Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Αλεξίου Β' Κομνηνού και η άνοδος του Ανδρονίκου

Η ανηλικότητα του Αλεξίου Β', οι αυλικές έριδες, η επάνοδος του Ανδρονίκου Κομνηνού, οι βίαιες προγραφές κατά των Λατίνων και της βασιλικής οικογένειας και η δολοφονία του νεαρού αυτοκράτορα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 8 από 18

ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ ΤΟΥ ΥΙΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Καὶ οὕτω μὲν ὁ Κομνηνὸς Μανουὴλ καταλύει τὸν βίον, βασιλεύει δὲ μετ᾽ αὐτὸν ὁ ἐκείνου παῖς Ἀλέξιος, οὔπω καθαρῶς τῆς ἥβης ἁψάμενος, ἀλλ᾽ ἔτι παιδοκόμων καὶ τιτθευτρίας δεόμενος. πλημμελῶς τοίνυν καὶ ἀχρείως τὰ Ῥωμαίων ἐφέρετο πράγματα καὶ χειρόνως ἢ ὅτε ὁ Φαέθων τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ὁδὸν ἐπεβάλετο τοῦ πατρικοῦ καὶ χρυσοκολλήτου ἐπιβὰς ἅρματος. αὐτὸς μὲν γὰρ ὁ κρατῶν διὰ τὸ τῆς ἡλικίας ἀτελὲς καὶ τὸ τοῦ τὰ συνοίσοντα φρονεῖν ἐνδεὲς οὐδενὸς ἦν τῶν καθηκόντων ἐπιστρεφόμενος, κούφοις δὲ τρεφόμενος πνεύμασι καὶ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μήπω μεμαθηκὼς ἀκριβῶς κυνηγεσίοις προσανεῖχε καὶ ἱππηλασίοις προσέκειτο, παιδαρίοις συμπαίγμοσι συγγινόμενος καὶ τὸ ἦθος ἐν τοῖς χειρίστοις τυπούμενος. οἱ δέ γε πατρῷοι τούτῳ ἑταῖροι καὶ οἱ καθ᾽ αἷμα δήπου προσήκοντες ἑτέροις τὸν νοῦν προσέχοντες τῆς τούτου καλλίστης κατημέλουν ἀγωγῆς καὶ τροφῆς καὶ τὰ κοινὰ φθειρόμενα παρεβλέποντο.

οἱ μὲν γὰρ τῆς βασιλίδος ἤρων καὶ ἐπείρων, ἐπαφροδίτως βοστρυχιζόμενοι, καὶ τὸν ταύτης ἀντέρωτα θηρώμενοι ἐμυροῦντο νηπιωδῶς καὶ ἐμιτροῦντο γυναικωδῶς περιδερραίοις λιθοκόλλοις καὶ ὅλοις ἐς ἐκείνην ὀφθαλμοῖς ἐνητένιζον· οἱ δέ, χρηματιστικοὶ ὄντες καὶ δημοβόροι, παρενοσφίζοντο τὰ δημόσια ταῖς τε ἐφευρημέναις δαπάναις ἀφειδέστερον χρώμενοι καὶ νέας προσεφευρίσκοντες, ἵν᾽ ἔχοιεν οὕτω τὸ χθὲς κενὸν καὶ σύσπαστον βαλάντιον πλῆρες καὶ διῳδηκὸς σήμερον· οἱ δέ, τοῦ βασιλεύσειν ἔχοντες ἔφεσιν, πρὸς τοῦτο τὸν οἰκεῖον σκοπὸν συνέτεινον ἅπαντα. ὡς γάρ τινος παιδαγωγοῦ γενναίου καὶ ἐμβριθοῦς ἐκποδὼν γεγενημένου, ἀταξίας τὸ πᾶν ἐπεπλήρωτο, ἑκάστου τὸ οἰκεῖον μεταδιώκοντος ἐφετὸν καὶ ἀλλήλοις ἁπάντων ἀντιπραττόντων, ἢ κίονος ὑποσπασθέντος ἑδραίου καὶ ἀστραβοῦς πρὸς ἐναντίαν φορὰν ἀπονενεύκεισαν ἅπαντα. τῆς δὲ ἰσοτιμίας ἀτιμασθείσης παρὰ τοῖς τότε τὰ μέγιστα δυναμένοις καὶ κατὰ γένος συναπτομένοις τῷ βασιλεῖ, αἵ τε ὑπὲρ τῶν κοινῶν φροντίδες ἐξέλιπον καὶ αἱ συνδρομαὶ καὶ σύνοδοι ἠφαντώθησαν.

Καὶ τοῦ πρωτοσεβαστοῦ καὶ πρωτοβεστιαρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, ὃς ἀνεψιὸς ἦν πρὸς πατρὸς τῷ βασιλεῖ Μανουήλ, τῇ τοῦ παιδὸς καὶ βασιλέως μητρὶ πλησιάζοντος, ὡς ἐλέγετο, καὶ θαμὰ αὐτῇ ὁμιλοῦντος καὶ ὑπὲρ πάντα ἰσχύοντος ἕτερον, οἱ τοῦ αὐτοῦ μεταλαχόντες αἵματος καὶ ἰσοκρατεῖς εἶναι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐαθέντες καὶ ἀξιώμασι μεγίστοις ἐμπρέποντες ἔστιν ᾗ ἀπεπνίγοντο τοῖς γινομένοις, ἔστι δ᾽ ᾗ καὶ τυραννίδα φυομένην ὁρῶντες τὸν πρωτοσεβαστὸν ὑπεβλέποντο, οὐ τοσοῦτον μὴ ὁ βασιλεύων ἀηδές τι πάθῃ περὶ πλείστου ἔχοντες, ὅσον μὴ αὐτοὶ συλληφθεῖεν ὑφορώμενοι. καὶ διὰ ταῦτα καραδοκοῦντες τὸ μέλλον, τὸ καθ᾽ αὑτοὺς ἀσφαλὲς τοῦ πέλας προυτίθεσαν. ἤδη γὰρ ἡ φήμη λάλος ἦν καὶ διαρρήδην κραυγάζουσα ὡς Ἀλέξιος τῇ μητρὶ τοῦ βασιλέως συγγίνεται καὶ καθελεῖν μὲν τοῦτον τῆς δυναστείας ἐν νῷ τίθεται, ἑαυτὸν δ᾽ ἐπιβήτορα ταύτης, ὥσπερ δὴ καὶ τῆς τεκούσης, γενήσεσθαι σκέπτεται.

Καὶ οὕτω μὲν τὰ κατὰ τὴν βασιλείαν αὐτὴν πάσης ὄντα συγχύσεως καὶ παντοίου χειμῶνος ἔμπλεα, καὶ τὸ τοῦ μυθικοῦ δράκοντος πράγμασιν αὐτοῖς ὁρώμενον ἦν, ὃς κακῶς διετίθετο κωφῷ καὶ τυφλῷ μέρει τῷ οὐραίῳ διεξαγόμενος. ἢ τὸ τέρας πέρας ἐλάμβανεν, ὃ τὸν βίον τελευτῶντος ἐπεφάνη τοῦ αὐτοκράτορος Μανουήλ· γυνὴ γάρ τις κατὰ τὴν Προποντίδα λαχοῦσα τὴν οἴκησιν παιδίον ἀπέτεκεν ἄρρεν, τὸν μὲν λοιπὸν ἄνθρωπον ἐξηρθρωμένον καὶ λίαν βραχυμερέστατον, τὴν δέ γε κεφαλὴν χρῆμά τι ἐπὶ τῶν ὤμων ἀνέχον μέγα τε καὶ ἐξαίσιον, ὃ καὶ συλλελόγιστο πολυαρχίας εἶναι σημαντικόν, ἥτις μήτηρ ἀναρχίας ἐστίν.

Ὁ δὲ Κομνηνὸς Ἀνδρόνικος ὁ τοῦ βασιλέως ἐξάδελφος Μανουήλ, περὶ οὗ τὸ λέγειν ἐν τῇ κατὰ τὸν βασιλέα τοῦτον ἱστορίᾳ ἔρρευσεν ἱκανώτατα, διατρίβων τηνικαῦτα κατὰ τὸ Οἴναιον, ἐπεὶ πύθοιτο τὸν τοῦ Μανουὴλ θάνατον καὶ διαστασιάζειν ἔγνωκε τὰ βασίλεια, τὸν παλαιὸν τῆς τυραννίδος ἀνασκάλλει ἔρωτα. ἀλλὰ μήπω περὶ τούτων, καθ᾽ εἱρμὸν δὲ προϊὸν τὸ λέγειν ἐκεῖθεν τῆς ἱστορίας τῶν κατὰ τὸν ἄνδρα τοῦτον ἐχέσθω, ὁπόθεν ἔχεσθαι ἄμεινον συναφείας ἕνεκα καὶ τοῦ μὴ παραλιπεῖν τι τῶν ῥηθῆναι ἀξίων.

Ὁ Ἀνδρόνικος τοίνυν οὗτος τὰς λαβὰς ἐκφεύγων τοῦ Μανουὴλ ἀειφυγίαν εἵλετο καὶ πόλεις ἀμείψας συχνὰς καὶ πλεῖστα ἐθνῶν ἄστεα κατιδὼν τέλος, ὡς εἰπόντες ἔχομεν, καταλύει παρὰ τῷ Σαλτούχῳ· τοπάρχης δ᾽ ἦν οὗτος εἰς ἀρχὴν ἔχων ἐξαιρεθεῖσαν τὴν τῇ Χαλδίᾳ προσεγγίζουσαν χώραν, Ῥωμαίοις μὲν πάλαι ὑπόφορον, τότε δὲ τοῖς Τούρκοις καὶ τοῖς τούτων ὑπείκουσαν ἔθεσι. καὶ παρειληφώς τι φρούριον αὐτοῦ ἑκόντος καὶ τῇ φυσικῇ τούτου ἐρυμνότητι τὴν ἀπὸ τῆς τέχνης προσθεὶς ἐκεῖσε προσέμενε συμπλανῆτιν ἔχων ἑαυτῷ καὶ συνέκδημον τὴν Κομνηνὴν Θεοδώραν, ἥτις ἀθεμίτως αὐτῷ συνηυνάζετο θυγάτηρ Ἰσαακίου οὖσα τοῦ σεβαστοκράτορος· ἐξ ἀδελφῶν δ᾽ ἔφυσαν ἄμφω, Ἰσαάκιος καὶ Ἀνδρόνικος.

Ὁ τοίνυν αὐτοκράτωρ Μανουὴλ συνειληφέναι οὐκ ἔχων Ἀνδρόνικον, ἀλλ᾽ ὅσα καὶ Ἰξίων Ἥρας τούτου ἀποπλαζόμενος, ὡς γοῦν νεφέλην τὴν ἀνεψιὰν Θεοδώραν περισχεῖν διὰ φροντίδος ἐτίθετο καὶ τοῦ κατὰ σκοπὸν ἐπιτυχὴς γεγονὼς διὰ τοῦ τότε τὴν ἀρχὴν τῆς Τραπεζοῦντος ἀνεζωσμένου Νικηφόρου τοῦ Παλαιολόγου μετὰ βραχὺ καὶ αὐτὸν ἐπισπᾶται Ἀνδρόνικον, ὅσα καὶ δελητίῳ τῇ Θεοδώρᾳ κατασπώμενον καὶ τῷ ταύτης ἀγκιστρευόμενον ἔρωτι, οὐ μικρῶς δὲ καὶ τῷ τῶν παίδων πυρὶ δαπανώμενον, οὓς ἀπέτεκεν αὐτῷ Θεοδώρα. στείλας τοίνυν πρέσβεις ἐς βασιλέα αἰτεῖται ὧν πεπαρῴνηκεν ἀμνηστίαν, πρὸς δὲ καὶ ἀσφάλειαν ὡς οὐδέν τι πείσεται θυμαλγὲς ἀφικόμενος. καὶ τοῦ βασιλέως πρὸς ἄμφω οὐκ ἀπατηλῶς κατανεύσαντος μετά τινα καιρὸν προσχωρεῖ.

Πολυμήχανος δ᾽ ὢν Ἀνδρόνικος καὶ παντοίοις δόλοις καζόμενος ἁλύσει σιδηρέᾳ βαρυταλάντῳ διαλαμβάνει τὸν τράχηλον καὶ ταύτην ἔνδον συσχὼν καὶ περιθάλψας τῷ ἱματίῳ ἐς τὰ τῶν ποδῶν ἔσχατα καταβαίνουσαν, ὡς εἴη βασιλεῖ τε ἀφώρατος καὶ τοῖς τὸ βῆμα τούτου πληροῦσιν ἀθέατος, λαβὼν τοῦ ὀφθῆναι τῷ αὐτοκράτορι καὶ θεάσασθαι τὸ ἐνδόσιμον, ἐπεὶ ἅπαξ ἐκείνῳ εἰς θέαν κατέστη, μέγας μεγαλωστὶ κατὰ τοῦ δαπέδου ἐκτείνεται προτείνας τὴν ἅλυσιν καὶ δακρύοις τέγγων τοὺς ὀφθαλμοὺς ἐδεῖτο θερμότερον καὶ περιπαθῶς καθικέτευε συγγνώμην εὑρεῖν ἐφ᾽ οἷς δῆθεν παραλελύπηκεν. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς δρωμένοις ἔκθαμβος γεγονὼς αὐτός τε προήχθη πρὸς δάκρυα καὶ τοὺς ἐξεγεροῦντας ἐπέταξεν. ὁ δὲ οὐκ ἀναστῆναι τῶν κάτω διισχυρίζετο, εἰ μὴ βασιλέως ἐπιτεταχότος αὐτόν τις τῶν παρεστηκότων διὰ τῆς ῥυμοτομίας ἐφελκύσει τοῦ βήματος λαβόμενος τῆς ἁλύσεως καὶ προσουδίσει τῷ θρόνῳ τῷ βασιλικῷ. ἀμέλει καὶ γέγονεν, ὡς ἐδεῖτο Ἀνδρόνικος. ὑπουργήκει δὲ πρὸς τοὖργον τοῦτο ὁ Ἄγγελος Ἰσαάκιος ὁ καθελὼν τῆς τυραννίδος Ἀνδρόνικον ὕστερον· καὶ θαυμάσας ἄν τις τὸ τελεσθὲν τηνικάδε καιροῦ οὐκ εἰς ἄλογον συγκυρίαν ἢ αὐτόματον ἀπολύσει τοῦτο περίπτωσιν.

Τῷ δ᾽ οὖν τότε λαμπρότατα προσδεχθεὶς ὁ ἀνὴρ καὶ φιλοφροσύνης μεγαλοπρεποῦς ἀξιωθείς, ὡς ἔδει τηλίκον ἄνδρα χρόνιον ἐπανήκοντα, πρὸς τὸ Οἴναιον ἀποστέλλεται, ἐκεῖσε τὰς διατριβὰς τελέσων καὶ τὴν μακρὰν ἀνακωχεύσων περιοδείαν καὶ τὸν πολυετῆ καταπαύσων πλάνον. ᾔδεσαν γὰρ ἀμφότεροι τὰ τῆς ἐν ταὐτῷ συνουσίας εἰς τὰς προτέρας ἐπαναλύσοντα συμφοράς· μηδὲ γὰρ ἠρεμήσειν ὅλως τὸν φθόνον καὶ οἷς ἔργον τῷ φιλαιτίῳ τὴν παρὰ τοῖς κρατοῦσιν οἰκείωσιν ἄρνυσθαι καὶ ταῖς τῶν ἄλλων διαβολαῖς ἑαυτοὺς κρατύνειν καὶ εἰς μείζους προσεπαίρειν τιμάς.

Ἦν οὖν Ἀνδρόνικος Διός τε πόρρω καὶ κεραυνοῦ, παρὰ τοσοῦτον οὐ τὸν πρώην ἕλκων πόνηρον βίοτον, παρ᾽ ὅσον οὐ τῆς τῶν Ῥωμαίων ἐπλάζετο ὑπερόριος καὶ δωρεῶν ἐνεφορεῖτο βασιλικῶν. Ἐκεῖσε τοίνυν ὢν τὸν τοῦ Μανουὴλ ἠνωτίσατο θάνατον καὶ τὰς ἐν τοῖς βασιλείοις νόσους ἠκρίβωκε καὶ ὡς ὁ βασιλεὺς Ἀλέξιος ἱππασμοῖς διαχεῖται καὶ προστέτηκε παιδιαῖς, ὁπόσαις φιληδοῦσιν οἱ παιδαριώδεις τὴν φρόνησιν, τῶν δὲ παιδοκομούντων αὐτὸν εὐπατριδῶν οἱ μὲν κατὰ τὰς μελίσσας συχνὰ πρὸς τὰς ἐπαρχίας λύουσι τὸ πτερὸν καὶ ὡς μέλι τὰ χρήματα τιθαιβώσσουσιν, οἱ δὲ κατὰ τὰς αἶγας τοῦ τῆς βασιλείας ἐρῶσι θαλλοῦ καὶ συνεχῶς ἐρωτιῶσι τουτονὶ δρέπεσθαι, ἔνιοι δὲ τὰς ὗς μιμούμενοι ἐκ τῶν ῥυπαρωτέρων προσόδων λιπαίνονται, πρὸς μὲν τὸ ἐπαινετὸν καὶ τῆς κοινῆς πατρίδος ὠφέλιμον οὐδ᾽ ἀναθρεῖν ὅλως οὐδ᾽ ἀνακύπτειν αἱρούμενοι, ταῖς δὲ μυσαραῖς ἐγκυλινδούμενοι πράξεσι καὶ συωδῶς πρὸς ἅπαν ἐγκυπτάζοντες χείριστον.

Αἰτίαν οὖν ἐφιλοκρίνει καὶ ἀνηρεύνα περιεργότερον, δι᾽ ἧς εὐαφόρμως τῇ βασιλείᾳ ἐπίθοιτο.

καὶ πολλοὺς λογισμοὺς ἀνελίξας καὶ πᾶσαν μηχανὴν μετελθὼν τέλος τὸ τοῦ ὅρκου βιβλίον ἔπεισιν, ὃν τῷ Μανουὴλ καὶ τῷ υἱῷ ἐκείνου Ἀλεξίῳ εἶχεν ὀμωμοκώς, καὶ μεθ᾽ ἑτέρων εὑρὼν καὶ ταῦτα ἐγκείμενα—χρεὼν δὲ μὴ ὑπονοθεύειν ἑτέρᾳ φράσει τὰ ῥήματα, ἀλλ᾽ ὡς ἐπὶ λέξεων εἶχον, οὑτωσὶ καὶ δηλοῦν, διεξῄεσαν δὲ ὧδε— “καὶ εἴ τι δὲ ἴδω ἢ νοήσω ἢ ἀκοῇ παραλήψομαι εἰς ἀτιμίαν ὑμῶν καὶ λύμην τοῦ ὑμετέρου φερόμενον στέμματος, καὶ ὑμῖν τὴν περὶ τούτου διδοὺς ἐσοίμην εἴδησιν καὶ αὐτὸς δέ, ὡς ἐξόν μοι, τοῦτο κωλύω.„ Καὶ τοῖς ῥήμασι τούτοις ἐπικαθίσας ὡς αἱ μυῖαι τοῖς μώλωψι, πάνυ χρησίμοις οὖσι πρὸς ἣν πάλαι ὤδινε τυραννίδα ἐμβριθέστερον ἔχων τὸ ἦθος καὶ τὸ φρόνημα ἀρχικώτερον, ἐπάλληλα τὰ γράμματα ἔστελλε πρός τε τὸν ἀνεψιὸν καὶ βασιλέα Ἀλέξιον καὶ τὸν τῆς μεγίστης ἱερωσύνης κοσμήτορα Θεοδόσιον καὶ τοὺς λοιπούς, οἷς ζώπυρον φιλίας ὑπῆν πρὸς τὸν κατοιχόμενον βασιλέα τὸν Μανουήλ, ἐν δεινῷ τιθέμενος τὰ τῆς ἀσχήμονος φήμης περιλαλήματα καὶ τὸν ἀγανακτοῦντα ὑποκρινόμενος, εἰ μὴ ὁ πρωτοσεβαστὸς τῆς δυναστείας παραλυθείη καὶ τὴν μετριωτέραν τύχην εἴη μετειληφὼς καὶ διὰ τὸν προσέρποντα μὲν ἐντεῦθεν καὶ ἤδη καθιστάμενον προδηλότατον τοῦ βασιλέως Ἀλεξίου ὄλεθρον, ἀλλὰ δὴ καὶ τὴν ἀπρεπῆ οὐχ ἥκιστα φήμην καὶ ὠσὶν ἡμέροις οὐκ εὐπαράδεκτον, ἥτις ἐπ᾽ ἄκρων τειχέων κηρύσσεται καὶ πύλαις δυναστῶν ἐφεδρεύει καὶ πρόεισι παγκόσμιον περιήχημα.

καὶ ταῦτα λέγων καὶ γράφων μεθ᾽ οἵας οὐκ εἴπῃ τις ἂν πειθανάγκης καὶ λαμυρότητος (ἦν γάρ, εἰ καί τις ἄλλος, γραμμάτων ἔμπειρος καὶ ἀνὰ στόμα φέρων τοῦ πνευματορρήτορος Παύλου τὰ ἐπιστόλια) εἶχε πάντας τῇ αὐτοῦ γνώμῃ προστιθεμένους καὶ πρὸς ἐκεῖνον νενευκότας μονώτατον ὡς φιλορώμαιον ἄνδρα καὶ χρόνῳ μακρῷ καὶ πείρᾳ πολιωτέρᾳ τὰ κάλλιστα συλλεξάμενον.

Καὶ αὐτὸς δὲ τοῦ Οἰναίου ἀπάρας πρὸς τὴν τῶν πόλεων βασιλίδα μετέβαινε τὸν οἰκεῖον καθ᾽ οὓς ἐπισταίη ὅρκον ἀναπτύσσων καὶ τοῖς πυνθανομένοις διεξιὼν τὸ τῆς κινήσεως αἴτιον. καὶ περὶ ἐκεῖνον ὅσα καὶ πρὸς ἀετὸν ὑψινεφῆ καὶ γαμψώνυχα κολοιοὶ ἐγάρυον ἄκραντα οἱ πραγμάτων νεωτέρων τρέφοντες ἔφεσιν καὶ οἷς ἡ πάλαι φήμη περιεσπούδαστο, ἣ δήπου βασιλεύσειν Ἀνδρόνικον προηγόρευε. καὶ εἶχεν αὐτὸν οὕτω μεταβάντα ἡ τῶν Παφλαγόνων μερὶς καὶ ὅσα καὶ σωτῆρα καὶ κατὰ θεῖον ἥκοντα προσδεχόμενον ἐριτίμως.

Ὁ δὲ πρωτοσεβαστὸς Ἀλέξιος ἐκπάγλως ἐμαίνετο, τῷ ἰδίῳ πίσυνος κράτει καὶ τῇ παραδυναστείᾳ τῆς δεσποίνης καταχρώμενος, ὥσπερ καὶ ὁ πολλὰ πολλάκις ἐδηδοκὼς φάρμακα δράκων καὶ γενόμενος δυσαντίβλεπτος. οὐκοῦν οὐκ ἦν τι τῶν ἁπάντων, ὃ μὴ δι᾽ αὐτοῦ ἐπεραίνετο. εἰ δέ τι καὶ διεπεπράχει λαθὼν ἕτερος, ἢ τῆς βασιλίσσης δεηθεὶς ἢ τὸν βασιλέα καρυατιζόμενον εὑρὼν ἢ ῥιμμῷ λιθιδίων καταλαβὼν προσανέχοντα καὶ τῷ καιρῷ πρὸς περάτωσιν τοῦ αἰτουμένου χρησάμενος, οὐδὲ τοῦτο τῶν ἐκείνου ἐκπεριίστατο ὀφθαλμῶν· σκεψάμενος γὰρ τρόπον, δι᾽ οὗ τὰ παρ᾽ ἄλλων διηνυσμένα πρὸς ἐκεῖνον ἐπαναλύσουσιν ὡς εἰς στροφάλιγγα περιδινούμενα ῥεύματα, δόγμα ἐκ βασιλέως ἐξήνεγκε μὴ ἄλλως εὐπαράδεκτα οἴεσθαι ὅσα ἡ βασιλικὴ χεὶρ ὑποσημαίνεται, γράμματα, εἰ μὴ πρότερον ὀφθεῖεν τῷ Ἀλεξίῳ καὶ οὗτος τὴν δεξιὰν τῷ βατραχείῳ ἐπιδοὺς βάμματι τὴν τοῦ “ἐτηρήθησαν„ ἐπισημασίαν βραβεύσειεν. ἦγεν οὖν, ὡς ᾑρεῖτο, πάντα καὶ μετεπέττευε, καὶ ἅπερ οἱ ἐκ Κομνηνῶν πρότερον βασιλεῖς ἱδρῶσι πολλοῖς, εἴπω δὲ καὶ τοὺς πένητας καλαμώμενοι, συλλογιμαίως ἀπεθησαύρισαν χρήματα, ταῦτα τῷ πρωτοσεβαστῷ καὶ τῇ βασιλίσσῃ πρὸς ἀποχέτευσιν προύκειντο· καὶ τὸ τοῦ Ἀρχιλόχου ἄντικρυς ἐπεραίνετο, ὅ φησιν, εἰς ἔντερον πόρνης πολλάκις μεταρρυΐσκεσθαι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα μακρῷ.

Ἐντεῦθεν ἡ πᾶσα πόλις πρὸς Ἀνδρόνικον ἔβλεπε καὶ ἡ ἐκείνου ἄφιξις ὡς ἐν σκοτομήνῃ λαμπτὴρ καὶ ἀστὴρ ἀρίζηλος ἐδοξάζετο. τῷ τοι καὶ ἐνῆγον διὰ γραμμάτων κρύβδην πεμπομένων οἱ μέγα τότε δυνάμενοι καταταχῆσαι τὴν εἴσοδον, ὡς ἀντιταξομένων οὐδένων, οὔτε μὴν πρὸς τὸ ἀντωπὸν τῆς ἐκείνου στησομένων σκιᾶς, ἀλλ᾽ ὑπτίαις ὅλων προσδεξομένων χερσὶ καὶ ἀναπετασόντων ἀσμένως τὰς τῆς καρδίας περιπτυχάς.

Διαφερόντως δὲ αὐτὸν παρεκρότει καὶ θαρραλέως προσιέναι διένυττεν ἡ πορφυρογέννητος Μαρία ἡ τοῦ βασιλέως Ἀλεξίου ἑτεροθαλὴς ἀδελφὴ καὶ ὁ παριαύων ταύτῃ καῖσαρ ἐξ Ἰταλῶν ὁρμώμενος. αὕτη γὰρ ἀποπνιγομένη μικροῦ τῷ τὴν πατρῴαν κοίτην ἀνοσίως ὑπὸ τοῦ πρωτοσεβαστοῦ ἐρευνᾶσθαι, καὶ ἄλλως δὲ θερμουργίαν ἀσπαζομένη καὶ ἀνδρικὴ τὸ φρόνημα οὖσα, προσκτωμένη δὲ καὶ τὸ φύσει πρὸς τὴν μητρυιὰν βαρύζηλον, οὐχὶ στέγουσα δὲ καὶ τὸ παρευδοκιμεῖσθαι καὶ ὡς ἀντικαθισταμένη τις ὑποβλέπεσθαι τὸν Ἀνδρόνικον τοῖς γράμμασιν ἐμυώπιζεν ὡς ἵππον ἐφ᾽ ὕσπληγγος ἑστῶτα καὶ δρόμον πνέοντα, ἑὸν κακὸν ἀμφαγαπῶσα καὶ τὸν οἰκεῖον ὄλεθρον ἐπισπέρχουσα. τὴν δὲ πρὸς τὸν πρωτοσεβαστὸν οὐχ οἵα τε οὖσα περιστέλλειν ἀπέχθειαν ἐς τοὐμφανὲς αὐτῷ ἀντεφέρετο καὶ οὖδ᾽ ὁπωσοῦν διελελοίπει ὅσα οἱ πρὸς λύμην βυσσοδομεύουσα.

Ἀμέλει καὶ ὑποποιησαμένη τῶν πρὸς γένους ἐκείνῃ τινάς, ὁπόσους δηλαδὴ τῷ Ἀνδρονίκῳ ᾔδει προστιθεμένους, φιλεχθροῦντας δὲ τῷ πρωτοσεβαστῷ (ἦσαν δ᾽ οὗτοι ὁ Κομνηνὸς Ἀλέξιος, ὃς ἀπετέχθη τῷ βασιλεῖ Μανουὴλ ἐκ τῆς ἀνεψιᾶς Θεοδώρας, ὁ Λαπαρδᾶς Ἀνδρόνικος, οἱ δύο τοῦ Ἀνδρονίκου υἱοὶ ὅ τε Ἰωάννης καὶ ὁ Μανουήλ, ὁ τῆς πόλεως ἔπαρχος Ἰωάννης ὁ Καματηρὸς καὶ συχνοὶ ἕτεροι), καὶ διὰ συνωμοσίας τὴν μὲν ἐς τὸν ἀδελφὸν καὶ βασιλέα πίστιν κρατυναμένη, τὸν δὲ τοῦ πρωτοσεβαστοῦ κυρώσασα θάνατον, ἐκαιροφυλάκει τὴν τούτου κατάλυσιν.

Εὔκαιρον δὲ πρὸς τὴν μελετωμένην πρᾶξιν εὑρηκέναι οἰηθεῖσα καιρὸν τὴν εἰς τὸν Βαθὺν Ῥύακα μετὰ τοῦ βασιλέως ἐξέλευσιν τοῦ πρωτοσεβαστοῦ ἐπὶ τῷ τελεσθῆναι τὰ ὅσια Θεοδώρῳ τῷ χριστομάρτυρι κατὰ τὴν ἑβδόμην τῆς πρώτης τῶν νηστεῶν τὴν μὲν ἐγχείρησιν ἡτοιμάσατο καὶ τοὺς σφαγέας τοῦ ἀντιπάλου ἐπήγετο τὸ φονουργὸν παραγυμνοῦντας σιδήριον, ἐκ δέ τινος περιπετείας τοῦ οἰκείου ἐκκρούεται σκέμματος. καὶ τῆς βουλῆς ὁμοῦ καὶ τῆς ἐπιβουλῆς μικρῷ ὕστερον φωραθείσης, τοὺς μὲν λοιποὺς εἶχε βῆμα βασιλικὸν καὶ σκέψις τοῦ ἀτοπήματος προύκειτο σχήμασι μόνοις ἀλλ᾽ οὐχὶ πράγμασιν· ἐφωμάρτει γὰρ ἡ καταδίκη εὐθὺς καὶ ὡς ἄφωνοι ἰχθύες οἱ συσχεθέντες ἀπήγοντο μηδ᾽ ὅλως δεξάμενοι τὸ ἐνδόσιμον εἰς τὸ τὰ δοκοῦντά σφισιν ἀπολογήσασθαι.

Αὐτὴ δὲ ἡ πορφυρογέννητος σὺν τῷ ἀνδρὶ τῷ καίσαρι τῷ Μεγίστῳ Ναῷ προσρύεται, βαρυμηνιῶσαν κατ᾽ αὐτῆς ἐκδιδράσκειν φάσκουσα μητρυιὰν καὶ τὸν ταύτης κάρταμον ἐραστήν. οἶκτον οὖν οὐ τῷ πατριάρχῃ μόνον ἐμπεποιήκει καὶ τοῖς ὅσοι τῆς ἱερᾶς κιγκλίδος ἐντός, ἀλλὰ καὶ τοὺς πλείστους τῶν ἐκ τοῦ ξύγκλυδος δήμου καὶ σύρφακος οὕτω κατέκαμψε καὶ μετέφερεν, ὡς μικροῦ δακρυρροεῖν ἐπ᾽ αὐτῇ. ἔνθεν τοι καὶ ταῖς τῶν πολλῶν ἀναθερμανθεῖσα περιπαθείαις, ἐν τῷ μέρει δὲ καὶ αὐτὴ διαδόσεσι στατήρων χαλκέων πρὸς ἀποστασίαν τὸ πτωχεῦον πλῆθος ἐξαγριαίνουσα, τὰ τοῖς πρόσφυξιν ἠδόξει βραβευόμενα ἔθιμα, καὶ προτεινομένης ἀμνηστίας ὧν ἑάλω δρῶσα κακῶς, οὐδ᾽ ἐπαΐειν ὅλως ἠνείχετο, ἀλλ᾽ ἀπῄτει παλινδικίαν τῶν ταύτης συνωμοτῶν καὶ ἄνεσιν τῶν καθείρξεων. τόν τε πρωτοσεβαστὸν τῆς τῶν κοινῶν ἔχεσθαι διοικήσεως οὐδαμῶς φέρουσα ἦν, ἀλλ᾽ ἀποφλαυρίζουσα τουτονὶ πόδα ὑπερβάθμιον τείνειν ἔφασκε τοῖς οὐκ ἐφικτοῖς καὶ κατολισθαίνειν εἰς πρᾶξιν ἀθέμιτον καὶ τὸ γένος οἱ ἐντεῦθεν ἐπιθολοῦν. ὁδῷ δὲ προϊοῦσα καὶ τῶν βασιλείων ἀποσκορακισθῆναι τοῦτον ἐνέκειτο καὶ οἷά τι παρεκφυὲν ζιζάνιον τῆς εὐγενοῦς ἀποσπασθῆναι φυταλιᾶς καὶ ζημιωθῆναι ὀλέθρῳ συναναβαῖνον καὶ συμπνῖγον ὡς σῖτον τὸν αὐτοκράτορα.

Ἦν δὲ ἄντικρυς ὀριγνωμένη ἃ μὴ τελέεσθαι ἔμελλεν. ὁ γὰρ ἀνὴρ οὗτος τοῖς ἀνακτορικοῖς θαλάμοις ὡς πολύπους ταῖς πέτραις καθάπαξ ἐμφὺς καὶ τὰς κοτυληδόνας κύκλῳ διαφεὶς οὐδ᾽ ὅλως μεταβαίνειν ἐκεῖθεν ἠβούλετο. καὶ δήποτε τοῦ βασιλέως καὶ ἀδελφοῦ διηπειληκότος τῇ κασιγνήτῳ καισαρίσσῃ τὴν ἐκ τοῦ νεὼ ἀφαίρεσιν καὶ κατάσπασιν, εἰ μὴ ἐκσταίη ἑκοῦσα τοῦ ἱεροῦ (βασιλέα δὲ λέγων τὰ τοῦ πρωτοσεβαστοῦ φημι ἐπιτάγματα καὶ τῆς τοῦ βασιλέως μητρός), τὸ ἑκοῦσα εἶναι μηδαμῶς προελθεῖν ἀντηπείλησεν.

Ἔνθεν τοι καὶ δεδοικυῖα μὴ συλληφθείη, ταῖς τε πύλαις τοῦ νεὼ ἐφίστησι φύλακας καὶ πάσας τὰς εἰσόδους διαλαμβάνει φρουραῖς, τὸν τῆς προσευχῆς οἶκον διασκευάζουσα πρὸς λῃστήριον ἢ φρούριον ἐχυρὸν καὶ ἀπότομον, δυσάλωτον τοῖς προσβάλλουσιν. ἀεὶ δ᾽ ἐπεκτεινομένη τοῖς χείροσι καὶ προβαίνουσα τοῖς οὐκ ἐπαινετέοις καὶ συμμαχικὸν τάγμα ξενολογεῖ καὶ τίθησι στρατόπεδον τὸν θεῖον περίβολον. καὶ Ἰταλιώτας γὰρ συναγήοχεν ὁπλομάχους καὶ μεγαθύμους ἑῴους ἐστρατολόγησεν Ἴβηρας, κατ᾽ ἐμπορίαν τῇ πόλει παραβαλόντας, καὶ Ῥωμαίων ὁπλιτεύουσαν ἐπεσπάσατο φάλαγγα, ἐμπαζομένη μηδενὸς τὰ πρὸς εἰρήνην αὐτῇ κατεπᾴδοντος, μήτ᾽ αὐτὸν τὸν πατριάρχην ὑποστελλομένη ἐμβριθῶς ἐγκείμενον καὶ μάλα κοτέοντα, καὶ πολλάκις πρὸς ὀργὴν ἐπιπλήττοντα.

Καὶ ξύμπαν μὲν οὖν ἑτέρας πόλεως ἀλογίᾳ χαίρει τὸ πλῆθος καὶ τὴν ἐπί τι ῥοπὴν δυσμαχώτατόν ἐστι· τὸ δὲ τῆς Κωνσταντίνου φιλοταραχώτατον μάλιστα, προπετείᾳ χαῖρον καὶ σκολιάζον ταῖς ὁδοῖς, ὅσῳ καὶ ἐκ διαφόρων πολιτεύεται τῶν γενῶν καὶ τῇ τῶν τεχνῶν ποικιλίᾳ συμμεταποιοῦται, ὡς εἴποι τις, τὸ φρονεῖν. ἐπειδὴ δὲ ἀεὶ τὰ χείρω νικᾶν εἴωθε καὶ ἐν πολλοῖς ὄμφαξι μίαν ῥᾶγα πεπανθεῖσαν μόλις εὑρήσει τις, διὰ τοῦτο οὔτε λόγῳ ἐφ᾽ ὁτιοῦν χωρεῖ, οὔτε μετὰ προμηθείας ἐφίσταται οἷς ἐφορμήσειεν, ἀλλ᾽ ὅπῃ μὲν πρὸς στάσιν καὶ φήμῃ μόνῃ μεθαρμοζόμενον πυρός ἐστι δραστικώτερον, χορεῦον οἷον κατὰ ξιφῶν καὶ προβλῆσι καὶ κύμασι κωφοῖς ἀνθιστάμενον, ὅπῃ δὲ κατεπτηχὸς ὡς ψοφοδεὲς καὶ τὸν αὐχένα παντὶ τῷ βουλομένῳ παρέχει πατεῖν. εἰκότως οὖν ὡς ἀστασίαν ἤθους νοσοῦν καὶ παλιμβολώτατον διαβέβληται. οὔτε οὖν ἑαυτοῖς ποτε τὰ κάλλιστα πεφώρανται πράξαντες οἱ τῆς Κωνσταντίνου οἰκήτορες, οὔθ᾽ ἑτέροις εἰσηγουμένοις τὰ κοινωφελῆ ἐπειθάρχησαν, ἀεὶ δὲ τἀναντία ταῖς εὐδαιμονούσαις παρακαθιστάντες πόλεσιν, ὅσα γῆ καὶ θάλασσα τούτοις δορυφορεῖ, ἐπ᾽ ἀνηνύτοις εἰς ἑτέρας πόλεις ἀλλοεθνῶν διαφοροῦσι καὶ μεταγγίζουσι.

τὸ δὲ πρὸς τοὺς κρατοῦντας ἀδιάφορον ὡς ἔμφυτον αὐτοῖς κακὸν συντετήρηται· ὃν γὰρ ὡς ἐννόμως σήμερον ἐξαίρουσιν ἄρχοντα, τοῦτον ὡς κακοεργὸν ἐς νέωτα διασύρουσι, τοῦτό τε κἀκεῖνο παριστῶντες μὴ σὺν λόγῳ ποιεῖν ἀνεπιστημοσύνῃ τοῦ κρείττονος καὶ τῷ εὐριπίστῳ τοῦ φρονήματος.

Ἦν οὖν τηνικαῦτα ὁρᾶν κατὰ συλλόγους ἀθροιζομένους καὶ ἀγειρομένους κατὰ συστήματα, οἳ καὶ πρῶτα μὲν ἠλευθεροστόμουν τὴν μὲν πορφυρογέννητον Μαρίαν δῆθεν οἰκτείροντες ὡς παρ᾽ ἀξίαν πάσχουσαν, τοῦ δὲ πρωτοσεβαστοῦ καταβοώμενοι ὡς μὴ σὺν λόγῳ εὐπραγοῦντος μηδ᾽ ὡς χρὴ τῇ τύχῃ χρωμένου καὶ κατὰ τῆς τοῦ βασιλέως ἠγανάκτουν μητρός. κατὰ μικρὸν δὲ προϊόντες καὶ εἰς στασιασμὸν ἀνερρώγεσαν καί τις τῶν ἱερέων ἔκτυπον τοῦ Χριστοῦ ἐπ᾽ ἀγορᾶς παρενεγκὼν καὶ ἄλλος ἄρας σταυρὸν ἐπωμάδιον καὶ ἕτερος σημαίαν ἱερὰν ἀνεμώσας ὡς γλάγος μυίας τοὺς στασιαστὰς ἐπεσπάσαντο. καὶ ὥσπερ ὑφ᾽ ἑνὶ συνθήματι κινηθέντες τὸν μὲν βασιλέα εὐφήμοις ἐδεξιοῦντο φωναῖς (τοῦτο δὴ τὸ τῶν ἐς νεώτερα χωρούντων ἔργα τεκμήριον ἐκ καλλίστης καταρχομένων ἀρχῆς τὰ μέντοι τελευταῖα βλεπόντων εἰς ἐπανάστασιν), τὸν δὲ πρωτοσεβαστὸν καὶ τὴν δέσποιναν καθυπέβαλλον ἀναθέματι. οὐκ ἐς αὐτὸ δὲ μόνον ἔδρων ταῦτα τὸ Μίλιον, ἀλλὰ καὶ κατ᾽ αὐτὴν τὴν τῆς λαμπρᾶς ἱπποδρομίας σφενδόνην παραγενόμενοι καὶ ἀφορῶντες εἰς τὰ ἀνάκτορα. καὶ τοῦτο ἐφ᾽ ἡμέρας συχνὰς γινόμενον ἐξεκύμαινε τὸν δῆμον καὶ εἰς στάσιν ἀνέφλεγε.

καὶ εἰς αὐθάδειαν οἱ πολλοὶ τραχυνόμενοι οἴκους λαμπροτάτους κατέσπασαν καὶ τὰ ἐντὸς τούτων διήρπασαν οἷς διαφερόντως ἔβλεπον ἥμερον ὅ τε πρωτοσεβαστὸς καὶ ἡ δέσποινα· σὺν οἷς καὶ τὸ τοῦ Παντεχνῆ Θεοδώρου περικαλλὲς οἴκημα, ἐπάρχου ὄντος τῆς πόλεως καὶ τὸ τῶν οἰκειακῶν διέποντος σέκρετον τῷ δικαιοδοτικῷ τε θρόνῳ ἐμπρέποντος. καὶ αὐτὸς μὲν ἐξήλυξε δρασμῷ τὸ πεσεῖν· τὰ δ᾽ ἐνόντα διαρπασάμενοι οὐδ᾽ αὐτῶν τῶν δημοσίων τόμων ἀπέσχοντο, οἷα τὸ μὲν χρήσιμον ἐχόντων κοινῇ διαβαῖνον πρὸς ἅπαντας ἢ τοὺς πλείονας, ἀφαυρὸν δὲ τὸ ἐκ τοῦ ἰδιώσασθαι κέρδος καὶ μηδ᾽ ὅσον τὸν ἐκείνων ἐδίανεν ἂν οἰνοποτάζοντα φάρυγγα.

Οἱ περὶ τὸν πρωτοσεβαστὸν τοίνυν ὁρῶντες ἀεὶ τὰ χείρω προβαίνοντα σκέπτονται βουλὴν καθιζήσαντες, ὅπως τὴν λύμην στήσωσι ταυτηνί. καὶ ἐπεὶ κατ᾽ οὐδένα τρόπον ἑώρων τὴν καισάρισσαν Μαρίαν τῶν οἰκείων βουλευμάτων μεθισταμένην ἢ βραχύ τι γοῦν ὑπενδιδοῦσαν τῶν ὑπερόγκων ζητημάτων, ἃ προυτείνετο, ἔγνων διὰ πολέμου ἐπ᾽ ἐκείνην χωρεῖν καὶ ὡς ἀπό τινος ἐρύματος τοῦ θείου ἐξελάσαι νεώ.

Συλλεγέντος τοίνυν οὐκ ὀλίγου στρατεύματος ἐκ τῶν ἑῴων τε καὶ ἑσπερίων ταγμάτων καὶ πάντων ὡς εἰς ἓν συναθροισθέντων στρατόπεδον τὸ μέγα παλάτιον, ὁ ἐπιτήδειος χῶρος ἀνεδιφᾶτο, καθ᾽ ὃν ἂν τοῖς ἐπὶ τοῦ ναοῦ ἐπίθωνται· ἤδη γὰρ καὶ ἡ καισάρισσα πρὸς τὴν ἀντίταξιν ἡτοιμάσατο διακριθῆναι πολέμῳ τὰ καθ᾽ αὑτὴν ἐθέλουσα. οὐκοῦν ὅσαι τῷ ἱερῷ οἰκίαι κατὰ τὸν Αὐγουστεῶνα συνήπτοντο, παρὰ τῶν ὑπ᾽ αὐτὴν ἀπερράγησαν καὶ τῆς μεγίστης ἁψῖδος ἄνωθεν, ἥτις κατὰ τὸ Μίλιον ἵσταται, οἱ ἀπ᾽ αὐτῆς ἀνήλθοσαν τοῖς βασιλικοῖς ἀντιπλακησόμενοι. καὶ τὸν νεὼν δέ, ὃς τοῦ Ἀλεξίου κατονομάζεται, τῇ δὲ τοῦ Αὐγουστεῶνος αὐλαίᾳ προσήνωται, στρατιῶται εἰσιόντες ἐφύλαττον.

Αὐτοὶ μέντοι οἱ βασιλικοὶ καθ᾽ ἡμέραν ἑβδόμην, δευτέραν τοῦ Μαΐου μηνὸς τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐκ τοῦ μεγάλου παλατίου κατὰ τὸ περίορθρον ἐκθορόντες εἰσίασι τὰ πρῶτα τὸν τοῦ θεολόγου Ἰωάννου ναόν, ᾧ τὸ ἐπίκλην Διίππειον, στρατίαρχον ἔχοντές τινα Σαββάτιον Ἀρμένιον. ἔπειτα τοῦ τεμένους ἄνωθεν γενόμενοι ἀσήμους λαλαγὰς ἠφίεσαν. ὡς δ᾽ ἐνειστήκει καιρὸς τοῦ μάχεσθαι, περὶ τρίτην ὥραν οὔσης τῆς ἡμέρας καὶ πληθούσης μάλιστα τῆς ἀγορᾶς, οὐ μετρίως τοὺς ἐκ τῆς ἁψῖδος τοῦ Μιλίου καὶ τοὺς ἀπὸ τοῦ νεὼ τοῦ Ἀλεξίου μαχομένους ὁπλίτας τῆς καισαρίσσης ἐσίνοντο οὗτοι, ἐξ ὑπερδεξίων μαχόμενοι καὶ ὡς ἀφ᾽ ὕψους σκηπτοὺς ἐπαφιέντες κάτω τὰ βέλεμνα. ἀλλὰ καὶ ἑτέρων καταλόγων εὐοπλοτάτων τοῦ παλατίου ἐξιόντων καὶ τὰς ῥυμίδας πληρωσάντων καὶ τοὺς στενωποὺς διαλαβόντων, ὁπόσοι πρὸς τὸ μέγα τέμενος φέρουσιν, ὅ τε δῆμος τοῦ ἐπιβοηθεῖν τῇ καισαρίσσῃ ἐπαύσατο διὰ τὸ πᾶσαν πάροδον τοῖς ὅπλοις ἀποταφρεύεσθαι καὶ οἱ ἐκ τοῦ ἱεροῦ ἐπεξιόντες καὶ τὴν αὐλαίαν τοῦ Αὐγουστεῶνος ὑπερβαίνοντες καὶ τοῖς βασιλικοῖς κατὰ τὰς ἀγυιὰς συμπλεκόμενοι, ὀλίγοι πρὸς πλείους διαμιλλώμενοι, δῆλοι ἦσαν κάμνοντες ἤδη καὶ κατὰ βραχὺ τοῦ θαρραλέου ὑπεκλυόμενοι λήματος.

Καὶ οὕτω δ᾽ οὖν τὰ τῆς συμπλοκῆς ἐνειστήκει λαμπρῶς καὶ μάχη συνέρρωγε κρατερά, ἡ μὲν ἀπὸ τόξων βολῆς, ἡ δὲ καὶ ἐν χερσὶν ἀγχώμαλος, καὶ στόνος μὲν τῶν πληττομένων ἐπικελευσμὸς δὲ τῶν ἀναιρούντων ἑκατέρωθεν ἐξηκούετο. ἕως μὲν οὖν σταθερᾶς μεσημβρίας ἦν ἡ μάχη ἀμφιπαλὴς καὶ ἡ νίκη ἀμφήριστος, ἐπ᾽ ἴσης τὰς τῶν ἀμφοτέρων στρατευμάτων ταλαντεύουσα πλάστιγγας κλίνουσά τε ἀνὰ μέρος καὶ αὖθις ἀνάγουσα τὸ τότε μαχόμενον· τῆς δ᾽ ἡμέρας ἤδη ὑποληγούσης περιφανὴς ἡ νίκη τοῖς ἐκ βασιλέως προσέρρεψεν. ὠσάμενοι γὰρ τοὺς ἐκ τοῦ νεὼ εἴσω τοῦ Αὐγουστεῶνος κατέκλεισαν ἐκ τῶν ἀμφόδων ἀποκρουσάμενοι· τούτων δὲ συνειληθέντων ἐντός, καὶ οἱ ταῖς ἁψῖσιν ἐφεστῶτες καὶ οἱ ἐκ τοῦ νεὼ τοῦ Ἀλεξίου διαμαχόμενοι πρὸς τροπὴν ἔβλεψαν.

καὶ ὡς ἐπελάβοντο τῶν χώρων τούτων, ὁ τοῦ βασιλέως στρατὸς τὰς μὲν σημαίας τῶν ἁψίδων ἄνωθεν ἔστησαν, αἳ τοὺς βασιλεῖς ἀπεικάζουσιν, αἱ δὲ πύλαι τοῦ Αὐγουστεῶνος ἐν πελέκει καὶ λαξευτηρίῳ κατερράγησαν· καὶ τὸ τῆς καισαρίσσης ὁπλιτικὸν οὐκέτι ἀντιπίπτειν ἔχον ὡς τοῖς ἐκ τῶν ἁψίδων κατὰ κορυφὴν οὖσι βαλλόμενον κἀκ τῶν εἰσχεθέντων εἰς τὴν αὐλαίαν στρατιωτῶν ταῖς κατὰ χεῖρα συμπλοκαῖς πάσχον τὰ χείριστα κατὰ μικρὸν ὑπέκλεπτε τὴν φυγήν, βραχείας ἀρωγῆς εὐμοιροῦν διά τε λίθων βολῆς καὶ βελῶν ἀφέσεως ἐκ τῶν ὕπερθεν ἐπαμυνόντων κατά τε τὸν ἐν τοῖς Κατηχουμενείοις ἀνδρῶνα τὸν λεγόμενον Μάκρωνα ἐς τὸν Αὐγουστεῶνα προνεύοντα καὶ τὸν Θωμαΐτην αὐτόν. τέλος δὲ τοῖς πάντοθεν βάλλουσιν οἱ ἐκ τοῦ νεὼ πιεζόμενοι ἀφίστανται τῆς τοῦ Αὐγουστεῶνος αὐλαίας καὶ εἰσίασι τὸ πρόναον, καθ᾽ ὃ δὴ ὁ πρώτιστος καὶ μέγιστος τῶν παραστατούντων ἀρχαγγέλων θεῷ ἐσπασμένος ῥομφαίαν ἐστήλωται ψηφίδων λεπταῖς ἐπιθέσεσι, φύλαξ προβεβλημένος τοῦ ἱεροῦ. ἐκ δὲ τούτου οὔτε οἱ τοῦ βασιλέως προσωτέρω βαίνειν ἠδύναντο ὑποπτεύοντες τοὺς τοῦ ναοῦ στενωπούς, οὔτε οἱ τῆς καισαρίσσης ὑπερπονοῦντες ἐκεῖθεν ἐξῄεσαν ὡς μαχούμενοι.

Ὁ δὲ καῖσαρ καὶ ὁ πατριάρχης αὐτός, ὁ μὲν δείσας περὶ ἑαυτῷ τε καὶ τῇ ἀλόχῳ, μὴ συλληφθεῖεν ἀγεννῶς ὑπὸ τῶν διαφόρων, ὁ δέ, μή πως ἔνδον τοῦ ἱεροῦ παρεισίωσιν οἱ πολέμιοι καὶ ποσὶ μὲν οὐχ ὁσίοις τὸ ἅγιον πατήσωσι δάπεδον, χερσὶ δὲ ἀνάγνοις καὶ θερμὸν ἔτι σταζούσαις τὸ αἷμα τὰ παναγῆ λῃστεύσωσιν ἀναθήματα, ὁ μὲν τὴν ἀρχιερατικὴν στολὴν ἐπενδὺς καὶ τὰ θεῖα μετὰ χεῖρας δεξάμενος λόγια κάτεισιν εἰς τὸ προσκήνιον τοῦ νεώ, ἐν ᾧ οἱ τῆς καισαρίσσης ὑπερμαχοῦντες ηὐλίσθησαν φεύγοντες, ὃ καὶ Πρωτεκδικεῖόν φασι, ὁ δὲ καῖσαρ τοὺς τὰς εἰσόδους τῆς ἐκκλησίας τηροῦντας ὁπλομάχους ἀγηοχὼς καὶ ὅσον περὶ αὐτὸν ἀκραιφνὲς ἔτι Λατινικὸν δορυφορικὸν καὶ τὸ περὶ τὴν ὁμόλεκτρον αὐτοῦ θεραπευτικὸν καὶ οἰκίδιον καὶ περὶ τοὺς ἑκατὸν τοὺς πάντας ἠριθμηκὼς ἐπί τινος μετεώρου σκιμποδίου κατὰ τὸν Μάκρωνα παρευρεθέντος στὰς αὐτὸς καὶ περιστήσας τοὺς παρεσκευασμένους εἰς πόλεμον ἔφησε τοιάδε· “Ἐχρῆν μὲν μὴ καθ᾽ ὁμοφύλων καὶ ὁμοπίστων, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τοῦ σταυροῦ τὰς πολεμικὰς ταύτας περιβεβλῆσθαι στολὰς καὶ τὰς χεῖρας τοῖς φασγάνοις καθωπλίσθαι· ἐπεὶ δὲ οἱ τὰ τῆς βασιλείας Ῥωμαίων μοχθηρῶς διέποντες τοῦτο μὲν ἀφείλοντο, ἀναγκαστῶς δὲ καὶ οὔκουν προαιρετῶς τὰς ἡμετέρας λόγχας καθ᾽ ἑαυτῶν ἀκονήσαντες ἔχουσι, μὴ δὴ ἀγεννῶς ἐπιστῶμεν τοῖς ἐπιοῦσι, μηδ᾽ ὅτι ταυτόπιστοι καὶ ὁμογενεῖς ἀναλογισώμεθα, ἀλλ᾽ ὡς πολεμίους θεοῦ πρότερον, οὗ τὸ ἱερὸν τόδε εἰσίασιν ἀναιδῶς, ἔπειτα δὲ καὶ ἡμῶν αὐτῶν ἀντιπάλους ἀμυνώμεθα.

πάντως δέ εἰσι τὰ τῆς ἀμύνης ἀνεύθυνα· οἷς γάρ τι οὐ προσέστημεν ὅλως καὶ καθ᾽ ὧν ὅπλα οὐδ᾽ ὅλως ἠράμεθα, οὗτοι ἀνερυθριάστως ἡμῖν προσίασιν ὡς ἐπιθανατίοις καὶ ἐσχάτοις καὶ κειμένων ἀδαημοσύνῃ κατεπεμβαίνουσι τοῦ καλοῦ καὶ προσρυομένους θεῷ ἐκ τοῦ νεὼ τούτου ἀποσπᾶν ἐθέλουσι, χρεὼν μὴ οὕτω ποιεῖν, ὅτι τε οὐδὲν ἄχαρι ἐπεγκαλεῖν ἡμῖν ἔχουσι καὶ ὅτι τῆς ἐσχάτης ἐστὶν ἀπονοίας ἐπιτιμᾶν ὅλως ἢ ὡς δεινὰ δρῶσιν οὐκ ἐνδιδόναι τοῖς εἰς θεὸν καταφεύγουσι καὶ μεσίτην τοῦτον προβαλλομένοις καὶ διαλλακτῆρα τῶν ἐν διχονοίαις ἡμῶν.

Οὔτε οὖν ὑφορᾶσθαι δέον ὡς ἀνόσιον τὸ ὑπερμάχεσθαί τινα ἑαυτοῦ καὶ σπεύδειν κατὰ τοῦ πλήττοντος αὐτὸν ἐπιστρέφειν τὸν ἐκεῖθεν ἐπαγόμενον θάνατον, οὔτε τὸν μετὰ ξίφους ἐπιόντα καὶ ἀναιροῦντα ὁμογενῆ ἀπλῆγα δεῖ παριέναι, ἀλλ᾽ ἅπας κακῶς διατιθεὶς κρινέσθω πολέμιος καὶ ὁ ἀναιρήσων πιπτέτω. ἡμῖν δὲ καὶ τὸ θεῖον εἴσεται δήπουθεν χάριν, εἰ ἐκ τοῦ ἱεροῦ τοῦδε τοὺς μιαιφόνους ἀποσοβήσομεν, εἴτε μὴν κεχηνόσιν, ὡς ὁρᾶτε, κατὰ τῶν ἁγίων καὶ διαρπάσαι ταῦτα προθυμουμένοις ἀντιβαίημεν. εἰ γὰρ μὴ τοῦτ᾽ ἦν καὶ διέστελλον ἀνὰ μέσον βεβήλου καὶ ἱεροῦ, πάλαι ἂν τὴν ἐνδοτέρω τῶν προνάων παρῆκαν ὁρμὴν ὡς ἤδη τὸ νικᾶν ἔχοντες. οἱ δὲ οὕτω τοί εἰσιν ἀναιδέστατοι, ὡς οὐ μόνον σκυλεῦσαι φαντάζεσθαι τὰ ἡμέτερα, ἀλλὰ καὶ τὰ τοῦ θεοῦ ἰδιώσασθαι οἱ ἀβέλτεροι. ἀλλ᾽ οὐ μὰ τὸν παγέντα σταυρῷ καὶ τὴν λόγχην ταύτην, οὔκουν αὐτοῖς ἐσεῖται πέρας ἐπιθεῖναι τοῖς ἐγχειρήμασιν, ἐπεὶ καὶ θεῷ τὰ οἰκεῖα χερσὶ κεχραμέναις ἄψαυστα διαφυλαχθήσονται καὶ ἡμεῖς ἐσοίμεθα ἂν ἀπρονόμευτοι.„ Τούτοις καὶ τοιούτοις χρησάμενος ῥήμασιν αὐτός τε κάτεισιν εἰς τὸν πρόναον, ἔνθα ὁ λόγος εἴρηκε ῥομφαίαν ἐσπασμένον ἵστασθαι τὸν τῶν ἄνω καὶ θείων ταγμάτων κατάρχοντα Μιχαήλ, καὶ οἱ λοιποὶ δὲ ὡς ἡγεμόνι τούτῳ παρείποντο ἀσπιδηφόροι πάντες καὶ ἀτεχνῶς ἀνδριάντες χάλκεοι.

κἀκεῖσε εἰς τάξιν τὸ περὶ αὐτὸν καταστήσας καὶ τῷ σταυρικῷ σημείῳ φραξάμενος τῶν ἄλλων προεκπηδᾷ. οἱ δ᾽ ἐπὶ τῆς τοῦ Αὐγουστεῶνος αὐλαίας καὶ πρὸς τὴν πρώτην ὁρμὴν διαταραχθέντες τοῦ καίσαρος διὰ τῶν εἰσόδων θλιβόμενοι ἐξεχέοντο, ὅτε καὶ τραυματίαι μὲν ἐκ τῶν τοῦ βασιλικοῦ τάγματος πολλοὶ γεγόνασιν, εἷς δέ τις καὶ ἐτεθνήκει τῷ ξίφει διελαθείς.

Τὸ δ᾽ ἀπὸ τοῦδε ὁ μὲν καῖσαρ ἐπάνεισιν αὖθις ὅθεν ἐξώρμησεν, οἱ δ᾽ ἐκ τῶν τοῦ βασιλέως τάξεων οὐκέτι παρελθεῖν ἐθάρρησαν εἰς τὴν αὔλειον, ἀλλὰ δι᾽ ἀκροβολισμῶν ἠγάπων μαχόμενοι. ἤδη δὲ τῆς ἡμέρας ὑποκλινούσης αὐτοί τε οἱ μαχόμενοι καμόντες ἐνέδωκαν, καὶ τοῦ πατριάρχου στείλαντος εἰς τὴν δέσποιναν τὸν ἑαυτοῦ ὑπηρέτην, ὃς ἐκ τοῦ παραβάλλειν εἰς τὰ ἀρχεῖα καὶ διαπορθμεύειν τοῖς βασιλεῦσι τὰ βουλητέα καὶ τὰς ἀποκρίσεις ἐκεῖθεν αὖθις μεταφέρειν παλατῖνος ὠνόμασται, καὶ πρῶτα μὲν τὴν θείαν ἐπεμβριμησαμένου ταύτῃ ὀργὴν οὕτως ὀξυδερκοῦσαν καὶ καθορῶσαν ἀκαρῆ τὰ ὁπουδήποτε δρώμενα ἄθεσμα, ἔπειτα δὲ τὰς περὶ σπονδῶν τῆς καισαρίσσης διαμεμηνυκότος φωνάς, ἀφικνεῖται λυτὴρ τῶν διαφορῶν ὁ μέγας δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος, ὁ μέγας ἑταιρειάρχης Ἰωάννης ὁ Δούκας καὶ συχνοὶ ἕτεροι, τὸ γένος ἀριπρεπεῖς καὶ μεγίστοις περίβλεπτοι ἀξιώμασι.

Καὶ τότε μὲν νυκτὶ μᾶλλον πεισθέντες ἢ ταῖς καταλλαγαῖς τεθαρρηκότες τὸν ἀγῶνα διέλυσαν, τῇ δ᾽ ὑστεραίᾳ καὶ αὖθις πρὸς πόλεμον διηρρένωντο. τῶν δ᾽ αὐτῶν καὶ πάλιν παραγενομένων ἀνδρῶν καὶ πίστεις δόντων τῇ καισαρίσσῃ καὶ τῷ ταύτης ἀνδρὶ καὶ ὅρκοις κρατυναμένων αὐτὰς καὶ πληροφορίαν παρασχομένων ὡς οὐκ ἄν τι πάθοιεν ἀηδές, οὔτε μὴν ἀφαιρεθεῖεν τὴν οἰκείαν ἐπιτιμίαν πρὸς τοῦ ἀδελφοῦ καὶ βασιλέως ἢ τῆς μητρυιᾶς δεσποίνης ἢ τοῦ πρωτοσεβαστοῦ Ἀλεξίου, ἀλλὰ δὴ καὶ ἀμνηστίας κακοῦ δωρηθείσης οἵπερ αὐτοῖς προσεχώρησαν καὶ εἰς συμμάχους ἐνεγράφησαν, οὕτω δὴ τῆς δευτέρας ἀπέσχοντο συμπλοκῆς. καὶ οἱ μὲν ἀπῄεσαν εὐθὺς μετὰ τὴν τῶν ὅρκων καὶ τῶν σπονδῶν ἐκπεράτωσιν, νυκτὸς δ᾽ ἐπιστάσης ὁ καῖσαρ καὶ ἡ τούτου ξύνευνος ἐξίασι τοῦ νεὼ καὶ ἀφικνοῦνται πρὸς τὸ μέγα παλάτιον, καθ᾽ ὃ τότε οἱ κρατοῦντες διέτριβον.

Τοιοῦτο μὲν οὖν τὰ κατὰ τὸν καίσαρα πέρας εἰλήφασι καὶ δι᾽ αἰτίας ταύτας ὁ δυσκλεὴς ἐκεῖνος ξυνέστη πόλεμος καὶ τὴν θείαν ἐπισπάσας καθ᾽ ἡμῶν κίνησιν δι᾽ ὅσα κατὰ τὸ ἱερὸν ἐπισυνέβησαν ἄθεσμα. οὔτε γὰρ τὴν προσρυεῖσαν καισάρισσαν ἀφίημι τοῦ ἐγκλήματος εἰς ἀτάσθαλα ἔργα ῥέψασαν καὶ διακυκήσασαν τὸ πολίτευμα, καί γε τοὺς μὴ καθυφέντας βραχὺ πρὸς τὰ τῆς δεομένης ταυτησὶ ῥήματα, τὴν δ᾽ οὐκ ἀγαθὴν ἔριν ἀνελομένους καὶ τὸν τῆς προσευχῆς οἶκον ἐντεῦθεν φονίου πλήσαντας αἵματος εἴπῃ ἄν τις ἐνόχους παρανομήματος. εἰ γὰρ ὁ τῶν Ῥωμαίων στρατηγὸς Τῖτος, ὁ πάλαι τῇ Ἱερουσαλὴμ βαλὼν χάρακα, τοσοῦτον ἐφείδετο τοῦ Σολομωντείου νεὼ καὶ οὕτω τοῦ ἐκεῖνον ἐξείχετο σώζεσθαι, ὡς ἑλέσθαι βάλλεσθαι μᾶλλον ὑπὸ τοῦ ἐκεῖθεν ἐκπηδῶντος Ἰουδαϊκοῦ τάγματος καὶ κακῶς πάσχειν τὸ οἰκεῖον στράτευμα ἢ γοῦν τι θεομισὲς ἐπὶ τῷ πολυτελεῖ ἐκείνῳ καὶ θαυμασίῳ ἔργῳ βουλεύσασθαι, ἀνὴρ καὶ ταῦτα μὴ εἰδὼς θεόν, οὗ τὸ τέμενος ὑπεστέλλετο, ἀλλὰ θεοῖς ἀπονέμων σέβας κακῶς, οἳ τὸν οὐρανὸν οὐκ ἐποίησαν, ποίαν οὐκ ἂν ἔδει τιμὴν θεοσεβοῦντας ἀπονεῖμαι Χριστιανοὺς τῷ καλλίστῳ τῷδε καὶ θείῳ ναῷ, ὅνπερ ἀτεχνῶς θεοῦ χεῖρες ἠρχιτεκτόνησαν καὶ ὕστατον καὶ πρῶτον ἐκαλλιτέχνησαν ἔργον ἀμίμητον καὶ ἄντικρυς ἐπὶ γῆς οὐράνιον σφαίρωμα.

Κατὰ δὲ τοῦ πατριάρχου Θεοδοσίου βαρύμηνις ὢν ὁ πρωτοσεβαστὸς ὡς τοῖς αὐτοῦ βουλήμασιν ἀνθισταμένου λαμπρῶς καὶ τὰς οἰκείας ἐφέσεις ἐγκόπτοντος καὶ πρότερον μὲν κατ᾽ αὐτοῦ πολλοὺς τῶν ἀρχιερέων ἐπισυνέστησε χρυσίῳ καὶ συμποσίῳ διαφθείρας καὶ καθαιρέσει τοῦτον καὶ ἀπόντα ὑπέβαλεν ὡς δῆθεν τῇ καισαρίσσῃ κατὰ τοῦ βασιλέως ἐπαναστάσῃ προσθέμενον καὶ ὡς ἀφ᾽ ὁρμητηρίου τοῦ ἱεροῦ στασιοκοπεῖν αὐτῇ μεθ᾽ ὅπλων ἐνδόντα καὶ νεωτεροποιεῖν ἀφρόνως καὶ ἀλογίστως· τάχα δ᾽ ἂν καὶ τοῦ πατριαρχικοῦ θρόνου ἀτίμως τηνικαῦτα κατέσπασεν, εἴπερ ἡ καισάρισσα μὴ ἀμφοτέραις προσίστατο, τῷ μὲν πρωτοσεβαστῷ μὴ χώραν διδοῦσα τὸν πατριάρχην καταγαγεῖν καὶ ἀντεισαγαγεῖν ἕτερον, αὐτὸν δὲ τὸν ἱερώτατον ἄνδρα ἐπιμελῶς φρουροῦσα, μήπως ὑποχωρήσας ἑαυτὸν μὲν ἀπαλλάξῃ πραγμάτων ἐν τῷ καθ᾽ ἡσυχίαν ζῆν εἰς ἣν ἐδομήσατο μονὴν κατὰ τὴν νῆσον τὴν Τερέβινθον, ἑαυτῇ δὲ ἀπωλείας φανεῖται πρόξενος εὐθὺς ἐκ τοῦ ναοῦ ἁρπαγησομένῃ καὶ πεισομένῃ τὰ χείριστα. τότε δὲ καιρὸν εὑρὼν τῷ θυμῷ χαρίσασθαι τῶν ἱερῶν ἀρχείων ἀπελαύνει τὸν ὅσιον καὶ τῇ τοῦ Παντεπόπτου περιορίζει μονῇ.

πλείστας γε μὴν ὁδοὺς τεμὼν καὶ πολλαῖς ἀντιπαλαίσας ἐννοίαις καὶ τοῖς τότε πονηροτάτοις τῶν ἐκ τῆς συγκλήτου βουλῆς συγγενόμενος καὶ ὁπόσοι τῶν ἐντρόφων τοῦ βήματος μήτε θεοῦ ὄπιν μήτ᾽ ἀνθρώπων ὑφωρῶντο νέμεσιν συμβούλοις χρησάμενος, ὅπως εὐσχημόνως ὁ ἱερὸς οὗτος καὶ εὐπροσώπως ἀποβληθείη ἀνήρ, οὐκ ἔσχεν ἐπιτελῆ τὰ κατὰ σκοπὸν καὶ διὰ τὸ καθαιρέσει μὲν εὐλόγως οὐδ᾽ ὁτιοῦν ὑπάγον ἐν αὐτῷ εὑρίσκεσθαι, ἀλλὰ δὴ καὶ τὸ τὴν δέσποιναν καὶ τοὺς πλείους σχεδὸν ἢ τοὺς ἅπαντας τῶν ἐκ τοῦ βασιλείου αἵματος ὑπερβαλλόντως τὸν ἄνδρα τιμᾶν. ἄκων οὖν ὁ σκολιὸς ὄφις τῶν ἑλίξεων ἀποστὰς καὶ τὸν ἰὸν αὖθις κατεσπακώς, ὃν ἐμημεκέναι κατὰ τοῦ ἁγίου προητοιμάκει, ἐπευδοκεῖ καὶ αὐτὸς τῇ ἐς τὸν πρότερον θρόνον αὖθις τούτου ἐπανελεύσει.

Ἐπεὶ δὲ ἡ κυρία τῆς ἀνόδου ἐνειστήκει, ὁπόσοι τῶν ἐν τέλει καὶ ὅσοι τοῦ βήματος τοῦ καλοῦ ἔτρεφον ἔρωτα καὶ ὁ τῆς πόλεως ἅπας δῆμος εἰς τὸ ἱερὸν φροντιστήριον συνδραμόντες λαμπροτάτην ἐκείνῳ συντελοῦσι τὴν πρόοδον μύροις τὰς ἀγυιὰς τέγγοντες καὶ τοῖς Ἰνδικοῖς ξύλοις καὶ καρυκευτοῖς ἀρώμασι τὸν ἀέρα εὐωδιάζοντες. οὕτω δὲ ἡ προπομπὴ μυριάνθρωπος ἦν, ὡς μόλις περὶ βαθεῖαν ἑσπέραν ἐπαναζεῦξαι τὸν προπεμπόμενον ἐς τὸν μέγαν τῆς ἁγίας θεοῦ Σοφίας νεών, ὑποφαινομένης ἡμέρας ἐκ τῆς τοῦ Παντεπόπτου μονῆς ἀπάραντα. τοσαύτη δ᾽ αἰσχύνη τὰ τῶν θεμένων αὐτὸν ὑπόδικον ἀρχιερέων ἐκάλυψε πρόσωπα, ὡς μὴ μόνον τὰς δημοσίους παρόδους ἐκτρέπεσθαι διὰ τὸ ἐς τὸν ἀρχιθύτην ἀμπλάκημα καὶ τὸ ἐκείνων ἐντεῦθεν παγκαταγέλαστον, ἀλλὰ καὶ τὸ θανεῖν ὑποβλέπεσθαι. καὶ ταῦτα μὲν εἶχεν οὕτως.

Ὁ δ᾽ Ἀνδρόνικος τῇ ἐφέσει τῆς ἀρχῆς κουφιζόμενος καὶ τοῖς ἐπιστολίοις πτερούμενος, ἅπερ αὐτῷ συχνάκις ἐπεποτῶντο τηλεβολούμενα ἐξ οἴκων λαμπρῶν, ὡς ἤδη ἐρρέθη μοι, τέλος καὶ αὐτὴν τὴν θυγατέρα Μαρίαν δραπέτιδα πρὸς αὐτὸν ἀφιγμένην, ἐπεὶ καὶ τοίου πατρὸς εὔχετο εἶναι, διδάσκαλον ἀπαράγραπτον τῶν κατὰ τὰ ἀρχεῖα τελουμένων κατὰ θεῖον ηὐτύχησε καὶ μυωπισθεὶς ὡς ἵππος σταδιευτὴς οἷς παρ᾽ αὐτῆς ἠκηκόει θυμήρεσι ῥήμασι τὰ μὲν τῶν Παφλαγόνων μεθίησιν ὅρια, εἰς δὲ τὴν κατὰ Πόντον Ἡράκλειαν παραγίνεται κἀκεῖθεν προσωτέρω μεταχωρεῖ, τῇ πολυτρόπῳ μεθοδείᾳ καὶ τῷ τοῦ ἤθους ὑποκαθημένῳ καὶ δολιόφρονι ἐξοκείλας τοὺς ἐν ποσὶ πάντας καὶ οἰκειούμενος, ἐπεὶ καὶ τίς ἐκ πέτρας ἀγελάστου οὕτως ἦν προϊὼν ἢ καρδίαν σιδηρέῳ χαλκευθεὶς ἄκμονι, ὡς ἄτεγκτος εἶναι τοῖς Ἀνδρονίκου δακρυρροήμασι καὶ τῇ αἱμυλίᾳ τῶν ῥημάτων ὁπωσοῦν ἀγοήτευτος, ἅπερ κατὰ κρήνην μελάνυδρον ἔχεε καὶ οἷς ἀπατηλῶς τε ἅμα καὶ ἐφολκῶς ἐστωμύλλετο τὸν ὑπὲρ τοῦ καλοῦ ζῆλον προφέρων καὶ τὴν τοῦ κρατοῦντος ἐλευθερίαν ὑποκρινόμενος.

Ἀλλ᾽ οὐδ᾽ ὁ πρωτοσεβαστὸς ἐπὶ τούτοις ἠμέλει παντάπασιν, καίτοι γύνανδρος ὢν καὶ μὴ μόνον τὴν ἕω ἐς τὸ νήγρετον ὑπνώττειν καταναλίσκων, ἀλλὰ καὶ πολὺ τῆς ἡμέρας πρὸς τοῦτο ἐκδαπανῶν, καὶ ἵνα μὴ τὸ ἀσπασιώτατον τοῖς ἄλλοις ἀνθρώποις ἡλίου βλέφαρον τὰς ἐκείνου κόρας ὑπανοίγῃ διαφωτίζον, παραπετάσμασι στεγανωτέροις ἐκζοφῶν τὸ δωμάτιον, ἐν ᾧ ἐκάθευδε, καὶ καθ᾽ ἕτερόν τι σημαινόμενον ἀποκρυβὴν ἑαυτοῦ τὸ σκότος τιθέμενος. εἰ δὲ δεῖ ἀληθέστερον εἰπεῖν, τὰ μὲν νυκτὸς ἔργα τρυφῶν φωτὶ ποιητῷ τὸ νύκτερον διέλυε ζόφωμα, ἡλίου δὲ τὸν ἑῷον ὁρίζοντα ἀναβαίνοντος κατὰ τὰ θηρία τὸν κοῖτον μεταδιώκων τάπησι καὶ πέπλοις ἁλουργέσι τὸ φῶς ἀντέφραττε. τοίνυν καὶ σμήχων τοὺς σαπριῶντας τῶν ὀδόντων καὶ καταπιττώμασιν ἀναπληρῶν τοὺς ὑπὸ χρόνου ἐκκρουσθέντας θηλυδρίας τε ὢν καὶ ὑπόνωθρος τοὺς πλείστους τῶν τηνικαῦτα εὐγενῶν ἀνδρῶν ἑαυτοῦ καινοπρεπῶς ἐξηρτήσατο, χρώμενος μὲν τὰ πολλὰ προτειχίσματι ἤ, ἀληθῶς εἰπεῖν, μειλίγματι ἀμάχῳ τῇ τοῦ βασιλέως μητρὶ (αὕτη γὰρ τῷ τῆς θέας λαμπρῷ καὶ τῷ τῆς ὄψεως μαργαρώδει καὶ τῷ τοῦ ἤθους ὁμαλῷ καὶ τῷ τοῦ φρονήματος ἀσυμπλόκῳ καὶ τῷ ἐπαγωγῷ τοῦ φθέγματος ὡς ἀπὸ μηρίνθου πάντας ἐφείλκετο), τὰ δὲ πλεῖστα τοῖς χρήμασιν ὑπαγόμενος καὶ τῇ φιλοδωρίᾳ κατακοιμίζων τοὺς ἐν δεινῷ τιθεμένους ἐκείνου φέρειν τὰ δεύτερα.

ὅθεν οὐδεὶς τῶν ἐπιταχθέντων ἀντιτάξασθαι Ἀνδρονίκῳ πρὸς Ἀνδρόνικον μετετάξατο τὸν ἤδη λαμπρῶς τῆς τυραννίδος ἁπτόμενον ἀποπτύσας πρωτοσεβαστὸν καὶ τῷ προσωπείῳ τοῦ μισοτυράννου Ἀνδρονίκου δελεασθείς.

Ἥ τε οὖν προκαθημένη τῶν Βιθυνῶν μεγίστη πόλις ἡ Νίκαια οὐδ᾽ ὅλως Ἀνδρονίκῳ προσέθετο καὶ ὁ τὴν ταύτης ἐμπιστευθεὶς φυλακὴν Ἰωάννης ὁ Δούκας τοῖς Ἀνδρονίκου γράμμασι μεμένηκεν ἀστυφέλικτος, καίπερ τὰς γνώμας πλήττουσιν ἑλεπόλεων ἀκριβέστερον καὶ τειχομαχίου ξύμπαντος ἰσχυρότερον. ἀλλὰ καὶ ὁ μέγας δομέστικος Ἰωάννης ὁ Κομνηνὸς τὴν ἐπαρχίαν διέπων τῶν Θρᾳκησίων οὐ μόνον ἔβυε τὰ ὦτα πρὸς τὰ τοῦ Ἀνδρονίκου ἐπᾴσματα, ἀλλὰ καὶ ὡς τύραννον διετώθαζεν, οἷα κατόπτρῳ τοῖς γραφομένοις προκύπτων λείῳ καὶ ἀποστίλβοντι καὶ διαφαινόμενον ἐν τούτοις ὁρῶν τὸν πολύμορφον Πρωτέα καὶ τυραννικὸν τὸν τρόπον Ἀνδρόνικον.

Ἐπεὶ δὲ τῇ Ταρσίᾳ ἤγγιζε καὶ τῶν περὶ τὴν Νικομήδους πόλιν οἱ πλείονες αὐτῷ προσεχώρουν, στέλλεται κατ᾽ αὐτοῦ μετὰ δυνάμεως ἱκανῆς Ἀνδρόνικος ὁ Ἄγγελος, οὗπερ οἱ υἱεῖς εἰς ὕστερον Ἰσαάκιός τε καὶ Ἀλέξιος μετ᾽ Ἀνδρόνικον ἐπέβησαν τῆς ἀρχῆς. ὁ δὲ περὶ τὸν Χάρακα τὸ χωρίον πόλεμον συγκροτήσας ἡττᾶται λαμπρῶς, καίπερ οὐκ ἰσοπαλεῖ προσπλακεὶς στρατιᾷ ἢ τὸν ἀνταγωνιστὴν εὑρὼν ἀξιόμαχον, ἀλλ᾽ ἐκτομίᾳ τινὶ συμμίξας ἀχρείους στρατολογήσαντι γεωργοὺς καὶ μοῖραν συνεπαγομένῳ Παφλαγόνων στρατιωτῶν. εἰς τὴν πόλιν τοίνυν εὐθὺς μετὰ τὴν ἧτταν εἰσιὼν ἀκλεῶς ἀπῃτεῖτο καταθέσθαι τὰ χρήματα, ὅσα οἱ πρὸς τὰς κατὰ πόλεμον δαπάνας βεβράβευται. ὁ δὲ βασανιζομένην ὁρῶν τὴν αὐτοῦ κατάσχεσιν, ὅτι φίλα φρονῶν Ἀνδρονίκῳ τὰ πράγματα χειρόνως διέθετο, ἅπερ εὐμαρίσειν ἀπέσταλτο, ἐναγόμενος παρὰ τῶν υἱέων ἓξ ὄντων καὶ πάντων ὁπλοτέρων τὰς φρένας καὶ κατὰ χεῖρα γενναίων, ἐπεβάλετο μὲν τὸν οἰκεῖον οἶκον διακρατύνειν καὶ κατασκευάζειν ἐπιτειχίσματα κατὰ τὸ ἔξω Κιόνιον διακείμενον καὶ τῶν ἐκ τοῦ δήμου τινὰς ἐπεσπᾶτο πρὸς ἑαυτόν· ὁρῶν δὲ ὡς οὐκ ἀκμαῖός ἐστι πρὸς βασίλειον πλεονεκτοῦσαν ἀνθόπλισιν καὶ ὡς οὐκ ἂν σχοίη περιγενέσθαι τῶν διαφόρων, πρὸς φυγὴν μεθαρμόζεται· καὶ τοὺς ἓξ υἱοὺς παραλαβών, τὴν δ᾽ ὁμόλεκτρον τοῦ δόμου ἀπαγαγών, νηὸς ἐπιβὰς τῆς ἐς Ἀνδρόνικον ἅπτεται.

ὁ δὲ ἰδὼν προσιόντα τὸν Ἄγγελον λέγεται εἰπεῖν “ἰδού, ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.„ Θάρσος οὖν ἐπὶ τῇ τοῦ ἐξαδέλφου παρουσίᾳ λαβὼν καὶ τὰ κατ᾽ ἔφεσιν ὁρῶν προβαίνοντα τῶν ἐνοδίων ἐκτροπῶν ἀφέμενος καὶ χαίρειν ἐάσας τὰς πόλεις Νίκαιάν τε καὶ Νικομήδειαν καὶ τὸ τῇδε ἢ ἐκεῖσε μεταστρέφεσθαι πρὸς τὴν Κωνσταντίνου τὸν δρόμον ἀκλινεῖ συνέτεινε νεύματι, ὡς ὁδοῦ Φιλιστιεὶμ τῆς ἐς αὐτὴν φερούσης ἐχόμενος. καὶ δὴ κατὰ τὰ Πευκία ἐναυλισάμενος (τόπος δέ ἐστι ταῦτα ἐν τοῖς ἄνω τῆς Χαλκηδόνος διακείμενος μέρεσι καὶ οὕτως ὀνομαζόμενος) καὶ πυρὰ πολλὰ καύσας κατὰ τὴν νύκτα ὅλην ἐκείνην, μὴ κατὰ λόγον τῆς συνούσης αὐτῷ στρατιᾶς, ἀλλ᾽ ἐς δόκησιν στρατεύματος πλείονος, ἐκκρεμεῖς αὐτοῦ τοὺς Βυζαντίους ἔθετο, ὡς τὰ ἀνὰ χεῖρας προεμένους ἔργα εἰς τὴν περαίαν τείνειν τὸ ὄμμα ἀκταῖς τε καὶ γηλόφοις προσιόντας τῆς πόλεως καὶ πόρρωθεν ὄντα Ἀνδρόνικον ἐπισπᾶσθαι οἷον τοῖς νεύμασιν. ὧδε μὲν οὖν ἐχώρει τὰ κατὰ τὸν ἀναφαλαντίαν καὶ πολιοκόρσην Ἀνδρόνικον.

Ἀλέξιος δὲ ὁ πρωτοσεβαστὸς μὴ ἔχων διὰ πεζῆς φάλαγγος ἀποσοβῆσαι τὸν ἐπιόντα οἱ πολέμιον (ἤδη γὰρ οἱ μὲν μετέβαινον ταῖς γνώμαις κρυφιωδῶς πρὸς Ἀνδρόνικον, ὁπόσοις οὐκ ἦν ὅλως ἀκίνδυνος ἡ πρὸς ἐκεῖνον τοπικὴ μετάβασις, τοῖς δὲ ἀρκετὸν ἐς τὴν πρὸς τὸν κρατοῦντα πίστιν λελόγιστο τὸ ἐπ᾽ οἴκου μόνον καθῆσθαι καὶ μηδενὶ προστίθεσθαι τῶν μερῶν· οὕτω γὰρ φρονεῖν τε καὶ λέγειν τοὺς πολλοὺς ἐξεπαίδευσε τὸ τῆς γνώμης κερδαλεόφρον καὶ τὸ διὰ φόνων ἀεὶ καὶ προχύσεως αἵματος τοὺς πλείους τῶν βασιλέων τῆς Ῥωμαϊκῆς ἐπιβαίνειν ἀρχῆς) διὰ ναυμαχίας ἐπειρᾶτο τὸν προσέρποντα κίνδυνον ἀποκρούσασθαι.

Τριήρεις τοίνυν τὴν Προποντίδα ἐκάλυπτον, αἱ μὲν Ῥωμαίους ἔχουσαι τοὺς ἐρέσσοντας καὶ τοὺς ἐκ τῶν καταστρωμάτων διαμάχεσθαι μέλλοντας, αἱ δὲ τῶν κατὰ πόλιν διαφορογενῶν Λατίνων ὅτιπερ κράτιστον μέρος καὶ μαχιμώτατον, οἷς καὶ τὰ χρήματα ποταμηδὸν ἐπεχέοντο, ἐπεὶ καὶ τούτοις ἐπεποίθει μᾶλλον ὁ χρώμενος πρωτοσεβαστὸς ἤπερ τοῖς Ῥωμαίοις αὐτοῖς ὡς ἀρήξουσιν. ὥρμησε μὲν οὖν τοὺς πιστοτάτους αὐτῷ ἐπιστῆσαι τριηράρχας καὶ παραδοῦναι τὸν στόλον τοῖς ἐκείνῳ κατὰ γένος ἐγγίζουσι, τοῦ δὲ μεγάλου δουκὸς τοῦ Κοντοστεφάνου ἀντιπνεύσαντος καὶ τῆς στολαρχίας παντὶ τρόπῳ ἐξεχομένου ὡς αὐτῷ καὶ οὐχ ἑτέρῳ δή τινι προσηκούσης, ἀναγκαστῶς τὴν βούλησιν μετατίθησι. καὶ δὴ ὁ μὲν Κοντοστέφανος Ἀνδρόνικος κύριος καθειστήκει τοῦ στόλου παντὸς καὶ κατάπλους ἅπας τοῖς ἀπὸ τῆς ἕω περαιουμένοις ἀποτετείχιστο· συνῆν δὲ τῷ Κοντοστεφάνῳ καί τι τοῦ πρωτοσεβαστοῦ συγγενικὸν καὶ οἰκίδιον.

Μετὰ βραχὺ δὲ καὶ πρέσβις ἀπὸ τοῦ βασιλέως ἐς Ἀνδρόνικον στέλλεταί τις τῶν ἐντρόφων τοῦ βήματος. ὁ Ξιφιλῖνος ἦν οὗτος Γεώργιος, ὃς καὶ εἰς ὄψιν τῷ τυράννῳ ἐληλυθὼς τά τε γράμματα ἐνεχείρισε καὶ τὰ διαμηνυθέντα ἀπήγγειλεν. ἦσαν δὲ ταῦτα δωρεῶν ἐπαγγελίαι μειζόνων καὶ ἀξιωμάτων ἀνάβαθμοι καὶ χάρις ἀπὸ τοῦ πρυτανεύοντος εἰρήνην θεοῦ ἀποστάντι μὲν τοῦ προκειμένου σκέμματος, ἐξ οὗπερ ἐμφύλιοι συμβήσονται πόλεμοι, πρὸς δὲ ἤθη τὰ πρότερον ἐπανήκοντι. ὁ δέ, τοῦ πρεσβευτοῦ, ὥς φασι, Ξιφιλίνου τὴν πρεσβείαν ὑπονοθεύσαντος καὶ μὴ ἐνδοῦναι ὅλως ἢ βραχύ τι γοῦν καθυφεῖναι παρακελευσαμένου, τήν τε αἴτησιν ἀποπέμπεται καὶ τὴν προσλαλιὰν ποιεῖται τοῖς διαπρεσβευσαμένοις ὑπέρογκον φάσκων πρὸς ὀργὴν ὡς ἢν Ἀνδρόνικον βούλοιντο παλίνορσον ἀναζεῦξαι ὅθεν ἐλήλυθεν, ἀποσκορακισθήτω μὲν ἐκ τοῦ μέσου ὁ πρωτοσεβαστὸς καὶ δότω λόγους ὧν πεπαρῴνηκεν, ἡ δὲ τοῦ βασιλέως μήτηρ καθ᾽ ἑαυτὴν βιοτευέτω τὴν τρίχα κειραμένη καθάπαξ τὴν κοσμικήν, ὁ δὲ βασιλεὺς κατὰ τὴν πατρῴαν διαθήκην ἀρχέτω μὴ ὡς στάχυς αἴραις τοῖς παραδυναστεύουσι συμπνιγόμενος.

Ἀλλ᾽ οὔπω ἡμέραι συχναὶ παρήλθοσαν, καὶ μεταχωρεῖ ἐς Ἀνδρόνικον καὶ ὁ μέγας δοὺξ Ἀνδρόνικος τὰς μακρὰς νῆας παρειληφώς, ὁπόσας ὁ Ῥωμαίων ἐπλήρου κατάλογος. καὶ τοῦτο τὸ ἔργον ἐπῆρε μὲν ὑπὲρ ἅπαν ἄλλο τὸν ἀποστάτην, τὸν δὲ πρωτοσεβαστὸν ἠφάντωσε τέλεον, πάσας τὰς ἐλπίδας ἀπεγνωκότα καὶ κατακλασθέντα τὸ πρόθυμον. οὐκέτι γὰρ λαθραῖαι σύνοδοι τῶν Ἀνδρονίκῳ προσκειμένων ἐγίνοντο, ἀλλ᾽ ἀνέδην τὸν πρωτοσεβαστὸν ἐρεσχελοῦντες οἱ ταῖς τῶν πραγμάτων μεταβολαῖς χαίροντες ἐς Χαλκηδόνα διεπλωΐζοντο· καὶ τῷ Ἀνδρονίκῳ κατὰ φατρίας συγγινόμενοι φυὴν ἐκείνου καὶ εἶδος ἀγητὸν καὶ γῆρας σεμνὸν ἀπεθαύμαζον καὶ τὸ τῆς ἐκείνου γλώττης τρυγῶντες μελίκηρον καί, ὡς ἄγρωστις ὄμβρον ἢ δρόσον Ἀερμωνίτην τὰ ὄρη Σιών, ἃ ἦν ὑψηγορῶν προσιέμενοι μετὰ πλείστης ἐπανέστρεφον χαρμονῆς, ὡς εἴπερ τὰς ᾀδομένας χρυσᾶς ἔννας καὶ τὴν ἀληλεσμένην τοῦ μύθου δίαιταν ἢ τὴν ἡλίου λεγομένην τράπεζαν παρακειμένην εὕραντο καὶ κατακορεῖς αὐτῆς ἐγεγόνεισαν. ἦσαν δ᾽ οἳ κἀκ πρώτης ὄψεως εὐθὺς τὸν ἐν δέρματι προβάτου κεκρυμμένον λύκον ἐγνώρισαν καὶ τὸν ὅσον οὔπω μετὰ θάλψιν ἐπιθησόμενον ὄφιν καὶ κακῶς τοὺς ὑπὸ κόλπον φέροντας δράσοντα.

Ἐπὶ τούτοις ἀνίενται μὲν τῆς εἱρκτῆς αὐτοῦ τε τοῦ Ἀνδρονίκου οἱ παῖδες ὁ Ἰωάννης καὶ ὁ Μανουὴλ καὶ οἱ λοιποί, οὓς καθεῖρξεν ὁ πρωτοσεβαστός, ἐγκλείονται δ᾽ ἕτεροι, οἷς οὗτος προσέβλεπεν ἥμερον καὶ ὅσοι τῆς αὐτοῦ μερίδος καὶ συγγενείας. καὶ αὐτὸς δὲ ὁ πρωτοσεβαστὸς κατὰ τὰ ἀνάκτορα συλληφθεὶς καὶ φρουρᾷ διαληφθεὶς Γερμανῶν, οἳ κατωμαδὸν τοὺς ἑτεροστόμους πελέκεις ἀνέχουσιν, ἀπρόϊτος ἔμενεν. αὖθις δὲ τῶν μὲν βασιλείων λαθραίως καὶ περὶ μέσας νύκτας ἐξάγεται, τοῖς δὲ κατὰ τὸ ἱερὸν ἀνάκτορον οἰκήμασι δίδοται, ὧν δομήτωρ ὁ πατριάρχης γέγονε Μιχαήλ, μετὰ τῆς αὐτῆς καὶ πάλιν καὶ πλειόνως ἀσφαλεστέρας φρουρᾶς.

Ὢ πραγμάτων παλινστρόφου φορᾶς καὶ θᾶττον ἢ λόγος μετακλινομένης ἐνίοτε. ὁ κατὰ τῆς ἐκκλησίας χθὲς εἰσενεγκὼν ἀκήρυκτον πόλεμον καὶ θρασὺς καὶ αὐθάδης καὶ λίαν ὑπέραυχος καὶ τοὺς φυγάδας ἐκεῖθεν ἀποσπῶν, ὡς οὐκ ἔδει, καὶ μυριάσιν ὄχλων περιβομβούμενος σήμερον δέσμιος καὶ ἀνέστιος μηδένα ἔχων ὀπαδὸν καὶ συλλήπτορα ἢ τὸν σώζοντα καὶ λυτρούμενον. ὁ δὲ ἐδυσχέραινε μὲν κἀπὶ τούτοις, ἐπαθαίνετο δὲ πλέον ὅτι μὴ ἐῷτο ὑπνώττειν ὑπὸ τῶν φυλάκων ἀεὶ ἐπιπιπτόντων αὐτῷ, πρὸς ὕπνον τρεπομένῳ καὶ βιαζόντων ἱστᾶν τοὺς ὀφθαλμοὺς ὥσπερ κέρας ἢ σίδηρον. ὁ δὲ πατριάρχης μὴ μνησικακῶν, ἀλλ᾽ οἰκτείρων τῆς μεταβολῆς τὸν ἄνθρωπον θεραπείας τε ἱκανῆς μετεδίδου καὶ συγγινόμενος τὸ ἄχθος ἐκούφιζε καὶ μετρίως ἐκείνῳ προσφέρεσθαι παρῄνει τοῖς φύλαξι, μηδὲ γίνεσθαι βαρυτέρους τύχης τῆς ἐνεστώσης.

Οὐ μὴν ἀλλ᾽ ἡμερῶν τινῶν διαλειπουσῶν, ἑῷος ἀπάγεται τοῦ νεὼ ἵππῳ βραχυτάτῳ ἐπικαθήμενος καὶ προοδεύουσαν ἔχων σημαίαν ἐπὶ καλάμῳ ἠνεμωμένην καὶ παροινούμενος οὕτω κατῄει πρὸς θάλασσαν. κἀκεῖθεν παραρριφεὶς ἁλιάδι ἐς τὸ πέραν ἀνάγεται πρὸς Ἀνδρόνικον, ἔπειτα καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται, κοινῶς ἁπάντων τῶν ἐν ὑπεροχῇ συνελθόντων καὶ μετ᾽ Ἀνδρονίκου τὴν τοιαύτην πρᾶξιν κυρωσαμένων.

Καὶ τοιοῦτο μὲν τὰ τῆς αὐτοῦ παραδυναστείας ἢ μᾶλλον οὔπω παγείσης ἀκριβῶς τυραννίδος πέρας εἰλήφεσαν. εἶχε δ᾽ ἄν, εἰ τὰς χεῖρας πρὸς παράταξιν ὥπλιστο καὶ τοὺς δακτύλους πρὸς πόλεμον ἐδεδίδακτο καὶ μὴ ἦν μαλθακὸς αἰχμητὴς καὶ βάτταλος καὶ τῆς ἡμέρας ῥέγκων τὸ ὑπερήμισυ, τῷ τε Ἀνδρονίκῳ τὴν εἰς τὴν πόλιν πάροδον ἀποκλείσας καὶ ἑαυτὸν ἀπείρατον διαφυλάξας τοῦ τότε κακοῦ· ποιεῖν γὰρ ἐπὶ τοῖς βασιλείοις ἠδύνατο θησαυροῖς ὁπόσα ἠβούλετο καὶ ταῖς τριήρεσιν ἐνῆν χρήσασθαι πρὸς τὴν τοῦ ἀνθισταμένου καταπολέμησιν, αἳ τὸ ἐκ Λατίνων εἶχον ὁπλιτικόν, οὕτω μὲν ἐπικρατέστερον ὂν τοῦ Ῥωμαϊκοῦ ναυτικοῦ, οὕτω δὲ πάγχαλκον καὶ ὅλον αἱμοχαρές. ἀλλὰ τοῦ μορσίμου, ὡς ἔοικεν, ἀντικρούσαντος, ὁ μὲν τὸ πρόθυμον ὑπεχάλασεν, Ἀνδρόνικος δ᾽ ἐπιτείνας ὑπεσκέλισε τουτονὶ ἀντιτρέχοντα καὶ τὴν νίκην λαμπρὰν ἀπηνέγκατο.

Ὃς καὶ κατὰ τὴν περαίαν ἔτι διατρίβων στείλας τριήρεις, ὅσαι ὀπίσω τοῦ μεγάλου δουκὸς ἠκολούθησαν, καὶ τῶν συνακολουθησάντων αὐτῷ ἐκ τῶν κατὰ πάροδον χωρῶν στρατιωτικῶν καταλόγων ἅπαν ἐπίλεκτον πόλεμον συγκροτεῖ κατὰ τῶν ἐν τῇ πόλει Λατίνων. καὶ δὴ καὶ τοῦ δήμου τῆς πόλεως ἀναθαρρήσαντος κατ᾽ αὐτῶν καὶ ἀλλήλους ἐς συνασπισμὸν παραθήξαντος, ἐπιθαλάττιος ὁμοῦ καὶ ἐπίγειος ἔρις φύεται. καὶ πρὸς ἄμφω τὰ πλήθη κυκλωσάμενά τε καὶ περιζώσαντα μὴ ἀντιπαλαίειν σθένοντες οἱ Λατῖνοι ὡς εἶχον ἕκαστος σώζειν ἑαυτοὺς ἐπεβάλοντο, τὰς οἰκίας ἀνέντες πλήρεις πλούτου παντὸς καὶ πολυειδῶν ἀγαθῶν, ὁπόσα μεταδιώκουσιν ἄνθρωποι, τοῖς βουλομένοις προνόμευμα· οὐδὲ γὰρ μένειν κατὰ χώραν ἐτόλμησαν ἢ κατὰ Ῥωμαίων αὐτοὶ ἐπελθεῖν ἢ ὅλως ἐπιόντας ὑποστῆναι καὶ δέξασθαι. ἐντεῦθεν οἱ μὲν κατὰ πόλιν διασπαρέντες, ὡς ἔτυχεν, ἄλλοι προσρυέντες οἴκοις ὑπερηφάνοις, οἱ δὲ καὶ τῶν μακρῶν ἐπιβάντες νηῶν, ἃς ἐπλήρουν οἱ ὁμόφυλοί σφισιν, ἐξέφυγον τὸ μαχαίρᾳ πεσεῖν. ὅσοι δὲ συνελήφθησαν θανάτῳ ὑπεδικάσθησαν. πάντες μέντοι τὰς οὐσίας ἀπεβάλοντο.

αἱ δὲ πλήρεις τῶν δραπετευσάντων τριήρεις τῶν τῆς πόλεως ἀναχθεῖσαι λιμένων καὶ βλέψασαι πρὸς Ἑλλήσποντον τὸ μὲν λεῖπον τῆς ἡμέρας ἐκείνης προσωρμηκυῖαι ταῖς νήσοις ἐξεπέραναν, ὁπόσαι μικρὸν ἄποθεν τῆς βασιλίδος ἀμφιρρέονται πόλεως μὴ πάνυ πελάγιαι, φημὶ τὴν Πρίγκιπον καὶ τὴν Πρώτην καὶ ὅσαι περὶ αὐτὰς ἀνίσχουσι τοῦ βυθοῦ· τὴν δ᾽ ἐπιοῦσάν τινα τῶν ἐν αὐταῖς ἱερῶν φροντιστηρίων πυρπολήσασαι ἐξῆραν ἐκεῖθεν κώπαις ἁπάσαις καὶ διαπετασθεῖσι λαίφεσι. μηδενὸς δ᾽ ἐπιδιώκοντος, ἔνθα ἦν πρὸς βουλῆς καταίρουσαι ἔδρων ὅ τι καὶ εἶχον κακὸν τοὺς ἐκεῖσε Ῥωμαίους.

Κατ᾽ ἐκείνας δὲ τὰς ἡμέρας καὶ κομήτης ἐφάνη κατ᾽ οὐρανὸν ὑποσημαίνων τὰ ἐσόμενα χείριστα καὶ αὐτὸν ἀτεχνῶς διαχαράττων Ἀνδρόνικον· ὄφεως γὰρ σχῆμα καὶ ἕλιγμα ἡ τοῦ φανέντος ἀνάμματος ὄψις διατυποῦσα νῦν μὲν διετέτατο, νῦν δ᾽ ἀμφιπεριειλίσσετο εἰς ὁλκούς, ἄλλοτε εἰς χάσμα ἀνοιγομένη στόματος φόβον ἐνεποίει τοῖς θεωμένοις οἱονεὶ καταχάσκουσα ἐξ ὕψους τῶν κάτωθεν καὶ ἀνδρομέου γλιχομένη αἵματος. ἡμέρας οὖν ἐκείνης τὸ μήπω ἐκμετρηθὲν καὶ τὴν ἐπιοῦσαν νύκτα διαρκέσας ἠφάντωται.

Ἀλλὰ καὶ ἱέραξ τοῦ θηρεύειν ἐθάς, λευκὸς τὴν πτίλωσιν, τοὺς πόδας λωροπεδούμενος, κἀπὶ καλιᾶς πτερορρυήσας πολλάκις καὶ αὖ πάλιν ἀνηβηκώς, οἴμησεν ἐκ τῆς ἕω πρὸς τὸ τοῦ Λόγου μέγιστον τέμενος καὶ τὸν Θωμαΐτην εἰσιὼν δόμον πολλοὺς κατὰ φήμην θεατὰς ἐφειλκύσατο. ἦσαν δ᾽ οἳ καὶ διετεχνῶντο συλλαβεῖν αὐτόν· ὁ δ᾽ ἐκεῖθεν ἀρθεὶς κατέπτη πρὸς τὸ μέγα βασίλειον καὶ ἄνω τοῦ οἰκήματος καταπαύσας, ἐν ᾧ τοὺς ὑπογυίως τῆς ἀρχῆς ἐπειλημμένους εἴθισται πρὸς παντὸς τοῦ δήμου ἀνευφημεῖσθαι στεφανηφόρους, μετὰ βραχὺ ἐπάνεισι πάλιν πρὸς τὸν νεών. καὶ τὴν τοιαύτην περιοδείαν τρισσῶς σταδιεύσας ὕστερον παρά του θηρεύεται καὶ εἰσάγεται βασιλεῖ. τοῖς μὲν οὖν πλείστοις μέλλειν αὐτίκα Ἀνδρόνικον συλληφθῆναι οἰωνίζετο ἐνθένδε καὶ δίκας γενναίας ὑφέξειν, ἐπεὶ καὶ ἐς αὐτὸν ἔφασκον ἀτεχνῶς τὸ οἰώνισμα ἀφορᾶν πλειστάκις ἐνειρχθέντα δεσμωτηρίῳ καὶ τὸ τῆς κεφαλῆς τρίχωμα χιονούμενον· οἱ δέ γε σοφώτερόν τι προβλέποντες καὶ τὸ φρονεῖν ὑψιβάμονες τριετὲς ἕλιγμα χρονικὸν τὴν τριττὴν εἰς τὸ αὐτὸ κατάντημα πτῆσιν ἰσχυρίζοντο προσημαίνειν καὶ τελευταῖον αὖθις Ἀνδρόνικον φρουρὰν καὶ ποδοκάκας καθυποδέχεσθαι Ῥωμαίων κατάρξαντα.

Πάντων δ᾽ ἐς Ἀνδρόνικον διαπορθμευομένων λοῖσθος ἐς αὐτὸν περαιοῦται ὁ πατριάρχης Θεοδόσιος μετὰ τῶν λογίμων τοῦ βήματος. ὁ μὲν οὖν εἰς τὴν ἑαυτοῦ ἐγγίζειν σκηνὴν τὸν μέγαν ἀρχιερέα ἐνωτισάμενος ἔξεισιν εὐθὺς πρὸς ὑπάντησιν στολὴν ἠμφιεσμένος σχιστὴν ἰοβάφινον ὑφῆς τῆς Ἰβηρικῆς ἐς γόνατα καὶ γλουτοὺς καταβαίνουσαν καὶ πυκάζουσαν τὰ ἕως βραχίονος καὶ πυραμιδουμένην καλύπτραν τῇ κεφαλῇ περικείμενος καπνηρὰν τὴν χροιάν. καὶ πρὸ τῶν ἱππείων χηλῶν βαλὼν ἑαυτὸν ἔκειτο τετανυσμένος μέγας μεγαλωστί. μετὰ μικρὸν δ᾽ ἀνίσταται καὶ τῶν ἐκείνου ποδῶν περιλιχμᾶται τὰ πέλματα, σωτῆρα τοῦ βασιλέως ἀποκαλῶν, ζηλωτὴν τοῦ καλοῦ καὶ τῆς ἀληθείας ὑπέρμαχον, τῷ χρυσῷ τὴν γλῶτταν Ἰωάννῃ ἀνθάμιλλον, καὶ πᾶσαν αὐτῷ προσηγορίαν περιτιθεὶς ἀγαθήν.

ὁ δὲ τότε πρώτως Ἀνδρόνικον θεασάμενος, ἐπεὶ κατηθρήκει περιεργότερον βλέμμα γοργόν, ὑποκαθήμενον φρόνημα, σοφιστικὸν καὶ περίεργον ἦθος, ἡλικίας ἀναδρομὴν ἐς πόδα δέκατον μικροῦ ἀνατείνουσαν, ἀγέρωχον βάδισμα, ὀφρὺν ἐπιλλώπτουσαν ὑπεροψίαν, φροντιστικόν τε καὶ ἐπὶ συννοίας ἀεὶ ἄνθρωπον, ταλανίσας τοὺς ἀφρόνως ἄνδρα τοιοῦτον εἰσοικισαμένους ἐπ᾽ ἀνηκέστοις ἑαυτῶν συμφοραῖς “ἀκοῇ μέν„ φησιν “ἤκουόν σου τὸ πρότερον, νῦν δὲ καὶ ἑωράκειν καὶ ἐγνώκειν σαφῶς.„ καὶ αὖ πάλιν τὸ τοῦ Δαυὶδ ἀποκνίσας εἶπε “καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν„ αἱμύλως καθαπτόμενος Ἀνδρονίκου, οἷς τὰ τῆς ἀπαντῆς τῷ σκηνικῷ ὑπεξῆρε τῆς γνώμης ἑαυτὸν ἐδαφίζων καὶ κυνηδὸν προσκνυζώμενος, ἀναφέρων ἅμα τὰ ὀφθέντα πρὸς ἅπερ αὐτῷ ἀπήγγελλεν ὁ βασιλεὺς Μανουὴλ διαζωγραφῶν τῷ λόγῳ Ἀνδρόνικον καὶ οἷον ἀγνοοῦντι τιθεὶς ὑπόψιον. ἀλλ᾽ οὐκ ἔλαθε τὸ τῶν ῥημάτων ἀμφοτερίζον τὸν πολύμητιν Ἀνδρόνικον· ὅθεν καὶ τῇ τῶν λεχθέντων διπλόῃ ὡς οἷα διπάλτῳ ξίφει τρωθεὶς τὴν ψυχὴν καὶ τὴν σκυζομένην οἷον καὶ συνηρεφῆ τῶν ὀφρύων τοῦ πατριάρχου γραμμὴν τῶν ἔνδον καὶ περὶ ψυχὴν κινημάτων εὑρὼν προμνήστριαν “ἴδε„ φησὶ “βαθὺς Ἀρμένιος„, ἐπεὶ καὶ τὸ πατρῷον γένος ἐξ Ἀρμενίων ἕλκειν ἐλέγετο.

Τοῦτο δὲ καὶ ἄλλοτέ ποτε ἐπέσκωψεν ἐς αὐτὸν Ἀνδρόνικος, ὅτε ὁ μὲν πρὸς τὸν πατριάρχην τὸν λόγον ποιούμενος ἀχθομένῳ ἐῴκει καὶ μόνος ὑπολελεῖφθαι τοῦ βασιλέως Ἀλεξίου κηδεμὼν ἔλεγε, μηδένα ἔχων τὸν συμπονοῦντά τε καὶ συγκάμνοντα, μηδ᾽ αὐτὴν τὴν ἐκείνου ἁγιότητα, καίπερ τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Ἀλεξίῳ ἐς αὐτὸν ἀναθεμένου τὴν τοῦ υἱοῦ τημελούχησιν καὶ τὴν τοῦ κράτους αὐτῷ κυβέρνησιν, ὁ δ᾽ ἔφησεν ἀποφροντίσαι πάλαι τὸν βασιλέα, εἴτ᾽ οὖν τοῖς τεθνεῶσιν ἔχειν ἐναρίθμιον, ἐξ ὅτου περ αὐτὸς Ἀνδρόνικος τὴν βασιλίδα πόλιν εἰσεληλύθει καὶ τὰ κοινὰ διαχειρίζει πράγματα. πρὸς ἣν ἀπόκρισιν τοῦ πατριάρχου ἐρυθριάσας Ἀνδρόνικος ἤρετο, τί ἐστι τὸ ἀποφροντίσαι καὶ πρὸς ὃ σημαινόμενον ἐκτετόξευται, τὸν μὴ συνιέντα πλαττόμενος. ὁ δὲ τὸν θῆρα μὴ ἐκμαίνειν ἐθέλων καὶ ἄλλως κατ᾽ αὐτοῦ ὠρυόμενον ἢ τὴν κάμηλον ἀναστομοῦν εἰς ἐξέραμα, πρὸς ὅπερ εἴθιστο, οὐ κατὰ τὴν ἀληθῆ καὶ πρὸς ἣν ἐρρέθη προβάλλων ἐξήγησιν ἑτεροίως τὸν τοῦ ῥήματος νοῦν ἡρμήνευσε, μηκέτι φάσκων φροντίζειν τοῦ βασιλέως ἀλλὰ τὸ τούτου παριδεῖν τημελές· αὐτὸς γὰρ Ἀνδρόνικος αὐτάρκης παιδοκομεῖν αὐτὸν καὶ μονώτατος.

Τῶν δὲ κατὰ τὰ ἀρχεῖα πραγμάτων, ὡς Ἀνδρονίκῳ ἐδόκει καὶ ἀρίστως εἶχε, διῳκημένων παρά τε τῶν υἱέων ἐκείνου καὶ ὅσοιπερ αὐτῷ προσέθεντο, ὀψὲ καὶ αὐτὸς μεταχωρεῖ τῆς Δαμάλεως ὑποψήλας τὸ τοῦ Δαυὶδ ἐν τῷ τὸν πορθμὸν διαβαίνειν καὶ ὑποφθεγξάμενος μετὰ διαχύσεως “ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.„ τοῦ δ᾽ Ἀλεξίου καὶ τῆς ἐκείνου μητρὸς Ξένης ἐξιόντων μὲν τῶν βασιλείων κατὰ τὴν Ἀνδρονίκου βούλησιν, εἰς δὲ τὰς ἐν τῷ Φιλοπατίῳ βασιλικὰς μετασκηνησαμένων οἰκοδομάς, αἳ τοῦ Μαγγάνη ἐλέγοντο, πρόσεισιν ἐκεῖσε Ἀνδρόνικος καὶ τῷ μὲν βασιλεῖ βαθεῖαν ἀπονέμει προσκύνησιν καὶ τοὺς ἐκείνου πόδας προσπτύσσεται, ὡς εἰώθει κοψάμενος καὶ δάκρυ χεάμενος, τῇ δὲ τούτου μητρὶ Ξένῃ ὅσα καὶ ἀπούσῃ τὴν τιμὴν ἀφοσιωσάμενος καὶ τῆς ἐκεῖσε παρουσίας πάρεργον ἀπονείμας τὴν προσαγόρευσιν, βραχύ τι προσδιατρίψας μεταχωρεῖ. καὶ κατὰ τὴν προηυτρεπισμένην αὐτῷ ἐκεῖ που σκηνὴν ἀφικόμενος εἶχε περὶ αὐτὸν τὰς αὐλαίας πηξαμένους, ὃν τρόπον αἱ ὄρνεις ὑπὸ τὰς ἑαυτῶν ἐπισυνάγουσι πτέρυγας τὰ νεόττια, πάντα εὐγενῆ καὶ περίδοξον.

Ὅτε καί τις ἀνήρ, Ἶρος ἄλλος, μολοβρὸς καὶ ἀνέστιος, ἀλύων ἁλοὺς ἀωρὶ τῶν νυκτῶν περὶ τὴν Ἀνδρονίκου σκηνήν, ἐξωμίας καὶ παραβλώψ, τὰ μὲν πρῶτα ὑπὸ τῆς θεραπείας Ἀνδρονίκου ὡς γοητείαις εὐθύνεται χρώμενος, ἔπειτα καὶ τῷ δήμῳ τῆς πόλεως ἐκδίδοται· οἱ δὲ ἀνεξελέγκτως αὐτὸν εἰς τὸ θέατρον κραῦρα ξύλα καὶ φακιόλους φορυτῶν ξυναγείραντες κατακαίουσιν.

Συχνὰς δ᾽ ἐκμετρήσας ἡμέρας Ἀνδρόνικος σὺν τῷ βασιλεῖ κατὰ τὸ Φιλοπάτιον ἔσχεν ἔρον εἰς τὴν μεγαλόπολιν εἰσελθεῖν καὶ τὸν τοῦ βασιλέως καὶ ἐξαδέλφου Μανουὴλ τάφον ἰδεῖν. ὅθεν κατὰ τὴν τοῦ Παντοκράτορος μονὴν γεγονὼς καί, ποῦ τέθαπται ὁ νεκρός, ἐρωτήσας καὶ ἐπιστὰς τῷ σωματοφυλακοῦντι μνήματι πικρῶς ἐπεδάκρυσε καὶ περιπαθῶς ὠλοφύρατο, ὡς καὶ πολλοὺς τῶν παρεστώτων μὴ τὸν κρυψίνουν ὅλως διορᾶν Ἀνδρόνικον ἔχοντας θαυμάσαι λίαν καὶ εἰπεῖν “ὢ τοῦ θαύματος, πῶς ἐφίλει τὸν προσγενῆ ἄνακτα, καίπερ διώκτην ὄντα θερμὸν καὶ φιλανθρώπως αὐτῷ μὴ χρησάμενον.„ τινῶν δὲ τῶν ἐκ τοῦ γένους ἀποσπώντων αὐτὸν τῆς σοροῦ καὶ ἀρκούντως ὑποφωνούντων τεθρηνηκέναι, οὐδ᾽ ὅλως καθυπεῖξε ταῖς παραιφάσεσιν, ἀλλ᾽ αἰτήσας καὶ ἔτι μικρὸν ἐνδοθῆναί οἱ προσκαρτερῆσαι τῷ τάφῳ, ἔχειν γάρ τι τῷ κειμένῳ κατὰ μόνας διαλεχθῆναι, τὰς χεῖρας ὡς πρὸς ἱκεσίαν διασκευάσας καὶ διαπετάσας τὰς παλάμας καὶ διάρας τοὺς ὀφθαλμοὺς πρὸς λίθον τὸν νεκροδέγμονα τὰ χείλη μὲν κινῶν, φωνὴν δ᾽ οὐδαμῶς ἐξικνουμένην εἰς ὦτα τῶν συνεστώτων οὐμενοῦν ἀφιεὶς διάλεξίν τινα λαθραίαν ἐπεποίητο.

τοῖς μὲν οὖν πλείστοις ἐπῳδή τις βαρβαρικὴ λελόγιστο τὰ ὑποψαλλόμενα· ἦσαν δ᾽ οἵ, καὶ τούτων μάλιστα οἱ τὴν εὐτραπελίαν μεταδιώκοντες, ἐπικερτομεῖν Ἀνδρόνικον ἔφασκον τῷ βασιλεῖ Μανουὴλ καὶ ἀτεχνῶς κειμένῳ ἐπεμβαίνοντα λέγειν “ἔχω σε τὸν διώκτην καὶ πολλὰς ἐμοὶ πλάνας προυξενηκότα καὶ ὑφ᾽ οὗ παγκόσμιον μικροῦ γεγένημαι περιλάλημα, πᾶσαν δυστυχῶς ἐπιὼν ὁπόσην ἔπεισιν ἥλιος ἅρματι.

καὶ σὲ μὲν ὁ ἑπτακόρυμβος οὑτοσὶ συνέξει λίθος ὅσα καὶ ἄφυκτον δεσμωτήριον νήγρετον καθεύδοντα ὕπνον καὶ τῆς τελευταίας σάλπιγγος ἐπιδεᾶ· ἐγὼ δὲ τὸ σὸν μετελεύσομαι γένος οἷα καὶ λέων μεγάλῳ ἐπεγκύρσας θηράματι καὶ δίκας ὧν ὑπὸ σοῦ κακῶς ἐπεπόνθειν γενναίας εἰσπράξομαι, τὴν ἑπτάλοφον ταυτηνὶ καὶ λαμπρὰν εἰσιὼν μεγαλόπολιν.„ Ἐκ δὲ τούτου πάντα οἶκον ἐπιὼν περιφανῆ καὶ λαμπρὸν καὶ σταθμοὺς ἐν αὐτοῖς τιθέμενος, ὥσπερ οἱ παροδεύοντες, ἐχρῆτο τοῖς κοινοῖς, ὡς ᾑρεῖτο, πράγμασι, τῷ μὲν βασιλεῖ Ἀλεξίῳ κυνηγεσίοις ἐφιεὶς προσανέχειν καὶ κούφοις τῷ τέως τρέφεσθαι πνεύμασι μετὰ τῶν φυλάκων, οὓς αὐτῷ ἐπέστησεν οὐ μόνον τὴν εἴσοδον αὐτοῦ καὶ τὴν ἔξοδον ἐφορῶντας τοῦ μυθικοῦ πολυομμάτου Ἄργου περιεργότερον, ἀλλὰ καὶ μηδένα τῶν ἁπάντων παρεῶντας μόνῳ ἐντυγχάνειν αὐτῷ ὑπέρ τε οὑτινοσοῦν διομιλεῖσθαι πράγματος, ἑαυτὸν δὲ ὅλον ἐπιδοὺς ταῖς μερίμναις, οὐχ ὅπως εὖ πράττοιεν τὰ Ῥωμαίων, ἀλλ᾽ ὅπως ἀφελεῖ ἐκ τῶν βασιλείων καὶ σύμβουλον ἀγαθὸν καὶ κατὰ χεῖρα γενναῖον ἄνδρα καὶ ἀρειμάνιον καὶ οἱονδήτι ἕτερον κατόρθωμα κτώμενον.

Ἀμειβόμενος δὲ τῆς πρὸς αὐτὸν εὐνοίας τοὺς Παφλαγόνας καὶ πάντα ἄλλον συνεφαψάμενον αὐτῷ τῆς ἀποστασίας ἀξιώμασι τούτους ἐτίμησε καὶ δωρεαῖς φιλοτίμοις ἐδεξιώσατο. καὶ τὰ λαμπρὰ δὲ τῶν ἀξιωμάτων καὶ τὰ τῶν ὀφφικίων μεγαλοπρεπῆ, ὥσπερ οἱ ἐδόκει, μετατιθεὶς ἐπὶ τινῶν μὲν τοὺς ἑαυτοῦ παῖδας προυβάλετο, ἄλλοις δ᾽ ὑπεξῆρεν ἑτέρους, ἐκείνους δήπουθεν, οἳ ὀπίσω αὐτοῦ ἐπορεύθησαν ὡς τοῦ Βάαλ πρότερον οἱ ἀποστάντες ζῶντος θεοῦ καὶ οἳ τὴν παρ᾽ ἐκείνῳ δόξαν προέθεντο τῆς ἐπαινετῆς καὶ προτέρας τιμῆς καὶ τῷ δικαίῳ μερίδα παρεχομένης.

Οἱ μὲν τοίνυν τῶν ἀνθρώπων ἀπηλαύνοντο οἴκου καὶ πατρίδος καὶ τῶν φιλτάτων ἀποδιίσταντο, οἱ δὲ εἱρκταῖς καὶ χειροπέδαις σιδηραῖς παρεδίδοντο, ἄλλοι τοὺς ὀφθαλμοὺς ἐξεκόπτοντο, αἰτίαν οὐδεμίαν πρόδηλον ἐπαγομένην ἑαυτοῖς εὑρίσκοντες, τὸ δὲ εἶναι τῶν εὐπατριδῶν σιωπηλῶς ἐγκαλούμενοι καὶ κατὰ πόλεμον πολλάκις εὐδοκιμῆσαι ἢ φυῆς σώματος γενναιοτάτης ἢ ὥρας ἱκανωτάτης μεταλαχεῖν ἤ τι ἕτερον φέρειν ἐπαινετὸν ὑποκνίζον Ἀνδρόνικον, οὐδ᾽ ἀγαθὰς ἐκείνῳ τὰς ἐλπίδας ὑποβάλλον, εἴτε μὴν παλαιᾶς μικρολυπίας ὑποτῦφον ἐμπύρευμα καὶ φρυκτεῦον κατὰ βραχὺ τὸ πρώην λεληθὸς καὶ σποδιούμενον τοῦ θυμοῦ.

Ἦν τοίνυν ἀνύποιστος ἡ τοῦ τότε καιροῦ φορὰ καὶ ἡ πρὸς ἀλλήλους καὶ τῶν πάνυ γνησιωτάτων οὐκ εὐπιστία κακὸν ἀφόρητον ἦν. οὐ γὰρ μόνον ἀδελφὸς παρεώρα κασίγνητον καὶ πατὴρ υἱέα παρέτρεχεν, ἂν οὕτως ἤρεσκεν Ἀνδρονίκῳ, ἀλλὰ καὶ τοῖς καταπροδιδοῦσι τούτους συνέπραττον τὰ ἀνήκεστα καὶ τὴν τοῦ γένους συνδιετίθουν ἀπώλειαν. εἰσὶ δ᾽ οἳ καὶ κατεμήνυον αὐτότατοι τοὺς οἰκείους ὡς ἢ τὰ παρ᾽ Ἀνδρονίκου χλευάζοντας δρώμενα ἢ γοῦν τῷ τὴν πατρῴαν ἄρχοντι ἀρχὴν Ἀλεξίῳ προσκειμένους, Ἀνδρονίκου δὲ ἀπαυχενίζοντας ἑαυτούς. πολλοὶ δὲ κἀν τῷ ἄρτι κατηγορεῖν κατηγόρηντο καὶ διελέγχοντες ἑτέρους ἐπ᾽ Ἀνδρονίκῳ τέκτονας κακῶν ὑπ᾽ αὐτῶν τῶν κατηγορουμένων ἢ καὶ ἄλλων παρεστώτων προσηγγέλλοντο καὶ εἶχε τούτους κἀκείνους συναπαγομένους μία φρουρά.

Καὶ πιστοῦταί μοι τὸν λόγον ὁ Καντακουζηνὸς Ἰωάννης παλαμναιοτάταις πυγμαῖς παίων ἐκτομίαν τινὰ Τζίταν καλούμενον καὶ τοὺς ὀδόντας ἐκριζῶν καὶ τὰ χείλη ἀφαιματῶν, ὅτι πεφώραται ὅλως Ἀλεξίῳ τῷ βασιλεῖ περὶ τῶν κοινῶν διαλεχθεὶς συμφορῶν, παραχρῆμα δὲ συλλαμβανόμενος καὶ αὐτὸς ἐξομματούμενός τε καὶ εἱρκτῇ ζοφώδει παραρριπτούμενος, οἷς προσαγορείαν διὰ τοῦ δεσμοφύλακος πέπομφεν ἑνὶ τῶν γυναιχομαίμων Ἀγγέλων δεσμώτῃ ὄντι τῷ Κωνσταντίνῳ.

Οὐκοῦν διὰ ταῦτα ἦν εἰς πόνον ἅπασα κεφαλὴ καὶ παρρησίαν ἦγον, ὡς οὔποτε τοῖς ἔργοις αὐτοῖς πιστούμενα, ὅσα τὸ Ἐμπεδόκλειον νεῖκος τερθρεύεται τέρατα. οὐ γὰρ ἐκλεκτὸς ἅπας καὶ ὑψηλὸς τῆς ἐναντίας Ἀνδρονίκῳ μερίδος ἔπασχε τὰ οἰκτρότατα, ἀλλὰ καὶ περὶ τοὺς οἰκείους θεραπευτῆρας ἀπιστότατος ὤν, οὓς χθὲς ἐψώμιζε στέαρ πυροῦ καὶ οἷς τὸν μόσχον παρετίθει τὸν σιτευτὸν καὶ τὸν ἀνθοσμίαν ἐκίρνη ζωρότερον καὶ τῷ κύκλῳ τῶν περὶ ἐκεῖνον ἐνέγραφε, τούτους διετίθει χειρίστως σήμερον. ἦν δὲ καὶ τὸν αὐτὸν ἐπὶ τῆς αὐτῆς ἡμέρας πολλάκις ὁρᾶν στεφανούμενον ἅμα κατὰ τὸν τοῦ Ξέρξου ναύαρχον καὶ δειροτομούμενον, ὑμνούμενόν τε καὶ βλασφημούμενον. ὥστε καὶ πολλοὶ τῶν τῆς ἐκείνῳ μερίδος, οἱ ὅλως ἐς νοῦν βάπτοντες, τὸν ἐξ Ἀνδρονίκου ἔπαινον καταβολὴν ἐνόμιζον ὕβρεως καὶ τὴν ἀγαθοῦ τινος ἀνθρωπικοῦ παροχὴν ἔμεσιν τῶν προσόντων καὶ καταστροφὴν τὴν ἐπιστροφήν.

Ὁ δ᾽ αὐτὸς φαρμακὸς ὢν ὀλοώτατος ἐλελήθει πρότερον, ἡνίκα τυραννεῖν ἐπεβάλετο· ἡμερῶν δέ τινων διαλειπουσῶν ᾔδετο παρὰ πᾶσι καὶ θανασίμους κεραννύειν ἐπίστασθαι κύλικας καὶ τῆς ὀλεθρίας ταύτης ἐς ᾅδου καταγωγῆς πρώτην πειραθῆναι τὴν καισάρισσαν Μαρίαν τὴν θυγατέρα τοῦ βασιλέως Μανουήλ, τὴν ὑπὲρ πάντας τὴν αὐτοῦ κάθοδον ἐς τὴν πατρίδα γλιχομένην ἰδεῖν· ὑποφθαρῆναι γὰρ χρησταῖς ὑποσχέσεσιν ἐκτομίαν τινὰ πατρῷον ὑπηρέτην τῇ γυναικί, ᾧ τὸ ἐπίκλην Πτερυγεωνίτης, καὶ λυγρὸν ἐγχέαι διὰ τούτου τῇ ἀνθρώπῳ τὸ φάρμακον, εἶναι δὲ οὐ τῶν αὐτίκα θανατούντων τὸ ποθὲν δηλητήριον ἀλλὰ τῶν κατὰ βραχὺ παρατιθεμένων θανάτῳ καὶ ὑπεξαγόντων τοῦ ζῆν σχολαιότερον.

Οὐ πολὺς ὁ ἐν μέσῳ καιρός, καὶ τῷ τῆς γυναικὸς μόρῳ καὶ ὁ ταύτῃ σύζυγος καῖσαρ ἐπηκολούθησε. πλὴν οὐδ᾽ οὗτος φυσικῶς ἐλέγετο τελευτᾶν, ἀλλὰ κἀπὶ τούτῳ ἀνδροφόνος ἐθρυλλεῖτο παρὰ πάντων Ἀνδρόνικος καὶ κύλιξ ἐτεκμαίρετο μία δύο ἀμαυρῶσαι τέκνα πιότητος.

Βουληθεὶς δὲ τὸ ἐκ τῆς ἀνεψιᾶς Θεοδώρας ἀποτεχθὲν αὐτῷ θυγάτριον τὴν Εἰρήνην εἰς γάμον ἁρμόσαι τῷ Ἀλεξίῳ, ὃν ἡ ἀδελφόπαις τῷ βασιλεῖ Μανουὴλ Θεοδώρα συνερχομένη τούτῳ ἐγείνατο, βιβλίον λακωνίζον ξυντίθησι πρὸς τὴν ἱερὰν σύνοδον καὶ τοῦτο ὑποσημηνάμενος κάτωθεν διὰ μέλανος τῷ οἰκείῳ ὀνόματι ἐπὶ κοινῆς ἀκροάσεώς τε καὶ σκέψεως ἀναδίδωσιν. ἦν δὲ τῶν γραφομένων ὁ νοῦς, εἰ συγχωρηθήσεται προβῆναι συνάλλαγμα γαμικὸν βραχὺ μὲν ἢ οὐδὲν παρυπεμφαῖνον τὸ ἄσεμνον, γενησόμενον δ᾽ ὅμως εἰς ἁρμογὴν τῆς ἑῴας καὶ ἑσπερίου λήξεως καὶ ἀνάρρυσιν αἰχμαλώτων καὶ χορηγὸν πλείστων ὅσων ἑτέρων συνοισόντων κοινῇ. καὶ τὸ βραχυσύλλαβον τοῦτο γραμμάτιον καθά τις εὐρυχανδὴς ζωμήρυσις ἢ Ποσειδώνειος τρίαινα ἢ τὸ εὐφυὲς τῆς Ἔριδος μῆλον τήν τε σύνοδον διεκύκησε καὶ τῆς συγκλήτου μέρος, ὁπόσον περὶ τὸ κρίνειν διέστησεν, ἢ ἀληθέστερον εἰπεῖν, κατ᾽ ἀλλήλων ἐφώπλισε καὶ εἰς μοίρας ἐναντίας ἀπέκρινε.

χρήμασι γὰρ οἱ πλεῖστοι τούτων καθυπαχθέντες καὶ τιμῶν ἀναβάσεσι μαλαχθέντες ἐπευδόκουν, ὡς οὐκ ὤφελον, οἷα μὴ κεκωλυμένῳ τῷ γάμῳ· οἱ δὲ θρασύτεροι τῶν δικαστῶν καὶ ψηφοφαγεῖν εἰωθότες καὶ κατὰ τοὺς περιφανεῖς ἀγυρτεύοντες οἴκους καὶ οἱ φιλόχρυσοι τῶν ἐκ τῆς συνόδου καὶ θεοκάπηλοι μηδὲ συγγένειαν ἐπισύρεσθαι διετείνοντο τὰ συναφθησόμενα πρόσωπα διὰ τὸ ἐξ ἀθεμίτων ἑνώσεων ἀμφότερα γεγενῆσθαι καὶ τοῖς νόμοις τὰ τοιάδε κυήματα ἀνεπικοινώνητα συγγενείας καὶ ἐκ διαμέτρου ἀφεστῶτα λογίζεσθαι καὶ ἀμαθὲς ἔλεγον εἶναι καὶ τὸ οἴεσθαι ὅλως δεῖν ὑπ᾽ ἐξέτασιν πίπτειν ἐκδηλοτέραν ἡλίου ὑπόθεσιν. οἱ δὲ οὐδ᾽ ἄκροις ὠσὶ παραδεχόμενοι τὰ φθεγγόμενα καὶ ὡς ἀγχεμάχοις ὅπλοις τοῖς νόμοις τὰς προσβολὰς αὐτῶν ἀπρακτοῦντες μηδὲ συγχωροῦντες τῇ πράξει ὡς ἀθεμιτογαμίας μεστῇ ἀντέπιπτον γενναιότερον.

Ἦσαν δὲ οἱ τὴν καλλίστην ταύτην εἰσηγούμενοι γνώμην καὶ τῆς πάλης τῆς κρείττονος βραχεῖς ἐκ τῶν ἀρχιερέων καὶ τῶν ἐντρόφων τοῦ βήματος καί τινες εὐσύνοπτοι τῶν τῆς συγκλή του βουλῆς. καὶ αὐτοὺς δὲ ὁ τοῦ πατριάρχου ζῆλος ἐπισυνίστη τε καὶ ἐπήλειφεν οὐκ ἐῶν ἑτεροζυγεῖν καὶ οἴκοθεν ἄλλως σπεύδοντας. οὔτε γὰρ Ἀνδρονικικὸς αὐτὸν ἐξέλυσε στομφασμός, οὔθ᾽ ἡ τῶν αὐτοῦ λόγων ἐστυφέλιξε δύναμις, οὔθ᾽ αἱ ἀπειλαὶ διετάραξαν, ἀλλ᾽ ἦν ἀτίνακτος ὡς ἐκεῖνος ὁ πρόβολος, περὶ ὃν ἀεὶ κῦμα ὀρθὸν ἵσταται καὶ ἅλμη περιμορμύρουσα, ὁ δὲ εἰς ἀφρὸν διαλύων καὶ μακρὰ κλάειν ἐῶν τὴν ἠχήεσσαν θάλασσαν ἐπὶ τῆς αὐτῆς ἐστήρικται βάσεως.

Ἀμέλει τοι καὶ ἰδὼν ὡς οὐδὲν ὠφελεῖ, ἀλλ᾽ ἀνακαλύπτως ἔπεισι τὰ δεινὰ καὶ νικᾷ τὰ χείρονα, τῶν ἱερῶν ἀρχείων ἀπανίσταται καὶ πρὸς τὴν νῆσον ἀφικνεῖται Τερέβινθον, καθ᾽ ἣν αὐτῷ τὴν καταγωγὴν καὶ τὴν τοῦ σκήνους ηὐτρεπίκει κατάθεσιν. ὁ δ᾽ Ἀνδρόνικος τὴν τοῦ Θεοδοσίου ὑποχώρησιν δεξίωμα τύχης κάλλιστον ἡγησάμενος, ὡς παρὰ δόξαν ἅμα καὶ κατὰ γνώμην ἐκείνῳ γεγενημένην, τό τε συνάλλαγμα ἐξεπέρανε τῶν γάμων, εὐλογητὴν ἀναδείξας τὸν ἀρχιποίμενα τῶν Βουλγάρων παρόντα τηνικαῦτα τῇ πόλει, καὶ περὶ τοῦ τὸν πατριαρχικὸν θρόνον διαδεξομένου καὶ αὐτῷ πληρώσοντος τὰ κατ᾽ ἔφεσιν διασκέπτεται. καὶ ἐπικρίνεται Ἀνδρονίκῳ εἰς τὴν οἰκουμενικὴν προεδρίαν ὁ Καματηρὸς Βασίλειος, ἢ τὸ ἔμπαλιν, ὡς ἐλέγετο, αὐτὸς Ἀνδρόνικον ἐφειλκύσατο πρὸς τὴν τοιαύτην ἐπιλογήν, οἷς μονώτατος ἐξ ἁπάντων Ἀνδρονίκῳ ἐγγράφως συνέθετο ἐκεῖνα ἐν τῷ ἀρχιερατεύειν διαπράττεσθαι, ὅσα φιλητὰ Ἀνδρονίκῳ, κἂν εἴησαν παναθέμιτα, κἀκεῖνα πάλιν ἀποστυγεῖν, ὁπόσα οὐχ ἡδύνει Ἀνδρόνικον.

Οὐ μόνον δὲ τὰ κατὰ πόλιν οὕτως ἐνόσουν, ἀλλὰ καὶ τὰ ἔξω χειρόνως ἔπασχον, ἀντιπεριάγοντος τοῦ δαιμονίου τὴν ὑπὸ Ῥωμαίους ἐς πᾶν ἀξύμφορον. ὁ γὰρ τοῦ Ἰκονίου σουλτάν, ὃν ἐδείμαινε πέτρον ἀεὶ κατὰ Τάνταλον ὑπὲρ κεφαλῆς ἀνατέλλοντα, φημὶ δὴ τὸν ἄνακτα Μανουήλ, ἐς ᾅδου μετακεχωρηκότα μαθὼν τήν τε Σωζόπολιν πολέμου νόμῳ κατέσχε καὶ τὰς πέριξ κωμοπόλεις ληϊσάμενος ὑφ᾽ ἑαυτὸν ἐποιήσατο, καὶ τὴν Ἀττάλου δὲ λαμπροτάτην πόλιν πολιορκίᾳ χρονίᾳ ἐκάκωσε καὶ τὸ Κοτυάειον ἐξεπόρθησε καὶ ἑτέρας συχνὰς πόλεις παρεστήσατο.

Καὶ ὁ μέγας δὲ δομέστικος Ἰωάννης ὁ ἐκ Κομνηνῶν, ᾧ τὸ ἐπώνυμον Βατάτζης, ἀνὴρ οὐ φαῦλος τὰ τακτικά, πολλὰς δὲ νίκας πολλάκις ἐπανῃρημένος κατὰ Περσῶν, τῇ Φιλαδελφείᾳ ἐνδιατρίβων ἀντεκάθητο γενναίως τῷ Ἀνδρονίκῳ καὶ ὀλιγώρως τῶν τούτου εἶχεν ἐπιταγῶν καὶ ἀπειλοῦντι δεινὰ ἀντενεβριμᾶτο δεινότερα καὶ κακῶς ἀκούων ὡς τυραννίδι ἐπιχειρῶν τῷ ἤδη τετυραννηκότι λαμπρῶς ἐπετίμα τε καὶ ἐπέπληττεν ὡς ἐνστάτῃ δαίμονι τὸ βασίλειον γένος ἐκτρίβοντι.

Ὅθεν ἐμφυλίων στάσεων καὶ πολέμων αἱ Ἀσιάτιδες ἔγεμον πόλεις. καὶ ἦν τὰ ἐντεῦθεν δρώμενα δυσαχθέστερα τῶν ἐκ τῶν γειτόνων συμβαινόντων ἐχθρῶν, ἢ καὶ οὕτως εἰπεῖν, ᾧ χεὶρ οὐκ ἐπεξῆλθεν ἀλλόγλωττος, τοῦτο ἡ ἐγχώριος ἐθέριζε δεξιά, καὶ κατ᾽ ἀλλήλων ἐκπεπολέμωτο τὸ ὁμόφυλον βαρβαρωθὲν καὶ τοὺς τῆς συγγενείας νόμους ἠγνοηκός.

Καὶ Ἀνδρόνικος μὲν ὁπλίζειν ἔγνω κατὰ τοῦ Βατάτζη τὸν Λαπαρδᾶν Ἀνδρόνικον, ἄνδρα βραχὺν μὲν τὸ δέμας, δραστήριον δὲ τὰ πολέμια, οὐκ ὀλίγον αὐτῷ στρατολογήσας ὁπλιτικόν· ὁ δὲ Κομνηνὸς Ἰωάννης νόσῳ τότε συνισχημένος καὶ περί που τὴν Φιλαδελφέων πόλιν ἐσκηνημένος ἀντεξάγει τῷ Λαπαρδᾷ τοὺς υἱεῖς, τόν τε Μανουὴλ καὶ τὸν Ἀλέξιον. τοῦ δὲ πολέμου συχνὰς μεταλαβόντος τροπάς, ὁποίας αὐτὸς ἴσησι, καὶ πολλῶν ἐξ ἑκατέρων ἀναιρουμένων ταῖς ἐμφυλίοις συμπλοκαῖς, βαρυπενθὴς ἦν ὁ Βατάτζης τῇ ἐνσκηψάσῃ καχεξίᾳ ἐπιστυγνάζων ὡς ἀμφοτέραις αὐτὸν συσχούσῃ καὶ καταβαλούσῃ δυστυχῶς ἐπὶ κλίνης, ὅτε δημοσιεύειν ἔδει καὶ παριστᾶν ὃ τρέφει περὶ τὰ πολεμικὰ γενναῖον καὶ τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς πρὸς τῶν ἑῴων πόλεων δέχεσθαι, ἔτι δὲ πιστοῦσθαι τοῖς ἔργοις πρὸς οἷον ἀντιφέρεται ἀρχηγὸν ὁ βαθυγέρων Ἀνδρόνικος. πράγμασι δὲ καθυποδεικνὺς ὡς προθυμία καὶ νεκροὺς ἀνίστησι καὶ ὡς οὐδὲν καρδίας αἰσθητικῆς ἰσχυρότερον, αἴρειν αὐτὸν ἐπὶ κλινιδίου αὐτοσκεύου προτρέπεται καὶ στῆσαι φέροντας ἐν γηλόφῳ, ὅθεν ὁρατά οἱ τὰ κατὰ πόλεμον ἔσοιτο. οὗ δὴ γεγονότος καὶ τοὺς υἱεῖς αὐτοῦ τὴν στρατιὰν κατὰ τὸν δοκοῦντά οἱ τρόπον ἐκτάξαι κελεύσαντος, ἡ νίκη περιφανῶς πρὸς τὸ ἐκείνου μετέβη στράτευμα, τὸ δὲ τοῦ Λαπαρδᾶ τὰ νῶτα μεταβαλὸν ἐπὶ πλεῖστον ἦν χρόνον διωκόμενον καὶ κτεινόμενον.

Μετὰ βραχείας δ᾽ ἡμέρας τὸν βίον καταστρέψαντος τοῦ Βατάτζη, οἱ Φιλαδελφεῖς πικρῶς ἐπ᾽ αὐτῷ καὶ βύθιον ὀλολύξαντες προσχωρεῖν ἐγνώκεισαν Ἀνδρονίκῳ, ὡς μὴ εἶναι ὅστις οὐ τῶν ἁπάντων. οἱ δὲ καὶ ἐς αὐτὴν τὴν βασιλεύουσαν πόλιν τὸ τῆς προθυμίας πτερὸν ἔλυον καὶ Ἀνδρόνικον θεραπεύοντες κατὰ τοῦ ἀετιδοῦς ὄρνιθος τοῦ Βατάτζη καὶ τῶν ἐκείνου νεοττῶν ἔκρωζον ὡς κορῶναι λακέρυζαι ἢ γοῦν ὡς κηφῆνες περιεβόμβουν ἀγυιὰς καὶ ἀνάκτορα, ὁποῖον δὴ τῶν κακοσχόλων τὸ ἐπιτήδευμα καὶ τῶν δικρόαν τρεφόντων γλῶτταν ἐπὶ τοῦ στόματος. οἱ δὲ τοῦ μεγάλου δομεστίκου υἱοὶ δείσαντες, μὴ συσχεθεῖεν καὶ καταπροδοθεῖεν Ἀνδρονίκῳ, μεθίστανται ἐκεῖθεν καὶ τῷ Ἰκονιεῖ σουλτὰν προσρύονται· οἳ καὶ ὕστερον ἐξ ὧν ἔπαθον προδήλως ὑπέδειξαν μὴ ἐξεῖναι τὰς πάγας ὑπεραλέσθαι τινὰ ἢ τὸ ἀμφίβληστρον διεκδῦναι, ὃ ἡ ἄνωθεν ἐξέτεινε πρόνοια. δυσχεράναντες γὰρ ἐπὶ τῇ μετὰ τοῦ σουλτάνου χρονίᾳ διατριβῇ ὡς οὐκ ἀμύνειν τοὺς ἐχθροὺς ἐκείνοις ἐθέλοντος εἰς Σικελίαν ἀπαίρειν κεκρίκασι. καὶ δὴ νηὸς ἐπιβάντες καὶ οὐρίῳ τὰ πρῶτα πνεύματι χρώμενοι τὸ Κρητικὸν διαπλωΐζονται πέλαγος· κατὰ δὲ τοῦτο τοῦ πνεύματος ἀντιστάντος ἀναγκαστῶς τῇ Κρήτῃ προσίσχουσι καὶ γνωσθέντες παρά τινος ἐκεῖσε φυλάσσοντος (γένους οὗτος τοῦ πελεκυφόρου καὶ Κελτικοῦ) συλλαμβάνονται καὶ τῷ τῆς Κρήτης δασμολόγῳ καταμηνύονται.

ὁ δὲ ᾑρεῖτο μὲν τοὺς ἄνδρας ἐκσῶσαι καὶ τῆς νήσου ἀρτεμέας ἐκπέμψαι, ἄλφιτα αὐτοῖς ὑδρευσάμενος καὶ οἶνον ἐπισιτισάμενος καὶ τἆλλα τὰ πρὸς τὸν πλοῦν ἐπιτήδεια χορηγήσας, οὐκ ἔχων δ᾽ ὅπως περανεῖ τὰ κατὰ σκοπὸν (καταφανεῖς γὰρ ἤδη τοῖς ἅπασιν ἐγεγόνεισαν) δῆλα τίθησιν Ἀνδρονίκῳ τὰ κατὰ τοὺς τάλανας Κομνηνούς. καὶ οὗτος μισοφαὴς ὢν καὶ ταῖς τῶν ἀνδρῶν κόραις ἀκορέστως ἀντικαθήμενος τοῦ φωτὸς τούτους ἀποστερεῖ.

Τότε δ᾽ οὖν Ἀνδρόνικος θείαν ἐπισκοπὴν τὸν τοῦ Βατάτζη θάνατον ἡγησάμενος καὶ προστιθεὶς ταῖς λοιπαῖς αὐτοῦ δολοφροσύναις καὶ ἕτερον τοῦ τρόπου προκάλυμμα στεφθῆναι αὐτοκράτορα εἰσηγεῖται τὸν βασιλέα Ἀλέξιον. καὶ δὴ ἐπὶ τῶν ὤμων ἄρας αὐτὸν καὶ μετὰ δακρύων θερμῶν εἰς τὸν τῆς Μεγάλης Ἐκκλησίας ἀνακομίσας ἀνάσταθμον ἐπὶ μάρτυσι μυριάσι πολλαῖς πλήθους ἀστικοῦ καὶ ἀλλοίου καὶ πάλιν ὁμοίως ἐκεῖθεν κατενεγκὼν ἔδοξε φιλοστοργότερος εἶναι πατρὸς καὶ δεξιὰ χεὶρ ἐπιστῆναι τῷ νεαρῷ τῆς βασιλείας ὅρπηκι. ὁ δὲ τὸ τοῦ Δαυὶδ ἄντικρυς διδοὺς πέρατι, ὅ φησιν “ἐπάρας κατέρραξάς με„ διενοεῖτο ταῦτα καὶ ἐπετέλει.

Τῷ τοι καὶ πάντας ἐκποδὼν θέσθαι προθυμηθεὶς διεξῆγεν, ὡς ᾑρεῖτο, τὰ κατὰ τὴν βασιλείαν πράγματα τῶν ὅλων κύριος καθεστώς. καὶ πρῶτα μὲν τὴν τοῦ βασιλέως μητέρα τοῦ παιδὸς καὶ βασιλέως ἀποστῆσαι βουλόμενος οὐκ ἔληγεν αὐτῆς καταβοώμενος καὶ τὸν ἀπονοστοῦντα πλαττόμενος φάσκων ἀντικαθίστασθαί οἱ ταυτηνὶ προδηλότατα καὶ πρὸς πᾶσαν πρᾶξιν καὶ μηχανὴν τῷ κοινῷ τῆς πολιτείας καὶ τῷ βασιλεῖ συνοίσουσαν ἀντιπολιτεύεσθαι καὶ τὸν δῆμον εἰς τὰς κατ᾽ αὐτῆς ἐξεκύμαινεν ὕβρεις, ὡς πολλάκις εἰς τὸ ἱερὸν ἀρχεῖον ἐκδημαγωγηθέντα συναθροισθῆναι καὶ πρὸς τὴν κατὰ τῆς δεσποίνης σκέψιν τε καὶ προβούλευσιν ἀφαρπάσαι καὶ μὴ ἑκόντα τὸν πατριάρχην τὸν πάνυ τὸν Θεοδόσιον καὶ παραβιάσασθαι τοῦτον εὐδοκῆσαι δι᾽ ὑπομνήματος τὴν ἐκ τοῦ μέσου ταύτης μετάστασιν καὶ τὴν ἐκ τῶν βασιλείων ἄπαρσιν. τάχα δ᾽ ἂν καὶ τῶν γενείων αὐτοῦ ἐπελάβοντο τῶν ἀγοραίων οἱ κυνογνώμονες παρ᾽ οὐδὲν τὴν ἐμπρέπουσαν ἐκείνῳ θέμενοι ὁσιότητα, εἰ μὴ κατένευσε πρὸς τὰ παρ᾽ Ἀνδρονίκου αἰτούμενα ἐπὶ τὸ εὖ διατιθεὶς τὴν τοῦ κινδύνου σφοδρότητα.

Μικροῦ δὲ ἐδέησε κινδυνεῦσαι περὶ τὸ ζῆν κἀκ τῶν τοῦ βήλου κριτῶν τὸν Τορνίκην Δημήτριον, τὸν Μοναστηριώτην Λέοντα καὶ Κωνσταντῖνον τὸν Πατρηνόν, οὔπω τῷ κύκλῳ ἐγγραφέντας τῶν Ἀνδρονίκῳ προσθεμένων, μηδὲ πρὸς πᾶν ἐράσμιον ἐκείνῳ δουλογραφηθέντας τρανότερον καὶ τὸ γόνυ βαθέως κάμψαντας. οἱ μὲν γὰρ ἀπαιτούμενοι τὸ παριστάμενον εἰπεῖν πρὸς τὰ κατὰ τῆς δεσποίνης εἰσαγόμενα ἐθέλειν πρώτως ἔφασαν μαθεῖν, εἰ ὁ σύλλογος ἐκεῖνος καὶ ἡ συνέλευσις καὶ ἡ περὶ τῶν προκειμένων ἐξέτασις κατὰ γνώμην γίνεται τοῦ κρατοῦντος καὶ ὁρισμόν. ὁ δ᾽ Ἀνδρόνικος ὡς βουκέντρῳ τῷ λόγῳ τούτῳ τρωθεὶς “οὗτοί εἰσιν„ ἔφησεν “οἱ τὸν πρωτοσεβαστὸν ἐνάγοντες εἰς τὸ τὰ ἄτοπα δρᾶν· συλλάβετε αὐτούς.„ καὶ τὸ ἀπὸ τοῦδε οἱ μὲν δορυφόροι τὰ ἐπὶ τῶν ὤμων ἑτερόθηκτα ξίφη ὡς καθιξόμενοι κατήνεγκαν, ὁ δὲ δῆμος τῇδε κἀκεῖσε τῶν χλαμύδων λαβόμενοι περιέφερον μεθ᾽ ὕβρεως, ὡς μόλις ἐκφυγεῖν τὸ θανεῖν.

Τοῦτο δ᾽ ἀνύσας Ἀνδρόνικος τοῖς μεγιστᾶσι μετέπειτα ἐπεφύετο. οἱ δὲ ὡς οὐκ ἀνεκτὰ τὰ τοιαῦτα ἔργα ὑφορώμενοι καὶ τὴν Κυκλώπειον ἄντικρυς πρὸ ὀφθαλμῶν ἔχοντες καταθοίνησιν ἀλλήλοις πίστεις δόντες τε καὶ λαβόντες καὶ τὴν ὁμόνοιαν κρατυνάμενοι καὶ ὅρκοις τὸ ὁμόπνουν φρικώδεσιν ἐμπεδώσαντες συνέθεντο μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς, μηδὲ τοῖς κροτάφοις, εἰ δυνατόν, παρασχέσθαι ἀνάπαυσιν, ἕως οὗ θανεῖται Ἀνδρόνικος καὶ τὸ τούτου αἷμα πρὸ τοῦ τῆς κόγχης χρώσειεν αὐτόν, ἐξ ἧς βάψαι τὴν οἰκείαν στολὴν ἱμειρόμενος πᾶσαν τὴν βασίλειον φυταλιὰν ἀναιρεῖ καὶ ὡς μονιὸς διαλυμαίνεται ἄγριος. ἦσαν δὲ οἱ οὕτω συνομοσάμενοι Ἀνδρόνικος ὁ υἱὸς τοῦ Ἀγγέλου Κωνστανίνου, ὁ μέγας δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος καὶ οἱ τούτων υἱεῖς ἑκκαίδεκα ὄντες, πάντες ἀκμαῖοι καὶ ῥομφαίαν ἐσπασμένοι πρὸς πόλεμον, ὁ τοῦ δρόμου λογοθέτης ὁ Καματηρὸς Βασίλειος καὶ συχνοὶ ἕτεροι, κατὰ γένος αὐτοῖς συναπτόμενοι καὶ ἄλλως τὸ ἐπίσημον ἔχοντες.

Ἀλλ᾽ οὐκ ἔλαθε τὸ σύστρεμμα τὸν Ἀνδρόνικον οὐκ εἰς τέλος ἄφθεγκτον καὶ κρύφιον διαμεῖναν. διὸ καὶ αὐτίκα ὅ γε κατὰ τοῦ υἱοῦ τοῦ Ἀγγέλου ὁρμήσας, μικρὸν ἄποθεν τῶν χερσαίων αὐλιζομένου πυλῶν τῆς πόλεως τηνικαῦτα, ἐκεῖνον μὲν φυγάδα μετὰ τῶν υἱέων τίθησιν, ἀσπασίως διεκδράντα τὴν σαγήνην, ἣν οἱ ὁπλοφόροι Ἀνδρονίκου αὐτῷ διεπέτασαν, ἐκ τοῦ μόλις ἀκατίῳ περιτυχεῖν ἀμφορέων πλήρει κενῶν καὶ αὐτὰ μὲν ἐκτινάξαι εἰς θάλασσαν ὅσα καὶ ἀμφιβλήστρου σκύβαλα, αὐτὸν δ᾽ ἐν τούτῳ διεκπλεῦσαι μετὰ τῶν παίδων τὸν κίνδυνον· τὸν δέ γε Κοντοστέφανον συνειληφὼς καὶ τέσσαρας τῶν παίδων καὶ τὸν Καματηρὸν Βασίλειον πάντας ἐξομματοῖ, πρὸς δὲ καὶ ἄλλους, ὁπόσους οὐ μετ᾽ ἔλεγχον προφανῆ, ἀλλὰ κατὰ φήμην ψιλήν, καὶ ταύτην ἀμφίλογον, ἠκηκόει κοινωνῆσαι τοῖς εἰρημένοις τοῦ σκέμματος.

Οὕτω τοίνυν θύσας καὶ ἀπολέσας Ἀνδρόνικος οὓς πάλαι μὲν συλλαβεῖν ὤδινεν, εἰς καιρὸν δ᾽ ἀνεβάλλετο τὴν ἐπίθεσιν, τινὰς δὲ καὶ δεσμωτηρίοις παραδούς, καὶ ὑπερορίᾳ δὲ καταδικάσας ἑτέρους καὶ ἄλλους ἄλλως διαφθείρας, ὁρῶν δὲ καὶ εἴ τινες κατελείφθησαν εὐαρίθμητοί τε καὶ εὔγνωστοι, εἰς τοὔμπαλιν ἰέναι πρώην τοῖς πλείοσιν ἐπιχειροῦντες, κατὰ τοὺς πλανωμένους τῶν ἀστέρων κἀκείνους μεταθεμένους τὰς γνώμας καὶ τὸν αὐχένα παρεχομένους Ἀνδρονίκῳ πατεῖν καὶ τῷ ἐκείνου ἅμα συμφερομένους ἄξονι, τὸν τῆς δεσποίνης ἐπέσπευδεν ὄλεθρον καὶ διαφόρους αἰτίας ξυνθεὶς τέλος καὶ προδοσίας κρίνει τὴν ἄνθρωπον, συναγαγὼν τὸ ἐκείνῳ φίλον συνέδριον καὶ τῶν δικαστῶν οἳ κατακρινεῖν, οὐ κρινεῖν τὴν ταλαίπωρον ἤμελλον. καὶ ἡ μὲν ὡς τὸν ἐπ᾽ ἀδελφῇ γαμβρὸν τὸν ῥῆγα Οὐγγρίας τὸν Βελᾶν ἀνασείουσα καὶ πορθεῖν τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα γραφαῖς ἐνάγουσα καὶ ἁδραῖς ἐπαίρουσα ὑποσχέσεσιν εἰς τὴν τοῦ ἁγίου Διομήδους μονὴν περί τινα ἐκεῖ που στενοτάτην οὖσαν εἱρκτὴν ἀκλεῶς ἀπάγεται, ἔνθα καὶ ἐφ᾽ ἱκανὸν παρὰ τῶν φυλάκων ἐρεσχελούντων παροινουμένη καὶ λιμῷ καὶ δίψει τετρυχωμένη τὸν σφαγέα διηνεκῶς ἐφαντάζετο ἐκ δεξιῶν ἑστῶτα τομώτατον.

ὁ δὲ οὐδὲ βραχὺ γοῦν τοῦ ἀγριαίνειν ὑποκεχάλαστο, ἀλλὰ τὸ τοῦ Δαυίδ, πόνον καὶ θυμὸν κατανοῶν καὶ παραδοῦναι σπεύδων αὐτὴν εἰς θάνατον, καιρὸς οὔπω πολύς, καὶ τοῖς ζῶσιν ὅτι σύνεστι δυσχεραίνων ἀθροίζει πάλιν τοὺς τῇ ἀδικίᾳ βραβεύοντας δικαστὰς καὶ ὧν ἡ δεξιὰ δεξιὰ ἀδικίας καὶ ἐρώτησιν προτεινάμενος, ὁποία τις ἐκ τῶν νόμων ἐπήρτηται ποινὴ τοῖς προδόταις πόλεων καὶ χωρῶν, καὶ ἀπόφασιν ἔγγραφον θανάτῳ ὑποδικάζουσαν τοὺς οὕτω δρῶντας ἀνὰ χεῖρας δεξάμενος, ἦν τὸ ἐκ τούτου κατὰ τῆς ἀνάσσης ἄσχετος τὴν ὁρμήν. τοίνυν καὶ τὴν φωνὴν ὑψωσάντων καὶ βοησάντων τῶν παρανόμων ψηφηφόρων ἐκείνων δεῖν ἐκ τοῦ βίου γενέσθαι τὴν δύσποτμον ἐκείνην ἐν γυναιξί, χάρτης εὐθὺς παρὰ τοῦ παιδὸς καὶ βασιλέως ὑποσημαίνεται, ἀτεχνῶς ψεκάδι τοῦ μητρικοῦ διεντυπούμενος αἵματος, ταύτην μετατιθεὶς τῆς ζωῆς.

Ἐκλέγονται τοίνυν εἰς τὸ καθυπουργῆσαι τῇ μυσαρᾷ ταύτῃ καὶ ἀνοσίῳ πράξει ὁ τοῦ Ἀνδρονίκου πρωτότοκος υἱὸς Μανουὴλ καὶ ὁ σεβαστὸς Γεώργιος ὁ τῆς Ἀνδρονίκου γυναικὸς ἀδελφός. ἄμφω δὲ καὶ πρὸς μόνην ἀπεπήδησαν τὴν ἐπιλογὴν δυσχεράναντες καὶ τὸ τοῦ βασιλέως ἐξεφαύλισαν δόγμα εἰπόντες μήτε πρότερον τῇ ἀναιρέσει τῆς βασιλίδος συνευδοκῆσαι ὅλως καὶ τὰς χεῖρας φέρειν ἁγνὰς τοῦ μιάσματος, καὶ νῦν δὲ πολλῷ πλέον μὴ ἀνέξεσθαι αὐτῶν θεωμένων σῶμα διεσπᾶσθαι δίκαιον, κἂν Ἀνδρόνικος ὡς σκηπτῷ τοῖς λεγομένοις πληγείς, παρὰ δόξαν πᾶσαν ἀπηντηκόσι, τάς τε τοῦ γενείου τρίχας πυκνὰ περιείλισσε τοῖς δακτύλοις, πῦρ τῶν ὀμμάτων βλέπων καὶ τὸ κάρη κλίνων τε καὶ ἀνάγων ἑαυτὸν ἐταλάνισε καὶ μέγ᾽ ὤχθησε πολλάκις, οἷς οὐκ εἶχε τὸ φίλιον αἱμοχαρὲς καὶ πρὸς μιαιφονίαν μόνῳ ἐκπυρούμενον νεύματι.

Τότε μὲν οὖν τῆς ὁρμῆς ἀνασειρασθείς, ὡσεὶ καὶ ἵππος θερμὸς καὶ δυσκάθεκτος ἢ ὅσα καὶ καπνὸς φλόγα περὶ αὐτὴν εἰληθείς, τὸν οἰκεῖον ἀποσβέσας μὴ ὑπεξιόντα θυμὸν ὑπερέθετο τὴν ἀναίρεσιν· μετὰ δὲ βραχείας ἡμέρας τῷ διὰ πνιγμονῆς ἐλεεινῷ μόρῳ ὑποδικάζει τὴν κακοδαίμονα, ἐπιστατησάντων τῷ ὑπουργήματι τοῦ Τριψύχου Κωνσταντίνου, ὃς τὴν τῆς ἑταιρειαρχείας ζώνην εἶχε, καὶ τοῦ ἐκτομίου Πτερυγεωνίτου, ὃν εἰπεῖν ἔφθημεν καὶ τὸν τῆς πορφυρογεννήτου Μαρίας διὰ φαρμάκου κακουργῆσαι θάνατον. καὶ τὴν μέν, τὸ γλυκερὸν φάος καὶ καλὸν ὅραμα ἀνθρώποις, εἶχεν ἡ ἐκεῖ που ἀκτὴ τῇ ψάμμῳ καταχωσθεῖσαν (ἥλιε τοῦ μιάσματος, καὶ Λόγε θεοῦ προάναρχε, τῆς ὑπὲρ κατάληψιν σῆς ἀνοχῆς), ὁ δ᾽ Ἀνδρόνικος ἐπὶ τούτοις ἐσκίρτα—πῶς ἂν εἴποι τις; —καὶ διεχεῖτο τὴν αἱμοβόρον ψυχήν, τοῦ γένους ἐκτριβομένου τοῦ Μανουὴλ καὶ δενδροτομουμένου κήπου τοῦ βασιλείου, ὡς μόνος οἰκήσων τὴν ὑπὸ Ῥωμαίους καὶ τῶν ταύτης σκήπτρων ἐπιληψόμενος ἀδεῶς.

Ἐνστάντος δὲ τοῦ Σεπτεμβρίου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐννενηκοστοῦ τρίτου ἔτους, τῇ ἀναρρήσει ἐπιβάλλει. οὐκοῦν οἱ ἐκ τῆς φαύλης συμμορίας τοῦ Ἀνδρονίκου, κατὰ γνώμην δήπουθεν Ἀνδρονίκου, κἂν ἐπέκρυπτε τὴν ἑαυτοῦ βούλησιν, λόγον εἰσήνεγκαν τῷ συνεδρίῳ περὶ τῆς νεοχμωθείσης τοῖς Βιθυνοῖς ἐπαναστάσεως καὶ τῆς ἐντὸς τῆς πόλεως Νικαίας παραδοχῆς Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ Θεοδώρου τοῦ Καντακουζηνοῦ, ἀλλὰ δὴ καὶ ὅσα κακουργοῦσιν οἱ Προυσαεῖς εἰσοικισάμενοι Θεόδωρον τὸν Ἄγγελον καὶ ταὐτὰ τοῖς Νικαεῦσι φρονήσαντες. καὶ φάμενοι μὴ οὐκ ἂν ἄλλως ἠρεμήσειν τοὺς στασιώδεις, εἰ μὴ Ἀνδρόνικος βασιλεύσειεν, ὁ διὰ τὴν ὑπαργυρίζουσαν τῷ χρόνῳ τρίχα τῶν νέων ἔχων λέξαι σοφώτερα, καὶ ἐπὶ θρόνου καθίσας τοῦ διαλίθου καὶ τῇ βασιλείῳ ταινίᾳ διαδηθεὶς συναυτοκρατοροίη τῷ παναφήλικι βασιλεῖ καὶ διορῴη τὸ γενησόμενον καὶ περατοῖ τὸ πραχθησόμενον μετ᾽ ἰσχύος μείζονος καὶ ἐξουσίας ἀρχικωτέρας, εἶχον εὐθὺς τοὺς περιεστῶτας καὶ ὅσοι περ ἐκείνῳ συνήδρευον διὰ γένους σεμνότητα καὶ ἀξιωμάτων λαμπρότητα ὁμοφώνως ἀνακραγόντας πάλαι αὐτοῖς εἶναι τὸ προβληθὲν δι᾽ ἐφέσεως καὶ μηκέτι καιρὸν εἶναι τοῦ ἀναδύεσθαι· ἦ γὰρ ἂν καὶ βίαν συμμίξωσι, προχωροῦσαν οὐκ ἔχοντες τὴν πειθώ.

ἀμέλει καὶ τῆς εὐφημίας κατάρχονται καὶ οὑτωσί πως διατιθέασι τὴν ἀνάρρησιν “Ἀλεξίου καὶ Ἀνδρονίκου μεγάλων βασιλέων καὶ αὐτοκρατόρων Ῥωμαίων τῶν Κομνηνῶν πολλὰ τὰ ἔτη„ πλατέσι καὶ ἀνεωγόσιν ᾄδοντες στόμασι καὶ μικροῦ διαρρηγνύμενοι ταῖς φωναῖς.

Διαδοθέντος δὲ τοῦ καλοῦ τοῦδε πράγματος τοῖς ἐν τῇ πόλει καὶ ἀβελτέροις (οὕτω γὰρ χρεὼν τὸν Κωνσταντινουπολίτην δῆμον καλεῖν) ὡς μελισσῶν σμήνη σίμβλων ἀπαναστάντα τὰ πλήθη συνείλεκτο, ἐκ παντὸς γένους καὶ τέχνης ἁπάσης καὶ ἡλικίας τῆς συνόδου γεγενημένης· ὅτε καί τις τῶν τοῦ βήλου κριτῶν (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) εἰς τὸ τοῦ ἐπὶ τῶν δεήσεων ὀφφίκιον ἀναβὰς ὡς θεράπων Ἀνδρονίκου θερμότατος καὶ ἄλλος δέ τις πρωτονοτάριος τιμηθεὶς γλωττογάστωρ καὶ μηδενὸς ἀγεννέστερος τῆς τυραννίδος ὑποδρηστήρ, τῆς κατὰ τὴν ἀνάρρησιν Ἀνδρονίκου φήμης ἁπανταχῇ διατρεχούσης καὶ αὐτῶν δὲ τῶν φαυλοκολάκων τὰ ὦτα περικτυπησάσης, ὥσπερ ἐν ἑνὶ πνεύματι τὸ τυραννεῖον καταλαβόντες, καθ᾽ ὃ ἐτελεταρχεῖτο ταῦτα τὰ ἄθεσμα (τοῦτο δὲ ἦν ὁ τοῦ Μιχαηλίτζη λεγόμενος οἶκος), τὰ συγκλητικῶς ἐξυφασμένα τῶν κεφαλῶν ἐξενεγκόντες καλύμματα καὶ τῶν κατὰ νώτου κεχυμένων λευκολίνων λαβόμενοι διείλουν αὐτὰ ὡς σφαίρας, χοροστατοῦντες τοῖς ἐκ τριόδων καὶ τῆς τότε τελετῆς προεξάρχοντες· καὶ πρὸς μέλος κεκλασμένον μεταρρυθμίζοντες τὴν φωνὴν καὶ πανικῶς ἐξαλλόμενοι καὶ τὰς χεῖρας ὡς ἐς κρότον ξυμβάλλοντες τὼ πόδε ὑπεσάλευον καὶ κατὰ μέσον ἐδίνευον μολπῇ τ᾽ ἰυγμῷ τε τὴν γῆν ἐκρότουν ὑπορχούμενοι. ὢ τῆς ἀναιδείας καὶ τῆς μικρογνώμονος φρενὸς καὶ κουφότητος.

Τοῦ δ᾽ Ἀνδρονίκου καταβάντος ἀπὸ τοῦ τυραννείου ἐς τὸ ἐν Βλαχέρναις βασίλειον καὶ γενομένου κατὰ τὸν ἐντὸς τούτου ὑψηρεφῆ δόμον, ὃς Πολύτιμος λέγεται, ἐφίσταται καὶ ὁ βασιλεὺς Ἀλέξιος ὁμοῦ παιάνων τε καὶ στεναγμάτων (οὐ γὰρ πάντες τῷ καιρῷ παρεσύρησαν) εὑρὼν μεστὰ τὰ ἀνάκτορα καὶ αὐτὸν Ἀνδρόνικον ὡς βασιλέα παρὰ πάντων καταλαβὼν εὐφημούμενον. ἑκὼν τοίνυν ἀέκοντί γε θυμῷ τοῖς τελουμένοις ἐπευδοκήσας ἐκολάκευε κἀκεῖνος σὺν τοῖς λοιποῖς τὸ γερόντιον εἰς τὸ συμβασιλεύειν ἐπεγείρων καὶ προθυμοποιῶν εἰς τὸ ἐνεστὼς ἔργον τὸν ἀκρατῶς ἐπὶ τοῦτο πάλαι φερόμενον. τὸ δὲ τῆς Ἀνδρονίκου φατρίας θερμότερον καὶ ἀκκιζόμενον Ἀνδρόνικον καὶ τὴν συνεδρίαν εἰρωνευόμενον ἀμφοτέραις συσχόντες εἰς τὴν χρυσόπαστον κλίνην ἐφῆκαν, ἐφ᾽ ἧς ὁ βασιλεὺς ἵζανεν. ἄλλοι δὲ τὴν καπνηρὰν καὶ πυραμιδοειδῆ ἐρέαν τῆς κεφαλῆς ἀφελόμενοι πυρσὴν αὐτῷ περιέθεντο καὶ στολὴν βασιλικὴν ἐνέδυσαν ἕτεροι.

Τῇ δ᾽ ὑστεραίᾳ ἐπὶ τῆς Μεγάλης Ἐκκλησίας ἀρξαμένης τῆς τῶν βασιλέων ἀναρρήσεως γίνεσθαι Ἀνδρόνικος ἀνηγορεύετο πρότερον, ὁ δ᾽ Ἀλέξιος ὑπεβίβαστο, μεταπεσούσης τῆς τάξεως. καὶ ἡ αἰτία ὡς καλλίστη καὶ εὐπρεπής· οὔ φασι δεῖν τὸν ἴνφαντα καὶ ἐς μέτρον οὔπω ἡλικίας ἱκόμενον λειογένειον προαναγορεύεσθαι τοῦ πολιότριχος Ἀνδρονίκου καὶ γεραροῦ τὸ φρονεῖν καὶ ἅμα πρόσω καὶ ὀπίσω ὁρᾶν ἔχοντος τῷ ἐσθλῷ τῆς φύσεως. ἐπεὶ δὲ καὶ αὐτὸς Ἀνδρόνικος τὰ ἱερὰ ἐσαφίκετο μέλαθρα στεφθησόμενος, τότε πρώτως ὤφθη τοῖς ἀνθρώποις διαχυθεὶς καὶ τὸ τοῦ βλέμματος ὁ θὴρ μεταθέμενος βλοσυρὸν καὶ τὴν ἐπὶ τὸ κρεῖττον τῶν πραγμάτων ἀλλοίωσιν πολλοῖς τῶν δεομένων καθυποσχόμενος. ἦν δὲ ταῦτα φενάκη πρόδηλος καὶ ψευδὴς ἐπαγγελία τοῦ ἀπατεῶνος καὶ τὸ τοῦ προσώπου ἱλαρὸν φιλανθρωπίας παρυφιστάνον ἰσχνότητα ἴνδαλμα πρόσκαιρον συσκιάζον τὴν ἔνδοθεν ἀγριότητα.

Εἰσελθὼν δὲ τὸ ἱερὸν καὶ τελεσθεὶς ὁπόσα τοῖς στεφομένοις εἴθισται ἄναξι πρόσεισι, δεῆσαν τῶν ἀχράντων ἁγιασμῶν μετασχεῖν, καὶ τὸν οὐράνιον ἄρτον δεξάμενος ἐν τῷ προσεγγίζειν τῷ ἐκπώματι, ἵν᾽ ἐκπίῃ τοῦ ἐν αὐτῷ τιμίου καὶ ζωοποιοῦ αἵματος, τὰς χεῖρας ὡς πρὸς τὸ ποτήριον διάρας καὶ ἑαυτὸν εἰς παθαινόμενον σχηματίσας κατὰ τῶν φρικωδῶν ἐπόμνυσι μυστηρίων, ἁπάντων ἐφεστώτων σχεδὸν καὶ ἀκροωμένων, ὁπόσους τὸ ἱερὸν συνεῖχεν ἄδυτον, μὴ δι᾽ ἕτερόν τι βασιλεύσειν αἱρετίσασθαι ἢ τὸ βουληθῆναι βοηθῆσαι τούτῳ καὶ τῷ τούτου κράτει, δείξας τὸν συνεστῶτα βασιλέα καὶ ἀνεψιὸν Ἀλέξιον, ὃν μεθ᾽ ἡμέρας ἀπηγχόνησε καὶ τῷ τῆς θαλάσσης βυθῷ παρέπεμψεν.

Ἐξιὼν δὲ τοῦ ἱεροῦ μετὰ δορυφορίας ὡς ἐνῆν μάλιστα λαμπροτέρας καὶ πλείστων ὑπασπιστῶν (τὸ γὰρ δειμαίνειν ἄκρως τοιαῦτα ὑφηγεῖτο ἐκείνῳ) καὶ διελθὼν τὸν ἐν τῇ Χαλκῇ νεὼν τοῦ σωτῆρος Χριστοῦ τὴν πορείαν ἐπέτεινεν, οὐ βάδην προβαίνων καὶ ἔστιν οὗ ἐμβραδύνων, ὡς ἔθος τοῖς θριαμβεύουσιν αὐτοκράτορσιν, ἀλλ᾽ ἀνεὶς τὸν ἵππον ἐλευθέρῳ ποδὶ προχωρεῖν. ἦν οὖν τὸ γεγονὸς τοῦτο εἰς ἀμφίλογον· οἱ μὲν γὰρ δειλίαν τὸ ποιητικὸν αἴτιον τοῦ ὁρωμένου ἀπεφοίβαζον, οἱ δὲ κεχοδέναι τὴν βράκα τὸ γερόντιον διετείνοντο τῷ πανημερίῳ μόγῳ καὶ τῇ ἀχθοφορίᾳ τῶν βασιλικῶν παρασήμων ἀποκαμὸν καὶ μὴ στέγειν ἔχον ἐπὶ πολὺ τὰ λύματα τῆς γαστρός. γενόμενος δὲ κατὰ τὸ μέγα παλάτιον καὶ θύσας ἐφ᾽ ἱκαναῖς ἡμέραις τὰ ἀναγορευτήρια ἐφ᾽ ἕτερα τρέπει τὸν νοῦν παρανομίας γέμοντα ἔργα.

Ἐκποδὼν γὰρ θέσθαι τὸν βασιλέα βουληθεὶς Ἀλέξιον τὴν φίλιον καὶ πάλιν ἀθροίζει πνύκα καὶ τὴν ἑταιρείαν συναγείρει τὴν ἐκείνῳ συνοργιάζουσαν τὰ μὴ ὅσια. καὶ τοίνυν τὸ Ὁμήρειον ἔπος φωνήσαντες ἅπαντες, ὃ διέξεισιν “οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς,„ καὶ ὡς “ἀετοῦ γῆρας, κορύδου νεότης,„ ψηφίζονται ἰδιωτεῦσαι τὸν βασιλέα Ἀλέξιον οὐκέτι λόγων οἰκονομίας ἀδήλου τοῖς πολλοῖς μεμνημένοι παιδοκομίας τε καὶ διαμονῆς τοῦ κράτους καλλίονος, ταῦτα δὴ τὰ χθές τε καὶ πρώην λαρυγγιζόμενα καὶ τοῖς ἐρωτῶσι τὴν αἰτίαν τῶν γινομένων εἰς ἀπολογίαν προκείμενα, εἴ τις τέως παροικῶν ἀτεχνῶς ἐν τῇ λαμπροτάτῃ πόλει τοῦ Κωνσταντίνου οὐκ ἦν εἰδὼς τὰ γινόμενα καὶ τὸν λόγον ὅλως ἠγνοηκώς, δι᾽ ὃν ἐπεραίνοντο.

Ἀλλ᾽ οὔπω ἀκριβῶς τὸ βράβευμα τοῦτο τῇ πολιτείᾳ ἐγνώριστο, καὶ κρίμα θανάτου κατὰ τοῦ βασιλέως ἐξάγεται παρὰ τῆς φατρίας ἐκείνης τῆς πονηρᾶς, τὸ τοῦ Σολομῶντος ἄντικρυς ἐπαινεσάντων ἐκεῖνο καὶ φθεγξαμένων τῶν μιαιφόνων “δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ὡς βαρύς ἐστι καὶ μόνον βλεπόμενος.„ καὶ νυκτὸς ἐπεισπεσόντων αὐτῷ τοῦ Ἁγιοχριστοφορίτου Στεφάνου, τοῦ Τριψύχου Κωνσταντίνου καί τινος Δαδιβρηνοῦ Θεοδώρου, προεστῶτος τῶν ῥαβδοφόρων, τὴν διὰ τόξου νευρᾶς καθυποδέχεται πνιγμονήν. ἀρθεὶς δὲ ὁ νεκρὸς καὶ ἀχθεὶς ἐς Ἀνδρόνικον κατὰ τοῦ κενεῶνος τῷ ἐκείνου τύπτεται ποδὶ καὶ τῶν τοκέων τῷ κειμένῳ ὁ μὲν ὡς ἐπίορκος διατωθάζεται, ἡ δὲ ὡς περιλεσχήνευτον ἑταιρικὸν περιυβρίζεται γύναιον· ἔπειτα τιτρᾶται ὀβελίσκῳ τὸ οὖς καὶ κρόκης ἐξαφθείσης κηρὸς περιπλασθεὶς τῷ Ἀνδρονίκου σφραγιστηρίῳ ἐνσημαίνεται δακτυλίῳ.

Καὶ τὸ μὲν λοιπὸν σῶμα καταδικάζεται ῥιφῆναι βυθῷ, ἡ δὲ κεφαλὴ ἀποτμηθῆναι καὶ αὖθις Ἀνδρονίκῳ προσενεχθῆναι. καὶ πέρας εἰληφότος τοῦ ἐπιτάγματος, ἡ μὲν ἐν παραβύστῳ κατὰ τὴν λεγομένην Καταβατὴν διαφίεται, τὸ δὲ σκῆνος κεράμῳ μολιβδίνῳ ἐνειληθὲν τοῖς θαλαττίοις κόλποις ἐκδίδοται, τῆς ἁλιάδος, ἥτις τὸν οἰκτρότατον τοῦτον φόρτον ἀνεῖχε, δυσὶν ἀναγομένης ἐνδόξοις ἀνδράσι μετὰ μολπῶν καὶ ᾠδῶν, δηλαδὴ τῷ ἐπὶ τοῦ κανικλείου Ἰωάννῃ τῷ Καματηρῷ, ὃν καὶ ὕστερον ἀρχιποίμενα ἡ τῶν Βουλγάρων προεδρεύουσα ἔλαχε, καὶ Θεοδώρῳ τῷ Χούμνῳ, ὃς τετίμητο χαρτουλάριος.

ΒΑΣΙΛΕΙΑ ΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΕΝ ΤΟΜΟΙΣ ΔΥΣΙ Καὶ οὕτω μὲν ἐξ ἀνθρώπων ὁ βασιλεὺς Ἀλέξιος ἐγεγένητο, ζήσας τὸν μὲν ἅπαντα χρόνον ἔτη μὴ ἀκραιφνῶς πεντεκαίδεκα, τρία δ᾽ ἐκ τούτων ἄρξας, οὐ καθ᾽ ἑαυτόν τε καὶ ἀμιγῶς, ἀλλὰ τὰ μὲν πρῶτα ὑπὸ μητρὶ τὴν ἀρχὴν διεξαγούσῃ παιδοκομούμενος, ἔπειτα ὑπὸ δυοῖν τυράννων τῶν πραγμάτων τῆς βασιλείας ἐπειλημμένων ὅσα καὶ ἥλιος ὑπὸ νέφους συσκιαζόμενος, ὥστε καὶ βασιλευομένῳ ἐῴκει μᾶλλον ἢ βασιλεύοντι, ἐκεῖνα ἐπιτάσσων καὶ δρῶν, ὅσα εἰσηγοῦντό οἱ οἱ ἀποστάται, μέχρι καὶ τοῦ δι᾽ ἀγχόνης τὸ πέρας δέξασθαι τῆς ζωῆς.