Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Ανδρονίκου Α' Κομνηνού: Η επιδρομή των Σικελών και η πτώση του

Η καταστροφική εισβολή των Νορμανδών και η άλωση της Θεσσαλονίκης, σε συνδυασμό με την απάθεια του Ανδρονίκου, οδηγούν στη λαϊκή εξέγερση, τον βασανισμό και τον θάνατό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 10 από 18

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ Ὁ δέ γε Σικελικὸς στρατὸς τριχῇ διαιρεθείς, ὁ μὲν τῇ Θεσσαλονίκῃ παρέμενε, τῶν δ᾽ αὖ μερίδων ἡ μὲν ἐσβάλλει κατὰ τὰς Σέρρας καὶ τὰ ἐκεῖσε πάντα χειροῦσθαι καὶ πορθεῖν ἔγνωκεν, ἡ δὲ ὡς διὰ λείας ὁδοῦ φερομένη καὶ μηδένα τὸν ἐς χεῖρας ἰόντα ἢ ἀντιπίπτοντα ἔχουσα ἐς αὐτὴν τὴν Μοσυνόπολιν κατεσκήνωσε καὶ τὸ κύκλῳ ὑποχείριον ἔθετο.

Ἀνδρονίκῳ δὲ τὰ μὲν πρῶτα ἐμέλησε στεῖλαι τὸν φυλάξοντα τὴν Ἐπίδαμνον καὶ ἀφίκετο ἐκεῖσε ὁ Βρανᾶς Ἰωάννης· βραχεῖαι δὲ ἡμέραι, καὶ οἱ μὲν Ἰταλοὶ Ἐπιδάμνου ἐπέβησαν ὡσεὶ πτηνοὶ καὶ ἀέριοι μικροῦ τε θάτερον τῶν ποδῶν περιβάδην ἐκτείναντες ἀπραγμόνως τὰ τῶν περιβόλων ὑπερέβησαν κρήδεμνα, ὁ δὲ Βρανᾶς εἰς Σικελίαν αἰχμάλωτος μετατίθεται. ἔπειτα δὲ τῷ διέπειν λαχόντι Θεσσαλονίκην Δαυὶδ ἐπέστελλε καὶ ἐπέτελλεν ἐπαγρυπνεῖν τῇ τῆς πόλεως φυλακῇ καὶ μὴ δεδιέναι τοὺς πεδιλορράφους Λατίνους, πηδᾶν δὲ καὶ δάκνειν καὶ κεντεῖν, ἵν᾽ αὐτὰς τὰς Ἀνδρονίκου παραθήσομαι λέξεις. καὶ ἐφ᾽ ὅτῳ μὲν Ἀνδρόνικος οὑτωσὶ συνετίθει τὰ γραμμάτια, μόνος ὁ ἐκδιδοὺς ἐπιστάμενος ἦν Ἀνδρόνικος· αὐτοῖς δὲ τοῖς φιλοσκώμμοσι πολίταις διὰ γέλωτος ἤγετο τὰ γραφόμενα, ἀντιφέρουσι ταῦτα καὶ ἀντιβάλλουσι πρὸς αἰσχρά τινα δημόσια ῥήματα, ἃ μὴ προφέρειν χρεών.

Ἐπὶ δὲ τούτοις τὰς Ῥωμαϊκὰς δυνάμεις συνηθροικώς, ὅσαι τε ἑῷαι καὶ ὅσαι ἑσπέριαι, καὶ ταύτας εἰς τμήματα διελὼν τὸ μὲν τῷ βασιλεῖ καὶ υἱῷ Ἰωάννῃ ἐπέταξε περὶ τὴν Φιλίππου διατρίβοντι ἐπαρχίαν, τὸ δὲ τῷ χαρτουλαρίῳ παραδέδωκε Χούμνῳ, ἄλλο τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ἕτερον τῷ ἐκτομίᾳ Νικηφόρῳ, ὃς τιμήεις ἦν παρ᾽ Ἀνδρονίκῳ τῷ τοῦ παρακοιμωμένου κυδρούμενος ἀξιώματι. ἀλλὰ καὶ Ἀλέξιον ἐκπέπομφε τὸν Βρανᾶν μεθ᾽ ἑτέρου στρατεύματος.

Πλὴν ὁ μὲν υἱὸς κυνηγεσίοις ἐνευπάθει κατὰ τὴν Φιλιππούπολιν ὅσα καὶ πυλῶν Γαδειρίδων κατάσχεσιν ἢ Διονυσίων στυλίδων καθαίρεσιν τὴν τῆς Θεσσαλονίκης προνόμευσιν φανταζόμενος· οἱ δὲ λοιποὶ ταυτησὶ πολιορκουμένης ἐγγίσαι μὲν καὶ ἐπαρῆξαι οὐδ᾽ ὅλως ἐθάρρουν, πορρωτάτω δὲ σκηνούμενοι δι᾽ ὀπτήρων καὶ ταχυδρόμων κλεπτόντων τὴν εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἄφιξιν τὰ κατὰ Θεσσαλονίκην ἦσαν ἐνωτιζόμενοι. μόνος δ᾽ ἀπὸ πάντων ὁ Χοῦμνος Θεόδωρος ὑπέστη ἐγγύτερον προσελθεῖν, ὡς ἢ ἐπαμυνῶν Θεσσαλονικεῦσιν ἐν τῷ συμπλακῆναι τοῖς διειληφόσι τὴν πόλιν στρατεύμασιν, ἢ καὶ παρελευσόμενος ἔσωθεν, εἰ καὶ τοῦτο ἐξείη. ἀλλὰ καὶ πρὸς ἄμφω διαμαρτὼν τοῦ σκοποῦ αἰσχίστως παλίμπους ἐφέρετο· οἱ γὰρ ἀμφ᾽ αὐτὸν μηδὲ μέτωπον κόρυθος τῶν ἐναντίων βλέψαι ὑπενεγκόντες τὰ νῶτα μετέβαλον καὶ ἀμεταστρεπτὶ ἔφευγον, ἓν τοῦτο παρὰ τοὺς λοιποὺς ὁμοφύλους ἀνδρισάμενοι, τὸ γοῦν ἀεὶ μὴ ἐφησυχάζειν, ἀλλ᾽ οὓς οἱ πευθῆνες ἀνήγγελλον αὐτοῖς πολεμίους, τούτους αὐτοψεὶ κατιδεῖν καὶ ἔργοις αὐτοῖς διδαχθῆναι τὸ ἐν μάχαις ὀξύρροπον τῶν ἀνδρῶν.

Ἐπεὶ δὲ ἑάλω ἡ λογίμη Θεσσαλονίκη καὶ ὁ διαμερισμός, ὥς μοι εἴρηται ἤδη, ξυνέβη τοῦ Σικελικοῦ στρατεύματος, ἄλλος δ᾽ ἂν εἶπέ τις ὡς κατὰ τὴν μυθικὴν Χίμαιραν συναπτόμενον πρότερον τὸ ἀντίπαλον, τότε διαιρεθέν, τὸ μὲν κράτιστον αὐτοῦ ὅσα καὶ λέων προηγούμενον εὐθὺ τῆς βασιλίδος ἵετο πόλεως, τὸ δὲ μέσον τὰ κατ᾽ Ἀμφίπολιν καὶ Σέρρας ἐνέμετο, τὸ δὲ λοιπόν, ὅσον δηλονότι ναυτικὸν καὶ ὡς ὄφις συρόμενον ἐν τοῖς ὕδασιν, ἐτήρει τὴν προκαθεζομένην πόλιν τῶν Θετταλῶν, οὐδ᾽ οὕτως ὄντες ὁμοθυμαδὸν οἱ Ῥωμαῖοι καὶ βάλλοντες ἓν στρατήγιον ἑνί τινι γοῦν συμπλακῆναι ἀπεθάρρησαν τμήματι. ἀλλ᾽ οἱ μὲν κατειληφότες τὴν Μοσυνόπολιν πολέμιοι καὶ περὶ τῆς περαιτέρω πορείας ἐσκέπτοντο μηδ᾽ ὀφθαλμοῖς ὁπλίτην Ῥωμαῖον ἐνοπτρισάμενοι, Ῥωμαῖοι δὲ τὰς τῶν ἐκεῖσε προκαταλαβόντες ὀρέων λαγόνας εἰς τὸ πεδίον οὐκ εἶχον ὑποκαταβῆναι καὶ δέξασθαι τὸ ἐπιὸν δυσμενές. ὅθεν ἐγνώκεσαν Ἰταλοὶ μηκέτ᾽ ἀναδύεσθαι, ἀλλ᾽ ὁμοῦ συσπειραθῆναι καὶ πρὸς ἓν κατάντημα τὴν Κωνσταντίνου καλλίπολιν ἐπειχθῆναι καὶ ταυτηνὶ χειρώσασθαι.

Οὕτω γὰρ αὐτοὺς ἐπῇρεν ὁ ἐκ Κομνηνῶν Ἀλέξιος, ὅς σφισι συνὼν καὶ μηδ᾽ ἐν μέρει ταττόμενος στρατηγοῦ ὅμως ἃ τελεσθῆναι οὐκ ἔμελλον φανταζόμενος ᾤετο ὁ ἀνούστατος καὶ μηδὲ προβατίων ἄρχειν ἐπάξιος ὑπὲρ ἐκείνου διαπονεῖσθαι τὸν ῥῆγα τῶν Σικελῶν, καὶ ὡς ἤδη ἐν τῷ βασιλικῷ σχήματι καταστὰς καὶ ἀρχαιρεσιασθεὶς αὐτοκράτωρ ὁ Μελιτίδης ὠφρύωτο φάσκων καὶ διατεινόμενος πρὸς τὸ ἀλλόθρουν στράτευμα μὴ ἂν ὑποβεβηκέναι τὸν αὐτοῦ πόθον παρὰ τοῖς Κωνσταντινουπολίταις πρὸς τὸ μεγαλεῖον τοῦ βασιλέως καὶ πρὸς πατρὸς αὐτῷ θείου τοῦ Μανουήλ, ἀλλ᾽ οὕτως ἡγεῖσθαι παρὰ Ῥωμαίοις ἀσπάσιος ὅσα καὶ ἡμεροφαὴς ἥλιος καὶ κατὰ τὴν ἀέρος ὁλκὴν ἀπαραίτητον κρίνεσθαι ἀγαθόν. καὶ ταῦτα μὲν οὕτως.

Αὐτὸς δὲ Ἀνδρόνικος τὰ τῆς πόλεως τείχη περιελθών, εἴ τι χρόνῳ ὑποσκάζον ἦν καὶ καμόν, ὑπερείδεσθαί τε τοῦτο καὶ ἐπισκευάζεσθαι προσετετάχει. καὶ ἦν ἔργον εὐθὺς τὸ ἐπιταττόμενον. κατηρείποντο οὖν ὅσα τῶν οἰκημάτων παραπεπηγότα τοῖς τείχεσιν ἔξωθεν εὐέφοδα τοῖς πολεμίοις ἐποίει τὰ ἔσωθεν καὶ νῆες μακραὶ περὶ τὰς ἑκατὸν ἐσάλευον κατὰ τὰς ἀκτὰς ἡτοιμασμέναι πρὸς ἔκπλοιαν, δεῆσαν ἐπιβοηθήσουσαι πόλεσι κακῶς διακειμέναις ὑπὸ τοῦ στόλου τῶν Σικελῶν καὶ τοῖς Κωνσταντινουπολίταις ἀρήξουσαι (καὶ οὗτοι γὰρ ἐπιστῆναι ᾤοντο αὐτίκα μάλα τοὺς πολεμίους) καὶ διαληψόμεναι κατὰ καιρὸν τὸν ἐσέχοντα θαλάττιον κόλπον καὶ ποταμίου δίκην ὁλκοῦ τὴν κατὰ τὰς Βλαχέρνας ἠϊόνα προσκλύζοντα.

Καὶ τὰς μὲν κοινὰς ἐς τοσόνδε διαθέμενος φροντίδας ἀνέπεσεν ὡς ἀρκούντως ἤδη καὶ ἀραρότως τὰ πρὸς ἀντιμάχησιν διοικήσας καὶ καταπολέμησιν τῶν τοῖς Ῥωμαίοις ἐπιόντων ἐχθρῶν· ἀκηκοὼς δὲ ἁλῶναι Θεσσαλονίκην ἐς κακοποιΐαν τρέπεται τῶν προσγενῶν τοῦ Δαυίδ, ὃν φύλακα τῆς πόλεως ταύτης τὸ λέγειν ἤδη δεδήλωκε, καὶ συλλαβὼν τούτους καθείργνυσιν ἐν φρουραῖς. δημηγορῶν δὲ οὐδὲν μέγα τὸ συμβὰν ἔλεγεν εἶναι, οὐδ᾽ ἄξιον ἐς κατόρθωμα σεμνολογεῖσθαι τοῖς Σικελοῖς· οὐ νῦν γὰρ πρώτως, ἀλλὰ καὶ πρώην πόλεων ἁλώσεις ἐπάγειν τὸν χρόνον φιλεῖν καὶ νίκην ἐπαμείβεσθαι ἄνδρας. φήμαις δὲ βαλλόμενος ἀπευκταίαις ἄλλοτε ἄλλαις καὶ συχνάκις ἐφισταμένων τῶν ἀγγελλόντων ὡς νῦν μὲν οἱ ὑπεναντίοι Ἀμφίπολιν παρεστήσαντο, νῦν δὲ τὰς ἐφεξῆς ληϊσάμενοι χώρας κατὰ τὴν Μοσυνόπολιν ἐναυλίζονται, καὶ τὰς τοιαύτας ἀγγελίας ὡς οὐδέπω δεινὰς ἀπεπέμπετο καὶ ἔλεγεν ὡς μετελεύσεται τοὺς ἐχθροὺς καὶ ἐξολοθρεύσειε τέλεον ὃν τρόπον οἱ θηραταὶ τοὺς μοναστικοὺς τῶν συῶν.

αὐτούς τε γὰρ κατὰ βραχὺ μεθισταμένους τῆς λόχμης ἐγκλείεσθαι λιχνευομένους περὶ τὴν προκειμένην ἐδητύν, ἔνθα ὁ δόλος καὶ ἡ πάγη καττύεται, καὶ οὕτως ἐμπείρεσθαι δόρατι ἢ βαθεῖαν κατὰ τῶν σπλάγχνων δέχεσθαι τὴν πληγήν· καὶ τοὺς Ἰταλοὺς δὲ ὡσαύτως ἀφροντιστοῦντας, ὡς οὐκ ὄντος τινὸς ἀνθισταμένου, καὶ ἀεὶ προχωροῦντας τοῖς ἔμπροσθεν καὶ τῇ τῶν πλειόνων σκύλων ὑποσαινομένους ἐφέσει μέλλειν εἰς τὸν ἔσχατον καὶ ἀπρόοπτον ὄλεθρον ἐμπεσεῖσθαι καὶ ἐπὶ κορυφὴν αὐτῶν τὴν ἀδικίαν αὐτῶν καταβήσεσθαι.

Ἦν δὲ ταῦτα οὐδὲν ἕτερον ἢ ἀνδρὸς τῇ φύσει τῶν πραγμάτων ἀντιμαχομένου προδήλως αἱμύλα προβλήματα καὶ πολιτείας ἤδη κατ᾽ αὐτοῦ φλεγμαινούσης μειλίγματα, οἷς οὐκ ἦν ἀρρενούμενος καὶ πᾶσαν μηχανὴν μετιών, ὅπως ἀποσοβήσειε τὸ ἀλλόγλωττον. καίπερ δὲ τοιούτων καὶ τοσούτων ἐφεστώτων κακῶν καὶ πάντων πείσεσθαι φανταζομένων τὰ οἰκτρότατα καὶ ὡς ἤδη παρόντων καὶ ἀνιώντων ὀδυρομένων, ὁ δὲ ὁμαλῶς ἔφερε τὰ ἀνύποιστα καὶ οἷον ἐπ᾽ ἀλλοτρίοις δεινοῖς τὸ φιλόσοφον ἐπεδείκνυτο, καὶ ταῦτα, εἴπερ τις, φίλαρχος ὢν καὶ δι᾽ ἔρωτα βασιλείας εἰς ἀπάνθρωπα ἤθη ἐκκυλισθεὶς καὶ τυράννους ὑπερελάσας τοὺς πώποτε.

Ἔνθεν τοι καὶ τῆς πόλεως πολλάκις ἀπανιστάμενος μετὰ χορείας ἑταιρίδων καὶ παλλακῶν ἐφιλοκρίνει τὰ τῶν τόπων ἐρημικώτερα καὶ οἷς ἡ τῶν ἀέρων ἐπλεόναζεν εὐκρασία καὶ θηρίων δίκην συναγκείαις ὀρῶν καὶ χλοεροῖς παραβυόμενος ἄλσεσιν ὡς ὄρνιθας κατοικιδίους ἀλεκτρυὼν ἢ αἶγας τράγος ἡγούμενος αἰπολίου ἢ καθάπερ ὁ Σεμέλης Διόνυσος τὰς Θυάδας, Σοβάδας, Μαινάδας, Βάκχας εἶχεν ἑπομένας τὰς ἐρωμένας μόνον οὐ νεβρίδα ἐξημμένος καὶ τὸν κροκωτὸν ἐνδυόμενος. καὶ ἦν κατὰ τακτὰς μὲν ἡμέρας ὡσεὶ διὰ παραπετάσματος ὀλίγοις τῶν ἐκ τῆς βασιλείου αὐλῆς ὀπτανόμενος, καὶ τούτων οἵπερ ἐκείνῳ μάλιστα προσῳκείωντο, αὐλητρίσι δὲ καὶ ἑταιρίσιν ἀναπεταννὺς πᾶσαν πάροδον καὶ πάντα καιρὸν εἰς ὁμιλίαν αὐταῖς χαριζόμενος. ἔχαιρέ τε κατὰ Σαρδανάπαλον ταῖς ἀνέσεσιν, ὃς τόσσ᾽ ἔχειν, ὅσσ᾽ ἔφαγε καὶ ὅσσ᾽ ἐφύβρισε, τῷ ἐπιταφίῳ ἐνεκόλαπτεν ἐπιγράμματι. Ἐπικούρειός τε ἦν καὶ Χρυσίππειος καὶ λαγνείαν δυστυχῶν πολύποδος ἵμερον ἐδίωκε καὶ φιλότητι μαργαίνων καὶ τὸν Ἡρακλέα μιμούμενος ἀτεχνῶς κατὰ τὴν τῶν πεντήκοντα καὶ μόνον τοῦ Θυέστου θυγατέρων φθοράν. οὐκ ἔχων δὲ τὴν ἴσην πρὸς τὸ ἀκολασταίνειν ἰσχύν, ὡς Ἰόλεων ἐκεῖνος κατὰ τῆς παλιμφυοῦς Ὕδρας συνέριθον, οὕτω καὶ οὗτος τὰ ὑπὸ γαστρὸς πρὸς συνουσίαν ἀλοιφαῖς καὶ περιττοῖς σκευάσμασιν ἀνερρώννυεν.

ἤσθιε δὲ καὶ ζῶον Νειλῷον, κροκοδείλῳ πάνυ τι ἐμφερές, ἀπόσιτον μὲν τοῖς μὴ τὰ τοιαῦτα βρωτέα κρίνουσι, διερεθίζον δ᾽ ὅμως καὶ διανιστῶν ἐν ταῖς ὁμιλίαις πρὸς ἀπουσιασμόν.

Κατὰ δὲ τὰ ἀρχεῖα γινόμενος ἀπὸ τῶν ἔξωθεν διατριβῶν τε καὶ διαχύσεων οὐκ ὀλίγον μὲν καὶ τὸ περὶ αὐτὸν εἶχε δορυφορικόν, καὶ τοῦτο ἐκ βαρβάρων ἰλῶν καὶ ἀνδρῶν λοιμῶν χαιρόντων ἀπαιδευσίᾳ καὶ τὰ πλεῖστα μηδ᾽ ἐπαϊόντων Ἑλληνίδος φωνῆς. καὶ τοὺς προκοίτους δὲ καὶ προφύλακας ἐξ ἀεὶ τοιούτων ἀναγώγων συνείληχεν ὁμηγύρεων. τελευτῶν δὲ καὶ κύνα κάρχαρον, οἷον καὶ λέουσιν ἀντιπλέκεσθαι καὶ ἄνδρα ἔφιππον ὁπλίτην κατενεγκεῖν ἔραζε, σύνοικον ἑαυτῷ πεποίητο· οἱ μὲν γὰρ σωματοφύλακες καὶ δορυφόροι ἄποθέν που τοῦ βασιλικοῦ κοιτῶνος νυκτὸς κατηυνάζοντο, ὁ δέ γε κύων πρὸς ταῖς θύραις ἐδέδετο, χαλκεόφωνος ὢν καὶ πρὸς βραχεῖαν διαταραττόμενος ψόφησιν καὶ γινόμενος ὑλακόμωρος.

Προϊὼν δὲ οὕτω κατετρύφα τῆς τῶν Κωνσταντινουπολιτῶν εὐηθείας καὶ ὡς ἀπὸ ῥινὸς ἑλκομένους ἐχλεύαζε καὶ πρὸς πᾶσαν τῶν κρατούντων θεραπείαν τε καὶ θωπείαν ἑτοίμως ἔχοντας ἐκωμῴδει, ὥστε καὶ τῶν παρ᾽ αὐτοῦ θηρωμένων ἐλάφων τὰ κέρατα, ὁπόσα εἰς ὕψος ἦρτο καὶ εἶχόν τι θαύματος, ταῖς κατὰ τὴν ἀγορὰν ἁψῖσιν ἀνήρτα, τῷ μὲν δοκεῖν εἰς ἔνδειξιν τοῦ μεγέθους τῶν παρ᾽ αὐτοῦ ἁλισκομένων ἀγρίων, τῷ δὲ ὄντι διαμωκώμενος τὸ πολίτευμα καὶ διασύρων εἰς ἀκρασίαν τῶν γαμετῶν.

Ὁπηνίκα δὲ κατὰ τὴν μεγαλόπολιν γένοιτο τῶν τῆς Προποντίδος τρυφηλῶν χωρίων καὶ περιττῶν ἀπανιστάμενος διαιτήσεων, οὐκ ἦν μὴ ἀποφράδα κρίνεσθαι τὴν τότε ἡμέραν· οὐ γὰρ δι᾽ ἄλλ᾽ ἄττα παρεῖναι ἐδόκει ἢ ὡς θύσων καὶ ἀπολέσων ὁπόσον ὡς ἐπίβουλον ὑπωπτεύετο. καὶ ἡ Ἀνδρονίκου ἐπιδημία τοῖς πολλοῖς ζημία καὶ δυσθυμία ἢ καὶ τοῦ βίου ἐκδημία καὶ ἔσχατον ἄλλο κακὸν συλλελόγιστο, ἐπειδήπερ ὁ ἀνὴρ ὡσεὶ καὶ γραμμὴν μονοδιάστατον καὶ μηκιζομένην εἰς τὸ λεπταλέον καὶ ἀπλατὲς ἐν τῷ ἐδαφίῳ τῆς ψυχῆς τὴν οἰκείαν καθάπαξ ὠμότητα προϋποθεὶς καὶ πρὸς ταύτην ἅπαν ἀποστενῶν τὸ πραττόμενον ἀβίωτον ὅλως ἥγητο τὴν ἡμέραν, καθ᾽ ἣν οὐκ ἐκρεωβόρησέ τινα τῶν ἐν ὑπεροχαῖς ἢ λύχνους οὐκ ἔσβεσε σώματος ἢ ὁτουδήτινος οὐ καθήψατο φιλονείκως ἢ ἐπιτιμητικῷ βλέμματι καὶ Τιτανικῷ ἐμβριμήματι μὴ ἐξέστησε τοῦ φρονεῖν. παιδαγωγῷ γὰρ ἐμβριθεῖ ἐοικὼς θαμὰ τῶν μειρακίων καταφέροντι τὴν σκυτάλην εὐκαίρως ἀκαίρως ἐπέπληττεν ἐφιστάμενος καὶ πρὸς πᾶσαν ἀκοὴν ἐκείνῳ ἀνήδυντον παρωξύνετο.

Κατηφιῶντες οὖν οἱ τότε ἄνθρωποι καὶ στυγνάζοντες ἐβίωσκον. οὐδ᾽ ὁ ὕπνος ἄφροντις τοῖς πολλοῖς καὶ ὀδυνῶν ἀδαὴς καὶ μαλακός, ἀλλ᾽ ὀφθαλμοῖς ἐφιζάνων ἄκροις ἀφίπτατο καὶ διεψευσμένος ἦν τὰ πολλὰ ἢ Ἀνδρονίκῳ διασοβούμενος ὄναρ πολλάκις ἐφισταμένῳ κακὸν ἢ ὅσους ὁ τραχὺς οὗτος καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος τὴν ὀργὴν τῆς οἰκείας ἀπηνείας ἔθετο πάρεργον. ὃ γὰρ ἐπὶ τῶν ἐσχάτων συμβήσεσθαι ἡμερῶν ὁ θεάνθρωπος προηγόρευσε, δηλονότι ὅτι “ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται,„ τοῦτο ἀτεχνῶς κἀν ταῖς ἡμέραις ἐκείναις ἐγίνετο, ἑνός τινος τῶν συνεύνων ἐξάπινα συλλαμβανομένου καὶ ἀπαγομένου πρὸς σωματικὴν κάκωσιν.

Οὐδὲ γὰρ καὶ γυναῖκες ἀπῆσαν τοῦ μὴ ὑπὸ δίκην πίπτειν καὶ τὰ ἀπευκταῖα ὑφίστασθαι, ἀλλὰ καὶ τούτων οὐκ ὀλίγαι τὸ τῶν ὀφθαλμῶν ἀπώλεσαν φῶς καὶ λιμὸν καὶ φρουρὰν καὶ αἰκισμοὺς ὑπέστησαν σώματος. καὶ πατὴρ ἠλόγει τέκνων καὶ υἱεῖς ὠλιγώρουν πατρός· καὶ διεμερίζοντο πέντε ἐν οἴκῳ ἑνί, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί. πολλοὶ δὲ καὶ ὡς Σοδομιτικὸν ἐμπρησμὸν τὸν τοῦ Ἀνδρονίκου θυμὸν ἐκτρεπόμενοι φυγάδες ὅλῳ ποδὶ τῆς πατρίδος γεγόνασιν, οἳ καὶ εἶχον ἂν ἑαυτοὺς ἀπαθεστάτους κακῶν, εἰ τὴν φυγὴν τῇ Ἀνδρονίκου ζωῇ συνεμέτρησαν. νῦν δὲ τῶν κατ᾽ οἶκον μεταποιούμενοι εἰς στήλην μὲν ἁλὸς κατὰ τὴν γυναῖκα Λὼτ οὐκ ἐπάγησαν, οὐδὲ νεκρὸς ἐγεγόνεισαν ἅλς, ἄλλως δὲ μωρανθέντες τὸ ζῆν κατέστρεψαν κακῶς.

Οὕτω δ᾽ ὀργιλότητος ἔχων καὶ τραχὺ καὶ σκληρὸν τὸ ἦθος αὐχῶν καὶ ἀμετάθετος ὢν τὸ κολάζειν καὶ παίζων ἐν ταῖς τῶν πέλας συμφοραῖς καὶ κακώσεσι ταῖς τε καθαιρέσεσι τῶν ἄλλων τὴν ἰδίαν ἐπιτειχίζειν δοξάζων ἀρχὴν καὶ τοῖς ἑαυτοῦ παισὶν ἐπικρατύνειν τὴν βασιλείαν καὶ τὸ τῆς ψυχῆς ἐντεῦθεν αὔξων ἡδόμενον ὅμως καὶ ἀγαθῶν μετεῖχεν οὐκ ὀλίγων πράξεων, καὶ οὐ παντάπασι δήπουθεν πρὸς τὴν ἐναντίαν ἀπονενεύκει διάθεσιν σκηνοβατῶν τὰ ὀλέθρια, ἀλλ᾽ ἦν ὡς ἀπὸ ὄφεως σαρκῶν ἐκείνου πανάκειαν θηράσασθαι περιμάχητον καὶ σώζουσαν εὑρέσθαι ἀντίδοτον καὶ ὥσπερ ἐξ ἀκανθῶν τρυγῆσαι ῥόδον ἡδύπνοον ἢ γοῦν ἐξ ἑλλεβόρου καὶ κωνείου ψαρσὶ παραθέσθαι καὶ ὄρτυξιν ἡδεῖαν ἑστίασιν, ἐπεὶ καὶ δωρεαῖς ἔθαλπε τῶν ὑπηκόων τοὺς ἐνδεεῖς, εἰ μόνον ἐλπίδος τι διεφαίνετο ὡς ὁ αἰτῶν οὐκ ἀποστυγεῖ ἐκεῖνον παθαινόμενος τὴν ψυχὴν ἐφ᾽ οἷς κακοεργὸς δείκνυται.

Καὶ τὴν τῶν μέγα δυναμένων πλεονεξίαν οὕτως ἐκόλασε καὶ χεῖρας τἀλλότρια διφώσας οὕτως συνέστειλεν, ὥστε βασιλεύοντος ἐκείνου αἱ πλείους ἐπαρχίαι πρὸς πληθυσμὸν ἐπέδωκαν τῶν οἰκούντων αὐτάς. ἕκαστος γὰρ κατὰ τὸ προφητικὸν παράγγελμα ἐπὶ τὴν σκιὰν τῶν δένδρων αὐτοῦ ἀνεκλίνετο καὶ τὸν τῆς ἀμπέλου καρπὸν συγκομίζων καὶ γῆς εἰσοικιζόμενος τὰ ἐκφόρια ἀσμένως ἤσθιε καὶ ἡδέως ἐκάθευδε, μὴ φορολόγου ἀπειλὴν δεδιττόμενος, μὴ πλεονέκτην εἰσπράκτορα κατὰ νοῦν στρέφων, μὴ τὸν ἐκφυλλίζοντα ὑποβλεπόμενος, μὴ τὸν καλαμώμενον φανταζόμενος, ἀλλὰ τὰ τοῦ Καίσαρος Καίσαρι ἀποδιδοὺς οὐδένα τὸν ἐπιδιπλοῦντα εἶχε τὸ κέρμα καὶ τὸν τὸ τάλαντον πολυπλασιάζοντα, ἔστι δ᾽ ὅτε καὶ τὸ χιτώνιον προσαπαιτοῦντα καὶ τὸ ψυχίδιον αὐτὸ πολλάκις ἀναχρέμψασθαι βιαίως ἐγκείμενον. ἦν γὰρ ἡ Ἀνδρονίκου ἐπίκλησις οἷά τι ὀλέθριον καὶ διασκεδαστικὸν τῶν φορολόγων ἔπᾳσμα καὶ φαρμάκευμα καὶ δυσήκουστον φόβητρον τοῖς ὅσοι παρὰ τὰ διατεταγμένα εἰσέπραττον καὶ νάρκωσις καὶ πάρεσις χειρῶν, αἳ πρὸς μόνον ἀφεώρων πρότερον τὸ λαβεῖν. πολλοῖς δὲ καὶ τὸ ἐθελουσίως ἀποχαριζόμενον ἀπεπέμπετο, ὥσπερ σὴς ὑφορώμενον τῶν ἐκείνοις προσόντων ἢ ἑτέρα τις φθαρτικὴ δύναμις τὸ προσεγγίζον ἀπολλοῦσα.

τὸ δὲ δὴ μεῖζον, καὶ ἁδροῖς ὀψωνίοις ἐνιαχοῦ ἐφοδιάζων τοὺς τὰς δημοσίους ἀναζωννυμένους ἀρχὰς καὶ ὅσα πείσονται δεινὰ τὰς αὐτοῦ παραβλεψάμενοι ἐντολὰς προαγγέλλων οὕτως ἐξέπεμπεν, οὐκ ὠνίους ταύτας τοῖς βουλομένοις προβάλλων καὶ τοῖς ἐκ τριόδων ἀποδιδοὺς ὁποιουδήτινος δόματος, ἀλλὰ δῶρον τὰς ἀρχαιρεσίας καὶ ἐπιλέγδην παρεχόμενος. ὅθεν οἱ πάλαι τῷ χρόνῳ παρασυρέντες καὶ τοῖς κοινοῖς πράγμασι νοσοῦσι κατενεχθέντες εἰς θάνατον, ὥσπερ ἀρχαγγέλου τινὸς εἰς τὰ ἐκείνων ὦτα περισαλπίσαντος, τὸν χρόνιον ἀπεσείσαντο κάρον καὶ τὴν παλαιὰν ἀπέθεντο νέκρωσιν· καὶ καθὼς ἡ τοῦ Ἰεζεκιὴλ ὅρασις βούλεται, ὀστᾶ συνήγοντο πρὸς ὀστᾶ καὶ ἁρμονίαι πρὸς ἁρμονίας· καὶ ἐν βραχεῖ αἱ πλεῖσται τῶν πόλεων ἀνεβίωσαν καὶ τὸ πρώην ἀπέλαβον εὔδαιμον. εἰ δὲ δεῖ τι καὶ τῶν τοῦ ψαλτῳδοῦ Δαυὶδ ἐνταῦθα προσεπαγαγεῖν, ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ τὰς διασπορὰς ἐπισυνῆξε τῶν τοῦ δημοσίου τελεστῶν ἐκ τοῦ παῦσαι τοὺς ἐκ τῶν πρακτόρων κονδυλισμοὺς καὶ συστεῖλαι εἰς ὡρισμένον τι ζήτημα τὰς ἐπαλλήλους ἀπαιτήσεις, ὁπόσας οἱ δεινοὶ τῶν φόρων ἐφεῦρον συζητηταὶ καὶ εἰς ὄφλημα ἐκράτυναν ἐνιαύσιον, οἱ ἐν βρώσει ἄρτου τὸν ὑποπίπτοντα λεὼν κατεσθίοντες.

Ἔθους δὲ ἀλογωτάτου παρὰ Ῥωμαίοις, ὡς ἔοικε, μόνοις ἰσχύοντος (τὸ δέ ἐστι τὸ τὰς χειμαζομένας ναῦς, ὑπὸ πνευμάτων καὶ φλοίσβῳ θαλαττίῳ ταλαντευούσας, μηδένα ἔχειν τὸν συναιρόμενον καθ᾽ οὓς ἂν λιμένας ἢ τόπους ἐκβράσσωνται κύμασιν ἐλαυνόμεναι, τοὐναντίον μὲν οὖν καὶ καταιγίδος χείρους ὁρᾶν τοὺς ἐκεῖσέ πῃ λαχόντας τὴν οἴκησιν, διασπῶντας καὶ ἀφαρπάζοντας ὁπόσα μὴ παρέσυρε θάλασσα) οὕτω τοι πρὸς τὴν τοιαύτην ἀτοπίαν πολὺς ἀντέπνευσε καὶ εἰς πραεῖαν αὔραν μετέβαλε τὴν τῶν πλοίων καταποντιστικὴν τῶν πλείστων ὁρμήν, ὡς ἀντὶ πολλῶν ἓν εἰς εὐφημίαν ἐκείνῳ τοῦτο τὸ ἔργον καὶ μόνον ἀρκεῖν. οἱ μὲν γὰρ περὶ τὸ βασίλειον βῆμα δυσίατον τὸ κακὸν ἢ τέλεον ἀμετάβλητον ὡς εἰς ἕξιν ἐληλυθὸς καὶ προκόψαν ἐπὶ τὸ χείριστον ᾤοντο· πολλοὺς μὲν γὰρ καὶ τῶν πρότερον αὐταρχησάντων Ῥωμαίων βουληθῆναι τὴν τοῦ ἔθους τούτου παῦσαι παραλογότητα καὶ φακέλους ἀπολῦσαι διαταγμάτων βασιλικῶν τὰ ἀνήκεστα διαπειλουμένων τοῖς ὁπλιζομένοις κατὰ πλοίων τῶν ναυαγῶν καὶ διαρπάζουσι τὰ ἔνδον αὐτῶν, ἐν γράμμασι δὲ μόνοις μεῖναι τὰ τοιαῦτα θεσπίσματα, οἷα κατὰ κλύδωνα τοῦ κακοῦ κορυφουμένου καὶ μεταρσίως αἰρομένου καὶ τὸ βασιλικὸν ἀπαλείφοντος ἐρυθρόδανον, ὡς γράφειν ἄντικρυς τοὺς γράφοντας δοκεῖν καθ᾽ ὑγρῶν καὶ ὑποσημαίνεσθαι μάτην τὰ οἰκεῖα κελεύσματα.

Καὶ οἱ μὲν τοιαῦτα ἐφθέγγοντο, ὁ δὲ δριμέως τὸ περὶ ἐκεῖνον σύμπαν περιβλεψάμενος στενάξας εἶπε βαθὺ ὡς “οὐδὲν τοῖς βασιλεύσιν ἀδιόρθωτον, οὐδ᾽ ἔστι τι τῶν πλημμελῶς γινομένων, ὃ τὴν ἰσχὺν αὐτῶν ὑπερπέπαικεν. ἐβλακεύοντο τοίνυν, ὡς ἔοικεν, οἱ πρότερον αὐτοκράτορες ἢ ἐπλάττοντο τὸν ἐπὶ τοῖς κακίστοις ἀχθόμενον. εἰ γὰρ ἀληθῶς ἠβούλοντο στῆναί ποτε τὰ βιοφθόρα καὶ παρρησίαν ἄγειν ὁπόσα τὴν εὐνομίαν συνίστησι, παρηγκωνίσαντο ἂν τὸ ἐν τοῖς γράμμασιν ἐρυθρὸν καὶ τὸν χάρτην ὡς οὐδὲν ὀνησιφόρον παραβλεψάμενοι ἐβάλοντο ἂν κατὰ νοῦν, ὡς αἵμασι πενθοῦσιν, ἀλλ᾽ οὐχὶ δάκρυσιν ἐπιστένουσιν οἱ σπιλάδων καὶ ὑφάλων τραχυτέρους εὑρίσκοντες παρ᾽ οἷς αἱ νῆες αὐτῶν ἐκβράσσονται ὑπὸ κλύδωνος, καὶ κατ᾽ αὐτῶν ἐχρήσαντο ἂν τῷ ξίφει μὴ φορουμένῳ μάτην μηδὲ εἰκῇ καὶ ἔβαλον ἂν εἰς κεφαλὰς ἀνόμων θάνατον.

νῦν δ᾽, ὡς πέπεισμαι, γράφοντες αὐτόχρημα πονηρίαν ἔγραφον κἀπὶ τοῖς ἄλλων κακοῖς οὐκ ἐπαινετῶς ἐπιδεικνύμενοι τὸ μακρόθυμον τοῖς πάσχουσι συνεπετίθεντο καὶ αὐτοὶ καὶ ἐπεκράτυνον μᾶλλον τὰ οὐκ ἐπαινετέα ἔθιμα, οἷς τὴν τούτων διόρθωσιν ἑκόντες ἐκπεριίσταντο.„ Ταῦτ᾽ εἰρηκὼς “ἄνδρες,„ προσεπῆγεν “οἳ καθ᾽ αἷμά μοι προσῳκείωσθε καὶ ὅσοις ἡ πρὸς ἐμὲ πίστις εὔνοιαν ἐπεβράβευσε, καὶ τὸ περιεστηκὸς δὲ λοιπόν, ὅσον τε εἰς γερουσίαν ἐγκέκριται καὶ ὅσον ἐς τὸ ἄλλως ὑπουργικὸν τῇ βασιλείᾳ Ῥωμαίων ἀποκεκλήρωται, ἀκούσατέ μου, ἀκούσατε. φθέγξομαι γὰρ οὐχ ὅσαπερ ἀὴρ διαφορήσει ἀτέλεστα, ἀλλ᾽ ὁπόσα εἰ μὴ τὸν εἰκότα χρόνον ἐπ᾽ ἔργον ἐκβήσονται, τὸν μὲν τὸ ποιητέον ἐμὲ διακελευόμενον ἐκμήνωσιν εἰς ὀργήν, ἡ δὲ βαρεῖά τις καὶ δυσύποιστος ἐπενσκήψει τοῖς παρὰ τὰ διατεταγμένα μοι πράττουσι καὶ ἀρχικῶν οὐκ ἐμπαζομένοις ὅλως φωνῶν. χρεὼν μὲν οὖν καὶ τἆλλα τὰ κοινοβλαβῆ καὶ κηρεσιφόρα Ῥωμαίοις παύσασθαι καὶ ἔστωσαν εἰδότες οἱ τὸν πλεονέκτην βίον μεταδιώκοντες, ὡς εἰ μὴ λήξουσιν ἐθελονταὶ τῆς τῶν ἀλλοτρίων ἐφέσεως, καὶ τὰ οἰκεῖα προσαπολέσουσι καὶ τοῖς τῶν πενήτων ἐκφυσηθήσονται στεναγμοῖς, ὥσπερ ἐν σφοδρᾷ λαίλαπι χοῦς ἀπὸ προσώπου γῆς ἐκριπίζεται, μάλιστα δὲ τὸ ταῖς ναυσὶν ἐπιτίθεσθαι καὶ διαρπάζειν τοὺς φόρτους, ἐνίοτε δὲ καὶ αὐτὰς κατατεμαχίζειν τε καὶ ἀπογομφοῦν.

εἴ τις τοίνυν ὑμῶν ἀρχὴν ἐκ τοῦ ἡμετέρου κράτους χειρίζει, εἴ τις ἀκινήτων παραλίων κύριος, καταρτισάτω πρότερον ἑαυτόν, εἶτα καὶ τὸ ὑπήκοον εἰς δέος τὸ τοῦ θεοῦ καὶ τῆς ἐμῆς βασιλείας ὑποστολὴν καὶ αἰδῶ, ἢ μὴν ἐκ τῆς ψυχῆς ἐκζητηθήσεται πολλαπλάσιον τὸ ἀδίκημα τοῦ τὴν ἐπαρχίαν διέποντος ἢ τὸν ἀγρὸν κατέχοντος, κἂν εἴη αὐτὸς μὲν ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, οἱ δ᾽ ὑποδρηστεύοντες ἐκείνῳ τὴν ἄθεσμον πρᾶξιν ἀποτελέσωσι. λοιμοῦ γὰρ μαστιγουμένου κυρίου τὸ ὑπὸ χεῖρα νοῦν οἴσει· καὶ ὥσπερ ἐξομοιοῦσθαι τῷ ἄρχοντι φιλεῖ τὸ ἀρχόμενον προτέρῳ δρῶντι τὰ μὴ ἐπαινετὰ ἐφεπόμενον, οὕτω καὶ μαστιζομένῳ καὶ ἀναγκαστῶς μεταμανθάνοντι τὸ κοινῇ συνοῖσον ἐφέψεται τὸ ὑπήκοον κατὰ πόδας, ὅσα καὶ μητρὶ παῖς.

Ἵνα δὲ εἰδῆτε καὶ τὸν τρόπον τῆς ἐκδικήσεως, ᾗ καθυποβληθήσεται ὁ τῆς ἐμῆς παρήκοος ἐντολῆς, ἐπὶ τοῦ ἱστοῦ ἀπαιωρηθήσεται τῆς νεώς, εἰ δὲ τοῦτον παρέσυρε φλοῖσβος θαλάττιος, ἐφ᾽ ὑψηλῆς ἀγχιάλου ἀνασκολοπισθήσεται σκοπιᾶς, μεγίστης τινὸς καὶ ἰθυτενοῦς ἐκ τῶν ἐκεῖσέ που ὀρέων ἀποτμηθείσης δοκοῦ, ἵν᾽ οὕτω καὶ τοῖς κατὰ τὰ ἀχανῆ ναυτιλλομένοις πελάγη περίοπτος ἔσοιτο ὡς λαῖφος ἐν κεραίᾳ προφαινόμενος καὶ ναυαγὸς ἐν γῇ δεικύμενος καὶ εἰς σύμβολον παραλαμβανόμενος τοῦ μὴ προβῆναι καὶ εἰσέτι θραῦσιν νηῶν καὶ τῶν ἐνόντων αὐταῖς προνόμευσιν, καθὰ καὶ θεὸς ἐν ἀέρι τὸ ἑαυτοῦ τόξον ἐνέτεινεν εἰς σημεῖον τοῦ μηκέτι ἔσεσθαι ὕδωρ εἰς κατακλυσμόν.„ Καὶ ὁ μὲν φάμενος ταῦτα πρὸς ἑτέροις εἶχε τὸν νοῦν, τὸν ἄγαν χαρακτηρίζων παθαινόμενον καὶ εἰκάζων τὸν μηδ᾽ ὅλως παραδεξόμενον τῶν δοξάντων μεταποίησιν ἢ ῥοπὴν φιλάνθρωπον ἐφ᾽ οἷς ἀπεφήνατο· οἱ δ᾽ ἀκηκοότες ἀπολιθωθέντες τῷ δέει μικροῦ (πείρᾳ γὰρ ᾔδεσαν ὡς οὐκ οἶδε παίζειν Ἀνδρόνικος, οὐδ᾽ ἄλλα μὲν ἐν τοῖς τοιούτοις φθέγγεσθαι, ἄλλα δὲ κεύθειν ἐν ταῖς φρεσίν), ὀψὲ καὶ μόλις ἐν τῷ καθεστῶτι γενόμενοι, ἐπιστολὰς γράψαντες διὰ ταχυδρόμων ἐξέπεμψαν τοῖς τῶν σφετέρων ἐπιστάταις κτημάτων καὶ τοῖς ἀντ᾽ αὐτῶν διοικοῦσι δημοσίας ἀρχάς, πολλὰ τούτοις ἐπισκήπτοντες καὶ παράκλησιν πᾶσαν ἐπάγοντες, προσσχεῖν τε καὶ ἐπαγρυπνήσειν, μήπως ναυαγίῳ ἐγκύρσασα ναῦς ἐσεῖταί τι πεπονθυῖα δεινόν, εἰ δὲ δυνατόν, καὶ τοῖς ἀνέμοις αὐτοῖς ἐπιτιμᾶν ἢ κατὰ τὴν Αἰόλου μυθολογίαν ἀσκοῖς τὰ πνεύματα συλλαμβάνειν, ἵνα μὴ καταιγίδας ἐγείρωσι καὶ τὴν ἅλμην διατινάσσωσιν.

Ἀμέλει τοι ἐκ τοῦδε οὐκ ἦν ὁρᾶν πλοῖον, ὃ περιπεσὸν κλύδωνι παρά του τῶν ἁπάντων διηρπάγη τι τοῦ φόρτου ἢ μέρος τῶν καταστρωμάτων ἀφῄρητο ἢ καθῄρητο τὸν ἱστὸν ἢ ἄγκυραν ἀπεβάλετο ἢ τῶν ὅπλων τινὸς ἐστέρητο μέχρι καὶ μηρίνθου λεπτῆς, ἀλλὰ πνεύμασι τῇ χέρσῳ ἐκπτυόμενα ἢ χοιράσιν ἀρασσόμενα πέτραις ἢ προβόλοις καταρρηγνύμενα ὡσεὶ καὶ Χαρωνικὰ ψυχαγωγὰ ἀκάτια ἐκ στομίου ᾅδου ἀναγόμενα ὑπεβλέποντο ἀντιπαρερχόμενα ἢ ὡς νῆες θεωρίδες ἀμφιπεριείποντο καὶ μεθ᾽ ὑποστολῆς εἶχον ἀμφιπονούμενον αὐτὰς τὸν πολὺν καὶ λαώδη ὅμιλον καὶ τὸ χειρίζον τὰς ἀρχάς, μή πού τι κατὰ χέρσον ἀπολέσωσιν, ὃ μὴ κλύδων ἠφάντωσεν ἅλιος. καὶ ἦν ἀτεχνῶς γαλήνη διαγελῶσα ἐκ ζάλης καὶ δεξιᾶς ὄντως θειοτέρας ἀλλοίωσις τὸ ὁρώμενον.

Οὗτος ἀνεκαίνισε μεγίσταις δαπάναις καὶ τὸν παλαιὸν ὑπόγειον ἀγωγόν, ὃς περὶ μέσην ἔξεισιν ἀγορὰν ὑετίζων κάτωθεν ὕδωρ οὐχ ἑστὼς καὶ νοσῶδες, ἀλλ᾽ ἥδιον ὡς πλανώμενον. καὶ τὸν ποταμὸν Ὑδράλην ἐπωχέτευσε τῷ αὐλῶνι τούτῳ τοῦ ὕδατος, οὗ περὶ τὰς πρώτας πηγὰς πύργον τε ἀνῳκοδόμησε καὶ οἰκήματα ἤγειρε πρὸς θερινὴν διαίτησιν ἐπιτήδεια. καὶ νῦν ἐκ τούτου ὑδρεύονται ὁπόσοι περὶ τὰς Βλαχέρνας καὶ ἔτι ἐνδοτέρω τὴν οἴκησιν ἔλαχον. οὐδὲ γὰρ ἅπαν τὸ ὑδροδοχεῖον ἐπεσκεύαστο, ἵνα καὶ κατὰ μέσην τὴν ἀγορὰν ἐκδίδωσι τὸ ὕδωρ διαυλωνιζόμενον· ὁ γὰρ μίτος ἐκεῖνον ἐπιλέλοιπε τῆς ζωῆς. τοσοῦτον δ᾽ ἐμέλησε τοῖς μετ᾽ ἐκεῖνον ἄρξασιν, ὅσοι τέως ἐς δεῦρο ἀνάσσουσι, πέρας ἐπιθεῖναι τῷ κοινωφελεῖ τούτῳ ἔργῳ, ὥστε καὶ ὁ τοῦτον μεταστήσας τῆς ἀρχῆς ἅμα καὶ τῆς ζωῆς Ἰσαάκιος τόν τε πύργον κατήρειψε καὶ τὰς χαριεστάτας οἰκήσεις κατέβαλε, φθονῶν ὥσπερ Ἀνδρονίκῳ τῆς καλλίστης ταυτησὶ πράξεως.

Ἀναποιῶν δὲ καὶ τὰς πραιτωρίας ἀρχὰς ἄνδρας λογίμους καὶ τῶν ἀπὸ τῆς βουλῆς ἀρίστους αὐταῖς ἦν ἐφιστῶν. ἀλλὰ καὶ ἁδροτάτοις ἐπαίρων φιλοδωρήμασι τεθραμμένους εἴποι ἄν τις ταῖς εὐποιΐαις ἐξέπεμπε, προμηθούμενος ἐντεῦθεν τοῦ ἀνεπαχθῶς ταῖς πόλεσι στέλλεσθαι καὶ τοῦ σφᾶς ἐπιμόνως προσανέχειν τῷ ἐλέῳ καὶ τῇ κρίσει τῶν ταπεινῶν οἱ δὲ διαρκῶς τῶν ἐπιτηδείων ἔχοντες (ἀνὰ τεσσαράκοντα γὰρ καὶ ἀνὰ ὀγδοήκοντα νομίσματος ἀργυρέου μνᾶς ἀπεφέροντο) ὥσπερ ἱερῶν χρημάτων ἐφείδοντο ἃ παρά τινων καὶ αὐθαιρέτως σφίσι παρείχοντο ἀνθ᾽ ὧν ἐκ χειρὸς δυνάστου ἐρρύσθησαν ἤ τινος ἄλλως ἀγαθοῦ μετέλαβον. ὅθεν διὰ βραχέος εἰς πληθυσμὸν αἱ πόλεις ἐπέδωκαν ἥ τε γῆ τὰ ἐκφόρια κατὰ ἑκατοστύας ἀνέδωκε καὶ ὀλίγου τὰ πρὸς τὸ ζῆν ἀπεδίδοτο.

Ἦν δὲ καὶ τοῖς κατειπεῖν ἔχουσι τῶν χειροδικῶν εὐέντευκτος καὶ πρόσωπα μὴ λαμβάνων οὐκ ᾖρεν ἀπὸ τοῦ δικαίου τὸ δίκαιον ἐπ᾽ ἴσης τε τῷ τὴν τύχην χθαμαλῷ τὸν καὶ γένει καὶ πλούτῳ σεμνὸν παράγων ἐπὶ τὸ κρίνεσθαι ἀμφοτέρων νουνεχόντως κατηκροᾶτο καὶ ἐπέπληττεν ἱκανῶς καὶ δίκην ἐπετίθει ἀνάλογον τῷ γαύρῳ καὶ ἀδοξοῦντι μετὰ πένητος κρίνεσθαι, εἰ πεφώραται ἀδικῶν ἢ ἐκθλίβων καὶ τύπτων πυγμῇ τὸν ἔγγιστα.

Ποτὲ οὖν καιροῦ περιέστησαν αὐτὸν ἐξ ἀγροικίας τινὲς καταβοῶντες τοῦ Δαδιβρηνοῦ Θεοδώρου ὡς καταλύσαντος παρ᾽ αὐτοῖς ἐν τῷ ἐφοδεύειν καὶ πορισαμένου μὲν ὅσων ἐσπάνιζεν αὐτὸς καὶ ἡ ὑπηρεσία αὐτοῦ ἅπασα καὶ τὰ ὀχήματα ξύμπαντα, μηδὲν δ᾽ ἀπόδομα καταθεμένου ἐν τῷ μεθίστασθαι. ἔστι δ᾽ ὁ Δαδιβρηνὸς οὗτος, ὃν ὁ λόγος ἐδήλωσεν ἄνωθεν ὑπηρετῆσαι μεθ᾽ ἑτέρων τῇ τοῦ βασιλέως Ἀλεξίου πνιγμονῇ. δικάσας οὖν μετὰ τῶν ἀγροτέρων ἐκεῖνον καὶ ἀληθείας εὑρὼν ἐχόμενα τὰ λεγόμενα αὐτὸν μὲν δι᾽ ἀλλακτῶν ἐπαίδευσε δώδεκα, τὴν δὲ τῶν ἀναλωμάτων τιμὴν ἐς τὸ πολλαπλάσιον ἐκέλευσε καταθέσθαι τοῖς ἐπὶ τῶν χρυσώνων τῶν βασιλικῶν.

Τοσοῦτον δ᾽ ἀπεῖχε τὴν τότε καὶ νῦν περὶ δογμάτων θείων κρατοῦσαν κατάστασιν ἐπαινεῖν ἢ περὶ θεοῦ τι λέγειν καὶ ἀκούειν ἀεὶ καινότερον ἤθελε, καὶ ταῦτα τῆς ἡμετέρας σοφίας οὐκ ἄκρῳ λιχανῷ γεγευμένος, ὥστε καὶ τῷ Νέων Πατρῶν Εὐθυμίῳ (μέγας δ᾽ ἐν λόγοις οὗτος ἦν ὁ ἀνὴρ) καὶ τῷ Κιννάμῳ Ἰωάννῃ οὐ μόνον ἐπέπληξεν ἐντὸς τῆς βασιλείου σκηνῆς κατὰ τὸ Λοπάδιον διαλεγομένοις περὶ τῆς τοῦ “ὁ πατήρ μου μείζων μού ἐστι„ τοῦ θεανθρώπου φωνῆς, ἀλλὰ καὶ κατὰ τοῦ Ῥυνδακοῦ ποταμοῦ ἀκοντίσειν χαλεπήνας ἠπείλησεν, εἰ μὴ παύσαιντο ποιούμενοι περὶ θεοῦ τὴν διάλεξιν. καὶ μὴν κἀκεῖνό γε σημεῖον τοῦ μὴ πάμπαν ἐκτεθηριῶσθαι Ἀνδρόνικον· τοῦ γὰρ λόγου λόγον τιθέμενος οὐ πόρρω τῆς ἁλουργίδος τοὺς πατέρας λόγων ἐτίθετο, ἀλλ᾽ ἐγγὺς ἄγων τοῦ θρόνου καὶ δωρεαῖς διαθάλπων συχναῖς καὶ τιμῆς οὔκουν ἐλαχίστης μεταδιδοὺς ἐδείκνυ ἑαυτὸν καὶ φιλοσοφίαν οὐρανοβάμονα ὡς μέγα τι χρῆμα πλείστου τιμώμενον καὶ σοφιστὴν ἐγκωμιάζοντα καλλιρρήμονα καὶ τοὺς νομοτριβεῖς ἄνδρας περὶ πλείστου μάλα τιθέμενον.

Τὴν δέ οἱ τοῦ σκήνους κατάθεσιν ἐς τὸν νεὼν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων βουληθεὶς ποιήσασθαι ὡς κάλλει κάλλιστον καὶ μεγέθει μέγιστον καὶ περὶ τὸ καίριον καὶ μέσον ἀνεγηγερμένον τῆς πόλεως ἅπαντα φιλοτίμως τὰ πεπονηκότα μέρη τοῦ τεμένους ὑπέλαβε καὶ τὸ ἀποσβεσθὲν ἀνέθαλψεν ἀγλαόμορφον τήν τε τοῦ σωτῆρος ἡμῶν εἰκόνα Χριστοῦ, δι᾽ ἧς ὁμιλῆσαί ποτε τῷ βασιλεῖ Μαυρικίῳ λόγος αἱρεῖ, πολυτελῆ περιέβαλε κόσμον καὶ τὴν πορφυρᾶν μεγίστην πλυνόν, ἧς τοῖς χείλεσι φρικώδεις δύο ἀμφελίττονται δράκοντες εἰς ὁλκοὺς λορδούμενοι, θαῦμα ἰδέσθαι, ἐκ τοῦ κατὰ τὸ μέγα παλάτιον κηπίου περὶ τὴν αὔλειον μετήνεγκε τοῦ νεὼ κἀκεῖσε τὰ τῆς ὁμευνέτιδος αὐτοῦ μετακεκόμικε λείψανα ἐκ τῆς τοῦ Ἀγκουρίου μονῆς, ἔνθα πρώην ἐτέθαπτο.

ἔξωθεν δὲ περὶ τὰς ἀρκτῴας καὶ κατ᾽ ἀγορὰν τετραμμένας τοῦ νεὼ πύλας ἐπὶ μεγάλου πίνακος ἀνέστησεν ἑαυτόν, οὐκ ἐσταλμένον βασιλικῶς οὐδὲ χρυσοφοροῦντα ὡς ἄνακτα, ἀλλά τινα πόλυτλαν ἐργατικὸν ἐκ καλαίνου βαφῆς, ἐνδεδυμένον ἀμπεχόνην ἐς γλουτὸν ἀμφισχιδῆ καταβαίνουσαν καὶ λευκαῖς κρηπῖσι περιστελλόμενον τοὺς πόδας ἀναβαινούσαις εἰς γόνατα καὶ δρέπανον περικαμπὲς κατέχοντα τῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, συμμάρπτον τῷ ἐπικλινεῖ σχήματι καὶ σαγηνεῦον ἐντὸς ἀγαλματίαν μειρακίσκον ἕως φάρυγγος καὶ ὤμων προφαινόμενον, ἐκεῖνα διὰ τῆς εἰκόνος τοὺς παροδεύοντας μυῶν ἀτεχνῶς καὶ διδάσκων στηλῶν καὶ κύρβεων πασῶν ὑψηλότερον καὶ τιθεὶς τοῖς βουλομένοις ὑπόψια, ἅπερ εἶχεν ἐπὶ τῶν ἔργων ἠνομηκώς, τὸν κληρονόμον ἀπεκτονὼς καὶ τὴν ἀρχὴν ἅμα καὶ τὴν ἄκοιτιν ἐκείνου ἑαυτῷ μνηστευσάμενος.

Ἀλλὰ καὶ ἐπὶ κίονος κατὰ τὸ χαλκοῦν μετέωρον τετράπλευρον, ἐν ᾧ γυμνοὶ περιβλημάτων μηλοβολοῦσιν ἀλλήλους Ἔρωτες, ὃ Ἀνεμοδούλιον κέκληται, ἑαυτὸν ἀναστήσειν ἐμελέτα χαλκοῦν, καίπερ τὰς εἰκόνας τῆς βασιλίδος Ξένης τῆς τοῦ βασιλέως Ἀλεξίου μητρός, ἣν διὰ πνιγμονῆς τοῦ ζῆν ἀπεξένωσε, πρὸς γεραιτάτην καὶ ῥικνὴν μεταζωγραφῶν μορφὴν τὸν ἐκ τῶν παριόντων καὶ θεωμένων τὸ λαμπρὸν ἐκεῖνο καὶ περικαλλέστατον εἶδος καὶ τοῦ θαυμάζεσθαι ἀξιώτατον ὑποβλεπόμενος ἔλεον, τὰς δὲ πλείους καὶ ἀπαλείφειν ἐνδοὺς τοῖς θέλουσι καὶ μετεγγράφειν αὐτὸν ἐν σχήματι βασιλικῷ τῇ Ἀλεξίου μνηστῇ συνιστάμενον ἢ καὶ καθ᾽ ἑαυτὸν ἰδίᾳ τυπούμενον.

Ἐπὶ πᾶσιν ἀνεγείρας κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων πολυτελῆ οἰκήματα ἑαυτῷ ἀφώρισεν εἰς ἐνοίκησιν, ἡνίκα ἂν ἀφίκοιτο πρὸς τὸ τέμενος. μὴ ἔχων δ᾽ οὖν ἐκ τῶν προσφάτων καὶ νεαρῶν αὐτοῦ πράξεων καταπάττειν τοὺς δόμους τῷ τῶν χρωμάτων συγκερασμῷ ἢ ταῖς λεπταῖς καταποικίλλειν τῶν ψηφίδων συνθέσεσιν εἰς τὰ πρὸ τῆς βασιλείας ἔβλεψεν ἔργα· καὶ ἦν ἱππηλάσια καὶ κυνηγέσια ζωγραφούμενα, κλωγμὸς πτηνῶν, θωϋσμὸς κυνῶν, ἐλαφηβολίαι καὶ λαγῶν θηρεύσεις καὶ χαυλιόδους σῦς διακοντιζόμενος καὶ ζοῦμπρος διελαυνόμενος δόρατι (ζῶον δὲ οὗτος τὸ μέγεθος ὑπὲρ ἄρκτον θυμικὴν καὶ πάρδαλιν στικτήν, κατὰ τοὺς Ταυροσκύθας φυόμενον μάλιστα καὶ τρεφόμενον) καὶ βίος ἀγροικικὸς καὶ σκηνήτης καὶ ἑστίασις ἐκ τῶν θηρευομένων σχέδιος καὶ αὐτὸς Ἀνδρόνικος μιστύλλων αὐτοχειρὶ κρέας ἐλάφειον ἢ κάπρου μονάζοντος καὶ ὀπτῶν περιφραδέως πυρί, καὶ τοιαῦθ᾽ ἕτερα, ὁπόσα τεκμηριάζειν ἔχουσι βίοτον ἀνδρὸς πεποιθότος ἐπὶ τόξῳ καὶ ῥομφαίᾳ καὶ ἵπποις ὠκύποσι φεύγοντός τε τὴν ἐνεγκαμένην δι᾽ οἰκείαν ἀβελτηρίαν ἢ ἀρετήν.

Ὁ δ᾽ Ἀνδρόνικος καὶ εἰς Δαυὶδ ἀνῆγε τὰ ἑαυτοῦ καὶ κατ᾽ ἐκεῖνον ἔλεγε καὶ αὐτὸς τὰ τοῦ φθόνου ἐκδιδράσκειν πάλαι θήρατρα καὶ πρὸς τὴν ἀλλοτρίαν πολλάκις μετασκευάσασθαι. ὑπεξαίρων δ᾽ ἔσθ᾽ ὅπῃ τὰ ἑαυτοῦ τὸν μὲν καθίσαι τῶν ὁρίων τῆς Παλαιστίνης ἄποθεν βραχὺ κατὰ τὴν Σικελὰν ἔλεγε καὶ συγκόπτειν τὸν Ἀμαληκίτην μαχαίρᾳ καὶ γλίσχρως ἀποζῆν, ὥστε καὶ τὸν Νάβαλ ἀπεκτονὼς ἦν ἄν, ὅτι μὴ οὐκ εἶχεν ἀνὰ χεῖρας τὸ αἰτηθέν, ἑαυτὸν δὲ δι᾽ ἐθνῶν τῶν ἁπάντων σχεδὸν διιέναι καὶ ἐπὶ πᾶσι τὸ τοῦ Χριστοῦ βαστάσαι καὶ κηρῦξαι ἀποστολικῶς ὄνομα τιμῶν τε τῶν ἀνωτάτω μεταλαχεῖν δι᾽ ὧν διήρχετο καὶ προπεμπόμενον ἀπανίστασθαι. καὶ ταῦτα μὲν διεξῄει μετὰ πειθανάγκης ἱκανῆς, ὁποῖος ἐκεῖνος, καὶ μάλιστα ἢν ἀνδράσιν ὡμίλει λόγου καὶ σοφίας μετέχουσιν, ἔτι τῶν πραγμάτων γαληνιώντων καὶ ἠρεμαίαν ἐχόντων κατάστασιν.

Τὰ δὲ τελευτῶν αὐτῷ μελετώμενα, ἤδη δὲ καὶ ἀρχὴν λαμβάνοντα γίνεσθαι, ἐσχάτης ἦν ἀπονοίας ἀποκυήματα καὶ παρεληλακότα πᾶσαν ἀπανθρωπίας ὑπερβολήν. ὁρῶν γὰρ τὰ μὲν τῆς ὑπ᾽ ἐκεῖνον ἀρχῆς σμικρυνόμενα, τοὺς δὲ πολεμίους κατὰ τοὺς ἐξ ὄμβρων πλήθοντας ποταμοὺς καὶ τὰς ὄχθας ὑπερανιόντας τὰ ἐν ποσὶν ἐξερημοῦντας καὶ κατακλύζοντας, κατὰ βραχύ τε τὴν πολιτείαν ἐλευθεροστομοῦσαν καὶ πρὸς ἀποστασίαν ὑποκινουμένην, οἷς μὴ φροντιδοκοπεῖται ὑπὲρ αὐτῶν, ἀλλ᾽ ὡς εἰς κάρωμα ὕπνου κατενεχθεὶς οὔθ᾽ ὁρᾶν οὔτ᾽ ἀΐειν ἔχει τὰ ὑπὸ τῶν ἐπιστρατευσάντων ἐθνῶν ἀνομούμενα, ὠδίνησέ τε πόνον καὶ ἀνομίαν ἀπέτεκεν. ἡ δὲ ἦν τὸ μὴ μόνον ὅσους συνείληφεν ἐν φρουραῖς θανάτῳ ὑποδικάσαι καὶ οὓς μὲν μαχαίραις ἀνελεῖν, οὓς δὲ θαλάσσης ἀκοντίσαι βυθῷ, ὧν δὲ ἀκινάκαις ἀναρρῆξαι τὰς γαστέρας καὶ ἄλλους ἄλλως ὑπεξαγαγεῖν τοῦ βιοῦν, ἀλλὰ καὶ κατὰ τῶν συναπτομένων τούτοις πρὸς γένος ἠκονηκέναι τὸ ξίφος· “τί γάρ„ φησιν “ὄνειαρ, εἰ κόρσης τεμνομένης μιᾶς, πλείονα φυήσονται κάρηνα, τοῖς δὲ οὐκ ἐπάγει τις τὸν σίδηρον σίζοντα;

ἐπαινετέος ἐν τούτῳ μάλιστα ὁ ἡμίθεος καὶ ἥρως Ἡρακλῆς, ὅτι τὸν Ἰόλεων ἐπικάοντα εἶχε καὶ τὸ τῆς Ὕδρας παλιμφυὲς ἀφανίζοντα.„ Ἔνθεν τοι καὶ ἐκκλησιάσας τὸ φίλον σύστημα καὶ τῶν δικαστῶν ὁπόσοι χρημάτων ὤνιοι καὶ τὴν βασιλικὴν περιπαπταίνοντες τράπεζαν καθάπερ οἱ γῦπες τὰ θνησιμαῖα, ἐκτραγῳδεῖ ὁπόσα ἐπονηρεύσαντο Ἰταλοὶ καὶ οἵοις κακοῖς περιβάλλουσιν ἐπαρχίας τὰς ἑσπερίας καὶ ἃς παρεστήσαντο πόλεις νόμῳ πολέμου· καὶ ἦν οὐκ ἄλλοις τὴν αἰτίαν τούτων ἀνατιθείς, ἀλλ᾽ οἵπερ ἐκείνῳ ἀντίφρονες ὁπόσοι τε τούτοις καθ᾽ αἷμα καὶ εὔνοιαν προσῳκείωντο. τούτους γὰρ τὴν Ἀνδρονίκου διψᾶν ἀπώλειαν καὶ πάντα κάλων κινεῖν, εἴ πως τῆς ἀρχῆς ἐκσφαιρισθείη Ἀνδρόνικος καὶ πεσεῖται πτῶμα παγχάλεπον. μὴ ἔχοντας δ᾽ οὖν ὅμως διὰ συνάρσεως ὁμογενῶν δοῦναι τὴν ἔφεσιν πέρατι ἀλλοτρίαν καὶ ὑπερόριον εἰσενεγκεῖν στρατιὰν καὶ ταὐτὸν ἄντικρυς δρᾶν τῷ τῶν ἀκρίδων ἔθνει, αἳ τὸ πῦρ ἐκδιδράσκουσαι τοῖς ὕδασιν ἀποπνίγονται. “ἀλλ᾽ οὐ μὰ τὸ γῆρας τοῦτό„ φησι “χαιρήσουσιν οἱ φίλεχθροι καὶ πολεμοχαρεῖς Ἀνδρονίκῳ, ἀλλ᾽ ὃ παθεῖν Ἀνδρόνικον γλίχονται, τοῦτ᾽ αὐτοὶ πρὸς Ἀνδρονίκου πείσονται.

εἰ δὲ τὸ μόρσιμον εἰς ᾅδου δώματα ἐφέλκεται τὸν Ἀνδρόνικον, αὐτοὶ καθηγήσονται καὶ ὑπανοίξουσι πρότερον τὴν ὁδόν· εἶθ᾽ οὕτως ἐπιπορευσεῖται Ἀνδρόνικος.„ Ταῦτ᾽ εἰπὼν καὶ τὸ τοῦ Παύλου παραφάμενος “ὥστε οὐχ ὃ θέλω δράσαιμι ἀγαθόν, ἀλλ᾽ ὃ οὐ θέλω κακόν, τοῦτο καὶ διαπράξομαι, ἀντιστρατευομένων μοι τῶν ἐναντίων καὶ αἰχμαλωτιζόντων εἰς τὰ παρὰ προαίρεσιν„ θεραπείαν ἐζήτησε τοῦ κακοῦ. ἀράντων δὲ τὴν φωνὴν τῶν ἐκ τῆς φατρίας ἐκείνου πάντων καὶ μέγα κραξάντων αἴρειν αὐτοὺς ἐκ τῆς γῆς καὶ φείσασθαι μηδενὸς κυροῦται ἡ τῶν ὅλων ἀφάντωσις, ὅσους τε εἶχε συνειληφὼς ἐν φρουραῖς καὶ ὅσοι τὴν ὑπερορίαν κατεκρίθησαν, καὶ τὸ θεραπευτικὸν τούτων καὶ συγγενές. καὶ δὴ τόμος εὐθὺς ἐδέχετο τὰ ὑποτυπούμενα, ὑπαγορεύοντος τοῦ πρωτασηκρῆτις, ἀμφιπονουμένου τοῦ ἐπὶ τῶν δεήσεων, τοῦ δὲ πρωτονοταρίου τοῦ δρόμου ταῖς φωναῖς ἀλαλάζοντος. τὰ δὲ ὀνόματα τούτων καὶ νῦν παρείσθω μοι καὶ τῶν καθεξῆς ὁμοίως συμπραττόντων, ὅσοι τὸν περὶ τοῦ κενοῦ δοξαρίου τρέχοντες ὠρακίων τότε καὶ ὠρρώδουν Ἀνδρόνικον· ὧν πρωτοστάτης ἦν καὶ ταξίαρχος ὁ Ἁγιοχριστοφορίτης Στέφανος, τῷ τοῦ φθέγματος βροντώδει καταδουπῶν τὰ ἀνάκτορα καὶ καθά τι ῥεῦμα ποτάμιον ὀξὺ καχλάζων καὶ παρασύρων τὸ δοκοῦν Ἀνδρονίκῳ ὑπεύθυνον.

Εἶχε δὲ τὰ ὑπομνηματιζόμενα οὑτωσί πως τῆς φροιμιάσεως· “Θεόθεν κινηθέντες καὶ οὐκ ἐξ ὁρισμοῦ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ψηφηφοροῦμεν καὶ ἀποφαινόμεθα συνοῖσον εἶναι κοινῇ καὶ ἰδίᾳ λυσιτελὲς Ἀνδρονίκῳ τῷ σωτῆρι Ῥωμαίων ἄρδην ἀπολωλέναι οἵπερ ὡς αὐθάδεις καὶ στασιώδεις συλληφθέντες φυλακαῖς ἐνείργνυνται ἢ τὴν ἀλλοτρίαν οἰκεῖν ἀφωρίσθησαν, συσχεθῆναι δὲ καὶ τοὺς τούτοις προσήκοντας καὶ καθ᾽ αἷμα συναπτομένους καὶ θανάτῳ πάντας ὑποβληθῆναι· οὕτω γὰρ ἂν καὶ Ἀνδρόνικον γένοιτο, τὸν ἀγαθῇ τύχῃ Ῥωμαίων τὰ τῆς βασιλείας σκῆπτρα διέποντα, βραχύ τι γοῦν ἀναπνεῦσαι, ταῖς κοιναῖς φροντίσι βαλλόμενον καὶ τὰς τῶν ἐπιβούλων κακογνωμοσύνας ὑποβλεπόμενον, καὶ αὐτοὺς δὲ τοὺς ἀλλοεθνεῖς Σικελιώτας ᾆσαί ποτε παλινῳδίαν, μηδένα ἔτι τὸν αὐτοῖς ὑφηγούμενον ἔχοντας ὁπόσα χρῆναι κατὰ Ῥωμαίων ποιεῖν.

πάντες γὰρ οὗτοι συσχεθέντες καὶ τοὺς ὀφθαλμοὺς ἐξορυχθέντες ἀμεταθέτως ἔχουσι τῆς κακονοίας καὶ οὐδείς ἐστι τοῦ λοιποῦ τρόπος ὁ σωφρονίσων αὐτούς, μόνη δὲ ἡ τοῦ ζῆν ὑπολείπεται στέρησις, ἣν ὡς τελευταίαν καὶ σώτειραν ἄγκυραν δεῖ ἡμᾶς ἐπιχαλᾶν τοῖς κακόφροσιν, οἳ τοσοῦτόν εἰσι φρενοβλαβεῖς τε καὶ ἀποτρόπαιοι, ὡς πρὸς κέντρα λακτίζειν καὶ μὴ συνιέναι ὅλως ὡς καθ᾽ ἑαυτῶν οἱ λασιόκωφοι τὴν μάχαιραν θήγουσιν.„ Οὕτω μὲν οὖν καὶ τοιαῦτα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, διεξῄει τὸ ἄθεσμον ἐκεῖνο θέσπισμα, ἐφεξῆς δ᾽ ὁ τῶν συλληφθησομένων καὶ τεθνηξομένων κατάλογος ἦν. ὑπεδηλοῦτο δὲ καὶ ὁ τρόπος, καθ᾽ ὃν ἀποθνήσκειν ἕκαστος ἤμελλον.

Ἐγὼ γοῦν καὶ τὰς ἄλλας μὲν τῶν ἀνδρῶν τουτωνὶ πράξεις διὰ θαύματος τίθεμαι καὶ ἀνοσίας παντάπασιν ἥγημαι, τὴν δὲ νῦν ἀφηγουμένην καὶ λίαν ὑπερεκπέπληγμαι καὶ θαυμάζω, πρὸς τί περατωθησόμενον ταύτην ἐκύρωσαν ἢ πῶς ποτε κρίνοντες τὴν ἑαυτῶν μιαιφονίαν προσῆπτον θεῷ καὶ κίνησιν θεόθεν ἀνερυθριάστως ὠνόμαζον ἣν ὁ ἀρχῆθεν ἀνθρωποκτόνος σκέψιν αὐτοῖς ὑφηγήσατο, ἐξὸν ἑτέρως προοιμιάζεσθαι καὶ μὴ ἀναιδῶς οὕτω καὶ ἀπεριβομβήτως φθέγγεσθαι, μηδὲ γυμνῇ κεφαλῇ τὸ θεῖον συκοφαντεῖν ὡς χαῖρον αἵμασιν, ὃ πρώτως εἰς τὸ εἶναι τὸν ἄνθρωπον ἔκτισε μὴ πεποιηκὸς θάνατον καὶ οὗ ἐνώπιον φωνὴ αἵματος Ἄβελ βοᾷ καὶ ὃ διαρρήδην κέκραγε μὴ βούλεσθαι τὸν τοῦ ἁμαρτωλοῦ θάνατον ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆσαι.

Καὶ οἱ μὲν οὕτω παντὸς ἀπώλειαν καταψηφισάμενοι τὸν σύλλογον διέλυσαν· Ἀνδρόνικος δὲ τὰς ἐπὶ ταῖς πράξεσι ταύταις ταῖς μυσαραῖς ἐκτιθεμένας δικαστικὰς ψήφους ἀνὰ χεῖρας δεχόμενος ἐφύλαττεν ἐν φωριαμῷ ἀσφαλῶς, οὐκ οἶδ᾽ ὅ τι διανοούμενος, οἶμαι τὸ ἐσόμενον προσκοπούμενος καὶ δεδιὼς φόβον, ὃς ἐπῆλθεν αὐτῷ μετέπειτα. συσχεθεὶς γὰρ καὶ λόγους ὧν διεπράξατο παρὰ τῶν συνεληλυθότων εἰσπραττόμενος ἑαυτὸν ἀπηλλοτρίου τῶν γενομένων, ἐφ᾽ οἷς τινας παρελύπησεν ἢ κακώσεσι σωματικαῖς καθυπέβαλε, καὶ τοὺς μὲν δικαστὰς ἔφασκε καὶ τὴν γερουσίαν ἀποφαίνεσθαι τὰς τιμωρίας, ἃς ὑπέστησαν καὶ ὁποίας πεπόνθασιν οἱ προσκεκρουκότες αὐτῷ πρὸ τῆς ἀρχῆς καὶ κατὰ τὴν βασιλείαν αὐτήν, αὐτὸν δὲ ταῖς ἐκείνων γνώμαις ὑπηρετεῖν (μηδὲ γὰρ εἰκῇ φορεῖν τὴν μάχαιραν) καὶ χρᾶν τὴν χεῖρα εἰς πέρας ὧν ἀπεφαίνοντο.

Τότε δ᾽ οὖν τὴν ἐξενεχθεῖσαν ψῆφον πληροῦν ἐπεβάλετο, πρὸς ἣν ὁ υἱὸς αὐτοῦ ὁ σεβαστοκράτωρ ἀπεπήδησε Μανουήλ, εἰπὼν μηδαμῶς συντίθεσθαι πράξει, ἥτις μὴ καθ᾽ ὁρισμὸν τελεῖται βασιλικόν, ὡς οἱ θεσπίζοντες προαναβάλλονται, καὶ ἄλλως δὲ μὴ ἀνασχέσθαι ὁπωσοῦν ποτε ἀπόφασιν οἰκειώσασθαι ὑπὸ κρίμα θανάτου τιθεῖσαν σχεδὸν τὸ Πανρώμαιον καὶ μὴ μόνον ἀφανίζουσαν ὁπόσοι Ῥωμαίων προήλθοσαν, ἀλλὰ καὶ τῶν ἐξ ἔθνους οὐχὶ βραχεῖς διαφθείρουσαν· εἰς γὰρ ἄπειρον ἀποτελευτήσειν τὴν τελευτήν, τοῦ μὲν διὰ τόνδε συλλαμβανομένου τε καὶ ἀναιρουμένου, κἀκείνου μὴ ἀπόλιδος εὑρισκομένου μηδὲ φυέντος ἀπὸ δρυός, ἀλλ᾽ ἐκ πατρὸς καὶ μητρός, ἢ καὶ ἐξ ἀγχιστείας τὸ συναπτόμενον εἰς γένος καὶ τὸ φίλιον ἀναφαίνοντος.

Καὶ δὴ ἀπὸ διαταγμάτων βασιλικῶν, ἀρχὴν δεξαμένων τὸ δικαστικὸν τοῦτο γνωμάτευμα, ἤμελλον ὡς πρόβατα σφαγῆς εἰς ἓν συνάγεσθαι ἄθροισμα οἱ ἐν διαφόροις ἐπαρχίαις ἐκτοπισθέντες καὶ οἱ ταῖς ὁπουδήποτε καθειργνύμενοι φυλακαῖς, ὥστ᾽ ὑφίστασθαι ἕκαστον θάνατον, εἰς ὃν ἀφώριστο, εἰ μὴ κατὰ τὸν προφήτην εἰπεῖν τὴν οἰκείαν μάχαιραν ἐπέβαλεν ὁ θεὸς ἐπὶ τὸν ἀποστάτην δράκοντα, τὸν σκολιόν, τὸν ἐν τοῖς ὕδασιν ὑποφεύγοντα τῇ καθύγρῳ ταύτῃ, ὡς ἔδειξε, βιοτῇ καὶ μηδὲν ὑπὲρ τὰ ὁρώμενα καὶ βίον τὸν ἡδονικὸν φανταζόμενον.

Συνέβη δέ τι καὶ ἕτερον εἰς τὴν τοσαύτην αὐτὸν ἐκτραχηλίσαν ἀνοσιότητα. ὁρῶν γὰρ ἁπανταχόθεν στενά οἱ τὰ πράγματα καὶ τοὺς ἐκ Σικελίας ὅσον οὐδέπω κατὰ κεφαλῆς αὐτῷ ἐπιστησομένους καὶ ὡς ἑκατογκέφαλον Τυφῶνα καταπιέσοντας, τοὺς δ᾽ ἐντὸς τὸν αὐτοῦ θάνατον διψῶντας ἐπισκοπήν τε ἡγουμένους θεοῦ καὶ λύσιν δοξάζοντας τῶν κακῶν τὴν αὐτοῦ ἀνάλυσιν ἐκ τοῦ σώματος, καὶ τὴν ἀπὸ τοῦ θείου δὲ ὑφορώμενος ἐγκατάλειψιν, οἷς πολυτρόπως τὸ ὑπερέχον ἐδάμασε, καὶ ταῦτα διατεινόμενος ἐκ τῆς αὐλῆς εἶναι Χριστοῦ καὶ τὸ αὐτὸ γένος τοῖς ἐκθλιβομένοις λαχών, πρὸς τὴν διὰ θωπείας εἴτε καὶ θεραπείας τῶν ἐναγῶν δαιμόνων πρόγνωσιν τῶν μελλόντων ὁρμᾷ, καθὰ καὶ ὁ παλαιὸς ἐκεῖνος Σαοὺλ εἰς τὰς ἐγγαστριμύθους ὕστερον ἔβλεψεν, ἃς ἐδίωκε πρότερον τὸ θεῖον ἑαυτῷ ἱλεούμενος.

Καὶ δὴ τὴν θυτικὴν καταργηθεῖσαν πάλαι ὁρῶν καὶ τὴν διὰ ταύτης δήλωσιν τῶν ἐσομένων τεθνηκυῖαν καὶ ἄφαντον ἤδη παντάπασιν, ὡσαύτως καὶ τὴν δι᾽ ὀρνίθων περιεργίας πάλαι ἀποπτᾶσαν ἐξ ὁρίων Ῥωμαϊκῶν ἐνυπνιασμούς τε καὶ κληδονισμούς, μόνους δὲ τοὺς διὰ πλυνῶν καὶ λεκανίδων φενακομάντεις περιλειπομένους καὶ τοὺς ὅσοι τὰς τῶν ἄστρων θέσεις περισκοπεύουσιν, οὐχ ἧττον πλανῶντες ἤπερ πλανώμενοι, τὴν μὲν ἀστρονομίαν τῷ τέως ὡς συνηθεστέραν καὶ ἀξυμφανῶς τὰ μέλλοντα ὑπεμφαίνουσαν ὑπερέθετο, ὅλον δ᾽ ἐφίησιν ἑαυτὸν οἵπερ ὡς εἰπεῖν ἐν ὕδασι τεκμαίρονται τὰ ἄδηλα καὶ ὡς οἷά τινας ἀκτῖνας ἡλίου παραυγαζούσας ἰνδάλματά τινα τῶν ἐσομένων παρυφιστῶσιν ἐνθένδε.

Αὐτὸς μὲν οὖν παρεῖναι τοῖς τελουμένοις ἀπείπατο, ἐκκλίνων, ὡς ἔοικε, τὴν κωτίλον φήμην, ἣ τὰ ἐν κρυπτῷ δρώμενα διορᾷ καὶ τίθησι τοῖς ἅπασιν ἔκφορα, ἀνατίθησι δὲ τὴν μυσαρὰν ταύτην νυκτεργασίαν τῷ Ἁγιοχριστοφορίτῃ Στεφάνῳ, οὗ πολλάκις ἐμνήσθημεν. ὁ δὲ τὸν Σὴθ παραλαβών, ἐκ βούπαιδος τετελεσμένον τὰ τοιαδὶ καὶ τούτων ἕνεκεν ἐκκοπέντα τὰς κόρας παρὰ τοῦ βασιλέως Μανουήλ, ὡς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκαμεν, ἐρώτησιν τίθησι δι᾽ ὧν ἔδρασεν (ὅσα ἐμοὶ μὲν γνῶναί τε καὶ εἰπεῖν οὐχ ἡδύ, μαθεῖν δ᾽ ἑτέρωθεν ἔξεστι τοῖς βουλομένοις) εἰδέναι, ὅς ἐστιν ὁ μετὰ τὸν βασιλέα ἄρξων Ἀνδρόνικον ἢ καὶ παραλύσων αὐτὸν τῆς ἀρχῆς. τὸ δὲ πονηρὸν ἀποκρίνεται πνεῦμα, ἢ μᾶλλον ἀμυδρῶς ὡς ἐν ὕδασι, καὶ τούτοις θολεροῖς, παραδείκνυσι τῶν πρώτων γραμμάτων τινὰ Ἰσαάκιον νοεῖν ὑπεμβάλλοντα, οὐχ ἅπαν ξυνθὲν τὸ ὄνομα, ἀλλὰ σίγμα προφῆναν ὁποῖον τὸ τῆς σελήνης ἡμίτομον, καὶ τούτου ὄπισθεν προσδιατυπῶσαν ἰῶτα, εἰς τὸ ἀξυμφανὲς ἄγον ἐντεῦθεν τὸ μάντευμα καὶ οἷον τοῦ ἐσομένου προκέντημα, ἢ ἀληθεστέρως εἰπεῖν, ὃ μὴ ἀκριβῶς ἠπίστατο, τοῦτο τῇ ἀσαφείᾳ ὑπομελαῖνον τὸ πολυμερὲς τὴν κακίαν νυκτινόμον δαιμόνιον, τὸν τοῦ ψεύδους ἐκτρεπόμενον ἔλεγχον.

ὥστε καὶ Ἀνδρόνικος Ἴσαυρον ὑπετόπασεν, ἐξ ὧν ἤκουσε, τὰ ὀφθέντα σημαίνειν· καὶ τοῦτον εἶναι ἰσχυρίζετο τὸν Κομνηνὸν Ἰσαάκιον, ὃς τῆς Κύπρου κατετυράννευσε καὶ ὃν ἐνήγετο ὑποπτεύειν ἐνδελεχῶς ὡς διάδοχον τῆς ἀρχῆς, ἐπειδὴ καὶ Ἰσαυρίας ἀπάρας εἰς Κύπρον ἀφίκετο, κακοεργὸς ὡς οὔπω τις ἕτερος καὶ φθοροποιὸς Τελχὶν καὶ θάλασσα πελαγίζουσα συμφορὰς ἢ γοῦν Ἐριννὺς ἐπιμανεῖσα τοῖς πρώην εὐδαίμοσι τῆς νήσου ταύτης οἰκήτορσι· συμπαθητιῶ γὰρ ἐν ῥήμασι τοῖς ἐν πράγμασι πεπειραμένοις τοῦ κοινῇ συμπεσόντος ἐκείνοις κακοῦ.

Ἀγασάμενος δ᾽ Ἀνδρόνικος τὸν χρησμὸν “μὴ ἐρώτα„ εἶπε “μόνον τὸν διαδεξόμενον, ἀλλὰ πρόσθες καὶ τὸν καιρόν.„ γενομένης οὖν καὶ περὶ τοῦ καιροῦ ἐρωτήσεως, ἐμπεσὸν καὶ ψοφῆσαν τῷ ὕδατι τὸ μερικὸν καὶ γεωχαρὲς πνεῦμα ἐφοίβασε δι᾽ ἐπᾳσμάτων, ὁποῖα μὴ ἐκφαίνειν χρεών, ὡς ἐντὸς τῶν ἡμερῶν τῆς ὑψώσεως τοῦ σταυροῦ. ἦν δὲ ἀρχόμενος ὁ Σεπτέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο. ὡς δὲ ἠκηκόει καὶ τὰ περὶ τῆς δευτέρας Ἀνδρόνικος πεύσεως, ἀηδές τι καὶ διεψευσμένον μειδιάσας καὶ ἀτεχνῶς σαρδόνιον καὶ εἰπὼν ὡς λῆρος ὁ χρησμὸς οὗτος (ποῦ γὰρ δυνήσεται Ἰσαάκιος Κυπρόθεν καταπλεῦσαι διὰ μετρίων πάνυ τουτωνὶ ἡμερῶν καὶ καθελεῖν αὐτὸν τῆς ἀρχῆς;) οὐδ᾽ ὅλως προσέσχε τοῖς εἰρημένοις. φήσαντος δὲ τοῦ Ἀποτυρᾶ Ἰωάννου (ἦν δ᾽ οὗτος κριτὴς τοῦ βήλου παρ᾽ Ἀνδρονίκου προβεβλημένος καὶ θερμὸς διὰ τοῦτο τῶν αὐτοῦ θελημάτων ὑπηρέτης) ὡς δεῖ συλληφθέντα ἐξ ἀνθρώπων γενέσθαι τὸν Ἰσαάκιον Ἄγγελον, μήπως εἰς τοῦτον ἀφορῶσι τὰ τοῦ μαντεύματος, αὐτοὶ δὲ τὰ πόρρωθεν φαντάζονται τὰ ἐν ποσὶν ὑπερβαίνοντες, οὐδ᾽ οὕτω τῷ χρησμῳδήματι ἔθετο. τοὐναντίον μὲν οὖν καὶ μωκίαν κατέχεε τοῦ Ἀποτυρᾶ, εἰ τοιαῦτα ὅλως φαντάζεται Ἰσαακίου ἕνεκα τοῦ Ἀγγέλου, ἐξουθενῶν ἅμα ἐς μαλακότητα ἤθους τὸν ἄνδρα καὶ πρὸς οὐδὲν κατόρθωμα τοῦτον ἐνδέξιον εἶναι διατεινόμενος· ἤγγιζε γὰρ τὸ μόρσιμον καὶ ἦν τὸ θεῖον αὐτοῦ συνετώτερον.

Πλὴν θερμουργὸς ὢν ὁ Ἁγιοχριστοφορίτης Στέφανος καὶ τοῦ κυρίου βασιλέως παντοίως κηδόμενος τὸν Ἰσαάκιον προσέθετο συλλαβεῖν καὶ πρῶτα μὲν ἐνεῖρξαι φυλακῇ, εἶτα καὶ θανάτῳ ὑπαγαγεῖν, ᾧ ἂν Ἀνδρόνικος δοκιμάσειεν. οὐκοῦν εἰς τὴν οἰκίαν Ἰσαακίου παραγενόμενος, ἐγγὺς οὖσαν τῆς μονῆς τῆς Περιβλέπτου, περὶ δείλην τῆς ἑνδεκάτης τοῦ Σεπτεμβρίου μηνὸς τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τετάρτου ἔτους, καὶ τὴν αὔλειον εἰσελθὼν ἐπέταττεν Ἰσαακίῳ κατελθεῖν καὶ ἕπεσθαί οἱ, ἔνθα ἂν προάγῃ. τοῦ δὲ ὡς εἰκὸς ἀναβαλλομένου, ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος κακὸν ἔσχατον συλλελόγιστο, ὁ δὲ καὶ βίαν προσεπῆγε καὶ τοῖς συνοῦσιν ἐπετίμα μὴ καὶ πρὸς τὴν πρώτην ἀναβολὴν ἁπτομένοις αὐτοῦ τῶν τριχῶν καὶ λαζομένοις ἐκ τοῦ γενείου καὶ ἀτίμως τοῦ δωματίου κατάγουσι καὶ ἀπάγουσιν ἐπὶ κεφαλὴν ὠθούμενον καὶ τυπτόμενον εἰς ἣν ἂν αὐτὸς καθηγήσεται κάθειρξιν.

Καὶ οἱ μὲν ὀπαδοὶ πρὸς τοῖς ἐπιτεταγμένοις ἦσαν· ὁ δ᾽ Ἰσαάκιος τὴν θήραν ἰδὼν ἄφυκτον καὶ ἀνυπεξάλυκτον τὴν σαγήνην, ἣν ἐφήπλωσεν ὁ ἐπελθὼν ἐκείνῳ ἀσπαλιεύς, καὶ ἤδη συνέχουσαν, οὐ δειλανδρεῖ οὔτε μὴν φιλοψυχεῖ, ἀλλ᾽ ὡς τεθνηξόμενος προτίθεται μαχέσασθαι, εἴ πως οὐχὶ τεθνήξεται, ἢ μᾶλλον μὴ ἔχων ἄνετα κροαίνειν ὡς ὁ ἀκοστήσας ἵππος Ὁμήρειος καὶ ποδὶ κατὰ πεδίων ἐλευθέρῳ φέρεσθαι (ἡ γὰρ ἅρπη ἤδη ἐτέτατο καὶ ἡ σύλληψις οὐκ ἦν δυσχερὴς) μιμεῖται τὸν πολεμιστήριον καὶ τὸ οὖς ἀναστήσας ὡς πρὸς σάλπιγγα ἠχοῦσαν τὸ ἐνυάλιον καὶ φρίξας κόμην τὴν ἐπαυχένιον καὶ φριμάξας ὁμόσε χωρεῖ καταφρονητὴς ξιφῶν, ὑπερόπτης Ἄρεος, ἀπειλῶν οὐδ᾽ ὁπωσοῦν ἐμπαζόμενος.

Ἀμέλει καὶ ὡς εἶχε τὸ ξίφος σπασάμενος (εἶχε δὲ ἀπερικαλύπτως τῆς κεφαλῆς, τὸ δὲ σῶμα λωπίῳ διχρώμῳ συνεῖχε περὶ τὴν ἰξὺν καταβαίνοντι, ἔκτοτε δὲ διαιρουμένῳ διχῇ) καὶ τὸν ἴππον ἀναβὰς τὴν χεῖρα ἀνατείνει ξιφήρη κατὰ τῆς τοῦ Ἁγιοχριστοφορίτου κεφαλῆς. ὁ δὲ τὴν Ἰσαακίου ὁρμὴν πτοηθεὶς ἐκξιφισαμένου καὶ θανατῶντος προδήλως μεταστρέψας τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, καὶ συχνὰ κεντρίζων τὴν ἡμίκερκον τῆς ἐξόδου ἅπας γίνεται. ἀλλ᾽ οὔπω ἀκριβῶς τὴν πύλην διεληλύθει, καὶ Ἰσαάκιος καιρίαν κατάγει καὶ πλήττει κατὰ μέσον τὸ κρανίον τὸν δείλαιον. καὶ διχῇ διελὼν ἐκεῖνον μὲν ἐᾷ κύρμα προκεῖσθαι κυσίν, ὡς βόσκημα σφακελίζοντα καὶ τῷ ἰδίῳ παλυνόμενον αἵματι, αὐτὸς δὲ τῶν ἐκείνου ὀπαδῶν ὃν μὲν διαθροήσας καὶ γυμνῷ μόνῳ τῷ ξίφει, ἑτέρου δὲ τὸ ὠτίον ἀφελόμενος καὶ ἄλλον ἄλλοσε διαστήσας, ὡς ἐπὶ τὰ σφῶν ἕκαστον ἀπαλλάσσεσθαι, ὅλῳ ῥυτῆρι πρὸς τὸν Μέγαν ἵεται Νεὼν διὰ τῆς λεωφόρου μέσης καὶ τῆς ἀγορᾶς διιὼν καὶ πᾶσι διαπρυσίως. φθεγγόμενος ὡς διεχρήσατο τῇ σπάθῃ ταύτῃ (ἔτι γὰρ γυμνὴν ἔφερε τῇ χειρὶ) τὸν Ἁγιοχριστοφορίτην Στέφανον.

Καὶ ὁ μὲν ὡς εἶχε τὸν θεῖον εἰσιὼν ναὸν ἄνεισι τὸν ἀνάσταθμον, ὃν οἱ φονεῖς ἀνερχόμενοι τὸ οἰκεῖον ἀνακεκαλυμμένως διατρανοῦσι πλημμέλημα τὴν ἐκ τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸ ἱερώτατον τέμενος αἰτοῦντες συγχώρησιν· τὸ δὲ πλῆθος τῆς πόλεως, ὃ μὲν αὐτοψεὶ τὸν Ἰσαάκιον θεασάμενον ἐς τὸν Μέγαν Νεὼν ἐπελαύνοντα, ὃ δὲ εἰς ἀκοὴν ὠτίου δεξάμενον τὸ πραχθέν, συρρέει κατὰ χιλιοστύας αὐτίκα αὐτόν τε ὀψόμενον Ἰσαάκιον καὶ τὸ ἐπ᾽ αὐτῷ γενησόμενον ὀφθαλμοῖς ἐθέλον παραλαβεῖν· πάντες γὰρ ᾤοντο μὴ ἂν ἐπιδῦναι τὸν ἥλιον, καὶ Ἰσαάκιον συλληφθέντα παρ᾽ Ἀνδρονίκου τίσειν δίκας τὰς ἀνηκέστους καὶ τιμωρίας καινὰς εἰς αὐτοῦ κάκωσιν ἐπινοηθῆναι παρὰ τοῦ κομψοῦ τὰ τοιαῦτα μαγγανευτοῦ. συμπαραγίνεται δέ οἱ καὶ τὴν αὐτὴν στάσιν ἀσπάζεται ὁ πρὸς πατρὸς Ἰσαακίῳ θεῖος, Ἰωάννης ὁ Δούκας, καὶ ὁ τούτου υἱὸς Ἰσαάκιος, οὐχ ὅτιπερ Ἰσαακίῳ ἦσαν συμμέτοχοι τῆς τοῦ Ἁγιοχριστοφορίτου σφαγῆς καὶ κοινωνοὶ τοῦ αἵματος τούτου, ἀλλ᾽ ὅτι παρεπομένην ᾔδεσαν ἐγγύῃ τὴν ἄτην, ἣν ὑπὲρ ἀλλήλων ἔδοσαν Ἀνδρονίκῳ, τὴν ἐς αὐτὸν κρατυνάμενοι πίστιν ἀναγκαστῶς.

Ἀμέλει καὶ οἱ μὲν ὡς ὅσον οὐδέπω συλληφθησόμενοι καὶ πρὸ ὀφθαλμῶν τὸν θάνατον ἔχοντες περιδεεῖς ἦσαν καὶ τοὺς ὀδόντας ἐκροτάλιζον ἀτεχνῶς καὶ τοὺς συνεισδραμόντας εἰς τὸ ἱερὸν ξύγκλυδας καὶ ἀεὶ ἐπεισρέοντας γλωττηματικώτερον ὁμιλοῦντες καθικέτευον συμπαραμεῖναι σφίσι καὶ ἐπαρήξειν, ὡς ἔχουσι, τὰ ἔσχατα πείσεσθαι κινδυνεύουσι. καὶ ἦσαν οἳ κατένευον πρὸς τὴν αἴτησιν καὶ ᾤκτειρον τῆς ἐνεστώσης τύχης τοὺς ἄνδρας. ἐπεὶ δὲ τῶν ἐκ τοῦ βασιλέως παρῆν οὐδεὶς ἀγανακτῶν ἐπὶ τοῖς γεγενημένοις τούτοις, οὐ τῶν γένει λαμπρῶν, οὐ τῶν Ἀνδρονίκῳ τηρούντων εὔνοιαν, οὐ πελεκυφόρος βάρβαρος, οὐχ οἱ τὰ ὑσγινοβαφῆ φοροῦντες ῥαβδοῦχοι, οὐ τῶν ἁπάντων τις ἕτερος, ἔτι μᾶλλον οἱ συλλεγέντες ἦσαν θρασεῖς καὶ λελυμένῃ καὶ ἀχαλίνῳ γλώττῃ ἐχρῶντο τῇ τῶν κωλυσόντων ἐρημίᾳ πτερούμενοι καὶ πᾶσαν βοήθειαν συνεισενεγκεῖν ἐπηγγέλλοντο.

Ὅλην μὲν οὖν τὴν τότε νύκτα οὕτω παρίππευσεν Ἰσαάκιος, οὐ λόγον βασιλείας τιθέμενος, ἀλλὰ περὶ τοῦ μὴ κατατυθῆναι δεόμενος· ᾔδει γὰρ τὸν κρεωβόρον Ἀνδρόνικον ὡς βοῦν αὐτὸν ἱερεύσοντα ἢ μᾶλλον καὶ ὠμῶν τῶν αὐτοῦ σαρκίων ἀπογευσόμενον κατὰ Κύκλωπα. ἐκ δὲ τῆς ἐπιμελοῦς ἱκετείας ἔσχε τινὰς τῶν συνειλεγμένων τὰς πύλας ἐπικλίναντας τοῦ νεὼ καὶ φῶτα εἰσενέγκαντας καὶ τῷ καθ᾽ ἑαυτοὺς ὑποδείγματι τούτῳ πολλοὺς συμπείθοντας μὴ μεθίστασθαι οἴκαδε. πρωΐας δὲ γενομένης οὐκ ἦν ὅστις οὐ παρῆν οἰκήτωρ τῆς πόλεως, οὐδ᾽ ἐθεοκλύτει αὐτοκρατορήσειν μὲν Ἰσαάκιον, Ἀνδρόνικον δὲ καθαιρεθῆναι τῆς βασιλείας καὶ συλληφθέντα παθεῖν ὁπόσα δέδρακε τῇ τῶν ὅλων σχεδὸν ἐπιβουλεύων ζωῇ.

Ἔτυχε μὲν οὖν τῷ τότε κατὰ θεῖον, ὡς ἔοικε, μὴ παρεῖναι τοῖς ἀρχείοις Ἀνδρόνικον, ἀλλ᾽ ἐς τὸ ἑῷον μέρος τοῦ ἀναπλεομένου τῆς Προποντίδος πορθμοῦ περὶ τὰ τοῦ Μηλουδίου κεκλημένα διατρίβειν βασίλεια. ἔνθεν τοι καὶ περὶ τὴν πρώτην φυλακὴν τῆς νυκτὸς τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον ἐνωτισάμενος τότε μὲν ἔμεινε κατὰ τόπον, μηδέν τι ἐπιτάξας ἕτερον ἢ γραμματίῳ βραχεῖ τοὺς μεγαλοπολίτας δεξιωσάμενος παύσασθαι παραινῶν τοῦ νεωτέροις ἐγχειρεῖν πράγμασιν, οὕτω πως ἀρχομένῳ “ὁ λαβὼν ἔλαβεν, ἡ δὲ δίκη ἐκόπη.„ Ἕωθεν δὲ ὅσοι τε Ἀνδρόνικον ἐθεράπευον καταστέλλειν ἐπειρῶντο τὸν ὄχλον κυμαινόμενον καὶ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ μέγα παλάτιον παραγίνεται τριήρει βασιλικῇ. ἀλλ᾽ οὐδὲ μία τις ἦν ἀναστολὴ τῆς τοῦ λεὼ συρροῆς, οὔτ᾽ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ ἀρχεῖον εἶναι ἀπαγγελλόμενος ἐξέκρουσέ τινας τῆς ὁρμῆς. ἀλλ᾽ οὐδὲ ὁ εἰσηγούμενός τι ἕτερον παῦον τὴν συνδρομὴν εἰς ὦτα ἐῴκει λέγειν ἀκουόντων· πολλοὶ μὲν οὖν καὶ ἐγγὺς τοῦ τεθνάναι ἤλθοσαν μόνον ὑπογρύξαντες καὶ μὴ καλὸν ἔργον γίνεσθαι φάμενοι. ἀλλ᾽ ὡς ἐξ ἑνὸς συνθήματος ἅπαντες παγγενεί τε καὶ πανδημεὶ ἔθεον ἔνθους καὶ ἀτεχνῶς κορυβαντιῶντες εἰς τὸ τοῦ Λόγου μέγιστον τέμενος ἀλλήλους παραθήγοντες, ἐρεσχελοῦντες τοὺς μὴ ταὐτοζήλους μήτε μὴν τὰς χεῖρας ὁπλίζοντας ὅπλῳ ὁτῳδή, ἀλλ᾽ ἀργοὺς οὕτως ἑστῶτας καὶ θεωμένους τὰ παρ᾽ ἄλλων γινόμενα.

οἱ δὲ λογικῶν μαθημάτων ἐν μεθέξει καὶ μέλος ἀπεκάλουν αὐτοὺς σεσηπὸς μὴ συμπάσχον τῷ λοιπῷ τῆς πολιτείας σώματι καὶ πληρώματι.

Ἐπὶ τούτοις διαθλῶσι τὰς κλεῖς καὶ τοὺς ὀχέας τῶν δημοσίων φρουρῶν καὶ τοῖς φυλακίταις τιθέασι τὴν ἔξοδον ἄνετον, οὐ πᾶσιν οὖσι κακούργοις, ἀλλὰ καὶ γένους μετειληχόσι λαμπροῦ, κακουχουμένοις δ᾽ ὅμως ἐν δεσμωτηρίοις διά τι συμπεσὸν βραχὺ ἁμάρτημα ἢ παράφθεγμα ἢ καὶ φίλου κακούργημα προβὰν ἐς Ἀνδρόνικον. τοῦτο δ᾽ ἔτι μάλιστα τὸ πλεῖον συναγήοχε τοῦ λαοῦ καὶ τοὺς κατ᾽ Ἀνδρονίκου τονθορύζοντας πρότερον καὶ ὀκνοῦντας τὴν πρᾶξιν ὡς κίνδυνον ὑποφαίνουσαν εἰς ἐναντίαν μοῖραν μετέστησεν ἀκραιφνῶς. ἦν οὖν ἐκ τοῦδε ἰδεῖν ξιφηφοροῦντας οὐκ ὀλίγους καὶ θυρεοφόρους καὶ πεφραγμένους θώραξιν οὐ βραχεῖς, τοὺς δὲ πλείστους ῥοπάλοις καὶ τοῖς ἐκ τῶν ἐργαστηρίων ξύλοις τὰς χεῖρας ὁπλίσαντας. καὶ συναγωγῆς πλείστης λαοῦ μεθ᾽ ὁρμῆς τοιαύτης γεγενημένης βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται Ἰσαάκιος, τινὸς τῶν νεωκόρων τὸ τοῦ μεγάλου Κωνσταντίνου στέφος, ὅπερ ἄνωθεν ἀπῃώρητο τραπέζης τῆς μυστικῆς, κατενεγκόντος διὰ κλίμακος καὶ τῇ τοῦ Ἰσαακίου κεφαλῇ ἐφαρμόσαντος.

Ἵνα δὲ μηδὲ τοῦτο εἴη ἀνιστόρητον καὶ ἀκοαῖς ἀπεριήχητον τῶν ἐσέπειτα, ὁ μὲν Ἰσαάκιος ἐδυσκόλαινε πρὸς τὴν στεφηφορίαν οὐχ ὡς ἔρωτα μὴ τρέφων ἀρχῆς, ἀλλ᾽ ὡς ὑφορώμενος τὸ τοῦ πράγματος ἐργῶδές τε καὶ δυσέφικτον καὶ ὄναρ οὐχ ὕπαρ ἄντικρυς ἐπιτελεῖσθαί οἱ τὰ παρόντα οἰόμενος, ὑποβλεπόμενος δὲ καὶ τὴν Ἀνδρονίκου ὀργιλότητα καὶ μὴ ἐντεῦθεν ἐκμῆναι τοῦτον πλειόνως βουλόμενος. συνεστὼς δὲ ὁ δηλωθεὶς ἄνωθεν Δούκας τὸν πῖλον τῆς κεφαλῆς ἀφελόμενος ἑαυτῷ περιθέσθαι ἱκέτευε τὸ διάδημα, ἐψιλωμένον τριχῶν προδεικνὺς κρανίον καὶ τὴν φαλάκραν ὡς πλησίφωτον σελήνην ὑπερφαίνουσαν. ὁ δ᾽ ὄχλος ἀπηναίνοντο φάσκοντες μηκέτι γέροντα ἄρχειν βούλεσθαι ἢ βασιλεύειν ἐπ᾽ αὐτούς· πολλῶν γὰρ ἐμφορηθῆναι κακῶν ἐκ τοῦ πολιότριχος Ἀνδρονίκου καὶ δι᾽ αὐτὸν μισεῖν τε καὶ ἀποστρέφεσθαι πάντα σοροδαίμονα καὶ πολυετῆ ἄνθρωπον, καὶ μάλιστα εἰ καθειμένον ἔχει τὸ γένειον διχῇ διῃρημένον καὶ μυουρίζον περὶ τὴν τελευτὴν τοῦ πώγωνος.

Οὕτω τοίνυν εἰς βασιλέα χρισθέντος Ἰσαακίου, συνέβη καὶ ἕτερόν τι ἀξιαφήγητον. ἵππων γὰρ χρυσοφαλάρων βασιλικῶν ἐκ τῆς περαίας κατὰ τὸν πόρον τῶν Κιονίων διαπορθμευομένων εἷς τοὺς πόδας ἀναβαλὼν καὶ τυραννήσας τὸν ἱπποκόμον ἔθεε διὰ τῶν λεωφόρων καὶ συλληφθεὶς εἰσάγεται Ἰσαακίῳ πρὸς ὄχησιν.

Καὶ ὁ μὲν ἐκ τοῦ Μεγίστου Νεὼ ἀπαίρει συνεπόμενον ἔχων τὸν πατριάρχην Βασίλειον τὸν Καματηρόν, ἐπεὶ καὶ τοῦτον τὸ πλῆθος συμπράττειν καὶ συνεπευδοκεῖν τοῖς τελουμένοις ἄκοντα ἐπεσπάσατο· ὁ δ᾽ Ἀνδρόνικος κατὰ τὸ μέγα γεγονὼς ἀρχεῖον, ἐπεὶ ὁ συμμιγὴς θροῦς ἐκέντει αὐτοῦ τὰ ὦτα, μετὰ βραχὺ δὲ καὶ τὴν ὄψιν τῶν γινομένων εἶχε διδάσκαλον, ἐπέβαλε μὲν τῇ ἀντιμαχήσει τοῦ πλήθους καὶ τοὺς συνόντας συνεκρότει πρὸς πόλεμον, εὑρίσκων δὲ βραχεῖς ἐκ τούτων ἑτοιμοπειθεῖς πρὸς τὸ ἐκείνου σκέμμα καὶ σύνθημα ηὐτούργει καὶ αὐτὸς ἐν τῷ μέρει τὸν πόλεμον, τόξον δοὺς τῇ χειρὶ κἀκ τῶν τοῦ μεγίστου πύργου διασφάγων, ὃς κικλήσκεται Κεντηνάριον, ἀφιεὶς τοῖς ἐπιοῦσι βέλεμνα. γνοὺς δὲ ὡς μάτην ἀνηνύτοις ἐπιχειρεῖ διά τινος ὁμιλεῖν προάγεται τοῖς λαοῖς, ἀποτίθεσθαι λέγων τὴν βασιλείαν καὶ παραπέμπειν ταύτην πρὸς τὸν παῖδα τὸν Μανουήλ, πεποιθὼς ἐντεῦθεν καταστεῖλαι τὸν θόρυβον καὶ τὸν ἐπ᾽ ἀκμῆς καὶ παρὰ βραχὺ κίνδυνον ἀποκρούσασθαι. οἱ δὲ πλειόνως ἐπὶ τῷ ῥήματι τούτῳ ἐκτραχυνθέντες ὕβρεσιν αὐτὸν ἁπάσαις ἀπαισίοις ἔπλυνον καὶ ὃν ἔφασκε τῆς βασιλείας καταλιπεῖν κληρονόμον.

Ἐπεὶ δὲ τὸ πλῆθος ἦν εἰσχυθὲν ἔσωθεν τῶν ἀνακτόρων, ἀνατραπείσης τῆς πύλης, ἥτις Καρέα λέγεται, τρέπεται πρὸς φυγὴν καὶ τὸ φοινικοβαφὲς πέδιλον τοῦ ποδὸς ἀφελιξάμενος καὶ τὸ ἀρχαῖον αὐτῷ περιφύλαγμα τὸν σταυρὸν ὁ θεοβλαβὴς ἀποτραχηλισάμενος ἐκεῖ που καὶ πῖλον βαρβαρικὸν τῇ κεφαλῇ περιθέμενος, ὃς ἐς ὀξὺ λήγων πυραμίδι εἴκασται, τὴν βασιλικὴν εἴσεισιν αὖθις τριήρη, δι᾽ ἧς ἐκ τοῦ Μηλουδίου πρὸς τὸ μέγα παλάτιον ἐσαφίκετο. καὶ γενόμενος αὖθις κατὰ τὸ αὐτὸ κατάντημα, δύο ἐκ τῶν γυναικῶν προσλαβόμενος, Ἄνναν τὴν ἁρμοσθεῖσαν Ἀλεξίῳ τῷ βασιλεῖ, ἐκείνου δὲ γενομένου ἐξ ἀνθρώπων ᾧ εἰρήκειμεν θανάτῳ γαμηθεῖσαν Ἀνδρονίκῳ, καὶ τὴν ἑταιρίδα Μαραπτικήν, ἧς ἐνεθουσία τῷ ἔρωτι καὶ προσπαθῶς εἶχεν Ἀνδρόνικος ὡς οὐδὲ πάλαι τῆς Λαμίας ὁ πολιορκητὴς Δημήτριος, ἣν Πτολεμαῖον καταγωνισάμενος ἐν Κύπρῳ ἔλαβε δορυάλωτον αὐλοῦσαν οὐκ εὐκαταφρονήτως, ἤλαυνε κατὰ κράτος ἣν προέθετο. ᾑρετίσατο δὲ τὴν ἐπὶ τοὺς Ταυροσκύθας πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν καὶ τοπαρχίαν ἄλλην ἐθνικὴν ὡς ἐπίβουλον ἀθετήσας.

Καὶ τοῦτον μὲν τὸν τρόπον Ἀνδρόνικος τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀπεσφαίριστο, Ἰσαάκιος δὲ τῶν ἀρχείων εἴσω παρελθὼν καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὑπὸ τῶν συνεληλυθότων ὄχλων αὖθις ἀναρρηθεὶς στέλλει τοὺς ὀπίσω Ἀνδρονίκου καταδιώξοντας. τὸ δὲ τοῦ δήμου πολύ, ἐπειδὴ τὰ ἀνάκτορα ἄνετα ἐγεγόνεισαν καὶ οὐδεὶς ἦν ὁ κωλύσων αὐτοὺς ἢ ἀπάξων τοῦ δρᾶν οἷα καὶ ὅσα βούλοιντο, διαρπάζουσιν οὐ μόνον ὁπόσα χρήματα εὕραντο παρὰ τοῖς Χρυσιοπλυσίοις ἔτι ταμιευόμενα (ἦσαν δὲ ἄνευ τῶν μὴ κεκομμένων εἰς νόμισμα ὑλῶν χρυσίου κεντηνάρια δώδεκα, ἀργυρίου τριάκοντα καὶ τοῦ ἐκ χαλκοῦ κόμματος διακόσια), ἀλλὰ καὶ πᾶν ἕτερον, ὅπερ εἶχον αἱ χεῖρες ἑνός τινος μεταφέρειν ῥᾳδίως ἢ καὶ πολλῶν συνερχομένων ὁμοῦ. ὅπλων δὲ μετήνεγκαν μυριάδας τὰς ὁπλοθήκας εἰσιόντες. προέβη δὲ τὰ τῆς ἁρπαγῆς καὶ εἰς τοὺς ἔνδον τῶν βασιλείων νεώς, ὥστε καὶ κόσμους ἀπορραγῆναι ἁγίων εἰκασιῶν καὶ αὐτὸ δὲ τὸ ἱερώτατον κλοποφορηθῆναι σκεῦος, οὗ ἔνδοθεν φήμη ἄνωθεν διαρρέει καὶ ἐς ἡμᾶς καταβαίνουσα τὸ τοῦ Κυρίου ἐπιστόλιον συνεπτύχθαι, ὅπερ οἰκείαις χερσὶν ἐξέθετο πρὸς τὸν Αὔγαρον.

Ἡμέρας οὖν συχνὰς τῷ μεγάλῳ παλατίῳ ἐνδιατρίψας ὁ βασιλεὺς Ἰσαάκιος πρὸς τὸ ἐν Βλαχέρναις ἀρχεῖον μεθίσταται, ἔνθα καὶ οἱ ἀγγέλλοντες ἐληλύθεσαν ἁλῶναι Ἀνδρόνικον. ἦν δὲ ὁ τρόπος τῆς αὐτοῦ συλλήψεως οὑτοσίν. ἀποδιδράσκων ἀφικνεῖται εἰς Χηλὴν ὀλίγους τῶν πρὸ τῆς βασιλείας ὑπηρετῶν συνεπομένους ἔχων ἑαυτῷ καὶ τὰς δύο γυναῖκας ἐπαγόμενος. ἰδόντες οὖν αὐτὸν οἱ ἐκεῖσε μηδὲν τεκμήριον περικείμενον τῶν κρατούντων, ἀλλ᾽ ὡς φυγάδα τὴν ἐπὶ τοὺς Ταυροσκύθας διαπλώϊσιν ἐπισπέρχοντα καὶ φεύγοντα μηδενὸς διώκοντος, συλλαβεῖν μὲν οὔτε ἐθάρρησαν, οὔτε ὁπωσοῦν ἐδικαίωσαν (τὸν γὰρ θῆρα καὶ γυμνὸν οὐδὲν ἔλαττον ἐδεδίεσαν καὶ πρὸς μόνην τὴν ἐκείνου θέαν κατέπτησσον), νῆα δὲ ἡτοιμάσαντο καὶ Ἀνδρόνικος μετὰ τῶν ὑπ᾽ αὐτὸν ἐμβέβηκεν εἰς αὐτήν. ὥσπερ δὲ καὶ θαλάσσης ἀγανακτούσης κατ᾽ Ἀνδρονίκου, ὅτι σώμασιν ἀθώοις τοὺς αὐτῆς κόλπους πολλάκις ἔχρανεν, ὀρθόν τε τὸ κῦμα ἵστατο καὶ εἰς χάσμα διίστατο καὶ καταπιεῖν αὐτὸν διανίστατο καὶ πρὸς χέρσον ἡ ναῦς ἐξεβράσσετο. καὶ τοῦτο πολλάκις γινόμενον ἐκόλουσε τὴν Ἀνδρονίκου περαίωσιν, ἕως οἱ καταληψόμενοι ἐπέστησαν.

Οὕτω τοίνυν ὁ τάλας Ἀνδρόνικος συσχεθεὶς ἀκατίῳ παραρριπτεῖται μετὰ τῶν γυναικῶν δέσμιος. ἀλλ᾽ ἦν κἀν τῷ τότε καιρῷ Ἀνδρόνικος ὁ πολύμητις ἐκεῖνος καὶ περίφρων Ἀνδρόνικος. συνιδὼν γὰρ ὡς χεῖρες οὐκ εἰσίν, ὡς πόδες οὐκ εἰσίν, οὐδὲ πάρεστι ξίφος εἰς τὸ δρᾶσαί τι γενναῖον καὶ διαδρᾶσαι τοὺς συλλαβόντας, ὑποκρίνεται τραγῳδίαν δεξιοστροφήσας τὸ τρίχορδον τῆς φθογγῆς καὶ θρηνῶδες ᾄδει τι μέλος καὶ περιπαθὲς ἀναβάλλεται, τὰς παλαιὰς πειθανάγκας ἀνατινάσσων καὶ περιτρέχων ὡς δεξιὸς μουσηγέτης εὐήχου ὀργάνου χορδάς, καὶ καταλέγει μελεάζων ὡς ἀηδόνες τὸ γένος ὡς ὑψηλόν, τὸ εὐγενὲς ὡς ὑπὲρ τοὺς πολλούς, τὴν προτέραν τύχην ὡς εὐτυχῆ, τὸν πάλαι βίοτον, κἂν πλάνης ἦν καὶ ἀνέστιος, μηδαμῶς ἀβίωτον, καὶ τὴν τότε κατασχοῦσαν αὐτὸν συμφορὰν ὡς λίαν οὖσαν οἰκτράν. ἀντᾳδούσας δ᾽ εἶχε καὶ τὸ μέλος γοερώτερον διασκευαζούσας οἷα σοφὰς τὰς γυναῖκας. καὶ ὁ μὲν ἦρχε τῶν θρηνημάτων, αἱ δὲ ἀντῇδον αὐτῷ συνυπακούουσαι καὶ συμψάλλουσαι.

Ἀλλ᾽ ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ πολυτροπώτατος· ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κηρὸς τὰς τῶν κατασχόντων αὐτὸν ἐπέβυσεν ἀκοάς, καὶ οὐδεὶς οὐδένα οἶκτος εἰσῄει, οὐδ᾽ ἐνήχησις ἦν ὧν κατὰ Σειρῆνας ἐμελῴδει γυναικωδῶς, εἴτ᾽ οὖν ὑπούλως καὶ δολερῶς, εἰπεῖν οἰκειότερον, καὶ τὸ μῶλυ τὸν Ἑρμῆν ἐπιλέλοιπε τοῦ θείου μηνίσαντος.

Εἶχε τοίνυν τοῦτον ἡ τοῦ Ἀνεμᾶ λεγομένη φρουρὰ δυσὶ παχείαις ἁλύσεσι τὸν ὑψιτενῆ βαρούμενον τράχηλον, ὑφ᾽ ὧν οἱ ἐν δεσμωτηρίοις σιτούμενοι λέοντες μετὰ σιδηρέων κλοιῶν συνέχονται, καὶ πέδαις τοὺς πόδας κακούμενον. ἐμφανισθεὶς δὲ οὕτως ἔχων καὶ παραστὰς Ἰσαακίῳ τῷ βασιλεῖ ὕβρεσι βάλλεται, κατὰ κόρρης ῥαπίζεται, τοὺς γλουτοὺς ἐπικρούεται, τὴν γένυν τίλλεται, τοὺς ὀδόντας ἐκριζοῦται, τὴν κεφαλὴν ψιλοῦται τριχῶν, εἰς κοινὸν ἐκδίδοται παίγνιον πᾶσι τοῖς συνελθοῦσιν, ἐμπαροινεῖται καὶ ὑπὸ γυναικῶν καὶ τύπτεται πυγμαῖς κατὰ στόματος, καὶ τούτων ὁπόσαι μάλιστα ἢ θανάτῳ ὑπ᾽ Ἀνδρονίκου ἀπεβάλοντο τοὺς συνεύνους ἢ τοὺς ὀφθαλμοὺς ἀπεσβεσμένους ἀπέλαβον. ἔπειτα τὴν δεξιὰν χεῖρα πελέκει ἀποκοπεὶς παραρριπτεῖται αὖθις τῇ αὐτῇ φυλακῇ, ἄσιτος, ἄποτος, ὑπ᾽ οὐδενὸς μεταλαγχάνων οἱασοῦν κομιδῆς.

Μεθ᾽ ἡμέρας δέ τινας καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξορύττεται καὶ καθεσθεὶς ἐπὶ καμήλου ψωριώσης διὰ τῆς ἀγορᾶς θριαμβεύεται, κατὰ γεράνδρυον ἄφυλλον ᾠοῦ ψιλότερον ἀκαλυφές τε παντάπασι κρανίον προφαίνων καὶ βραχεῖ ῥακίῳ τὸ σῶμα σκεπόμενος, θέαμα ἐλεεινὸν καὶ πηγὰς ἐθέλον δακρύων ἡμέροις ὄμμασιν. ἀλλ᾽ οἱ εὐηθέστατοι καὶ ἀπαιδευτότατοι τῆς Κωνσταντίνου οἰκήτορες καὶ τούτων οἱ ἀλλαντοπῶλαι πλέον καὶ βυρσοδέψαι καὶ ὅσοι τοῖς καπηλείοις διημερεύουσι κἀκ τῶν καττυμάτων ἀποζῶσι γλίσχρως καὶ ταῖς ῥαφίσι τὸν ἄρτον στενῶς συλλέγουσι, κατ᾽ ἔθνεα συναθροισθέντες μυιῶν, αἳ τοὺς γαυλοὺς ἀμφιπεριίπτανται ἔαρος καὶ περιχαίνουσι τὰ πιαλέα κισσύβια, μηδένα λόγον θέμενοι, εἰ βασιλεὺς οὗτος πρὸ τρίτης καὶ βασιλείῳ διαδήματι περιδούμενος καὶ ὡς σωτὴρ ὑμνούμενος ὑπὸ πάντων ἀνευφημούμενός τε καὶ προσκυνούμενος καὶ ὡς φρικώδεσιν ὅρκοις τὴν εἰς αὐτὸν ἐνεπέδωσαν πίστιν καὶ εὔνοιαν, ἀλόγῳ δὲ θυμῷ καὶ παραλογωτέρῳ νοῒ φερόμενοι οὐδέν τι τῶν κακῶν ἐνέλιπον, ὃ μὴ εἰς Ἀνδρόνικον ἀνοσίως εἰργάσαντο. οἱ μὲν γὰρ κατὰ κεφαλῆς κορύναις αὐτὸν ἔπληττον, οἱ δὲ βολβίτοις τὰς ἐκείνου ῥῖνας ἐμόλυνον, ἄλλοι διὰ σπόγγων λύματα γαστέρων βοείων καὶ ἀνθρωπείων τῶν ὄψεων ἐκείνου κατέχεον. ἕτεροι αἰσχρορρημονοῦντες ἐκακολόγουν ἐς μητέρα καὶ τὸν λοιπὸν τῶν τοκέων. ἦσαν οἳ καὶ ὀβελίσκοις ἔπειρον αὐτοῦ τὰς πλευράς.

οἱ δ᾽ ἀναιδέστεροι λιθολευστοῦντες κύνα ὠνόμαζον λυσσητῆρα. μία δέ τις πορνικὴ γυνὴ καὶ ἀκόλαστος κεράμιον θερμοῦ ὕδατος πλῆρες ἁρπασαμένη ἐξ ὀπτανείου τῶν ἐκείνου κατεκένωσε παρειῶν. καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἦν ἐπ᾽ Ἀνδρονίκῳ κακοποιός. καὶ οὕτως ἀτίμως ἐπὶ τὸ θέατρον ἀπαχθεὶς μετὰ γελοιώδους θριάμβου καὶ τοῦ οἰκτροῦ ἐκείνου καὶ παιζομένου ἐπὶ καμήλου ὑψώματος καὶ ὅπερ ἄνωθεν κατέβη αὐτόχρημα ἐκ ποδῶν ἀναρτᾶται, τινῶν ἀναψάντων ἐκ φελλύρας καλώδιον, κατὰ τοὺς περὶ τὰς ἐπικλινεῖς τὸν τράχηλον ἐκ χαλκοῦ πεποιημένας λύκαινάν τε καὶ ὕαιναν ἱσταμένους δύο στυλίσκους καὶ λίθον ἐπικείμενον ἔχοντας.

Τοσαῦτα δὲ πεπονθὼς καὶ μυρία ἕτερα ὑποστάς, ὅσα ὁ λόγος παρέδραμεν, ὅμως ἀντεῖχεν ἔτι γενναίως πρὸς τὰς ἐπιφορὰς τῶν δεινῶν ἐρρωμένος ὢν τὸ φρονεῖν. πρὸς δὲ τοὺς ἐπεισχεομένους καὶ βάλλοντας ἐπιστρεφόμενος ἄλλο μὲν οὐδὲν ἐφθέγγετο, εἰ μὴ τὸ “Κύριε ἐλέησον„ καὶ “ἵνα τί κάλαμον συντετριμμένον προσεπικλᾶτε„; ἀλλ᾽ οὐδὲ μετὰ τὴν ἐκ ποδῶν ἀπαιώρησιν οἱ ἀνούστατοι ὄχλοι τοῦ πολυπαθοῦς ἀπέσχοντο Ἀνδρονίκου ἢ φειδὼ τῶν ἐκείνου σαρκῶν ἔλαβον, ἀλλὰ περιελόντες τὸ χιτώνιον κακῶς ἐτίθουν τὰ παιδογόνα μόρια. ἀνόσιος δέ τις καὶ διὰ τοῦ φάρυγγος εἰς τὰ ἔγκατα ἐπίμηκες ξίφος ἔβαψε, τινὲς δὲ τῶν ἐκ τοῦ Λατινικοῦ γένους καὶ κατὰ τῆς ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ περιστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομπάζοντες δεξιότητι διὰ τὸ ἀξιόλογον τῆς πληγῆς.

Καὶ μετὰ τοσαῦτα μογήματα καὶ παθήματα μόλις ἀπέρρηξε τὴν ζωήν, τὴν δεξιὰν χεῖρα μετ᾽ ὀδύνης ἐκτείνας καὶ περιαγαγὼν οὕτω τῷ στόματι, ὥστε καὶ τοῖς πολλοῖς ἔδοξεν ἐκμυζᾶν τοῦ ἐκ ταύτης ἔτι θερμοῦ ἀποστάζοντος αἵματος διὰ τὸ νεαρὸν τῆς τομῆς.

Ἦρξε δ᾽ ἐνιαυτοὺς δύο καὶ ἕνα τῶν πραγμάτων κύριος ἐγεγόνει τηβέννης ἄνευ καὶ ἀρχικοῦ διαδήματος. ἦν δὲ τὴν τοῦ σώματος φυὴν εὐφυής, ἀγητὸς τὸ εἶδος, ὄρθιος ἀναβαίνων, τὴν ἡλικίαν ἡρωϊκὸς κἀν τῷ βαθεῖ γήρᾳ τὴν ὄψιν νεοειδὴς ὑγιεινότατός τε ἀνθρώπων, ὅτι μηδ᾽ ὀψοφάγος ἦν καὶ ἀκρατῶς ἔχων κοιλίας ὡς ζωροπότης καὶ τένθης, ἀλλὰ κατὰ τοὺς Ὁμηρικοὺς ἥρωας μάλιστα τοῖς ὀπτοῖς προσέκειτο τῷ πυρί, ὅθεν οὐδ᾽ ἐρυγγάνοντά τις αὐτὸν ἐθεάσατο. ἀλλ᾽ εἴ ποτε πλημμελῶς εἶχε στομάχου, πανημερίῳ μόγῳ τε καὶ νηστείᾳ καὶ τὸ βραχέως ἐνοχλοῦν ἀπεκρούετο ψωμῷ ἄρτου καὶ οἴνου κεράσματι ἐπιμετρῶν τὴν θεραπείαν τοῦ σώματος. οὐκοῦν οὐδ᾽ ἀντιδότῳ ἐχρήσατο πώποτε, εἰ μὴ ἅπαξ ἐν τῇ βασιλείᾳ, καὶ τότε τῶν ἰατρῶν εἰς τοῦτο ἐποτρυνάντων ἄκοντα, φαμένων, εἰ καὶ μὴ δι᾽ ἐνσκήψασαν καχέκτησιν, ἀλλ᾽ οὖν προφυλακῆς χάριν τὸ ἀνύσιμον χρεὼν προσενέγκασθαι φάρμακον.

πιὼν τοίνυν τὸ καθάρσιον βράδιον καὶ περὶ δύνοντα ἥλιον ἀπεκένωσέ τι τοῦ ἐν φλεψὶ περιττώματος, ὥστε καὶ πρὸς τοὺς φάσκοντας τῶν ἑταίρων ἐπ᾽ αὐτῷ οἴεσθαι τοὺς πλείστους τὸ παλαίφατον λελέχθαι τοῦτο χρησμῴδημα “δρεπανηφόρε, τετράμηνόν σε μένει„ ἐπιμειδιῶν ἔλεγε διεψεῦσθαι προδήλως· αὐτὸς γὰρ καὶ ἐνιαυτὸν ὅλον νοσηλείᾳ παντοίᾳ τοῦ σώματος διαρκέσειεν ἂν προσπαλαίων τῷ ῥωμαλέῳ πεποιθὼς τοῦ σώματος καὶ φανταζόμενος, ὡς ἔοικεν, ὡς μαλακῷ θανάτῳ δαμήσεται καὶ εἰρηνικῷ τέλει συμπερανεῖ τὴν ζωήν, τὴν δ᾽ ἐναντίαν τελευτὴν ἢ ἑκὼν ἀποπροσποιούμενος ἢ μὴ κατὰ νοῦν ὅλως βαλλόμενος.

Καίτοι λόγος διαρρέων καὶ ἐς ἡμᾶς ἵκετο ὡς ἵππων ἀγομένης ἁμίλλης, ἐκτείνας τὴν χεῖρα Ἀνδρόνικος δακτύλῳ ὑπέδειξε τῷ ἐξαδέλφῳ καὶ βασιλεῖ Μανουὴλ τοὺς κίονας, ὧν μέσον αὐτὸς ἀνηρτήθη, εἰπὼν ὡς ἐκεῖσε μέλλει ποτὲ βασιλεὺς ἀπαιωρηθῆναι Ῥωμαίων κακῶς παθὼν ὑπὸ τοῦ τῆς πολιτείας πληρώματος· τὸν δὲ πρὸς τὴν Ἀνδρονίκου εἰσήγησιν ἀποκρίνασθαι, ἀλλ᾽ αὐτὸς τέως οὐκ ἐσεῖται ὁ τοῦτο πεισόμενος.

Καὶ τοιοῦτο μὲν τέλος θανάτου κατείληφε τὸν Ἀνδρόνικον, ἐξάπινα εἰς ἐρήμωσιν ὡσεὶ καὶ ἐνύπνιον ἐξεγειρομένου γεγενημένον, καὶ ἐν τῇ πόλει τὴν οἰκείαν ἐξουθενωμένον εἰκόνα, εἴτε τὸν τοῦ προσώπου χαρακτῆρα βούλοιτό τις οὕτω νοεῖν, εἴτε τὰ ἐπὶ τῶν τοίχων καὶ σανίδων εἰκάσματα, ἐπεὶ καὶ ταῦτα ὁ πολὺς κατηχρειώκει λεὼς καὶ διεσκεδάκει πρὸς γῆν καὶ ἐλέπτυνεν, ὡς οὐδ᾽ οἱ περὶ Μωσέα πρότερον ἀφορισθέντες τὸ χωνευθὲν ἐν μέθῃ ταυρόκρανον.

Μεθ᾽ ἡμέρας δέ τινας καθαιρεθεὶς τοῦ οἰκτροτάτου ἐκείνου ὑψώματος ὅσα καὶ πτῶμα θρέμματος ἐν μίᾳ τῶν τῆς ἱπποδρομίας ἁψίδων παραρριπτεῖται. ἐσύστερον δέ τινες μερίδα τῷ ἐλέῳ διδόντες καὶ μὴ πάντα τῷ θυμῷ χαριζόμενοι ἐκεῖθεν τὸν Ἀνδρονίκου νεκρὸν ἀνελόμενοι παρά τινι κατωτάτω τόπῳ κατέθεντο περί που τὴν Ἐφόρου μονήν, ἣ κατὰ τὸ Ζεύξιππον ἵδρυται, ὃ καὶ εἰσέτι μὴ πάντῃ διαλυθὲν τῆς ἁρμονίας τοῖς βουλομένοις ὀπτάνεται. ὁ γὰρ ἀμεμφής, ὡς ᾤετο, τὰ πάντα καὶ δίκαιος Ἰσαάκιος οὐ κατένευσε καθαιρεθῆναι καὶ ταφῇ παραδοθῆναι Ἀνδρόνικον ἢ ἀπενεχθῆναι τὸν τούτου νεκρὸν εἰς τὸν τῶν ἁγίων τεσσαράκοντα νεών, ὃν Ἀνδρόνικος ἐπεποίησε φιλοτίμως καὶ λαμπροῖς ἠγλάϊσε κόσμοις καὶ ἀναθήμασι περιττοῖς κατεκάλλυνε καὶ ἐν ᾧ τὸν τοῦ σώματος χοῦν ἀποθησαυρίσαι προεμηθεύσατο.

Ἐκλείπων δὲ ἦν τὴν ψυχὴν εἰς τὰς τοῦ θεοκήρυκος Παύλου ἐπιστολὰς καὶ συνεχῶς τοῦ ἐκ τούτων ἀποστάζοντος ἐνεφορεῖτο μέλιτος καὶ ἄριστα ἐπιστέλλων ἐκ τῆς αὐτῶν πειθανάγκης τὰ οἰκεῖα περιέβαλλεν ἐπιστόλια. ἀμέλει τοι καὶ ἀρχαίας χειρὸς εἰκόνα τοῦ πνευματορρήτορος Ταρσέως κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ· ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε δάκρυον. τοῦτο δ᾽ ἀκηκοὼς Ἀνδρόνικος στέλλει τοὺς ἀκριβωσομένους τὰ τῆς ἀκοῆς. ἦν δὲ μεθ᾽ ἑτέρων εἰς τοῦτο ἐπιλεγεὶς καὶ ὁ Ἁγιοχριστοφορίτης Στέφανος, ὃς καὶ διὰ βαθμίδος ἀνελθὼν (ἦν γὰρ ἡ εἰκὼν μετέωρος) ἀπέψησεν ὑφάσματι ἀκηράτῳ τὰς τοῦ Παύλου κόρας. αἱ δὲ κατὰ τὰς διασμωμένας κρήνας ἔτι πλεῖον τὸ δάκρυον ἐξεκένουν. καὶ θαυμάσας ὃ ἑώρακεν Ἀνδρονίκῳ ἀπιὼν διηγήσατο. ὁ δὲ μέγ᾽ ὀχθήσας καὶ τὴν κάραν ὦδε κἀκεῖσε ταλαντεύσας ἐπέμυξε καὶ εἴρηκεν ἐπ᾽ αὐτῷ ἄρα δακρύειν ἐοικέναι τὸν Παῦλον καὶ κακὸν αὐτῷ χείριστον προσημαίνειν τὸ ἀγγελλόμενον· φιλεῖν γὰρ ἐκθύμως τὸν Παῦλον καὶ τῶν αὐτοῦ ῥημάτων ἄκρως ἐξέχεσθαι καὶ ἀντιφιλεῖσθαι δήπουθεν ὑπὸ Παύλου.

Ἵνα δὲ συνελὼν εἴπω τὸ πᾶν, εἰ τοῦ ἐντόνου τῆς ἀπηνείας ὑπεχάλα Ἀνδρόνικος, μηδ᾽ εὐθὺς ἐπῆγε τὸν καυτῆρα καὶ τὴν τομὴν ἀεὶ ῥανίσιν αἱμάτων προσδιαπλέκων καὶ διαχρώζων τὸ ἀμπεχόνιον τῷ ἀπαραίτητος εἶναι πρὸς κόλασιν, ὅπερ ἐκ τῶν ἐθνῶν, οἷς προσέμιξεν, ἀπεμάξατο πολυπλανέστατος ἀνθρώπων γενόμενος, ἦν ἂν οὐκ ἐλάχιστος ἐν τοῖς ἐκ Κομνηνῶν ἄρξασιν, ἵνα μὴ λέγω ὡς ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντῃ ἰσόρροπος, ἐπειδήπερ ἦν κἀκ τούτου συλλέγειν ἀνθρώπινα ἄττα μέγιστα ἀγαθά· οὐ γὰρ πάντῃ ἀπηνθρώπιστο, ἀλλὰ κατὰ τὰ διφυῆ ἀναπλαττόμενα μορφώματα θηριωδίας μετέχων καὶ βροτείῳ εἴδει ἐκέκαστο.

Περὶ δ᾽ Ἀνδρονίκου καὶ ἕτεροι τὸ μέλλον αὐτῷ προφοιβάζοντες ἰαμβεῖοι στίχοι βίβλοις ἐμφέρονται καὶ στόμασι πολλῶν περιᾴδονται, σὺν ἄλλοις δὲ καὶ οὗτοί εἰσιν· “αἴφνης δ᾽ ἀναστὰς ἐκ τόπου πλήρους πότου ἀνὴρ πελιδνός, ἀγέρωχος τὸν τρόπον, στικτός, πολιός, ποικίλος χαμαιλέων, ἐπεισπεσεῖται καὶ θερίσει καλάμην. πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ ἐσύστερον τίσειεν ἀθλίως δίκας ὧν περ κακῶς ἔπραξεν ἐν βίῳ τάλας· ὁ γὰρ φέρων μάχαιραν οὐ φύγῃ ξίφος„. πλήρη δὲ πότου τόπον τὸ Οἴναιον ὑπεμφαίνουσιν, ὡς δηλοῖ καὶ τὸ τῆς χώρας προσώνυμον, ἐξ οὗπερ Ἀνδρόνικος ἀπάρας, ὡς ἤδη ἐρρέθη μοι, πρὸς Κωνσταντινούπολιν παρεγένετο.