροντες· ὁπλισμοῖς τε γὰρ ἐκπρεπέσιν ἐκάζοντο καὶ τοὺς ἵππους εἶχον ἠσκημένους ἄλλοις τε κόσμοις λαμπροτάτοις, ἀλλὰ δὴ καὶ ἐπαυχενίοις ἀγλαΐσμασιν ἐκ τριχῶν συγκειμένοις ἱππείων ἐς ἱκανὸν καθιεμένων καὶ περιηρτημένους ἐχουσῶν ἠχητικοὺς κώδωνας. βασιλεὺς δ᾽ ἀναστήσας τῶν περὶ αὐτὸν τὰ φρονήματα τὴν τῶν πολεμίων ἐπέλευσιν εὐπετῶς ἀποκρούεται, ἀεὶ δὲ κατὰ βραχὺ προβαίνων τοῖς ἔμπροσθεν καὶ νῦν μὲν πολέμου νόμῳ, ἐνιαχοῦ δὲ καὶ ἀναιμωτὶ παριππεύων τοὺς Πέρσας, ἄλλους ἐπ᾽ ἄλλοις συνιόντας καὶ πάντας συλλαβεῖν αὐτὸν σπεύδοντας, τρισάσμενος ἐφίσταται καὶ ἀσπάσιος τοῖς προωδευκόσι τάγμασιν οὐ μᾶλλον περὶ αὐτοῖς δυσχεραίνουσιν ἢ ἐπ᾽ αὐτῷ μὴ φαινομένῳ ἀγωνιῶσιν.

Οὔπω δὲ συμμίξας τούτοις, ἀλλ᾽ ἐκεῖσε ἔτι ὤν, ἔνθα ποταμὸν παραρρέειν ὁ λόγος εἴρηκε, δίψει συνέχεται· καὶ δὴ αἰτεῖται τῶν παρεστώτων τινὰ λαβόντα ὑδρεῖον ὕδωρ ἀρύσασθαι καὶ αὐτῷ ἀποκομίσαι πιεῖν. σπάσας τοίνυν τοῦ ὕδατος ὅσον ἂν τὴν ἐκείνου ἐδίανεν ὑπερῴην τὸ λοιπὸν ἐξέχεεν, οἷα μὴ τοῦ ποθέντος ἡδέως διὰ τοῦ οἰσοφάγου κατολισθαίνοντος. πολυπραγμονήσας δὲ τὸ ποτὸν καὶ λυθρῶδες τοῦτο κατανοήσας ᾤμωξε καὶ εἶπε μὴ εὐτυχῶς ἀπογεύσασθαι τοῦ τῶν Χριστιανῶν αἵματος. παρεστὼς δέ τις ἀνὴρ ἰταμὸς καὶ θρασύς, ὡς ἔδειξε, καὶ τοῦ τότε καιροῦ δυσκολώτερος ἀνερυθριάστως ἔφησεν “ἄπαγε, βασιλεῦ, οὔκουν ταῦτα, οὐχί· οὐ γὰρ νῦν πρώτως, ἀλλὰ πάλαι καὶ πολλάκις καὶ εἰς κραιπάλην καὶ ἄγαν ἀκραιφνὴς Χριστιανικῶν αἱμάτων κρατὴρ ἐκεράσθη σοι, καλαμωμένῳ τε καὶ ἐπιφυλλίζοντι τὸ ὑπήκοον.„ οὕτω δ᾽ ἱλαρῶς τὸν κακήγορον ἐκεῖνον καὶ λοίδορον ὑπήνεγκεν ἄνθρωπον, ὡς εἰ μὴ ἦν ἀκούων μηδ᾽ ἔχων ἐλεγμοὺς ἐν τῷ στόματι.

Ὁρῶν δὲ καὶ τοὺς θησαυροφύλακας θυλάκους διασπωμένους ὑπὸ Περσῶν καὶ κατὰ γῆς χεόμενον καὶ ἁρπαζόμενον τὸν εἰς νόμισμα κεκομμένον χρυσόν τε καὶ ἄργυρον ἐνῆγε τοὺς συνόντας Ῥωμαίους ἐπεισπεσεῖν τοῖς βαρβάροις καὶ κτήσασθαι τὰ χρήματα Περσῶν δικαιότερον. συστὰς δὲ αὖθις ἐκεῖνος ἀνὴρ διελοιδορεῖτο ἀναιδῶς βασιλεῖ τοιαῦτα κελεύοντι “ἐχρῆν„ λέγων “ἑκουσίως καὶ πρότερον διδόναι Ῥωμαίοις ταυτί, οὐχὶ δὲ πάντως νυνί, ὅτε ἡ κτῆσις δυσχερὴς καὶ μεθ᾽ αἵματος. εἰ δ᾽ αὐτός ἐστιν ἰσχύος ἀνήρ, ὁποῖος εὔχεται εἶναι, ἢ γοῦν ἀναξυρίδα περίκειται, τοῖς χρυσοσύλαις συρραγεὶς Πέρσαις καὶ συγκόψας τούτους θαρραλεώτερον ἐπανασωσάτω Ῥωμαίοις τὰ ἁρπαζόμενα„. ἐσιώπα δὲ κἀπὶ τούτοις τοῖς ῥήμασι μὴ ὑπ᾽ ὀδόντα γρύζων μὴ τονθορύζων, ἀλλὰ φέρων τὴν τοῦ κερτόμου προπέτειαν ὡς Δαυὶδ πάλαι Σεμεεὶ τὴν αὐθάδειαν.

Ὀψὲ δὲ καὶ ὁ Κοντοστέφανος Ἀνδρόνικος ἀβλαβὴς παρῆν, ὃς ὠπισθοφυλάκει, καὶ ἕτεροι τῶν δυναμένων μέγα παρὰ τῷ Μανουὴλ ἀπλῆγες συνδεδραμήκασιν. Ἐπεὶ δὲ νὺξ ἐπῆλθε καὶ σκότος ἡμέρας διάδοχον τὸν πόλεμον ἔπαυσεν, ἀδημονῶν ἅπας καθῆστο ὑπτίῳ τῷ τῆς χειρὸς κοίλῳ ῥίψας τὴν κεφαλὴν καὶ τὸν ἐνεστῶτα κίνδυνον φανταζόμενος οὐ τοῖς ζῶσι συνέταττεν ἑαυτόν, καὶ μάλισθ᾽ ὅτι τὸν χάρακα περιτρέχοντες διαπρυσίοις ἀνεκάλουν φωναῖς οἱ βάρβαροι τοὺς ὁμοεθνεῖς αὐτοῖς, οἳ κατὰ χρείαν ἢ μετάθεσιν πίστεως πρὸς Ῥωμαίους πάλαι προυχώρησαν, καὶ παρῄνουν ἐξελθεῖν αὐτονυχὶ τοῦ στρατηγίου ὡς ἀπολουμένων ἄρδην ἕωθεν αὐτίκα τῶν ἐν αὐτῷ. διενυκτέρευον οὖν Ῥωμαῖοι κατὰ φήτρας καὶ λογάδας φίλας συναγειρόμενοι, βαπτόμενοι πρὸς ὦχρον ὑπὸ δέους, εἰς οἷον τὰ πέταλα τῶν δένδρων κατὰ καιρὸν τὸν φυλλοχόον μεταμορφάζεται.

Αὐτὸς δὲ ὁ κρατῶν ἀγενεστάτας βουλὰς ὤδινεν. ὡς δὲ ταύτας ἀποτεκὼν εἰς ἀκοὴν τῶν σὺν ἐκείνῳ ἐξέφερε καὶ ἦν τὸ ὑφηγούμενον λαθραία φυγὴ καὶ τῶν τοσούτων ψυχῶν εἰς αἰχμαλωσίαν καὶ θάνατον ἔκδοσις, ἐκπλήττει τοὺς ἀκροωμένους καὶ πλέον τὸν Κοντοστέφανον, ἀνδρὸς ἀλλοφρονοῦντος καὶ περιστρεφομένου σκοτοδίνῃ ἀτεχνῶς φθεγγόμενος ῥήματα. οὐ μόνον δὲ οἱ πρὸς σκέψιν τοῦ ποιητέου συνελθόντες βαρέως ἤνεγκαν τὰ ἠνωτισμένα, ἀλλὰ καί τις ἔξωθεν ἑστὼς τῆς σκηνῆς ἐκ τῶν ἀγνώστων στρατιωτῶν, ὡς τὸ βασιλικὸν ἐς οὖς ἐδέξατο σκέμμα, ὑψώσας τὴν φωνὴν καὶ διωλύγιον ἀνοιμώξας “φεῦ„, εἶπεν “ὁποῖα καὶ δὴ ὁ βασιλεὺς Ῥωμαίων εἰς νοῦν ἐβάλετο„. καὶ πρὸς ἐκεῖνον τὴν τοῦ λόγου στρέψας ὁρμὴν “οὐχὶ σύ„ φησιν “ὁ διὰ τῆς ἐρήμης ταύτης καὶ στενῆς ὁδοῦ ἐκθλίψας ἡμᾶς καὶ εἰς ἀπώλειαν διηθήσας, ἢ μᾶλλον οἱονεί τινι ὅλμῳ ἐκπιέσας τοῖς συμπίπτουσι τούτοις σκοπέλοις καὶ τοῖς πεσοῦσιν ἀτεχνῶς ἐφ᾽ ἡμᾶς ὄρεσι; τί ἡμῖν καὶ τῇ κοιλάδι ταύτῃ τοῦ κλαυθμῶνος καὶ τῷ στομίῳ τοῦ ᾅδου ἄντικρυς καὶ τῷ παρελθεῖν τὰς ἀνωμάλους ταύτας καὶ τραχείας τροχιάς; ἢ τί ἴδιον ἐπάγειν τοῖς βαρβάροις ἐπίκλημα εἴχομεν, οἳ τοὺς χώρους τούτους τοὺς στενούς τε καὶ βιαίους καὶ σκολιοὺς περικαθίσαντες ἡμᾶς ἐσαγήνευσαν;

καὶ νῦν ὅπως καταπροδίδως ὡς πρόβατα σφαγῆς τοῖς ἐχθροῖς;„ τούτοις μαλαχθεὶς τὴν ψυχὴν εἴτ᾽ οὖν ἕως καρδίας δηχθεὶς εἰς ἑτέραν ἐτράπετο καὶ τὴν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐλᾶν εἵλετο.

Ἀλλ᾽ ὁ σπέρμα ἐγκαταλείπων πάλαι τῷ Ἰσραήλ, ἵνα μὴ εἰς τέλος ἀφαντωθείη τὸ οἰκεῖον κληρούχημα ὡς Σόδομα γεγονὸς καὶ ὁμοιωθὲν ὡς Γόμορρα, ὁ παιδεύων καὶ πάλιν ἰώμενος, ὁ πατάσσων καὶ ζῆν ποιῶν, ὁ μὴ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων ἐῶν, οὗτος καὶ τότε τὸ ἅγιον ἔθνος κατοικτειρήσας καὶ μὴ ἀπώσασθαι θελήσας εἰς τέλος κάμπτει τὴν τοῦ σουλτὰν ψυχὴν εἰς ἀξύμφυλον ἔλεον, τὸ καινότατον, καὶ ὃς τὴν τοῦ βασιλέως ἀρετὴν αἰδούμενος πρότερον, τότε καὶ ταῖς ἐκείνου συμφοραῖς ἐπικλᾶται· ἢ γοῦν ὁ διὰ Χουσὶ τὴν Ἀχιτόφελ ἀκυρώσας βουλὴν καὶ τὰς φρένας ἀλλοιώσας Ἀβεσαλώμ, ὡς τοῖς καθ᾽ ἐαυτοῦ καὶ χείροσιν ἐπαγάλλεσθαι, αὐτὸς καὶ τότε τὸν Περσάρχην ἐξέκρουσε τοῦ καθήκοντος. παρασυρεὶς γὰρ οὗτος ταῖς τῶν μεγιστάνων αὐτοῦ ὑποθημοσύναις, οἵπερ ἀπήντλουν ἀμφοτέραις ἐκ βασιλέως κατὰ τὸν τῆς εἰρήνης καιρὸν τὰ χρήματα, πέμψας πρεσβείαν εἰρηνικὰ διαλέγεται καὶ τὴν συνομολογίαν ὡς πρώην αὖθις ἐπιζητεῖ, προφθάνων οἷον προαιρετῶς, τοῦ Κρείττονος ἐποτρύνοντος, τὸν ἀναγκαστῶς εἰς τὰς συμβάσεις βλέψαντα ἄνακτα.

Οἱ δὲ δὴ Πέρσαι μήπω τῶν κατὰ σκοπὸν τῷ σουλτὰν ἀπεκφανθέντων ἅμα ἕῳ προσήλαυνον ὡς κυκλωσόμενοι Ῥωμαίους καὶ ὥσπερ ὄψον εὐτρεπὲς καὶ καθ᾽ ὁρμὴν μίαν, οἷα θῆρες, λαφύξοντες, ἢ ὡς ἐγκαταλελειμμένα ᾠὰ καὶ νοσσιὰν ἐρήμην ἀπάξοντες. περιστείχοντες τοίνυν τὸν χάρακα τοὺς ἐντὸς κατετόξευον, κύκλῳ περιελαύνοντες καὶ βαρβαρικῶς ἀλαλάζοντες. βασιλεὺς οὖν ἐγκελεύεται Ἰωάννῃ τῷ τοῦ Ἀγγέλου Κωνσταντίνου υἱῷ μετὰ τοῦ συνόντος αὐτῷ τάγματος τοῖς Πέρσαις προσβαλεῖν· ὁ δὲ κατὰ τὴν βασιλικὴν ἐπιταγὴν ἀναστελεῖν τοὺς Τούρκους πειρᾶται, οὐδὲν δέ τι δράσας γενναῖον παλίνστροφος γίνεται. ἐκ δὲ τούτου ὁ Μακροδούκας Κωνσταντῖνος τὴν ὑπ᾽ αὐτὸν ἐξάγει στρατιὰν ἐκ τῶν ἑῴων στρατολογουμένην ταγμάτων· ἀλλὰ καὶ οὗτος μικρόν τι φανεὶς ὑπενόστησεν.

Ὁ δέ γε σουλτὰν πέμπει πρὸς βασιλέα Γαβρᾶν τὰ πρῶτα τῶν παρ᾽ αὐτῷ τετιμημένων καὶ ᾠκειωμένων μάλιστα. τὸ δ᾽ ἀπὸ τοῦδε οἵ τε Τοῦρκοι ἐκ παραγγελίας τοῦ προσβάλλειν περιστάδην ἀπέστησαν καὶ Ῥωμαῖοι τοῦ ἐπεξέρχεσθαι λήγουσιν. ὀφθῆναι δὲ τῷ βασιλεῖ μέλλων Γαβρᾶς βαθεῖαν καὶ βαρβαρικὴν ἀπονέμει προσκύνησιν καὶ ἅμα ἵππον προσάγει δῶρον ἐκ τοῦ σουλτὰν Νισαῖον ἀργυροχάλινον ἐκ τῶν φατνιζομένων εἰς πομπὰς καὶ περιμήκη ἀμφήκη μάχαιραν καὶ λόγον κινεῖ περὶ σπονδῶν, διομαλίσας πρότερον λόγοις ἁπαλοῖς τὴν ἐπὶ τοῖς συμβᾶσιν ὑπεμφαινομένην ἀχθηδόνα τοῦ βασιλέως καὶ καταστείλας τὸ τοῦ πάθους φλεγμαῖνον, οἷά τισιν ἐπᾴσμασιν, οἷς πρὸς τὸ οὖς ἐκείνῳ ὑπεψιθύρισε ῥήμασι. θεασάμενος δὲ Γαβρᾶς ἣν εἶχε στολάδα ἐπὶ τοῦ θώρακος βασιλεύς, τὴν χροιὰν χολοβάφινον, “οὐκ εὐσύμβολον τὸ χρῶμα τοῦτό„ φησιν, “ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν κατὰ τὴν ὥραν τοῦ πολέμου ταῖς ἀγαθαῖς τύχαις ἀντιπρᾶττον.„ αὐτὸς δ᾽ ἐπὶ τοῖς εἰρημένοις βραχὺ καὶ βεβιασμένον μειδιάσας τὴν ἐπιθωράκιον στολὴν ἀποδὺς ἐκείνῳ δίδωσι πορφύρᾳ καὶ χρυσῷ διηνθισμένην. τὸν δ᾽ ἵππον καὶ τὸ ξίφος δεξάμενος ἐγγράφους τίθεται τὰς σπονδὰς καὶ τὴν χεῖρα τούτοις βραβεύει. ἐνῆν δὲ τῷ γραμματίῳ καὶ ἄλλα μὲν ὅσα ὁ καιρὸς ἐπέταττε κατὰ μηδὲν ἀκριβολογούμενος, ἀλλὰ δὴ καὶ τὸ καταστραφῆναι τὰ φρούρια τό τε Δορύλεον καὶ τὸ Σούβλεον.

Οὕτως οὖν εὑρηκὼς τὸν βάρβαρον τὰ πρὸς εἰρήνην ἀληθῶς λαλήσαντα καὶ μὴ ἐπ᾽ ὀργὴν δόλους διαλογιζόμενον αἰτεῖται δι᾽ ἄλλης ὁδοῦ πορευθῆναι καὶ μὴ τὴν αὐτὴν ἀναμετρήσειν αὖθις, ἣν ἐβάδισε πρότερον, ἐκκλῖναι τοὺς πεσόντας βουλόμενος· οἱ δὲ τῆς ὁδοῦ ἡγεμόνες κατ᾽ αὐτὸ τοῦτο μᾶλλον ἐπὶ τὴν ἐκεῖσε προῆγον, ἵν᾽ ὀφθαλμοῖς οἰκείοις ἐπόψοιτο τὰ οἰκτρότατα ἐκεῖνα θεάματα. καὶ ἦν γὰρ ἀληθῶς δακρύων ἄξια τὰ ὁρώμενα, ἢ ἀληθέστερον εἰπεῖν, μείζω τοῦ ἀνακλαυσθῆναι διὰ τὸ τοῦ κακοῦ μέγεθος. αἵ τε γὰρ φάραγγες ἐς ἰσόπεδον ἀνέβαινον καὶ αἱ κοιλάδες εἰς κολωνοὺς ἀνηγείροντο, καὶ τὰ ἄλση τοῖς θνησιμαίοις ἐκεκάλυπτο. ἅπας δὲ κείμενος ἀποσυρεὶς ἦν τὸ δέρμα τῆς κορυφῆς, πολλοὶ δὲ καὶ τοὺς ἰθυφάλλους ἀπεκαυλίσθησαν. ἐλέγετο δὲ τοὺς Πέρσας τοῦτο τεχνάσασθαι, ἵνα μὴ τοῦ ἀκροβύστου ὁ ἐμπερίτομος διαστέλλοιτο καὶ ἡ νίκη οὕτως εἴη ἀμφιπαλὴς καὶ ἀμφήριστος, ὡς ἐξ ἑκατέρων τῶν στρατοπέδων καταβληθέντων πολλῶν. οὐδεὶς τοίνυν ἀντιπαρῆλθεν, ἀλλὰ μέγα πάντες ἀνέκλαυσαν καὶ ὀνομαστὶ τοὺς ἀπολωλότας ἑταίρους καὶ συνήθεις ἐκάλεσαν.

Ἀλλ᾽ ἐνταῦθα τοῦ λόγου γενόμενος ἐκεῖνο ἔχω εἰπεῖν, ὡς δυσφύλακτον τὸ μέλλον τοῖς ἀνθρώποις ἡμῖν καὶ οὐκ ἄν τις ῥᾳδίως ἐξαναλύσῃ τὸ ἐπιόν, εἰ μή τῳ τὸ θεῖον ἐκ λιπαρίας ἱλεωθὲν ἀπώσαιτο τὰ δεινὰ ἢ ἐκ τούτου εἰς τοῦτο μετακλινεῖ καταμιγνύον τὸ τῆς κινήσεως ἀκραιφνὲς καὶ τῷ φιλανθρώπῳ καπηλεῦον τὸ ἄκρατον. βασιλεὺς μὲν γὰρ ἡνίκα ἦν κατὰ Περσῶν ἐκστρατεύειν προθέμενος, ἐδόκει καθ᾽ ὕπνους ὁρᾶν ὡς εἰς στρατηγίδα νῆα ἐμβὰς αὐτός τε καὶ συχνοὶ τῶν ἐπιτηδείων τὴν Προποντίδα ἀνελέγετο, αἴφνης δὲ συμπεσεῖν τὰ ἐξ Εὐρώπης καὶ Ἀσίας ὄρη, ὡς ἀφανισθῆναι μὲν τῆς νηὸς θραυσθείσης τὸ ἐμπλέον ἅπαν, αὐτὸν δὲ μόλις ἐκδοθῆναι τῇ χέρσῳ ταῖς χερσὶ νηχόμενον. καθ᾽ ἣν δὲ ἡμέραν τῶν ἐπισφαλῶν ἐκείνων ἐπέβαινε τρίβων ἀνήρ τις προσελθὼν αὐτῷ δίγλωττος, τὸ γένος Ῥωμαῖος, τοὐπίκλην Μαυρόπουλος, δόξαι οἱ ἔφατο κατ᾽ ὄναρ τὸν ἐκ τοῦ Κύρου παρώνυμον ναὸν εἰσελθεῖν, ἐν δὲ τῷ ἱλεοῦσθαί οἱ τὴν εἰκόνα τῆς θεομήτορος φωνὴν ἐξικνουμένην ἐκεῖθεν ἐνωτισθῆναι λέγουσαν ὡς “ἀρτίως ἐν μεγίστοις μάλιστα κινδύνοις ὁ βασιλεύς,„ καὶ “τίς ἀπελεύσεταί μοι τούτῳ συνέριθος;„ εἰρηκότος δέ τινος ἀοράτως “ἀπελθέτω ὁ Γεώργιος„ “νωθὴς οὗτος„ εἰπεῖν, κἀκείνου δὲ πάλιν ἐπενεγκόντος “ἀπίτω ὁ Θεόδωρος„ καὶ πρὸς τοῦτον ἀπανήνασθαι καὶ τέλος μετὰ περιαλγείας φθέγξασθαι ὡς οὐδεὶς προφθάσει τὸ φυόμενον κακόν. καὶ ταῦτα μὲν οὕτω.

Μετὰ δὲ τὸ ὑποκαταβῆναι τὰς δυσχωρίας ἐνέκειντο καὶ πάλιν οἱ Πέρσαι Ῥωμαίοις ἐκ τῶν ὄπισθεν ἐπιφαινόμενοι· μεταμέλῳ γὰρ ἐλέγετο πληγῆναι τὸν Πέρσην, ὅτι τὸ ἐν χερσὶ παρῆκε θήραμα, κἀντεῦθεν ἐνδοῦναι τοῖς οἰκείοις ἐκεῖνα ἐπιοῦσιν ἐνδείκνυσθαι, ὅσα καὶ πρὸ τῶν σπονδῶν ἐξῆν διαπράττεσθαι. οὐ πανσυδὶ δὲ καὶ ὡς ἡνίκα τὰ δυσέμβολα χωρία Ῥωμαῖοι διήρχοντο, οἱ Τοῦρκοι παρείποντο, ἀλλὰ κατὰ διαλειπούσας συμμορίας ἐπηκολούθουν· οἱ γὰρ κράτιστοι καὶ πλεῖστοι ταῖς τῶν σκύλων ὠφελείαις ἔμφορτοι γενόμενοι τῆς οἴκαδε φερούσης ἥψαντο. πλὴν καὶ οἱ παρεπόμενοι ἐκεῖνοι πολλοὺς διέφθειρον, καὶ τούτους μάλιστα, ὁπόσοι τραυματίαι τε καὶ ἀπόμαχοι, καίπερ τοῦ βασιλέως τοὺς πολεμικοὺς τῶν ἡγεμόνων καὶ δραστηρίους οὐραγεῖν ἐπιτάξαντος.

Ὡς δὲ κατὰ τὰς Χώνας παρεγένοντο, ἄσμενοι ἐκεῖσε τὸ γόνυ ἔκαμψαν, ὡς οὐκέτι τοὺς πολεμίους ὀψόμενοι. βασιλεῖ δὲ καὶ τούτου ἐμέλησεν, ἑκάστῳ καχεκτοῦντι στατῆρα διαδοῦναι ἀργύρεον νοσοκομίας ἐφόδιον πρόσκαιρον. καταβὰς δὲ εἰς Φιλαδέλφειαν ἡμέρας τινὰς ἐκεῖσε διέτριψε τὴν τοῦ σώματος διάθεσιν ἀνακτώμενος καθῃρημένην οἷς ἐπεπόνθει κατὰ τὸν πόλεμον.

Προεκπέμψας δ᾽ ἀγγέλους τὰ συμβεβηκότα ταῦτα τοῖς Κωνσταντινουπολίταις παρίστα, νῦν μὲν ταὐτοπαθῆ πως ἑαυτὸν Ῥωμανῷ τῷ Διογένει κατονομάζων, ἐπεὶ καὶ οὗτος ὁ βασιλεὺς κατὰ τῶν Τούρκων ἐξενεγκών ποτε πόλεμον τό τε πολὺ τῆς στρατιᾶς ἀπεβάλετο καὶ αὐτὸς συλληφθεὶς ἀπήχθη αἰχμάλωτος, νῦν δὲ τὰς μετὰ τοῦ σουλτὰν σπονδὰς ὑπεξαίρων καὶ κάτωθεν τῆς ἑαυτοῦ σημαίας μεγαλορρημονῶν αὐτὰς περατῶσαι, ἀνέμῳ ἀναπεπταμένης καὶ πρὸς τὸ τῶν ἀντιπάλων ἀφορώσης μέτωπον ὡς φόβον ἐμπίπτειν καὶ τρόμον αὐτοῖς.

Οὐ μὴν ἀλλὰ τὸ μὲν Σούβλεον ἐπιπαριὼν κατὰ τὸ σουλτὰν δοκοῦν αὐτὸς καθαιρεῖ, τὸ δέ γε Δορύλεον οὐδαμοῦ. ὅθεν στείλας ὁ σουλτὰν πρεσβείαν τῶν τε συνθηκῶν αὐτὸν ἀνεμίμνησκε καὶ θαυμάζειν ἔλεγεν, ὅπως μὴ ἐς δεῦρο καθῄρηται τὸ Δορύλεον. ὁ δὲ ὀλίγα τοῖς κατ᾽ ἀνάγκην γενομένοις τὸν νοῦν προσέχειν εἰπὼν κατεδαφίσαι δὴ τὸ Δορύλεον οὐδ᾽ ἄκροις ὠσὶ παρεδέχετο, ἐκεῖνο ἀτεχνῶς τῶν τῆς Πυθίας πρὸς τὸν Ἐπικυδίδην ἐπῶν ἀποτεμόμενος καὶ αἰνέσας “ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον ἄνδρα μένει,„ τὰ δὲ ἐφεξῆς, ἅ φασιν οὕτω, παρεπισχών, “ἀλλ᾽ ὅρκου πάϊς ἐστὶν ἀνώνυμος· οὐδ᾽ ἔπι χεῖρες οὐδὲ πόδες, κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἀνδρὸς δ᾽ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.„ Ὁ δέ γε Πέρσης μοῖραν ἀπόλεκτον τῆς ὅλης αὐτοῦ στρατιᾶς ἀποδιελών, εἰς χιλιάδας εἴκοσι πρὸς ταῖς τέσσαρσι μετρουμένην, καὶ στρατηγὸν αὐτῇ τὸν ἀτάπακαν ἐπιστήσας πέμπει τὰς ἄχρι θαλάττης πόλεις καὶ χώρας πορθήσοντα, φείσασθαι μηδαμῇ μηδεμιᾶς ἐπισκήψας ἀποκομίσαι τε αὐτῷ ὕδωρ θαλάττιον καὶ κώπην καὶ ψάμαθον. ὁ δὲ τὰ ἐπιτεταγμένα διδοὺς πέρατι τὰς Μαιανδρικὰς ἐπιὼν πόλεις ἐδῄου οἰκτρῶς, ἐσβολὰς ἀκηρύκτους καὶ ἐφόδους ἀπροόπτους τιθέμενος. παρεστήσατο δὲ καὶ τὰς Τράλλεις τὴν πόλιν καὶ τὴν κατὰ Φρυγίαν Ἀντιόχειαν τὰ Λοῦμά τε καὶ τὸν Πεντάχειρα καὶ ἕτερ᾽ ἄττα ἐρύματα κατάκρας ἑλὼν ἐσκύλευσεν.

ὁδῷ δὲ προϊὼν καὶ τὰς παραθαλαττιδίους ἐλυμήνατο χώρας.

Βασιλεὺς δὲ ταῦτα ἐνωτισάμενος ἄλλαις τε πλείσταις μεθόδοις ἐχρήσατο καὶ δὴ καὶ τῷ μὴ ἐπὶ βυκάναις καὶ σάλπιγγι τῆς σκηνῆς παριέναι “οὐ χρεία„ λέγων “τοιούτων ἄρτι τινῶν, ἀλλὰ τόξων καὶ δοράτων, ἵνα τοὺς μισοῦντας ἡμᾶς, οἳ (κατὰ Δαυὶδ εἰπεῖν) ἤχησαν καὶ ἦραν κεφαλάς, τῶν Ῥωμαϊκῶν ἀποπεμψώμεθα χώρων.„ καὶ αὐτὸς μὲν τὴν εἰς τοὺς πολεμίους ἀπᾶραι οὐδαμῶς ἐδικαίωσε, στέλλει δὲ τὸν ἀνεψιὸν Ἰωάννην τὸν Βατάτζην, τῷ δραστηρίῳ ἐν δέοντι χρώμενον, τὸν Δούκαν Κωνσταντῖνον, νεανίαν ἄρτι ὑπηνήτην καὶ κατὰ τῶν φυτῶν τὰ εὐγενῆ καρπογονεῖν πρὸ ὥρας ἐπαγγελλόμενον, ἔτι δὲ τὸν Ἀσπιέτην Μιχαήλ, πολλὰ παραινέσας αὐτοῖς σὺν εὐβουλίᾳ καὶ τάξει τὸ πραχθησόμενον ἅπαν ποιεῖν, πρὸ δὲ τούτων μὴ προσπελάσαι παντάπασι τοῖς βαρβάροις, εἰ μὴ πείρᾳ γνοῖεν ἀκριβεῖ πρότερον, ὁπόσοι εἶεν τὸ πλῆθος καὶ ὡς νικῷεν αὐτοὺς μαχεσάμενοι.

Καὶ Πέρσαι μὲν πέρας τῆς ἐφόδου τὴν θάλατταν θέμενοι μετὰ πλείστης ὅτι λείας ἀνέλυον κἀκεῖνα κείροντες, οἷς κατὰ τὴν κάθοδον οὐ προσέβαλον· οἱ δ᾽ ἀμφὶ τὸν Βατάτζην τὰς δυνάμεις ἀναλαβόντες, ὅσαις τε αὐτοὺς ὁ βασιλεὺς ἐφωδίασε καὶ ὅσαι κατὰ πάροδον ξυνελέγησαν, ἤλαυνον εὐθὺ τοῦ Ὑελίου καὶ τοῦ Λειμμόχειρος τῶν πολιχνίων, καθ᾽ ἃ περὶ ποταμῷ τῷ Μαιάνδρῳ πάλαι ποτὲ γέφυρα περιήγετο. ἐπεὶ δὲ οἱ σκοποί, οὓς ἄρα ὁ Βατάτζης κατέστησε κατὰ πάσας τὰς ὁποιοῦν φερούσας ὁδούς, ἀπήγγελλον τὴν τῶν Τούρκων ἀνάζευξιν καὶ ὡς οὐ πρόσω ἤδη εἰσὶν ἐφορμῶντες, εἰς δύο ἀποτμηματίσας τὴν στρατιὰν τὸ μὲν πλέον ταύτης εἰς λόχους καθίστησι κατὰ τὰς ὁδούς, ἃς τέμνειν ἤμελλε τὸ πολέμιον, τὸ δὲ λοιπὸν ἐς τὰς μετὰ τὴν παλαιὰν γέφυραν ἐκβάσεις τοῦ ποταμοῦ διασπείρας προσμένειν ἐκέλευε μερίδος τινὸς ἀπὸ τῶν Τούρκων περαίωσιν, καὶ τηνικαῦτα μηδ᾽ ὅλως κατορρωδεῖν, ἀλλὰ θαρραλέως προσυπαντᾶν.

Καὶ ὁ μέν, ὡς ἄμεινόν οἱ ἐδέδοκτο, οὕτω δὴ τὸ οἰκεῖον διεσκεύασε στράτευμα· οἱ δὲ Τοῦρκοι ὡς εἴχοντο τοῦ διαβαίνειν, ἐξ ὑπερδεξίων βαλλόμενοι τῷ ποταμῷ ἐπωθοῦντο καὶ ἀπεπνίγοντο. ὁ δέ γε ἀτάπακας μετὰ τῶν ἀμφ᾽ αὑτὸν εὐοπλοτάτων εἰς λόχον συσπειραθεὶς καὶ συστραφεὶς ἀγχωμάλως Ῥωμαίοις συμπλέκεται, καὶ τὸ ἀντίμαχον ἐντεῦθεν κακῶσαι βουλόμενος καὶ τοῖς ὁμογενέσιν ἐκεχειρίαν διδόναι τῆς τοῦ ποταμοῦ περαιώσεως, ὡς μὴ φθάνειν ἑκάστου προθυμουμένου βραδεῖα μὲν ἡ διάβασις γίνοιτο, δεινὴ δὲ ἡ τῶν σφαλλομένων ἀπώλεια. ἐφ᾽ ἱκανὸν μὲν οὖν ἀντισχὼν ἐκθύμως ἐμάχετο ἀνδρείου φρονήματος καὶ χειρὸς γενναίας ἔργα δεικνύς. ὡς δὲ μάθοι καὶ κατὰ τὴν περαίαν τοῦ ποταμοῦ Ῥωμαίους ἐφεστάναι καὶ ἀναιρεῖν τὸ διαβαῖνον τοῦ Περσικοῦ στρατεύματος, κατακλᾶται τὸ πρόθυμον καὶ τοῦ ἀκμαίου ἐκείνου μεθαρμοσθεὶς λήματος τὴν σωτηρίαν ἑαυτῷ διατίθησι. καὶ δὴ τὴν προκειμένην παραλλάξας πορείαν ἀνωτέρω μεταχωρεῖ, ἀναδιφῶν ἑτέραν περαίωσιν. ὡς δὲ ἄπορος ἦν ὁ ποταμὸς παντόθεν, τοὺς διώκοντας δεδιὼς τὴν ἀσπίδα ὑποθεὶς τῷ ὕδατι ὡς κελητίῳ ταύτῃ ἐχρῆτο, ἀρίστως ἀντικαταστὰς τῷ τῆς ἀνάγκης ὀξεῖ. καὶ τοίνυν τῇ μὲν λαιᾷ τὸν ἵππον κατέχων περινηχόμενον, τῇ δεξιᾷ δὲ τὴν σπάθην γυμνὴν δεδωκὼς καὶ προσποιῶν ἐν τῷ παραυτίκα ταύτην εἰς οἴακα, ἐσάλευεν οὕτω κατὰ βραχὺ τοῦ ποταμοῦ διαπλέων τὸ πέλαγος.

οὐ μὴν ἐς τέλος ἐξέπλευσε τὸ θανεῖν· εἰς γὰρ τὸ ἀντιπέραν ἤδη γενόμενος ἐπί τι γήλοφον ἄνεισιν, ἑαυτὸν ὅστις ἐστὶν εὐφημῶν καὶ μεγάλης γλώττης κόμπῳ χρώμενος, οὐδενὸς δ᾽ ἐκ τῶν ἐπισήμων καὶ αὐτὸν εἰδότων Ῥωμαίων προσπελάσαντος, ἀλλά τινος τῶν ἐπικούρων Ἀλανῶν ἐπιδραμόντος ὅπου τὴν καινὴν ἐκείνην εἰρεσίαν σχάσειν ἔμελλεν, ἀναιρεῖται ἀμφιστόμῳ κνώδοντι. ἐκ δὲ τούτου ἀκόσμως τε Πέρσης ἕκαστος ἀπεδίδρασκε καὶ Μαίανδρος τοὺς πλείονας εἰσεδέχετο, ὡς βραχεῖς ἐκ τῶν τοσούτων χιλιάδων διασωθῆναι.

Καὶ τοῦτο τὸ ἔργον, εἴπερ τι ἄλλο, ἀνέρρωσε μὲν τὰ Ῥωμαίων πράγματα, καθεῖλε δὲ τὰ Περσῶν φρυάγματα· ὡς γὰρ οὐ δεξομένων σφᾶς τῶν Ῥωμαίων γεγηθότες ἐπῄεσαν καὶ ὡς πᾶσαν ἀφανίσοντες μικροῦ τὴν Φρυγίαν καὶ φθεροῦντες ὁπόσην ἔπεισι Μαίανδρος ἀγκυλορρόας ἐκβάλλων εἰς θάλασσαν.

Πίπτει δὲ κατὰ τοῦτον τὸν πόλεμον Ἀσπιέτης ἐξ αἰτίας τοιᾶσδε· Πέρσης ἀντικαταστὰς Ἀσπιέτῃ πλήττειν οὐκ ἔχων κατὰ τοῦ σώματος (τὰ γὰρ ὅπλα ἦν ἰσχυρὰ καὶ ἡ ἀσπὶς ἐς πόδας καθήκουσα) ἐπὶ τὸν ἵππον, ᾧ ἦν Ἀσπιέτης ἔποχος, θυμῷ φέρεται· καὶ δὴ ὡς ἐπλήγη καιρίαν κατὰ τῶν προσώπων ὁ ἵππος, εἰς τοὐπίσω τε ἀναχάζεται καὶ τοὺς πρόσθεν πόδας μετεωρίσας ἐπικαταβάλλει τὸν ἀναβάτην εἰς τὸν ποταμόν.

Ἐπὶ δὲ τῷδε τῷ ἔργῳ καὶ ἕτερον ὁ Μανουὴλ ἀνύσαι προθέμενος ἔξεισιν ἀνὰ μέρος κατὰ τῶν ἐν Λακερίῳ καὶ Πανασίῳ κατασκηνούντων Περσῶν. καὶ δὴ ἀναστήσας τοὺς κατὰ τὸ Πανάσιον, τοὺς ἐν Λακερίῳ μέτεισιν ἔπειτα. πρὸ δὲ τοῦ τῶν χώρων ἐντὸς γενέσθαι, καθ᾽ οὓς ηὐλίζοντο οἱ πολέμιοι, στέλλει τὸν Λαοδικέα Κατίδην ἐν οἷς ἐστι τὰ τῶν Τούρκων κατασκεψόμενον καὶ τάχος ἐκείνῳ ἀπαγγελοῦντα τὸ ὁραθέν. ὁ δὲ διασοβεῖ τοὺς Πέρσας, ἐς οὓς ἐξώρμα ὁ βασιλεὺς ὡς εἰς λείαν ἑτοίμην καὶ ὅτι ἐγγύτατον θήραμα, καὶ τὴν αὐτοῦ παρουσίαν δήλην ἐκείνοις τίθησι. καὶ τῷ μὲν χαλεπήνας καὶ πρὸς ὀργὴν ἐξενεχθεὶς δίκην ἐπέθηκε τὴν ἐκτομὴν τῆς ῥινός· αὐτὸς δὲ μηδὲ βραχύ τι γοῦν ἀναδύς, ἀλλ᾽ ἐπιταχύνας ὡς εἶχεν οὐ κατόπιν ἥκει καὶ οὕτως τῶν πολεμίων.

Ἀλλὰ καὶ ἄλλοτέ ποτε δι᾽ Ἀνδρονίκου τοῦ Ἀγγέλου τοῖς Τούρκοις ἐπέθετο, κἂν οὐχ ὡς ἄριστα καὶ τότε τὰ κατὰ πόλεμον αὐτῷ ὑπηντίασε. τῷ γὰρ ἀνδρὶ τούτῳ τῶν ἑῴων ταγμάτων ὅτιπερ κράτιστον παραδοὺς καὶ συνεκπέμψας αὐτῷ τὸν Καντακουζηνὸν Μανουήλ, ἄνδρα περὶ τὰς πράξεις ἀγαθὸν καὶ γενναῖον, καὶ ἑτέρους τῶν ἐπὶ δόξης Ῥωμαίων κατὰ τῶν ἐν τῷ Χάρακι Τούρκων ἀφίησι· κεῖται δὲ ὁ Χάραξ οὗτος μεταξὺ τῆς Λάμπης καὶ τοῦ τῆς Γραὸς Γάλακτος. τὰς δυνάμεις τοίνυν ἀναλαβὼν Ἀνδρόνικος πρῶτα μὲν εἰς τὸ τῆς Γραὸς παρεμβάλλει Γάλα, ἔπειτα δ᾽ ἐκεῖσε τὰ ὑποζύγια καὶ τὴν ἄλλην ἀποσκευὴν καταθέμενος ἄνεισιν ἐς νέωτα πρὸς τὸν Χάρακα κούφως ὡπλισμένην ἔχων τὴν στρατιάν. οὐ γενναῖον δέ τι δράσας οὐδ᾽ ἄξιον τοῦ τοσούτου στρατεύματος, ὃ τηνικαῦτα ἐπήγετο, ἀλλὰ συμμετρήσας τὸ ἔργον βοσκημάτων ἁρπαγαῖς καὶ ποιμνίταις ὀλίγοις Τούρκοις περιδεὴς ἐκεῖθεν ἀπονοστεῖ. ἐπιφανέντων γὰρ ἐκ τῶν ὄπισθεν νυκτὸς βαρβάρων τινῶν καὶ βοησάντων, μὴ ἀναμείνας ἢ τὸ πλῆθος τῶν ἐπιόντων κατεξετάσαι ἢ τοὺς ὑπ᾽ αὐτὸν εἰς μάχην καταστησάμενος ἀνεὶς τὸν ὑπεκφέροντα ἵππον καὶ χερσὶ καὶ ποσὶ καὶ φωνῇ πρὸς τὸ φέρεσθαι ὀξέως διήγειρεν, οὐ τὴν εἰς τὸ στρατήγιον φέρουσαν ὁδεύων, ἀλλ᾽ εὐθὺ τῆς τῶν Χωνῶν ὁρμώμενος πόλεως.

ἰδὼν δὲ τὸν ἵππον καὶ πορρωτέρω χωρεῖν ἔχοντα οὐδ᾽ ἐκεῖσε τὸν δρόμον ἵστησιν, ἀλλ᾽ ἐς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν ὅλον συντείνει τὸ πρόθυμον. τὸ δὲ στράτευμα πρὸς τὴν ἀθρόαν τοῦ ἡγεμόνος ἀφάντωσιν ἐκταραχθὲν διαλύεται τῆς συντάξεως καὶ σὺν οὐδενὶ κόσμῳ τρέπεται πρὸς φυγὴν τῶν θρεμμάτων καὶ τῶν αἰχμαλώτων ἀφέμενον.

Τάχα δ᾽ ἂν καὶ ἑαυτοῖς συμπεσόντες ἐμαχέσαντο Ῥωμαῖοι νυκτὸς ἔτι οὔσης, εἰ μὴ ὁ Καντακουζηνὸς Μανουὴλ ὡς ἐξ ἀντιπάλου συστὰς καὶ σπασάμενος μάχαιραν ἔπαιε τῷ ταύτης πλατεῖ τοὺς δραπέτας “στῆτε,„ λέγων “οὐδένων ἐπικειμένων ποῖ φέρεσθε;„ καὶ οὕτως ἔληξάν ποτε πρὸς μικρὸν τῆς ἀλόγου ἐκείνης ἀπάρσεως καὶ τοῦ ὅλῳ ῥυτῆρι κατά τε πρανῶν κατά τε φαράγγων καὶ γηλόφων ἵεσθαι.

Πρὸς ἣν ἀκλεᾶ τοῦ Ἀνδρονίκου φυγὴν βαρυαλγήσας ὁ βασιλεὺς ἐγγὺς ἦλθε τοῦ διὰ τῶν ἀμφόδων τῆς πόλεως ἐκφαυλίσαι Ἀνδρόνικον γυναικείαν στολὴν περικείμενον. φιλοικεῖος δ᾽ ὢν καὶ ἀεὶ ἐνδιδοὺς πρὸς τὸ αἷμα καθεῖλε τὸν χόλον, καὶ ἄλλως μαθὼν ὡς βράχιστοι Ῥωμαίων ἐν τῷ πολέμῳ τούτῳ πεπτώκασιν.

Ἠρίστευσαν δὲ οὐδένες κατὰ ταύτην τὴν ἔφοδον, οἷα τῆς ἐς τοὺς βαρβάρους ἀνόδου γενομένης ὀξείας καὶ τῆς ἐς τοὐπίσω αὖθις ὀξυτέρας μεταχωρήσεως. Πέρσης δέ τις ἀνάντους τόπου λαβόμενος κἀνταῦθα ὑφιζήσας πολλοὺς τῶν παριόντων Ῥωμαίων ἀνῄρει θανάσιμα πάντα καὶ κατάγοντα ἐς ᾅδου βέλεμνα πέμπων· διὰ γὰρ ἀσπίδος διῄει καὶ θώρακος καὶ ἦσαν ἀμαιμάκετον κακόν. ἐπὶ τοῦτον πολλοὶ μέν, ὅσοι ἀρετῆς μετεποιοῦντο, ἐπισυνέστησαν καὶ ἀγχοτάτω παραγενόμενοι ἔβαλλον βέλεσι καὶ ἔπαιον δόρασι θυμῷ πολλῷ χρώμενοι. ὁ δὲ πυρριχίζων ἄντικρυς ἐξωρχεῖτο πάντα τὰ ἐς αὐτὸν φερόμενα βλήματα καὶ στροφάδην τοὺς ὑπαντιάζοντας ἔκτεινεν, ἕως ὁ Ξηρὸς Μανουὴλ ἀπὸ τοῦ ἵππου κατεπήδησε καὶ τὴν ἀσπίδα προβεβλημένος ξιφήρης τὴν χεῖρα τῷ Πέρσῃ ἐπῆλθε, τὰ βέλη πάντα τῷ σάκει δεχόμενος, καὶ κατὰ κεφαλῆς καιρίαν ἔπληξε καὶ ἀνῄρηκεν. οὕτω δὲ τὸν Ξηρὸν ἀπέχοντα εὗρεν ὁ Πέρσης τοῦ ἐκεῖνον ἀπεκτονέναι καὶ πρὸς τὴν αὐτοῦ περὶ τοῦ μὴ θανεῖν δέησιν ἀκαμπῆ καὶ σκληρὸν ἀληθῶς καὶ ἀνένδοτον, ὡς καὶ δευτέραν πληγὴν ἐπὶ τῇ προτέρᾳ λαβεῖν οἷς παρακαίρια ἔβαζε, φιλανθρώπων τυχεῖν δεόμενος ὧν αὐτὸς κακὸν ὀλέθριον ἦν.

Τότε καὶ ἐμὸς συγγενής, τῷ κλήρῳ μὲν τῆς πόλεως κατειλεγμένος Χωνῶν, λευίτης τὴν τάξιν, λήματος δ᾽ ἀνδρείου πλήρης, συνανελθὼν τῷ λοιπῷ στρατεύματι ἐς τὸν Χάρακα μετὰ σκευῆς πολεμικῆς καὶ σκυλεύσας, εἴ τι που ἐφεῦρεν ἡ χεὶρ ἐν τοῖς τῶν Τούρκων σκηνώμασιν, οὐκ ἀπεφορτίσατο κατ᾽ αὐτὸ τὸ δεινὸν τὰ λάφυρα, ἀλλὰ ταῦτα φέρων, ἃ καὶ ἦσαν στολαὶ Περσικαὶ πήρας ἐντὸς καὶ ὄϊς πηγεσίμαλλος, βάδην ἐπορεύετο, ἐπιστρέφων τὰς ἁπάντων ὄψεις εἰς ἑαυτὸν καὶ ὑπὸ μὲν τῶν ὡς ἀδεὴς ἐν τοῖς περιστατικοῖς καιροῖς εὐφημούμενος καὶ κορυφαία κρινόμενος ἄντικρυς τῶν κατ᾽ ἐκεῖνο στρατευσάντων καιροῦ, ὑπὸ δὲ τῶν τωθαζόμενος ὡς προβατίου ἀρνύμενος θάνατον. αὐτὸς μέντοι καὶ οὕτω τὴν ὁδὸν ἤνυεν ὅπῃ παρείκοι τοὺς δραπέτας βάλλων ὀνείδεσιν ὡς μηδενὸς διώκοντος ἀγεννῶς ἀπαίροντας.

Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ τὴν ἐκ Κλαυδίου Καίσαρος παρώνυμον πόλιν οἱ Τοῦρκοι περικαθίσαντες πρῶτα μὲν οὐδὲ προελθεῖν ὅλως εἴων τοὺς ἀποτεταγμένους εἰς τὴν ταύτης φρουράν, ἔπειτα δὲ καὶ πολιορκεῖν ἐπεβάλοντο. ὅθεν οἱ ἔσωθεν, εἰ μή τις αὐτοῖς ἐπαρήξειεν ἔξωθεν, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν καταπροδώσειν ἠπείλουν ὡς μὴ χρόνια λιμώττειν στέγοντες, ἔτι καὶ τοὺς πολεμίους ἀποτρέψασθαι ὅλως οὐκ ἔχοντες.

Μὴ ἀναμείνας οὖν τὴν τελείαν τοῦ κακοῦ ἀγγελίαν ὁ Μανουὴλ ἀναστὰς τὴν ὑστεραίαν ᾗ τάχους εἶχεν ἐπὶ τὴν Κλαυδίου διὰ τῆς Νικομήδους ἤλαυνε πόλιν, μὴ αὐλαίαν ἀνακτορικήν, μὴ κλίνην, μὴ στιβάδα, μήτε τινὰ ἄλλην σκευὴν τρυφῶσαν ἀρχικὴν ἐπαγόμενος, μόνα δὲ τὰ ἱππάσιμα φέρων καὶ στολὰς φολίσι σιδηραῖς ὑφαντάς. ἐπέτεινεν οὖν τοὺς σταθμούς. τοσοῦτον δ᾽ ἦν ἐκείνῳ τὸ πρόθυμον φθάσαι τοὺς πολιορκοῦντας ποθοῦντι πρὸ τοῦ παθεῖν τι τοὺς ἔνδον δεινόν, ὁποῖον οὐκ ἔστι λόγῳ περιηγήσασθαι. οὐκοῦν τὰς νύκτας ἴαυεν ἀΰπνους καὶ πρὸς τὴν πορείαν ἐχρᾶτο φωτὶ ποιητῷ βαδίζων διὰ τῆς Βιθυνῶν· ἡ δὲ ὡς ἐπίπαν ταῖς ξυναγκείαις πεπύκνωται καὶ ἄπορός ἐστι πολλαχῇ τῷ τῆς ὕλης συνηρεφεῖ. εἰ δέ που καὶ χρείας ἱκανούσης ἐδεῖτο διαναπαύεσθαι, γήϊνον εἶχε τὴν καθέδραν καὶ κάρφη ὑποβεβλημένη καὶ φορυτὸς ὑποκείμενος ἐκείνῳ τὴν στρωμνὴν ἐσχεδίαζεν· ὁτὲ δὲ ὑετοῦ κατενεχθέντος καὶ τοῦ σταθμοῦ γενομένου κατὰ φάραγγα τεναγώδη ἄνωθέν τε ταῖς σταγόσιν ἐτέγγετο καὶ τὸν ὕπνον διεσπᾶτο τῷ τὴν στιβάδα ὑποτρέχοντι νάματι. κἀπὶ τοῖς τοιούτοις ἠγαπᾶτο μᾶλλον καὶ ἠγᾶτο ἢ ὅτε διαδήματι ἐταινιοῦτο καὶ περιέκειτο τὴν ἁλουργίδα καὶ τὸν ἵππον ἀνέβαινε τὸν χρυσοφάλαρον.

Ὡς δὲ ἤγγισεν οὗ ἐπορεύετο καὶ ὦπτο τοῖς περὶ τὴν Κλαυδιούπολιν ἐσκηνωκόσι βαρβάροις, οἱ μὲν ἐς φυγὴν αὐτίκα ἐκεῖθεν ὥρμησαν ἐγνωκότες τὴν αὐτοῦ ἔλευσιν ἔκ τε τῶν σημείων τῶν ταγμάτων καὶ τῆς τῶν ὅπλων λαμπρότητος, αὐτὸς δ᾽ ἐπέκειτο διώκων ἐς ὅσον ἦν ἐφικτὸν ὡς προσωτάτω τῆς μάχης. οὕτω δ᾽ ἀσπάσιος ἐπέστη τοῖς ἐν ἐκείνῃ τῇ πόλει Ῥωμαίοις ἀπειρηκόσιν ἤδη πρὸς τὰ τῶν Τούρκων φρονήματα, ὡς οὐδὲ ναύταις οὖρος προσκεκμηκόσι ταῖς κώπαις καὶ πλεῖστον αὐταῖς ἐνιδρώσασι καὶ ἔαρ ἥδιστον μετὰ χειμῶνος κατήφειαν ἢ ἕτερόν τι τῶν ὅσα ἐκ λυπηρῶν ἀρχῶν εἰς χρηστοτέραν μεταβαίνει κατάστασιν.

ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Δοτέον τῷ λόγῳ κἀκεῖνα. ὁ βασιλεὺς οὗτος μὴ ἔχων νόμῳ πολέμου κατὰ τῶν ἐθνῶν ἐπελθεῖν, ὅσα κόλπον ἀμφινέμεται τὸν Ἰόνιον, ἢ μᾶλλον, τὴν κατὰ Ῥωμαίων ἔφοδον τούτων πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ καὶ κρίνων φοβερὰν καὶ δυσάντητον, οἷα εἰδὼς τὰς τῶν Ῥωμαίων δυνάμεις ἀπροσφυεῖς ἐξ ἀντιπάλου στῆναι ταῖς ἑσπερίαις καὶ ἄντικρυς χύτρας πρὸς λέβητας, ὡς ἐξὸν καὶ τὸ θέσθαι διαθήκην κατὰ Ῥωμαίων καὶ συμφρονήσειν ὅλως τοὺς δυσμόθεν καὶ πρὸς μίαν τραπέσθαι σύμπνοιαν ὑπεβλέπετο καὶ παντοίως ἀσφαλιζόμενος πόρρωθεν τοὺς μὲν κατὰ τὴν ἕω βαρβάρους ἐξεῖναί οἱ ἔφασκε χρήμασι πρὸς φιλίαν ὑπάγεσθαι καὶ διὰ μάχης συμπείθειν τῶν οἰκείων ὅρων μὴ ἐκκεχύσθαι, τὴν δέ γε μὴν ἑσπερίαν ὑφορᾶσθαι πολλαχῶς ἐθνικὴν πολυσπέρειαν· ὑψαυχεῖν τε γὰρ τοὺς ἄνδρας καὶ τὸ φρονεῖν εἶναι ἀκαταπλήκτους τε καὶ ἀταπεινώτους, τό τε φιλαίματον διὰ μελέτης ἔχειν ἀεί, καὶ μὴ μόνον πλοῦτον περιβεβλῆσθαι πολὺν καὶ σιδηροφορεῖν πάντας εἰς πόλεμον, ἀλλὰ καὶ τὸ δύσνουν τρέφειν κατὰ Ῥωμαίων ἀκοίμητον καὶ φιλεχθρεῖν ἀεὶ κατὰ τούτων καὶ λοξὸν ὁρᾶν καὶ λυττᾶν.

Ἀμέλει Βενετίαν καὶ Γένουαν, Πίσσαν τε καὶ τὸν Ἀγκῶνα καὶ ὅσα περὶ θάλατταν ἔθνη ἕτερα διεκκέχυται φίλια Ῥωμαίοις ἐτίθει, κατεμπεδῶν ὅρκοις καὶ παντοδαπαῖς φιλοφροσύναις ὑποποιούμενος καὶ καταγωγαῖς αὐτὰ δεξιούμενος ἐν τῇ ἀρχούσῃ τῶν πόλεων. ὑφορώμενος δὲ μή πως τῶν παρ᾽ αὐτοῖς λεγομένων ῥηγῶν ἰσχύν τις περιδὺς μείζονα εἶτα κατὰ Ῥωμαίων ἐπίῃ, χρημάτων ἀνελάμβανε δόσεσιν, ἐσωμάσκει τε καὶ ἐπέθηγε πρὸς ἀνθόπλισιν τὸ ὑποπίπτειν κινδυνεῦον γένος ἄρχοντι ὑπερέχοντι.

Ἰταλιώτας οὖν πλειστάκις κατὰ τοῦ ῥηγὸς Ἀλαμανίας τοῦ Φρεδερίχου ἀνθώπλισεν. ὁ μὲν γὰρ ὑποκλιθῆναί οἱ καὶ τὰ καθ᾽ αὑτοὺς ἐπιτρέψειν ἐκείνῳ διὰ πλείστου ἐτίθετο· ὁ δὲ πέμπων ἐνίσχυε καὶ κραταιοῦσθαι ὑπετίθει καὶ τὰς τοῦ ῥηγὸς δολοφροσύνας ἐνῆγε φυλάττεσθαι.

Ἀλλὰ καὶ τὴν πρεσβυτέραν Ῥώμην εἰσιέναι καὶ στεφθῆναι τὸν αὐτὸν ῥῆγα πολλάκις ἐπιβαλόμενον ἀπεῖρξε τοῦ ἐγχειρήματος “μὴ δώσεις ἑτέρῳ τὴν δόξαν σου„ γράφων τῷ πάπᾳ, “μηδὲ πατέρων ὅρια μέταιρε, μή πως τὸ ἀπρομήθευτον ὕστερον ἔργοις αὐτοῖς ὁποῖόν ἐστιν ἐπιγνοὺς τηνικαῦτα πλήττῃ τὴν ψυχὴν μεταμέλῳ διὰ τὴν τοῦ εἰκότος ὀλιγωρίαν, ὁπότε τὸ κακὸν παντάπασιν ἀθεράπευτον.„ καὶ ἦν ἐκ τούτου τῆς μεγαλοδόξου Ῥώμης ἀποκλειόμενος καθά τις ἄνοπλος ὁ μυριάσι γαυριῶν στρατευμάτων.

Ἔστι δ᾽ ὅτε τὰ μὲν τείχη Μεδιολάνων ὑπ᾽ Ἀλαμανῶν κατεστράφησαν, οἱ δὲ τῆς πόλεως ταύτης οἰκήτορες κατασοφισάμενοι τοὺς ἔνορκον ἀνάγκην σφίσιν ἐπενεγκόντας μὴ ἂν τὸ τεῖχος ἀναδομήσειν ποτέ, τὰ μὲν πρῶτα ἐπὶ τάφρῳ ᾤκουν βαθείᾳ καὶ ὀρυκτῇ μὴ ἐπιορκεῖν ἐκ τοῦδε λέγοντες, ἔπειτα δὲ ὡς πρότερον βασιλέως γενομένου συλλήπτορος.

Ἐπὶ τούτοις γε μὴν τὸν Μόντης Φεράντης μαρκέσιον, εὐγενείᾳ καὶ εὐτεκνίᾳ κομῶντα καὶ μέγα δυνάμενον, εἰς φίλον Ῥωμαίοις ἐγγράψας τοῦτο μὲν δωρήμασιν ἁδροῖς, τοῦτο δὲ τῷ τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον συνευνάσαι τῇ οἰκείᾳ θυγατρὶ τῇ Μαρίᾳ, ὡς ὀλίγῳ πρότερον εἴπομεν, ἔτι μᾶλλον ἠκύρου τὰ διαβούλια τοῦ ἀρχηγοῦντος Ἀλαμανῶν. ὥστε ὁ μὲν τὸν οἰκεῖον, ὡς ἡ Λατίνων βούλεται φωνή, καγκελάριον, ὡς δ᾽ Ἕλληνες εἴποιεν, λογοθέτην (ἦν δὲ οὗτος, ὁ Μαγέντζης ἐπίσκοπος) πέμψας μετὰ πλείστης δυνάμεως τὰς Ἰταλικὰς ὑπεποιεῖτο πόλεις ἀποσπῶν αὐτὰς ἐκ τοῦ πάπα καὶ κατὰ παρρησίαν ἀνεύθυνον ὑπονοσφιζόμενος· βασιλεὺς δὲ τὸν μαρκέσιον χρημάτων ὑποσχέσεσιν ἐλαφρίσας πείθει τῷ Μαγέντζη ἐς ἀντίπαλον διαφεῖναι τὸν οἰκεῖον υἱὸν Κορράδον, καλὸν ὄντα ἰδεῖν καὶ τὴν ὥραν εὐπρεπῆ, ἀνδρείας τε καὶ συνέσεως ἐς ὅτι κράτιστον καὶ ἀκρότατον ἥκοντα καὶ ἀκμάζοντα ῥώμῃ σώματος. καὶ συμπλοκῆς γενομένης Ἀλαμανοὺς ἀπεκρούσατο ἱππομαχίᾳ τρεψάμενος, ἐνίων δὲ καὶ κρατήσας, ἐν οἷς ἠριθμεῖτο καὶ ὁ Μαγέντζης ἐπίσκοπος. τάχα δ᾽ ἂν ἦν οὗτος καὶ ἐς Βυζάντιον ἀναπεμπόμενος, εἰ μὴ βασιλεὺς ἐξ ἀνθρώπων ἐγένετο.

Ἀλλ᾽ οὐδέ τις ἦν τῶν Ἰταλιωτίδων ἢ τῶν ἔτι πορρωτέρω πόλεων, καθ᾽ ἣν ὁ βασιλεὺς οὗτος οὐκ εἶχεν ὀμότην οἰκεῖον καὶ φρονοῦντά οἱ πιστά. ἀμέλει καὶ ὅσα εἰς τὰ ταμιεῖα τῶν ταμιείων εἰσιόντες ἐν κρυπτῷ ἐτύρευον καὶ ἐτύρβαζον ὁπόσοι τῶν ἐκεῖ Ῥωμαίοις ἀντίφρονες ἀκουστὰ ἦν ἐκείνῳ καὶ ἔκπυστα.

Ἄλλοτε δέ ποτε κατὰ τὸν Ἀγκῶνα ἧκον ἐκ βασιλέως τινές, δεῆσαν οὕτω, κατὰ χρείαν πραγμάτων. οἱ μὲν οὖν τὰ κατὰ σκοπὸν ἐξεπέραινον καὶ τὰ διατεταγμένα σφίσιν ἐδίδοσαν πέρατι, εἴτε τὸ εἰς φιλίαν ἐκείνου ἑλκύσαι τινὰς ἦν, οὓς λιζίους φασίν, εἴτε τι ἕτερον Ῥωμαίοις ὠφέλιμον· ὁ δέ γε ῥὴξ τῶν Ἀλαμανῶν θυμοῦ ὑποπίμπλαται καὶ πέμπει τοὺς τὸν Ἀγκῶνα πορθήσοντας καὶ τισομένους τοὺς ἐκεῖ καὶ κολάσοντας, οἷς σπένδονται Ῥωμαίοις καὶ κατὰ τὴν ἑαυτῶν εἰσδέχονται πρέσβεις οὐδὲν ἕτερον ὅτι μὴ τὰ κατ᾽ αὐτοῦ δηλαδὴ μετιόντας καὶ πόλεις τὰς ἐκεῖ μεθιστῶντας τῆς ἐς αὐτὸν εὐνοίας καὶ πίστεως. καὶ τὸ μὲν πεμφθὲν στράτευμα ὡς πολεμίους τοὺς Ἀγκωνίτας μετήρχοντο καὶ περιζώσαντες τὴν πόλιν ἀπῄτουν ἐκδοῦναι σφίσι Ῥωμαίους· οἱ δ᾽ Ἀγκωνῖται οὕτως ἦσαν εὐγνώμονες ἀκροαταὶ τῶν ἠπειλημένων ἢ τῷ βληθέντι παρὰ τῶν πολεμίων ἐξέστησαν χάρακι ἢ τῷ ἀρεϊκῷ ἐκείνῳ ἠχθέσθησαν περιζώματι, ὥστε οὐ μόνον 〈οὐ〉 προύδωκαν οὓς Ἀλαμανοὶ ἐπέκειντο ἐξαιτούμενοι, ἀλλὰ καὶ μακρὰ χαίρειν εἴασαν γενναίως τὸν παρόντα διαφέροντες κίνδυνον. ἐπιτεινομένης δὲ τῆς πολιορκίας καὶ χρονιζόντων τῶν πολεμίων, ἥψαντο τῶν ἀήθων καὶ πρὸς ἃ μὴ θέμις τρεχεδειπνεῖν σιτοφαγεῖν αἱρούμενον ἄνθρωπον.

Οἱ τοῦ βασιλέως τοίνυν τὸ πλῆθος ἐκκλησιάσαντες, εἰ ἔξεστιν αὐτοῖς ἐπικουρίαν εἰσενεγκεῖν, ἐπυνθάνοντο. τῶν δὲ εἰπόντων ἐξεῖναι μέν, χρημάτων δ᾽ αὐτόθεν μὴ εὐπορεῖν αὐτοὶ διετείνοντο καὶ θεὸν τοῦ λόγου πεποίηντο μάρτυρα καὶ μὴ μέλλειν ἐνῆγον, ὡς βασιλεὺς ἅπαν καταθήσει δαπάνημα· ἢ μὴν ἀπεκδέχεσθαί σφας τὰ ἀνύποιστα προύλεγον ὑπὸ τῶν τὴν πόλιν διειληφότων, παίδων μὲν καὶ γυναικῶν ἀπαγομένων, χρημάτων δὲ καὶ πραγμάτων ἁρπαζομένων. ἔνθεν τοι καὶ μετάπεμπτόν τινα τιθέασι κόμητα Γιλίελμον τοὔνομα καὶ γυναῖκα τῶν εὐγενῶν οὐ πρὸ πολλοῦ μὲν θανάτῳ σπανιζομένην τοῦ ὁμευνέτου, γενικὴν δὲ τὴν ἰσχὺν καὶ τὴν ἐκείνου κληρουμένην ἀρχήν, καὶ τούτοις ἁδρὰ τὰ δόματα στήσαντες κἀντεῦθεν σὺν οὐδενὶ πόνῳ τὸ πολέμιον ἀποτρεψάμενοι, ὡς ἐκ βάθους θαλάσσης τῆς αὐτῶν ἀνανηξαμένης πόλεως ἔχαιρον τὴν ἐλευθερίαν ἀνασωσάμενοι. βασιλεὺς δ᾽ ἐπὶ τούτοις ὅσα εἰκὸς εὐφρανθεὶς τούς τε Ἀγκωνίτας ἐπαίνοις τῶν γεγονότων ἀμείβεται καὶ τοῖς ἰσοπολίταις τῷ γένει Ῥωμαίων ἐγκρίνας ἅπαντα ὑπισχνεῖται παρέξειν, ὅσα οἱ ἀμεμφῆ τε καὶ δυνατὰ κἀκείνους δέον αἰτεῖν. ἀλλὰ καὶ τὸ χρυσίον πολλαπλάσιον πέπομφε.

Καὶ εἰς τόδε μὲν τὰ τῶν Ἀγκωνιτῶν ἐτελεύτα πράγματα, φύσει τὸ πιστὸν ἔχειν δοξάντων καὶ μὴ πρὸς τὸ συμπῖπτον τῆς τύχης τὰς γνώμας μετακυβεύεσθαι. εἴπῃ γὰρ ἄν τις, ὅπως τοῦ μὲν ἐκ γειτόνων αὐτοῖς δυνάστου καὶ κατάρχειν ἀξιωτέρου παρηγκωνίσαντο τὸ ἐπίταγμα, ὅς ἐστιν ὁ τῶν Ἀλαμανῶν ῥήξ, τὸν δὲ μετὰ πολλὴν ὀπτανόμενον γῆν καὶ ὄρη σκιόεντα Ῥωμαίων ἄνακτα ἠγαπήκεσαν, εἰ μή τις αὐτοῖς ἐμπεφυκυῖα ἦν αὐτόφυτος συνείδησις τἀγαθοῦ κἀν τοῖς δεινοῖς ἀπτόητος ὅρμησις καὶ πρὸς τὸ τῶν πραγμάτων οὐχ ὅμοιον βεβηκυῖα καὶ μὴ εὐτίνακτος. εἴη δ᾽ ἂν ἕτερον τούτοις οὐκ ἀρεσκόμενον ἀνθυπενεγκεῖν, ὡς ἥττονες ὄντες κέρδους οἱ Ἀγκωνῖται καὶ ἀγυρτεύοντες καὶ πρὸς τὸ λαβεῖν χεῖρα προτείνοντες ἀπέστησαν μὲν τοῦ χθές τε καὶ πρώην ἐς ἡγεμόνα σφῶν ἀποτεταγμένου, ὀπίσω δ᾽ ἐπορεύθησαν ἄλλου, ὃς ἤνεγκεν αὐτοῖς τὴν ἐπιθυμίαν καὶ τὸ κερδαλέον καὶ κάπηλον ἐθεράπευσε τοῦ φρονήματος.

Τῷ δὲ βασιλεῖ ταῦτα οὕτω διοικουμένῳ χλευασμοὶ παρὰ Ῥωμαίων ἐπετρίβοντο ὡς ὑπερορίους δῆθεν ἐπιθυμίας διὰ τὸ φίλαυτον τρέφοντι καὶ ὀφθαλμοὺς ἐπ᾽ ἄκρα γῆς ἐκτείνοντι καί, ὅσα θερμὰ καὶ τολμηρά, ταῦτα διαπραττομένῳ καὶ τῶν ἀξόνων βάλλοντι πόρρωθεν, οὓς οἱ πρώην ἔτεμνον βασιλεῖς, καὶ πρὸς χρήσιμον οὐδὲν ἀπαντλοῦντι τὰ χρήματα, ἃ συλλέγει τὸ ὑπ᾽ ἀρχὴν καλαμώμενος ἀπογραφαῖς τε καὶ φόροις ἐκδαπανῶν ἀσυνήθεσιν. οὐ καλῶς δὲ παντάπασιν ἐκείνῳ τὰ τοιάδε προσέρριπτον, ὅτι μηδ᾽ ἦν καινοτομία τις ἄλογος ἐς τὸ παντελὲς τὰ πραττόμενα, ἀλλὰ τὰ τῶν Λατίνων ὁρῶν ἄμαχον ἰσχὺν περικείμενα ἐδεδίει τὸ σύμπνουν, ὡς ἔφην, μὴ κατακλύσειε τὰ ἡμέτερα, ὥσπερ καὶ χειμάρρους ἐξ ὀλίγου μέγας φανεὶς παρασύρει γήδια γεωργῶν. διά τοι τοῦτο καὶ τὸ μικρὸν ὑφορώμενος ἔναυσμα ὡς πυρσοῦ παραίτιον, ἐνιαχοῦ δὲ καὶ εἰς μεγίστην προβαῖνον πυρκαϊὰν καὶ εἰς ἐμπρησμὸν ἔκτοτε, ἢν εὐπρήστου ὕλης τύχῃ λαβόμενον, καὶ πρὸς μόνην ὑποψίαν φυομένην τὴν τῶν λυπούντων ἀρχὴν ἀπεμάχετο, τοὺς ἀρίστους τῶν γηπόνων μιμούμενος, οἳ τὰς τὴν πρασιὰν λυμαινομένας ἀκάνθας νεαρὰς ἔτι ἐκσπῶσι καὶ καταστρέφουσιν ἀρτιθαλῆ τῶν δένδρων τὰ μὴ κηπεύσιμα.

Ὅτι μέντοι καλῶς τε καὶ εὐφρόνως διενοεῖτο οὕτω καὶ διεπράττετο, σαφῶς ὑπέδειξε τὰ μετέπειτα, ἡνίκα τὴν μὲν ἐνταῦθα ζωὴν αὐτὸς μετηλλάχει, τὰ δέ γε πράγματα κυβερνήτην ἀποβαλόντα σοφὸν μικροῦ τὸ τῆς βασιλείας σκάφος ἐβάπτισαν.

Τὸ δ᾽ οὖν τῶν δασμῶν ἐπιτεταμένον οὐδ᾽ αὐτὸς ὡς μετεδίωκεν ἀποκρύψομαι. ἀλλ᾽ οὐδ᾽ ὅτι αἱ ἀρχαὶ δημοσιώναις προυβέβληντο, παραδράμοιμι, ὥσπερ καὶ τὸ ποθεῖν νεώματα ἐν ἀρούραις καὶ τῷ ἑαυτοῦ ἀρότρῳ διασχίζειν αὔλακας, ἐξ ὧν αὐτῷ ἁδρομεγέθης ἀνέβλαστεν ἄσταχυς. ἦν δὲ τὰ συλλεγόμενα χρήματα οὐ τοσοῦτον ἀποθήκαις ἀποτιθέμενα ἢ μυχῷ γῆς ἐγκατορυττόμενα, ὅσον ἀμφοτέραις ἀποκενούμενα καὶ ἀφειδῶς παρεχόμενα καὶ μοναῖς μὲν καὶ τεμένεσι καὶ Ῥωμαίοις ἐλασσουμένοις, τὰ δὲ πλεῖστα ταῖς τῶν ἐθνῶν μεταγγιζόμενα πανσπερμίαις καὶ μάλιστα ταῖς Λατινικαῖς ἐκρέοντα ὁμηγύρεσι. φιλοδωρίας γὰρ μεταδιώκων ἐπίδειξιν ἀσώτως ἐσκόρπιζε καὶ ἀνήλισκεν ἅπερ ἀμφοτέραις ξυνέλεγε τοὺς ἄκρως κερματιστὰς φροντιστὰς τῶν κοινῶν ἐφιστῶν.

Μέρος δὲ τὰ τῆς δαπάνης καίριον ἦσαν καὶ ὅσοι καθ᾽ αἷμα ἐκείνῳ συνήπτοντο καὶ ἄλλως ᾠκείωντο. αὐτίκα τοίνυν ἡ ἀνεψιὰ Θεοδώρα, ᾗ καὶ, ὡς ἔφημεν, ἐπλησίαζε, βασιλικωτάτης μετεῖχε δορυφορίας καὶ μόνον οὐ διαδουμένη καὶ τῶν ἀρχείων σαρουμένων παριέναι ἤθελε, καὶ κατὰ φυσικὴν μὲν ἰδιότητα σοβαρὰν ἕλκουσα τὴν ὀφρὺν καὶ ἄνω τὸ ὄμμα τείνουσα, τὸ δὲ πλέον ἀγέρωχον βλέπουσα. καὶ ὁ ἐκ ταύτης δὲ τῷ βασιλεῖ γενόμενος παῖς καὶ ἐφεξῆς ἕτεροι ὅλας θαλάσσας χρημάτων εἰς ἑαυτοὺς μετωχέτευον.

Εὔκολος δὲ ὢν καὶ εὐχείρωτος τοῖς κατευναστῆρσι καὶ θαλαμηπόλοις ἐκτομίαις, ἀλλὰ δὴ καὶ τοῖς ἀπὸ γενῶν ἑτερογλώττων ὑποβαρβαρίζουσιν ὑπηρέταις, ὧν ὁ σίελος τοῦ λόγου προηκοντίζετο, τοῖς ῥυηφενέσι καὶ τούτους ἐνέταττεν εὐπετῶς, τὰ πολλὰ τὸ οὖς αὐτοῖς ὑποκλίνων καὶ ἅπερ ᾐτοῦντο ῥᾳόνως ἐκπερατῶν. τισὶ τοίνυν ἐκ τούτων οὕτως εὐρόει τὰ κατὰ βίοτον, ὡς σωρείαις χρημάτων ἐνευθηνεῖσθαι καὶ τοῖς κατὰ κόσμον πᾶσι περιρρεῖσθαι λαμπροῖς ἴσα καὶ μεγιστᾶσι μεγίστων ἐθνῶν, καὶ ταῦτα παιδείας ἁπάσης ἐστερημένοις καὶ φωνῆς Ἑλληνίδος τὰ ἴχνη μεταδιώκουσιν ὡς αἱ σκοπιαί τε καὶ αἱ πέτραι πρὸς τὰ τῶν ποιμένων αὐλήματα τὸ τῆς ἠχοῦς ὑστερόφωνον. κἀπὶ τούτοις ὡς πιστοτάτοις αὐτῷ καὶ θερμοῖς θεράπουσι μάλιστα πεποιθὼς οὐ μόνον αὐτοῖς τὰς μεγίστας ἀρχὰς ἐγχειρίζει, ἀλλὰ καὶ κρίσεσιν ἐφίστα δικαστικαῖς, ὧν ὀψὲ καὶ νομοτριβεῖς ἄνδρες ἐφίκοιντο ἄν.

Δεῆσαν δὲ καὶ τῶν ἐπαρχιῶν τινὰς ἀπογράφεσθαι (τοῦτο δὲ συχνάκις ἐγίνετο), ὁ τοιόσδε χορὸς τοῦ λογίμου προυτίθετο. εἰ δέ που καὶ παρεζεύγνυτό τις αὐτοῖς εὐγενὴς Ῥωμαῖος ἀνήρ, βάπτων ὅλως εἰς νοῦν καὶ γέμων φρονήσεως, κατὰ τοῦτο ξυνεπέμπετο, ὅπως ὁ μὲν ἀπογράφων ἔσται καὶ τολυπεύων τὰς ὑποθέσεις, ἐξ ὧν ἤμελλον οἱ φόροι συνάγεσθαι, ὁ δὲ ὡς κερδοσυλλέκτης προεδρεύῃ καὶ τὰ φασκώλια σφραγῖσι διασημήνηται, ἃ ἤμελλον εἰσφέρεσθαι βασιλεῖ.

τὰ πλεῖστα μέντοι πρὸς τοὐναντίον αὐτῷ περιίστατο καὶ ἠσυνθετεῖτό οἱ ἐντεῦθεν τὰ σκέμματα· Ῥωμαίους γὰρ ὡς κλεμματιστὰς ἐκτρεπόμενος εἴτε ὑποβλεπόμενος ἐλάνθανεν ἑαυτὸν ἐρασιχρημάτους ὀλβίζων βαρβάρους καὶ εὖ ποιῶν ἀνδράρια κακοδαίμονα καὶ τοῦ κατὰ φύσιν καὶ παιδείαν χρηστοῦ καὶ πιστοῦ πρὸς τὴν ἀντικειμένην γνώμην τοὺς ἐνδαποὺς καθιστῶν, ἐπεὶ καὶ τὸ εἰς αὐτοὺς καχύποπτον τοῦ βασιλέως ἐκεῖνοι γνωρίζοντες καὶ ὡς ὑπηρέται πλέον καὶ προαγωγοὶ λημμάτων ἤπερ ἀσφαλεῖς τὰ ἐς πίστιν κρινόμενοι τοῖς ἐθνικοῖς συντάττονται κατὰ σύνδυο ἐκπεμπόμενοι ἢ γοῦν ὡς παρήοροι καὶ παράσειροι τοῦ τῆς ἀρχῆς λογίζονται ἅρματος, τὸ διατεταγμένον μόνον ἐποίουν θερίζοντες καὶ δεσμεύοντες ὡς δράγματα τὰ κέρματα καὶ ὡς εἰς ἅλωνα συμφοροῦντες τὸν ἐπὶ πολλῶν καθιστάμενον ἐκεῖνον καὶ πλείστων ἄλλων ἀντάξιον Ῥωμαίων κρινόμενον βάρβαρον, τὰ δ᾽ ἄλλα παρέβλεπον, ἵνα μὴ λέγοιμι ὡς βασιλεῖ μὲν ἐνίοτε βραχέα καὶ οἷον ἀφαιρέματα τῶν ὅλων εἰσήγετο, τὰ δὲ πλείω ἐκεῖνοι παρενοσφίζοντο, τοῦ ἀγαθοῦ καὶ πιστοῦ παρὰ βασιλεῖ δούλου ἐν πρώτοις ἑαυτῷ φύροντος ἐγκρυφίας ἐκ τῶν ἀλοωμένων πυρῶν εἴτ᾽ οὖν χρυσίνων καὶ μετέπειτα μεταδιδόντος καὶ τῷ συνάρχοντι.

Ἔργον τοῦ βασιλέως τούτου καὶ ὁ μὴ πολὺ τῆς θαλάσσης ἔνδον ἱστάμενος πύργος τῆς προσκλυζούσης τὴν χέρσον, ἥτις ὀνομάζεται Δάμαλις, ἀλλὰ δὴ καὶ ὁ ἀντίπορθμος τούτῳ ἕτερος πύργος τῆς τῶν Μαγγάνων ἔγγιστα δεδομημένος μονῆς. ἦν δὲ σκοπὸς τῷ τούτους ἀνεγείροντι ἄνακτι, κατὰ καιρὸν ἐπαγωγῆς πλοίων βαρβαρικῶν σιδηρᾶν ἐξ ἑκατέρων ἅλυσιν διατείνεσθαι καὶ ἄβατα ἐντεῦθεν γίνεσθαι ὁπόσα περὶ τὴν ἀκρόπολιν μέρη τῆς πόλεως καὶ τὸν συρόμενον ἔσωθεν ὁλκὸν ἕως καὶ ἐς αὐτὰ τὰ ἐν Βλαχέρναις βασίλεια.

Φιλοκαλίαν δὲ κατηγοροῦσι τοῦδε τοῦ βασιλέως καὶ οἱ κατ᾽ ἄμφω τὰ ἀνάκτορα ἐπιμήκιστοι καὶ περίστυλοι ἀνδρῶνες, οὓς αὐτὸς ἀνήγειρεν, οἳ ψηφίδων χρυσῶν ἐπιθέσεσι διαυγάζοντες τυποῦσιν ἄνθεσι βαφῆς πολυχρόου καὶ τέχνῃ χειρουργῷ θαυμασίᾳ ὅσα οὗτος κατὰ βαρβάρων ἠνδρίσατο ἢ ἄλλως ἐπὶ τὸ βέλτιον Ῥωμαίοις διεσκευάκει. ἀλλὰ καὶ τὰς πλείους τῶν κατὰ τὸν πορθμὸν τῆς Προποντίδος λαμπρῶν οἰκοδομιῶν, ἐν αἷς οἱ βασιλεῖς Ῥωμαίων θερίζουσι τὰς εὐωρίας μεταδιώκοντες ὡς οἱ πάλαι κρατοῦντες Περσῶν τὰ Σοῦσά τε καὶ Ἐκβάτανα, οὗτος ἀνήγειρε καὶ πρὸς κόσμον ὑπεξῆρε πλείονα.

Καὶ πρὸς τοὺς πόνους γὰρ ἀντεῖχε μάλα, καιροῦ καλοῦντος μοχθεῖν, καὶ ψῦχος ἔστεγε καὶ πνῖγος ἔφερε καὶ πρὸς ὕπνον ἀπεμάχετο, καὶ ταῖς τρυφαῖς δὲ προσανεῖχε πολέμων ἄγων σχολὴν καὶ ἐνησμένιζε ταῖς ἀνέσεσιν. εἰ τοίνυν περιεργότερον τοῦτον ἠθρήκει τις, ὅπως ἔχαιρε καρυκείαις βρωμάτων καὶ τοῖς πρὸς λύριον καὶ κιθάραν καὶ συμφωνίαν ᾠδῶν ἔχουσιν οὐκ ἀπηχθάνετο, εἶπεν ἂν ὡς μόνοις ἐννεάσας ἔχει τοῖς τοιούτοις καὶ ἡδονὴν τὸ πέρας ἥγηται τῆς ζωῆς· εἰ δὲ τοὐναντίον αὐτῷ προσέβλεψε πρὸς πᾶσαν ἀταπεινώτῳ γλυκυθυμίαν τυγχάνοντι καὶ τιθεμένῳ παρὰ φαῦλον ἡδυπάθειαν δυσκόλων ἐπιστάντων καιρῶν, ἐθαύμασεν ἄν, ὅπως ἐξήλλακτο πρὸς ἀμφότερα.

Ἐπιβαλόμενος δὲ τὸν πρὸς θάλασσαν τῆς ἁγίας Εἰρήνης ἀναδομήσειν νεών, ὃν μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον πάλαι Μαρκιανὸς ὁ πάνυ ἤγειρε, πῦρ δὲ ᾐθάλωσε, μέρη τινὰ τοῦ τοιούτου τεμένους ἐκ βάθρων οἰκοδομήσας τοῦ λοιποῦ ἐπαύσατο.

Ἱδρύσατο δὲ φροντιστήριον ἱερὸν περί που τὸ τοῦ Πόντου στόμα, εἰς τόπον τινὰ Κατασκέπην λεγόμενον, εἰς ὄνομα τοῦ ἀρχιστρατήγου Μιχαήλ, καθ᾽ ὃ τῶν τότε μοναστῶν ἠθροικὼς τοὺς ὀνομαστοτάτους τε καὶ ἀκρέμονας πάντῃ μοναδικὸν καὶ ἀπράγμονα μετιέναι βίον προεμηθεύσατο. εἰδὼς γὰρ τὸ κτηματικοὺς εἶναι καὶ τυρβάζεσθαι πάλιν περὶ πολλὰ τοὺς τὸν ἐρημικὸν βίον ἀνελομένους τῆς ἡσυχίας αὐτοὺς μεθιστῶν καὶ τοῦ κατὰ θεὸν ζῆν ἀπάγον, τοῦτο δὴ τὸ οἰκεῖον αὐτοῖς ἐπάγγελμα, οὐδὲν κτησείδιον ἀπετάμετο, οὔτε μὴν ἀγροὺς καὶ ἀμπελῶνας τῷ φροντιστηρίῳ ἐπέταξε, πᾶσαν δὲ τοῖς μονασταῖς δίαιταν ἐκ τῶν βασιλικῶν χρυσώνων ἐπιμετρήσας ἐκεῖθεν αὐτὴν ἐβράβευεν, ἀνακόπτων ἐντεῦθεν, οἶμαι, τὸν πολὺν ἔρωτα τῶν πλείστων περὶ τοῦ μονὰς συνιστᾶν καὶ παράδειγμα διδοὺς τοῖς μετόπισθεν, ὅπως χρεὼν νεὼς ἀνιστᾶν καὶ οἵαν δέον ἑτοιμάζειν τράπεζαν τοῖς ἐρημικοῖς καὶ ἀβίοις καὶ τῆς ὕλης ἑαυτοὺς ἐκλύσασι.

Τοσοῦτον δ᾽ ἀπεῖχε τὴν νῦν κατάστασιν ἐπαινεῖν, οἳ μονάζειν μὲν ἐπαγγέλλονται, πολυκτήμονες δὲ καὶ πολυφρόντιδές εἰσιν ὑπὲρ τοὺς τῇ ἐνταῦθα φιληδοῦντας ζωῇ, ὥστε καὶ τὴν νεαρὰν νομοθεσίαν, ἣν ὁ βασιλεύτατος τῷ ὄντι Νικηφόρος ὁ Φωκᾶς, ὁ τὴν ἰσχὺν ἡρωϊκὸς καὶ πολὺς τὴν σύνεσιν, ἔθετο παύουσαν τὰς μονὰς ἐμπλατύνεσθαι κτήσεσι, τεθνηκυῖαν πάλαι τῷ χρόνῳ καὶ τὸ κῦρος ἀποθεμένην, τῷ ἐρυθρῷ τῆς βαφῆς ὡς αἵματι ἀναθάλψας ἐζώωσεν.

Οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ καὶ τοῖς καθ᾽ αἷμα προσήκουσι λοιποῖς ἅπασιν, ὁπόσοι μονὰς δειμάμενοι ὅλα πλέθρα γῆς καρποφόρα καὶ λειμῶνας χλοεροὺς αὐταῖς προσεκλήρωσαν, ἐπεγκαλῶν οὐκ ἐπαύετο, οὐ κατὰ τοῦτο μεμψιμοιρῶν ἢ μυκτῆρα καταχέων πλατὺν τῶν ἀνθρώπων, ὅτι τῆς οὐσίας θεῷ τι ἀπένειμαν, ἀλλ᾽ ὅτι μὴ καλῶς τὸ καλὸν εἰργάσαντο. δέον γὰρ ἐν τόποις δυσερευνήτοις καὶ χωρίοις πανερήμοις καὶ σπηλαίων ὀπαῖς καὶ ὀρῶν περιωπαῖς τοῖς μονάζουσιν ἀποτάξαι τὸ σκήνωμα καὶ παριδεῖν ταυτηνὶ τὴν ἐφ᾽ Ἑλλησπόντῳ κειμένην καλλίπολιν ὡς τὸν λωτὸν Ὀδυσσεὺς καὶ Σειρήνεια μέλη τὰ δυσαπόσπαστα, οἱ δὲ τὸν ἐξ ἀνθρώπων θηρώμενοι ἔπαινον καὶ τοὺς κεκονιαμένους ἑαυτῶν τάφους εἰς θέαν τοῖς εἰσιοῦσι τοὺς νεὼς προτιθέντες καὶ νεκροὶ ἐρῶντες στεφανούμενοι δείκνυσθαι καὶ στιλπνοὶ καὶ φαιδροὶ τὰ πρόσωπα ἐπ᾽ ἀγορᾶς τε καὶ τριόδων τὰ θεῖα ᾠκοδόμησαν φροντιστήρια, ἐνλακκεύσαντες ἐν τούτοις καὶ ἐνσηκάσαντες οὐκ ἐπιλέγδην τὸ ἀρεταῖνον, τὸ δὲ μέχρι τριχῶν ἀποβολῆς καὶ τῆς τῶν ἐσθημάτων μεταβολῆς καὶ τοῦ ἀφειμένου πώγωνος χαρακτηρίζον τὸν μοναστήν. διὰ ταῦτα τοίνυν εἴτε τὴν μοναδικὴν ὑπερείδων σεμνότητα ἤδη ἀφαντουμένην καὶ πρηνῆ ἐπὶ στόμα πίπτουσαν, εἴτε μὴν δεδιὼς μὴ ἐσεῖται μέσος ληφθεὶς οἷς διεβέβλητο, ἑτέραν ἐτράπετο ἧς οἱ ἐξ αἵματος ἐκείνῳ ἐβάδισαν.

Θεσμοῦ δὲ παρὰ Ῥωμαίοις κειμένου, οἶμαι δὲ καὶ παρὰ βαρβάροις αὐτοῖς κρατοῦντος, ὀψώνια τοῖς στρατευομένοις παρέχεσθαι καὶ τούτων πολλάκις ἔκταξιν γίνεσθαι, εἰ εὐοπλοῦσιν, εἰ τῶν ἵππων ἐπιμεμέληνται, ἀλλὰ καὶ τοὺς νεωστὶ στρατευομένους πρότερον ἐξετάζεσθαι, εἰ εὐρώστως ἔχουσι τῶν σωμάτων, εἰ τόξων εἰσὶν εἰδήμονες, εἰ κραδαίνειν δόρυ ἐπήσκησαν, εἶθ᾽ οὕτω τοῖς καταλόγοις ἐγγράφεσθαι, ὁ βασιλεὺς οὗτος τὰ τοῖς στρατιώταις διδόμενα σιτηρέσια ὡς εἰς δεξαμενὴν ὕδωρ τὰ ταμιεῖα συσχὼν ἰᾶτο τὸ δίψος τῶν στρατευμάτων ταῖς λεγομέναις τῶν παροίκων δωρεαῖς, ἔργῳ καταχρησάμενος παρὰ τῶν πρώην ἐφευρημένῳ βασιλέων καὶ σπανίως ἐπί τισι γινομένῳ τοὺς πολεμίους πολλάκις συγκόψασιν.

Ἔλαθεν οὖν ἐντεῦθεν καὶ τὸ στρατιωτικὸν ἀτονώτερον ἐργασάμενος καὶ χρημάτων ἀβύσσους εἰς ἀργὰς γαστέρας ὀχετηγήσας καὶ τὰς Ῥωμαϊκὰς ἐπαρχίας ἄγαν κακῶς θέμενος· οἵ τε γὰρ ἀγαθοὶ στρατιῶται τὸ ἐν τοῖς δεινοῖς φιλότιμον καταλελύκασιν, οὐκέτι τοῦ ὑπονύσσοντος πρὸς ἐπίδειξιν ἀρετῆς ἰδίου αὐτοῖς ὡς πρότερον μένοντος, ἀλλ᾽ εὐπορίστου προκειμένου τοῖς ἅπασι, καὶ οἱ τὸν δημόσιον πάλαι δεσπότην λαχόντες τῶν ἐπαρχιῶν οἰκήτορες ὑπὸ τῆς στρατιωτικῆς ἀπληστίας πεπόνθασι τὰ οἰκτρότατα, οὐκ ἀργύριον καὶ ὀβολὸν ἀφαιρούμενοι, ἀλλὰ καὶ τοῦ τελευταίου χιτῶνος ψιλούμενοι, ἐνίοτε δὲ καὶ τῶν φιλτάτων αὐτῶν ἀποσπώμενοι.

Ἦν τοίνυν διὰ ταῦτα τὸ στρατολογεῖσθαι τοῦ βουλομένου παντός, καὶ πολλοὶ ταῖς ῥαφίσι χαίρειν εἰπόντες ὡς ἐπεισκομιζούσαις αὐτοῖς τὰ χρειώδη στενῶς καὶ δυσεκβιάστως, ἄλλοι τὸ ἱπποκομεῖν ἐκλακτίσαντες καὶ τὸν ἐκ πλινθείας βόρβορον ἀπονιψάμενοι ἕτεροι, εἰσὶ δ᾽ οἳ καὶ τὴν τῶν χαλκείων ἀσβόλην ἀπομορξάμενοι τοῖς στρατολογοῦσι παρέστησαν καὶ παρενεγκόντες ἵππον Περσαῖον ἢ χρυσίνους ἀριθμῷ βραχεῖς καταθέμενοι ταῖς στρατιώτισι κατελέγησαν ἴλαις ἀβασανίστως κἀκ τοῦ παραυτίκα βασιλικοῖς ἐφωδιάσθησαν γράμμασι πλέθρα γῆς δροσερὰ καὶ ἀρούρας σιτοφόρους καὶ Ῥωμαίους ὑποφόρους βραβεύουσιν, ὡς ὑπηρετεῖν ἐν σχήματι δούλων, ἐνίοτε καὶ κατατιθέναι φόρους ἀνδραρίῳ μιξοβαρβάρῳ, μηδὲ εἰ ἔστιν ὅλως ἐγνωκότι παράταξις, Ῥωμαῖον ἄνδρα, γεραρὸν τὸ εἶδος καὶ οὕτως εὖ εἰδότα πολέμων καὶ τοσοῦτον τοῦ φορολογοῦντος αὐτὸν ὑπερφέροντα, ὡς Ἀχιλλέα πρὸς ἐκεῖνον δοκεῖν ἢ διτταῖς χερσὶν ὁπλιζόμενον κρίνεσθαι πρὸς τὸν μηδετέραν ἀπὸ πάθους ὀρέγοντα.

Ἐπαξίως οὖν τῆς ἀκομιστίας ταύτης τῶν στρατευμάτων αἱ Ῥωμαϊκαὶ πεπράγασιν ἐπαρχίαι, αἱ μὲν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ὑπὸ τῶν ἀλλοφύλων σκυλευόμεναι καὶ εἰς ἀρχὴν αὐτοῖς ἰδιούμεναι, αἱ δὲ ὡς ἀλλότριαι τοῖς ἡμετέροις ἀφαντούμεναι καὶ δῃούμεναι.

Ἀλλ᾽ ἕως πότε, Κύριε, τῆς σῆς ἐπιλήσῃ κληρονομίας καὶ τὸ σὸν ἀποστρέφων ἀφ᾽ ἡμῶν πρόσωπον ὁδοποιήσεις τρίβον τῇ ὀργῇ σου; πότε ἐπόψει ἐξ ἁγίου ἐπιβλέψας κατοικητηρίου σου καὶ ἰδὼν ἴδῃς τὴν ἡμετέραν συνοχήν τε καὶ κάκωσιν καὶ ῥύσῃ τῶν ἐφεστώτων κακῶν, ἀπαλλαγὴν δὲ παρέξεις καὶ τῶν πολὺ τούτων ἐλπιζομένων χαλεπωτέρων;

Πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνα δοτέον τῇ ἱστορίᾳ. τοῖς πλείοσι βασιλεῦσι Ῥωμαίων οὐκ ἀνεκτόν ἐστιν ὅλως ἄρχειν μόνον καὶ χρυσοφορεῖν καὶ χρᾶσθαι τοῖς κοινοῖς ὡς ἰδίοις, οὐδὲ μὴν ὡς δούλοις τοῖς ἐλευθέροις προσφέρεσθαι, ἀλλ᾽ εἰ μὴ καὶ σοφοὶ δοκοῖεν καὶ θεοείκελοι τὴν μορφὴν καὶ ἥρωες τὴν ἰσχὺν καὶ ὡς Σολομῶν θεόσοφοι καὶ δογματισταὶ θειότατοι καὶ κανόνες τῶν κανόνων εὐθέστεροι καὶ ἁπλῶς θείων καὶ ἀνθρωπίνων πραγμάτων ἀπροσφαλεῖς γνώμονες, δεινὰ οἴονται πάσχειν. ἔνθεν τοι καὶ δέον τοῖς ἀπαιδευτέροις καὶ θρασυτέροις ἐπιτιμᾶν ἐπεισάγουσιν ἀσυνήθη καὶ νέα τῇ ἐκκλησίᾳ δόγματα ἢ γοῦν ἀνατιθέναι ταῦτα οἷς ἐπάγγελμα τὰ περὶ θεοῦ εἰδέναι καὶ λέγειν, οἱ δὲ οὐδὲ κατὰ τοῦτο τὸ μέρος δευτερεύειν οὑτινοσοῦν ἀνεχόμενοι οἱ αὐτοὶ δογμάτων εἰσηγηταὶ καὶ δικασταὶ τούτων καὶ ὁρισταί, πολλαχοῦ δὲ καὶ κολασταὶ τῶν μὴ συμφωνούντων αὐτοῖς γίνονται.

Καὶ ὁ βασιλεὺς τοιγαροῦν οὗτος εὐγλωττίαν εὐτυχηκὼς καὶ λόγου ἔμφυτον χάριν πεπλουτηκὼς οὐ λαμυρῶς ἐπέστελλε μόνον, ἀλλὰ καὶ κατηχητηρίους ὤδινε λόγους, οὕς φασι σελέντια, καὶ εἰς κοινὴν ἀνέπτυσσεν ἀκοήν. ὁδῷ δὲ προϊὼν καὶ δογμάτων ἥπτετο θείων καὶ περὶ θεοῦ διελέγετο. ἀμέλει καὶ κατασχηματιζόμενος πολλάκις τὸν ἀποροῦντα γραφικὰς εἰσῆγε ζητήσεις καὶ περὶ τῶν λύσεων τουτωνὶ διεπυνθάνετο ξυναγείρων ὅσον ἔχαιρε λογιότητι. ἀλλ᾽ ἦν ἂν ἐπαινετέος κἀν τούτοις, εἰ μέχρι τούτων τὴν λιχνείαν ἐκτείνων τοῖς δυσεφίκτοις οὐ προσέβαινε δόγμασιν ἢ καὶ τούτοις ἐφιστάνων τὸν νοῦν οὐκ ἦν ἰσχυρογνωμῶν, οὐδὲ τὸν νοῦν τῶν γραφομένων πρὸς τὴν οἰκείαν μεθεῖλκεν ἐν πολλοῖς πρόθεσιν, ὁρίζων καὶ προσεπάγων ἐξηγήσεις ἐν οἷς πρὸς ὀρθὴν ἔννοιαν οἱ πατέρες ἐφθέγξαντο, ὡς εἴπερ ὅλον αὐτὸν συνείληφε τὸν Χριστὸν καὶ ὑπ᾽ αὐτοῦ μεμύηται τὰ περὶ αὐτοῦ τρανότερον καὶ θειότερον.

Ζητήσεως οὖν γενομένης περὶ τοῦ γραφικοῦ ῥητοῦ, ὅ φησι τὸν σεσαρκωμένον θεὸν προσφέρειν τε ὁμοῦ καὶ προσφέρεσθαι, καὶ τῶν τότε λογίων ἀνδρῶν εἰς ἐναντίας μοίρας ἀποκριθέντων, ἐφ᾽ ἱκανὸν τὰ τῆς ἐξετάσεως παρετάθησαν, ῥήσεις τε καὶ ἀντιρρήσεις ἐξ ἑκατέρων ἐχέθησαν τῶν μερῶν. ὀρθοτομηθέντος δὲ τοῦ ζητουμένου καὶ τῇ δόξῃ προστεθέντος τοῦ βασιλέως τῇ θεοφιλεῖ τε καὶ κρείττονι, καθαίρεσιν ὑπέστησαν ὡς ἀντίφρονες ὁ ὑποψήφιος τῆς Θεουπόλεως μεγάλης Ἀντιοχείας Σωτήριχος ὁ Παντεύγενος, ὁ Δυρραχίου Εὐστάθιος, ὁ τοῦ Θεσσαλονίκης Μιχαὴλ τὸν ῥητορικὸν θρόνον κοσμῶν καὶ τὸν εὐαγγελικὸν ἀναβαίνων ὀκρίβαντα, ὁ Βασιλάκης Νικηφόρος τὰς τοῦ Παύλου ἀναπτύσσων ἐπ᾽ ἐκκλησίας ἐπιστολὰς καὶ διαλευκαίνων τῷ τῆς καλλιρρημοσύνης φωτὶ ὅσαι τῶν ἀποστολικῶν ῥήσεων τῇ ἀσαφείᾳ ὑπομελαίνονται καὶ τῷ βάθει τοῦ Πνεύματος ἐπιφρίσσουσι.

Λέγεται δὲ ὡς τοῦ δόγματος τούτου ὑποκινουμένου καὶ εἰς κοινὴν ἐπικρινομένου προτεθῆναι βάσανον, ἐξώρως ἐκραγῆναι βροντὴν ἐξαισίαν, ὑφ᾽ ἧς καὶ περικτυπηθῆναι τὰς ἀκοὰς τὸ συνὸν ἅπαν τῷ βασιλεῖ, κατὰ Πελαγονίαν διατρίβοντι τότε, καί τινα τῶν λόγῳ τροφίμων, Ἠλίαν τοὔνομα, τὴν τύχην ὑπὲρ τοὺς πολλούς, τοῦ στρατοῦ φύλακα, βίβλον ἀναπτύξαντα περὶ βροντῶν καὶ σεισμῶν διεξιοῦσαν καὶ τὰ περὶ τὸν καιρὸν ἐκεῖνον, καθ᾽ ὃν ἐβρόντησεν, ἐπελθόντα φάσκοντα εὑρεῖν οὑτωσὶ “πτῶσις σοφῶν.„ Οὐ μόνον τοίνυν οἱ ῥηθέντες, τῶν τηνικαῦτα ὄντες σοφῶν οἱ κράτιστοι, τῆς ἐκκλησίας ἀπεσφενδονήθησαν καὶ πάσης ἱερᾶς ὑπηρεσίας ἐξωστρακίσθησαν, ἀλλὰ σὺν αὐτοῖς καὶ ἕτεροι τῶν θείων περιβόλων ἀποσηκασθέντες ἠλάθησαν.

Μετὰ χρόνους δέ τινας τὴν “ὁ πατήρ μου μείζων μού ἐστι„ τοῦ θεανθρώπου φωνὴν προθεὶς εἰς ἐξέτασιν ὀλίγα ταῖς τῶν πατέρων προσσχὼν ἐξηγήσεσι, καὶ ταῦτα διαφόροις οὔσαις καὶ ἱκαναῖς πρὸς τὴν τοῦ ζητουμένου παράστασιν καὶ σαφήνειαν, ἐφερμηνεύσεις οἰκείας εἰσήνεγκε, φιλονείκως τῶν ἅπαξ δοξάντων περιεχόμενος καὶ πρὸς τὸ οἰκεῖον ἀνθέλκων βούλημα καὶ ὃ κυρώσειν προέθετο τὰς μηδὲν τῇ ἀληθείᾳ λυμαινομένας ἀλλὰ θεοσόφως λεχθείσας ῥήσεις τῶν μακαρίων διδασκάλων τῆς οἰκουμένης. τῶν μὲν γὰρ λεγόντων τῷ αἰτίῳ εἰρῆσθαι μείζονα, τῶν δὲ κατὰ τὸ ἀνθρώπινον ἐξειληφότων καὶ τῷ προσλήμματι, οὐ τῷ Λόγῳ τὴν φωνὴν ταύτην ἀπονειμαμένων, ὥσπερ καὶ τὸ πρὸς τὸν πατέρα πορεύεσθαι καὶ τὸ ἔρχεσθαι τοῦ κόσμου τὸν ἄρχοντα καὶ ἐρευνῶντα μηδὲν ὅλως εὑρίσκειν ἐν αὐτῷ, τινῶν δὲ περὶ τοῦ Λόγου τὸ μεῖζον ἐκλαβομένων, οὐχ ἁπλῶς δὲ καὶ κατ᾽ οὐσίαν, ἀλλὰ διὰ τὴν ἐν τῷ ἐνανθρωπῆσαι ἄκραν κένωσιν καὶ ταπείνωσιν, καὶ ἄλλων ἄλλως εὐσεβῶς μέντοι ἐκδεξαμένων, ταύτας οὐκ οἶδ᾽ ὅπως ἀποστέρξας ὡς οὐχ ἱκανῶς περὶ τοῦ προκειμένου εἰπούσας καὶ ἑτέρως αὐτὸ διηρμήνευεν.

Ἀμέλει καὶ σύνοδον συγκροτήσας καὶ ἅπαν ὅσον τοῖς θείοις ἔχαιρε δόγμασι συναθροίσας ἐνῆγεν ἕκαστον ἐν τόμῳ δογματικῷ ὑπογράφειν ὁρίζοντας οὑτωσὶ “ἀποδέχομαι μὲν καὶ τὰς περὶ τοῦ ὁ πατήρ μου μείζων μού ἐστι τῶν θεοφόρων πατέρων φωνάς, λέγω δὲ εἰρῆσθαι τοῦτο καὶ κατὰ τὴν ἐν αὐτῷ κτιστὴν καὶ παθητὴν σάρκα.„ Τοῦτο δὲ οὐκ οἶδ᾽ ὅπως τὸ ἔλαττον πρὸς τὸν πατέρα τῷ υἱῷ σαρκοφορήσαντι περιτίθησιν, ὡς εἴπερ ἀπωλίσθησε τῆς ἰσότητος διὰ τὴν τῆς ἀνθρωπίνης φύσεως πρόσληψιν καὶ τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, μὴ τὴν ἰδίαν καὶ οὕτως ἀνασώζων δόξαν, τοῖς δὲ τῆς κενώσεως μέτροις ἐναπομείνας, ἢ μὴ θεώσας καὶ ὑψώσας τὸ ταπεινὸν καὶ τῶν οἰκείων αὐχημάτων μέτοχον ἀποδείξας ἐξ αὐτῆς ἑνώσεως, ἀλλ᾽ ὑπ᾽ αὐτοῦ τοὐναντίον ταπεινωθείς, ὅπερ ἄτοπον.

Ἀμέλει καὶ γραφαῖς ἐρυθραῖς ὡς φλογίνῃ ῥομφαίᾳ τὸ δόγμα τοῦτο διειληφώς, ἀπειλούσαις θάνατον καὶ ἀποκήρυξιν πίστεως τῷ προσεμβλέψαι ὅλως ἔνδον τολμήσαντι καὶ κατὰ πρώτην τοῦ νοῦ κίνησιν, πολλοῦ δέω εἰπεῖν ἐπιλαβομένῳ καὶ ὑποτονθορύσαντι, ἔπειτα καὶ λιθίναις πλαξὶν ἐγχαράξας ὑποθήκαις τινῶν ἐπὶ Νεὼ τοῦ Μεγίστου ἀνέθετο. ὑφωρῶντο γὰρ τὴν τῶν κυρωθέντων ἀνάλυσιν ὡς εἰς αὐτὸν τὸν Λόγον διὰ μέσης τῆς σαρκὸς ἀποφερόντων τὸ ἔλαττον, καὶ μάλισθ᾽ ὅτι τὴν κένωσιν καὶ τὸ κατὰ τὸ ἀνθρώπινον νοούμενον παρεβλέψαντο.

Οἷον δὲ καὶ τόδ᾽ ἔρεξεν ἀνὴρ οὑτοσὶ περὶ τὸ πέρας τῆς αὐτοῦ βιοτῆς. ἔγκειται τῷ κατηχητικῷ πυκτίῳ μεθ᾽ ἑτέρων ἀφορισμῶν καὶ τὸ ἀνάθεμα τῷ θεῷ τοῦ Μωάμετ, περὶ οὗ λέγει “οὔτε ἐγέννησεν οὔτε ἐγεννήθη„ καὶ ὅτι ὁλόσφυρός ἐστι. τὸν τοιοῦτον τοίνυν ἀναθεματισμὸν ἀπαλεῖψαι τῶν ὅλων κατηχητηρίων βίβλων προέθετο, ἀπ᾽ αὐτῆς τῆς ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ πυκτίδος ἀρξάμενος. καὶ ἡ πρόφασις ὡς μάλα εὐπρόσωπος· ἔφασκε γὰρ ὡς εἰς σκάνδαλον πρόκειται τῶν μετατιθεμένων Ἀγαρηνῶν εἰς τὴν καθ᾽ ἡμᾶς θεοσεβῆ πίστιν τὸ βλασφημεῖσθαι ὅλως θεόν.

Οὐκοῦν μετάκλητον τίθησι τὸν μέγιστον Θεοδόσιον, ὃς διεῖπε καὶ ἐκόσμει τηνικαῦτα θρόνον τὸν πρώτιστον, καὶ τῶν κατὰ τὴν πόλιν ἐνδημούντων ἀρχιερέων τοὺς λόγῳ καὶ ἀρετῇ διαπρέποντας καὶ κοινοῦται τούτοις τὸ σκέμμα μετ᾽ ὀγκηρῶν προεισοδίων τῆς ὑποθέσεως. ἀνανεύοντας δὲ πάντας εὑρὼν καὶ μηδ᾽ ἄκροις παραδεχομένους ὠσὶ τὰ εἰσηγούμενα ὡς ἀπόφημα καὶ τῆς εἰς θεὸν ἀληθεστάτης δόξης ἀπάγοντα, ἐξηγουμένους δὲ θεοφιλῶς τὸ εἰς σκάνδαλον δῆθεν καὶ πρόσκομμα κείμενον καὶ διασαφοῦντας μὴ ὅλως θεὸν οὐρανοῦ καὶ γῆς ποιητὴν καθυποβάλλεσθαι ἀναθέματι, ἀλλὰ τὸν παρὰ τῷ λήρῳ καὶ δαιμονώδει Μωάμετ ἀναπλαττόμενον ὁλόσφυρον θεὸν καὶ μήτε γεννηθέντα μήτε γεννήσαντα· παρὰ Χριστιανοῖς μὲν γὰρ δοξάζεσθαι πατέρα θεόν, αὐτὰ δὲ τὰ ἀπόβλητα τοῦ Μωάμετ ληρήματα τοῦτο ἀπαγορεύειν ὅλως· καὶ ἄλλως δὲ μὴ συνιέναι, ὁποῖον τί ἐστι τὸ ὁλόσφυρον, αὐτοὺς μὲν φθινύθειν εἴασεν ἐν στήθεσιν ἔχων νόον ἀκήλητον, καθ᾽ ἑαυτὸν δ᾽ ἐκτίθησι τόμον, ὑπουργοῖς ἐς τοῦτο χρησάμενος οὓς ᾔδει τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὸν καιρὸν κολακεύοντας καὶ λόγου μετέχοντας, ὑπερηγοροῦντα μὲν τῆς τοῦ Μωάμετ μωρολογίας (οὐ γὰρ ἂν εἴποιμι θεολογίας), καθαπτόμενον δὲ λαμπρῶς τῶν πρότερον βασιλέων καὶ τῶν ἐκ τοῦ καταλόγου τοῦ ἱεροῦ ὡς ἀμαθῶς καὶ ἀπερισκέπτως ἀνεχομένων ὑπὸ ἀνάθεμα τίθεσθαι θεὸν τὸν ἀληθινόν.

καὶ τοῦτον εἰς κοινὴν ἀκρόασιν ἐπὶ τῶν ἱερῶν ἀρχείων ἐκδίδωσι συνεκπεπομφὼς οἷον τοῦ τόμου προοδευτὰς καὶ νεολαῖαν κροτοῦσαν τὰ γεγραμμένα ὅσοι τῆς συγκλήτου βουλῆς καὶ τῆς γερουσίας ἦσαν κεφάλαιον καὶ τοὺς ἐκ τοῦ γένους λογιότητι χαίροντας. τοσοῦτον δὲ τὸ πιθανὸν ὁ λόγος ἐπλούτει, οὐκ ἐν διδακτοῖς Πνεύματος βρίθων ῥήμασιν, ἀλλ᾽ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης κομῶν, ὡς μικροῦ δεῖν ἀπαιωρῆσαι τῶν ὤτων μὴ μόνον ὅσον ἀφεώρα πρὸς τὴν ποικίλην τούτου περιβολὴν καὶ τὸ ἐπίχαρι τοῦ πτερώματος, ἀλλὰ καὶ αὐτὸ τὸ μεταλλεῦον τῶν γεγραμμένων τὸν νοῦν.

Καὶ τάχ᾽ ἂν ἦν ὡς ἀληθὴς θεὸς δοξαζόμενος ὁ τῷ Μωάμετ ὁστισοῦν ληρούμενος ὁλόσφυρος θεός, εἰ μὴ ὁλοσχερῶς ὁ πατριάρχης ἀντέβη· οὔτε γὰρ οὗτος τοῖς γραφομένοις τὸν νοῦν προσέσχηκεν ὡς ἐπισφαλῆ καὶ νέα ἐπεισάγουσι δόγματα καὶ τοὺς λοιποὺς δὲ ὡς δηλητηριώδη ταῦτα ὑφορᾶσθαι παρέπειθεν. ὁ δὲ ὥσπερ τι δεινὸν πεπονθὼς ὀνείδεσιν ἔπλυνε τοὺς ἀρχιερεῖς καὶ μωρὰ τοῦ κόσμου τούτους ὠνόμαζεν, ἄλλως τε καὶ νόσῳ προσπαλαίων τότε δεινῇ, ὑφ᾽ ἧς τὸν βίον ἀπέλιπε, καὶ ἐπίχολος ἐντεῦθεν γινόμενος.

Οὐκοῦν ὅσα τῷ προτέρῳ τόμῳ ἐμπλατυνόμενος εἴρηκεν ἀπηρτημένῃ κατασκευῇ καὶ μεθόδοις ῥητορικαῖς χρησάμενος, ταῦτα ἐπιτεμὼν καὶ τὸ τοῦ δόγματος αὖθις περιθεὶς δέλεαρ ἕτερον τόμον ἐξέθετο. καὶ ἐπεὶ ἔτυχε τότε τοῖς κατὰ Δάμαλιν ἀρχείοις ἐναυλιζόμενος, ἃ Σκουτάριον ὀνομάζονται, τὴν τοῦ ἀέρος εὐκρασίαν μεταδιώκων καὶ τῆς πολυοχλίας ἀπανιστάμενος καὶ ἅπας τῆς νοσοκομίας γινόμενος, διαπλωΐζονται ἐκεῖσε βασιλικῷ ἐπιτάγματι ὅ τε τῶν ἀρχιερέων σύλλογος καὶ ὅσοι τὸ πρεσβεῖον ἐκ τῶν λόγων ἐκτήσαντο. ἀλλ᾽ οὔπω καθαρῶς τῶν λεμβαδίων ἀπέβησαν, καί τις τῶν παρὰ τῷ βασιλεῖ παρρησίαν ἐχόντων ὑπογραμματέων ἐφίσταται (ὁ Ματζούκης ἦν οὗτος Θεόδωρος) καὶ πρός γε τὸν πατριάρχην καὶ τὴν τῶν ἀρχιερέων ὁμήγυριν τὸν λόγον ἀποτεινάμενος τὴν μὲν ἐς τὸν βασιλέα πάροδον μὴ εἶναι ἔφησε νυνὶ ἐφικτὴν διά τι παρεισφρῆσαν ἐκ τῆς νόσου ἐπμόδιον, τῇ δὲ τούτων ἀναγνώσει προσέχειν χρεών, τοὺς χάρτας δείξας τοὺς ἐν χεροῖν.

Ἦν δὲ ὁ μὲν περὶ τοῦ προκειμένου δόγματος διαλαμβάνων, ὅν, ὡς εἰρήκειμεν, καὶ ὑπογράψαι τοὺς συνελθόντας ἀρχιερεῖς διὰ σπουδῆς ὁ αὐτοκράτωρ ἐτίθετο, ὁ δ᾽ ἕτερος τὸν βασιλέα ἔχων διαλεγόμενον τῷ ἀρχιποίμενί τε Θεοδοσίῳ καὶ τῇ συνόδῳ οὐδὲν μέτριον οὐδὲ χάριεν διεξῄει, ἀλλὰ τῇ ἐνστάσει τοῦ πατριάρχου καὶ τῶν σὺν αὐτῷ ἀρχιερέων ὡς μὴ κατὰ λόγον γινομένῃ ἐπιμεμφόμενος διηπειλεῖτο μείζονος συνόδου συγκρότησιν καὶ τὴν μετ᾽ αὐτοῦ τοῦ πάπα τῶν προκειμένων διάσκεψιν. “

ἀγνώμων γὰρ ἂν εἴην„ ἔλεγε “καὶ ἀλόγιστος, εἰ μὴ πολλοστὸν ἀντιδοίην μέρος τῷ ἐμῷ βασιλευτῇ καὶ βασιλεῖ τῶν ὅλων θεῷ, ὧν ἐκεῖθεν κρειττόνως ἔσχηκα, πᾶσαν σπουδὴν εἰσενεγκών, ὥστε μὴ τοῦτον ἀναθέματι καθυποβάλλεσθαι ἀληθινὸν ὄντα θεόν.„ Τοσοῦτον δὲ τοῦ διαθροηθῆναι τοῖς τοιούτοις ἀπεῖχον οἱ ἀκροώμενοι ἀπειλήμασιν, ὥστε καὶ ὁ τῆς Θεσσαλονίκης πρόεδρος, ὁ πολὺς καὶ μέγας ἐν λόγοις Εὐστάθιος, ζήλου ἐπὶ τοῖς ἀνεγνωσμένοις πλησθεὶς καὶ μὴ ἐνεγκὼν θεὸν ἀληθινὸν ὀνομάζεσθαι ὁλόσφυρόν τι διανοίας ἀνάπλασμα κακοδαίμονος “ἐσοίμην ἂν„ ἔφη “καταπεπατημένον ταῖς πτέρναις φορῶν τὸν ἐγκέφαλον καὶ τοῦ σχήματος τούτου παράπαν ἀνάξιος,„ τὸν ἐπὶ τῶν ὤμων δείξας μανδύαν, “εἰ θεὸν ἡγοίμην ἀληθινὸν τὸν παιδεραστὴν καὶ καμηλώδη καὶ πάσης πράξεως μυσαρᾶς ὑφηγητὴν καὶ διδάσκαλον.„ ἐπεπήγεσαν οὖν ἐπὶ τοῖς εἰρημένοις τούτοις οἱ ἀκηκοότες μικροῦ· ἦν γὰρ καὶ διατόρως ταῦτα φθεγγόμενος καὶ προδήλως χαρακτηρίζων τὸν ζήλῳ εὐσεβείας πυρούμενον. ὁ δὲ τοῦ γράμματος ὑπαγορευτὴς ἐκπλαγεὶς παλίμπους εἰς τὸν αὐτοκράτορα εἴσεισι. καὶ ὃς τὰ λαληθέντα ἐνωτισάμενος καὶ οἷον περιψοφηθεὶς ποικίλος ἦν τὸν ἀπόλογον, τὸ μακρόθυμον ἐπῃνεκὼς ὡς οὐδέποτε. καὶ ἑαυτὸν γὰρ τοῖς ἄγαν ὀρθοδοξοῦσι Χριστιανοῖς ἐνέταττε καὶ πατέρων ὡμολόγει πανευσεβῶν προελθεῖν, τοὺς φιλαιτίους ἐκκλίνων καὶ φιλοσκώμμονας.

καὶ τὴν μετὰ τοῦ Θεσσαλονίκης κρίσιν πολὺς ἐνέκειτο ἐξαιτούμενος· ἢ γάρ, φησί, δικαιωθεὶς ὡς μὴ θεῷ πιστεύων παιδεραστῇ μηδὲ εἰσάγων παραχάραγμα πίστεως δικαίαν ἐπιθήσει δίκην τῷ κατὰ χριστοῦ Κυρίου ἐρυγγάνοντι βλάσφημα, ἢ κατακριθεὶς ὡς ἕτερον δοξάζων θεὸν παρ᾽ ὃν οἱ ἐκ Χριστοῦ καλούμενοι σέβονται μεταμαθήσεται τὴν ἀλήθειαν καὶ χάριν εἴσεται οὐ μικρὰν τῷ τῆς χείρονος αὐτὸν μεταστήσαντι δόξης καὶ μυήσαντι τὴν ἀλήθειαν.

Μετὰ βραχὺ δὲ τοῦ πατριάρχου εἰς θέαν ἐκείνου ἐληλυθότος καὶ κατεπᾴσαντος τὰ εἰκότα, τοῦ τε θυμοῦ ἔληξε καὶ τῷ Εὐσταθίῳ συγγνώμην παρέσχετο ἐφ᾽ οἷς παρεφθέγξατο ἐνδεδωκὼς αὐτῷ ὅσα ᾑρεῖτο ἀπολογήσασθαι, τελευταῖον δὲ καὶ αὐτὸς ἐπειπὼν ὡς “δεῖ σε σοφὸν ὄντα μὴ αἰσχρορρήμονα δείκνυσθαι, μηδὲ θρασυστομεῖν παρακαίρια.„ Ἐπὶ δὲ τούτοις εἰς κοινὴν δοθέντος ἀκρόασιν τοῦ περὶ τοῦ δόγματος τόμου καὶ πάντων ἐπαινεσάντων τὰ γεγραμμένα ὡς εὐσεβῶς ὀρθοτομηθέντα καὶ περιχαρῶς ἐν αὐτῷ ὑπογράψαι καταθεμένων, ὁ σύλλογος διελέλυτο. καὶ οἱ μὲν ἀπῄεσαν ἀγαλλόμενοι ὡς τῇ οἰκείᾳ ἐνστάσει τὸν βασιλέα νενικηκότες, ὁ δὲ ἔχαιρεν ὡς τῇ ἑαυτοῦ καθυποκλίνας τούτους βουλῇ καὶ σχὼν διὰ βραχυλογίας οὗπερ διὰ τοῦ πολυστίχου προτέρου τόμου οὐδαμῶς ἐφίκετο.

Κατὰ δὲ τὴν μετ᾽ ἐκείνην ἡμέραν εἰς τὴν πατριαρχικὴν ἑστίαν ἡ σύνοδος ἀθροισθεῖσα, ὅπως κατὰ τὰ συμφωνηθέντα δράσωσιν (ἅμα γὰρ ἕῳ παρῆσαν οἱ ἐκ βασιλέως αὐτοὺς εἰς ἕνα ἀθροισμὸν ξυναγείροντες), οἱ δ᾽ οὐκέτ᾽ ἦσαν αὐτοί, ἀλλ᾽ ἀνένευον πάντες πάλιν καὶ ἀπεπήδων ὡς τῇ ὑπηγορευμένῃ γραφῇ καὶ ἔτι ἐγκειμένων ἐπιληψίμων ῥημάτων τινῶν καὶ ἤθελον καὶ ταῦτα ὀβελισθῆναι καὶ ἕτερα ἐντεθῆναι τῷ ὀρθῷ κατὰ μηδέν τι προσιστάμενα δόγματι. ἦν οὖν αὖθις παροξυνόμενος ὁ κρατῶν καὶ ὡς ἀνοηταίνουσι καθαρῶς ἐπεγκαλῶν τὸ τῆς γνώμης ἄστατον καὶ ἀγχίστροφον. ὀψὲ δὲ καὶ μόλις συνήλθοσαν, ἵνα τὸ μὲν ἀνάθεμα τῷ θεῷ τοῦ Μωάμετ τῶν κατηχητικῶν βιβλίων ἀπαλιφῇ, ἐγγραφῇ δὲ ἀνάθεμα τῷ Μωάμετ καὶ πάσῃ τῇ αὐτοῦ διδαχῇ. καὶ τοῦτο δογματίσαντες καὶ κυρώσαντες τῶν πολλῶν ἐκείνων συνόδων καὶ συλλόγων ἔληξαν.

Ἀλλὰ γὰρ οὐχ ὑπερβήσομαί τι καὶ ἄλλο τῶν ἀξίων εἰρῆσθαι, τοῦ ἱστορεῖν ἐνταῦθα γενόμενος. ἦν τις εὐνοῦχος ἀρχιερατικῶς προεδρεύων τῆς τῶν Χωνῶν πόλεως, Νικήτας τοὔνομα, πάσης ἀρετῆς καταγώγιον, οὕτω δὴ προφητικὸς καὶ προβλέπων τὰ ἔμπροσθεν, ὡς τοῖς μεγίστοις τῶν ὁρώντων ἐγκρίνεσθαι καὶ εἰς θαῦμα κεῖσθαι παρ᾽ οἷς ὁ ἀνὴρ ἐγνώριστο, εἴπερ ἡ καθ᾽ ἡμᾶς γενεὰ πονηρὰ οὖσα καὶ μοιχαλὶς τοιοῦτον ηὐτύχησεν ἀγαθόν. ἀμέλει καὶ τοῦ βασιλέως τούτου ἐξ Ἀρμενίας παριόντος τὰς Χώνας ἀρτιστεφοῦς καὶ τῆς πατρῴας διαδόχου ἀρχῆς καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσελθόντος καὶ χειρὶ τοῦ ἀρχιερέως τούτου εὐλογηθέντος, ἐπειδὴ καὶ περιώνυμος ἦν ἐκ τῆς ἀρετῆς καὶ τοῖς ἅπασι διὰ στόματος, ἦσαν οἳ τῶν ἐντρόφων τοῦ βήματος καὶ τούτων οἱ ἐς νοῦν βάπτοντες ἐν ἀπόρῳ ἐτίθεντο, εἰ νέος ὢν ὁ Μανουὴλ καὶ ἄρτι πρώτως χνοάζων τὸν ἴουλον διακυβερνήσειν ὅλως τὴν βασιλείαν δυνήσεται, ἥτις τὸ πολὺ δεῖται ἀνδρὸς πολιοῦ μὲν τὸ φρονεῖν, λαχνήεντος δὲ τὸν πώγωνα, ἔτι γε μὴν εἰ τὸν κασίγνητον καταπαλαίσειεν Ἰσαάκιον, δικαιότερον ὄντα πρὸς τὴν ἀρχὴν καὶ τῆς βασιλίδος τῶν πόλεων ἔνδον ἱζάνοντα. ὁ δὲ μέγας ἐκεῖνος ἀνὴρ καὶ ὄντως ἄνθρωπος τοῦ θεοῦ λύων τὸ ἄπορον καὶ διασαφῶν τὸ παρ᾽ ἐκείνοις ἀμφιγνοούμενον “ναί„ φησι, “καὶ τὴν βασιλείαν ὁ μεῖραξ οὗτος διιθυνεῖ, καὶ αὐτῷ ὑποπεσεῖται ὁ ἀδελφός· οὕτω γὰρ θεῷ δέδοκται καὶ προώρισται.

ἵνα δὲ εἰδῆτε καὶ περὶ ὧν οὐδ᾽ ὅλως με ἤρεσθε, τὸν οἰκεῖον πάππον, λέγων δ᾽ ἦν τὸν αὐτοκράτορα Ῥωμαίων καὶ προπάτορα ἐκείνῳ Ἀλέξιον, ὑπερβήσεται οὗτος βραχύ τι κατὰ τοὺς τῆς ζωῆς χρόνους, τῆς δὲ τελευτῆς αὐτῷ ἐγγιζούσης μανήσεται.„ Ἦν οὖν ἡ πρόρρησις αὕτη καὶ ἐμοὶ τῷ συγγραφεῖ Νικήτᾳ σὺν ἄλλοις πλείστοις γνώριμος, ὅτι καὶ ἐμὸς ὁ προφάντωρ ἀνάδοχος ἐκ τοῦ θείου βαπτίσματος. τίς δὲ ἔσται ἡ μανία καὶ οἷος ὁ τρόπος αὐτῆς, οὐδεὶς εἶχεν ἀκριβῶς συμβαλέσθαι τῶν εἰδότων τὸ προαγόρευμα· οἱ μὲν γὰρ ἐς τὸ χρυσομανὲς ἀνέφερον τὸ προφοίβασμα, οἱ δ᾽ ἐς ἄλλο τι σαρκικὸν ἐλάττωμα ᾐχμαλώτιζον. τοῦ δὲ προσεχῶς εἰρημένου δόγματος κινηθέντος καὶ παραβόλως ἐνισταμένου τὰ πρῶτα τοῦ βασιλέως ἀληθῆ δοξάζειν θεὸν τὸν παρὰ Μωάμετ ὁλόσφυρον καὶ μὴ γεγεννημένον ἢ γεννήσαντα θεόν, πέρας εἰληφέναι πάντες τὴν προθέσπισιν ἔφασκον, ἐπεὶ καὶ μανίαν ἀτεχνῶς ὀρθήν τε καὶ χειρίστην τὴν δόξαν εἶναι ταυτηνὶ ὡς τῆς ἀληθείας ἐπίπαν ἀντίθετον.

Κατήρξατο μὲν οὖν τῷ βασιλεῖ τὰ τῆς νόσου πρὸ τοῦ Μαρτίου μηνὸς τῆς ἐνισταμένης τότε τρισκαιδεκάτης ἰνδικτιῶνος, ὅτε καὶ τὰ περὶ τοῦ δόγματος ἐπεκύμαινε. καὶ αὐτὰ μὲν ἀφύβρισαν περί που μῆνα τὸν Μάϊον, ὁ δ᾽ αὐτοκράτωρ ἐπιστάντος τοῦ Σεπτεμβρίου τὸ ζῆν ἐξεμέτρησεν. οὐδὲν δέ τι κάλλιστον περὶ τῆς βασιλείας διῴκησεν, ἀλλὰ νωθέστερον ἦν διακείμενος πρὸς τὴν τῶν μετὰ τὴν μετάστασιν αὐτοῦ γενησομένων διαταγήν τε καὶ ὑποτύπωσιν. τὸ δ᾽ αἴτιον, οὐ παρεδέχετο ὁπωσοῦν ὡς ἤγγικεν ἐκείνῳ τὸ τελευτᾶν, ἀλλ᾽ εὖ εἰδέναι διετείνετο ὡς ἐνιαυτοὶ ζωῆς ἕτεροι δεκατέσσαρες αὐτῷ ἐπιδαψιλεύονται. καὶ τοῦτο πρὸς αὐτὸν εἴρηκε τὸν σοφὸν καὶ τρισμάκαρα πατριάρχην τὸν Θεοδόσιον ὑποτιθέμενον πατρικῶς φροντίδα τῶν τῆς βασιλείας θέσθαι πραγμάτων, ἕως ἔτι καιρὸς κἀκείνῳ ἔρρωται τὸ φρονεῖν, καὶ διφῆσαι τὸν ἀνθεξόμενον ἀκραιφνῶς τοῦ τῆς ἀρχῆς κληρονόμου παιδὸς οὔπω παραγγείλαντος εἰς ἥβην καὶ πιστῶς προστησόμενον τῆς βασιλίδος καὶ οἷον μητροκομήσοντα. οἱ δὲ παντοδήλητοι ἀστροφάντορες καὶ περὶ ἐρωτικά, κατ᾽ αὐτοὺς εἰπεῖν, τὸν βασιλέα σχολάσειν ἀπετόλμων λέγειν ἀνασφήλαντα τῆς νόσου μετὰ βραχὺ καὶ πόλεων ἀλλοφύλων εἰς χῶμα τεθησομένων καθαιρέσεις ἀπηναιδεύοντο.

τὸ δὲ δὴ παραλογώτερον, πρόχειροι τὴν γλῶτταν ὄντες καὶ τῷ ψεύδει ἐνειθισμένοι καὶ συγκίνησιν προύλεγον τοῦ παντὸς συνδρομάς τε καὶ συνόδους τῶν μεγίστων ἀστέρων καὶ ἀνέμων ἐξαισίων ἐκρήξεις καὶ σχεδὸν τοῦ παντὸς μεταστοιχείωσιν προεφοίβαζον, ἐγγαστρίμυθοι πλέον ἢ ἀστεροσκόποι δεικνύμενοι. οὐ χρόνους δὲ μόνον καὶ μῆνας ἠρίθμουν καὶ ἑβδομάδας κατέλεγον, ἐφ᾽ ὧν ταῦτα γενήσεται, καὶ βασιλεῖ διεσήμαινον, ἀλλὰ καὶ ἡμέρας ἠκριβολόγουν καὶ τὸ τῆς ὥρας ἀκαριαῖον ἐβωμολόχουν, ὡς εἴπερ σαφῶς ᾔδεσαν ἅπερ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ ἔθετο ὁ πατὴρ καὶ περὶ ὧν ἐπετίμα πυνθανομένοις τοῖς μαθηταῖς ὁ σωτήρ. ἀμέλει τοι οὐ μόνον αὐτὸς βασιλεὺς σπήλαια καὶ καταδύσεις ἀλεξηνέμους διηρευνᾶτο καὶ προητοίμαζεν εἰς ἐνοίκησιν καὶ οἱ τῶν βασιλικῶν οἰκοπέδων καθῃροῦντο ὕελοι, ὡς εἶεν ἀπαθεῖς ταῖς τῶν ἀνέμων ἐκθησαυριζομέναις πνοαῖς, ἀλλὰ καὶ ὁπόσοι τῇ θεραπείᾳ τούτου καὶ συγγενείᾳ ἐνεγράφοντο καὶ οἳ κολακικῶς αὐτὸν ὑπεισήρχοντο τοῖς αὐτοῖς ἐπιμελῶς ἐνέκειντο, ὡς τοὺς μὲν γεωρυχεῖν κατὰ μύρμηκας, τοὺς δὲ σκηνοποιεῖν καὶ σχοινία περιδέειν ἔντριτα καὶ πασσάλους ἀποξύνειν πηχυαίους εἰς ἀκράδαντον ἔρεισμα τῶν σκηνῶν.

Ἀλλ᾽ ὅπερ ἔλεγον, ἐπειδὴ τὰ τῆς νόσου ἐπέτεινε, παραβόλως βαλανείῳ ἐχρήσατο καὶ γνοὺς ἔτι πλέον ἐντεῦθεν τὰς τοῦ ζῆν ἀπαλειφομένας ἐλπίδας καὶ οἷον καθ᾽ ὑγρῶν τυπουμένας καὶ τὴν προθεσμίαν ἤδη ἀνυπεξάλυκτον, ὀλίγα περὶ τοῦ παιδὸς Ἀλεξίου τοῖς περιεστῶσι διείλεκται κεράσας οἰμωγαῖς τὰ ῥήματα ἐκ τοῦ προορᾶν οἷον τὰ μετὰ τὴν ἐκείνου συμβησόμενα ἔξοδον.

Ἀλλὰ καὶ περὶ τῆς ἀστρονομίας ὑποθήκῃ τοῦ πατριάρχου βραχύν τινα χάρτην ὑπεσημήνατο πρὸς τὴν ἐναντίαν δόξαν μεθαρμοσθείς. Τέλος δὲ καὶ αὐτὸς τῇ ἀρτηρίᾳ προσάγων τὴν χεῖρα καὶ τὰς κινήσεις τοῦ σφυγμοῦ γνωματεύων βύθιόν τι στενάξας καὶ πλήξας τῇ χειρὶ τὸν μηρὸν τὸ μοναδικὸν σχῆμα ᾔτησε. θορύβου δέ, ὡς εἰκός, ἐπὶ τῷ ῥήματι τούτῳ ἀρθέντος καὶ τῆς πνευματικωτέρας ἀμφιάσεως ἐχούσης τὸ ἀπαράσκευον, τριβωνίου μέλανος οἱ περὶ τὸν βασιλέα ὁθενοῦν εὐπορήσαντες περιδύουσι μὲν αὐτὸν τὰ μαλακὰ καὶ ἀρχικὰ ἄμφια, ἐπενδύουσι δὲ τὸ τραχὺ τῆς κατὰ θεὸν πολιτείας ἔνδυμα, εἰς ὁπλίτην μετημειφότες πνευματικὸν κράνει τε θειοτέρῳ καὶ θώρακι σεμνοτέρῳ, τῷ οὐρανίῳ στρατολογήσαντες ἡγεμόνι. τὸ δὲ ῥάκος μὴ ποδῆρες ὂν μήτε μὴν δι᾽ ὅλου τοῦ ἡρωϊκοῦ ἐκείνου καταβαῖνον σώματος εἴα τὰς κνήμας ἀκαλυφεῖς, ὡς μηδένα τῶν ὁρώντων εἶναι ἀδάκρυτον, ἐν νῷ βαλλόμενον τὴν ἀνθρωπίνην ἀσθένειαν καὶ τὴν ἐν τῷ τελευτᾶν τὸν βίον τοῦ σώματος ἀχρειότητα, ὅπερ ἡμῖν ὡς ὄστρεον περιπλάττεται καὶ συμφύεται τῇ ψυχῇ.

Τοῦ βίου γοῦν οὕτω καὶ τῆς βασιλείας μεθίσταται, τριάκοντα καὶ ὀκτὼ χρόνους γεγονὼς ἐν τῇ βασιλείᾳ λειπόντων μηνῶν τριῶν. πρὸς ἣν οἶμαι παράτασιν τῆς ἀρχῆς καὶ τὸ παλαίτατον ἐκεῖνο λόγιον ἀφορᾶν, ὃ διέξεισιν οὑτωσί “ἀλλ᾽ ὑστάτη σε κερδανεῖ λαβὴ λόγου·„ ἡ γὰρ τελευταία τοῦ ὀνόματος συλλαβὴ τὸν ὀκτὼ καὶ τριάκοντα διασημαίνεται ἀριθμόν.

Τέθαπται οὖν παρὰ πλάγιον πλευρὰν τῷ τὸν νεὼν εἰσιόντι τῆς τοῦ Παντοκράτορος μονῆς, οὐκ ἐν αὐτῷ τῷ τεμένει, ἀλλ᾽ ἐν τῷ περὶ τοῦτον ἡρώῳ. τοῦ δὲ τοίχου τοῦ νεὼ εἰς ἁψῖδα περιαχθέντος ἡ περὶ τὴν σορὸν εὐρεῖα διαστέλλεται εἴσοδος. συνέχει δὲ τοῦτον λίθος τὴν μελανίαν ὑποκρινόμενος καὶ διὰ τοῦτο στυγνάζοντι ἐοικώς, ὃς καὶ εἰς ἑπτὰ διέσχισται λοφιάς. παράκειται δέ οἱ ἐπὶ κρηπῖδος καὶ προσκύνησιν δέχεται λίθος ἐρυθρὸς ἀνδρομήκης, ὃν εἶχε πρότερον μὲν ὁ κατ᾽ Ἔφεσον ναὸς ἐκεῖνον εἶναι διαθρυλλούμενον, ἐφ᾽ οὗ Χριστὸς μετὰ τὴν ἀπὸ σταυροῦ καθαίρεσιν νεκροταφίοις εἱληθεὶς ἐσμυρνίσθη, ὁ δὲ βασιλεὺς οὗτος ἐκεῖθεν μετακομίσας καί οἱ τὸν νῶτον ὑποστρώσας ὡς ὁμόθεον σῶμα καὶ γεγονὸς ὅπερ τὸ χρῖσαν βαστάσαντι ἐκ τοῦ κατὰ τὸν Βουκολέοντα λιμένος εἰς τὸν ἐν τῷ φάρῳ τοῦ παλατίου νεὼν ἀνήγαγε. μετ᾽ οὐ πολλὴν μέντοι ἐν ὑστέρῳ χρόνου περίοδον τοῦ βασιλέως τὸν βίον ἀπολιπόντος, καὶ ὁ λίθος οὗτος ἐξήρθη τῶν ἀνακτόρων καὶ μετενήνεκται ἔνθα δὴ ἀρτίως ἐμνήσθην, κεκράξων, οἶμαι, καὶ διατρανωσόμενος ὁπόσα ὁ τῇ σορῷ σιωπῶν εἰργάσατό πως καὶ ἠγωνίσατο.