Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Χρονικὴ διήγησις

Νικήτας Χωνιάτης

Βασιλεία Ισαακίου Β' Αγγέλου: Εσωτερικά κινήματα, νέες επιδρομές και η ανατροπή του

Οι εξεγέρσεις των ψευδο-Αλεξίων και των στρατηγών, η καταστροφική ήττα του ρωμαϊκού στρατού στα στενά του Αίμου και η ανατροπή του Ισαακίου από τον αδελφό του Αλέξιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 12 από 18

ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ Ὁ δέ γε βασιλεὺς Ἰσαάκιος ἐπὶ τρισὶ παισὶ τὴν τοῦ γένους σαλεύων διαδοχήν, οἳ ἐκ τῶν προτέρων αὐτῷ γάμων γεγένηντο, δυσὶ μὲν θηλείαις, ἑνὶ δὲ ἄρρενι, τῶν μὲν τὴν πρεσβυτέραν κατὰ τὸν χρόνον εἰς μοναχὴν ἀποκείρει καὶ τὸν τοῦ Ἰωαννίτζη λεγόμενον οἶκον εἰς γυναικεῖον μετασκευάσας πολλοῖς ἀναλώμασι φροντιστήριον (τοῦτο δὲ καὶ ἡ βασιλὶς Ξένη ποιεῖν ἐπεβάλετο μετὰ μόρον τοῦ ταύτης ξυνεύνου καὶ βασιλέως Μανουὴλ) αὐτὴν ἐκεῖσε ὡς ἀμνάδα τῷ θεῷ ἱερώσας ἐνεμάνδρευσε καὶ ἀπέταξε, θατέραν δὲ εἰς γυναῖκα πέπομφε γαμετὴν τῷ υἱῷ τοῦ ῥηγὸς Σικελίας τοῦ Ταγγρέ, ὃς τὸν Γιλίελμον διεδέξατο θανάτῳ ἐξ ἀνθρώπων γενόμενον, τὸν καὶ κατὰ Ῥωμαίων ἄραντα πόλεμον ἐξ ἠπείρου τε καὶ θαλάσσης, ὡς φθάσαντες ἱστορήκειμεν. τὸν δὲ υἱὸν Ἀλέξιον τῆς βασιλείας κληρονόμον ἀνέτρεφε, κἂν οὐδέπω τὸ τοῦ βίου φανταζόμενος πέρας ἢ ἔκπτωσιν τῆς δυναστείας ὑφορώμενος δύο καὶ τριάκοντα χρόνους ἄρξειν ἀδιστάκτως ἐχρησμολόγει, ὥσπερ τὸ θεῖον προειδὼς βούλημα ἢ τοὺς ὅρους πήσσων ἑαυτῷ τῆς ζωῆς, οὓς ὁ θεὸς ἔθετο παρὰ τῇ ἰδίᾳ ἐξουσίᾳ.

Οὐ μόνον δὲ ὁ Βρανᾶς Ἀλέξιος καὶ ὁ Λυδὸς Θεόδωρος κατὰ τοῦ βασιλέως τούτου πτερνισμὸν ἐμεγάλυναν, ἀλλὰ καὶ ἕτεροι βασιλείας ἑαυτοῖς περιτεθείκασιν ὄνομα. αὐτίκα γάρ τις Ἀλέξιος, ἑαυτὸν εἶναι λέγων υἱὸν τοῦ τῶν Ῥωμαίων αὐταρχήσαντος Μανουήλ, τοσοῦτον ἀρίστως τὸν ἀγωνιστὴν ὑπέδυ τοῦ δράματος καὶ τὸ τοῦ βασιλέως Ἀλεξίου προσωπεῖον εὐφυῶς ὑπεκρίνατο, ὡς καὶ κόμην διευθετίζειν κατὰ τὴν ἐκείνου ὑποξανθίζουσαν καὶ τὸν τῆς γλώττης τοῦ παιδὸς καὶ βασιλέως σχηματίζεσθαι ψελλισμόν. ἐκ τῆς Κωνσταντίνου μὲν ὥρμητο ὁ μεῖραξ, ἐς δὲ τὰς κατὰ Μαίανδρον πόλεις πρώτως ὀφθεὶς κατέλυσεν εἰς πολίχνιον λεγόμενον Ἅρμαλα κἀκεῖσε Λατίνῳ τινὶ ἐπιξενωθεὶς καὶ ὅστις εἴη ἀπηγγελκὼς (ἔλεγε δέ, ὡς μικρὸν εἰρήκειμεν ἄνωθεν, καὶ ἐκδοθῆναι μὲν εἰς τὸ κατὰ βυθοῦ θαλάσσης ἀκοντισθῆναι παρ᾽ Ἀνδρονίκου, οἰκτειρηθῆναι δὲ παρὰ τῶν τοῦτο ἐπιταχθέντων ὡς πατρῴων αὐτῷ ὀμοτῶν) σύναμά οἱ πρὸς τὸ Ἰκόνιον ἄπεισι καὶ τῷ γέροντι ὀφθεὶς σουλτὰν (οὔπω γὰρ αὐτὸν καθῄρηκε τῆς ἀρχῆς ὁ ἐκείνου παῖς Κοτπατῖνος) ὡς υἱὸς ἀληθινὸς τοῦ αὐτοκράτορος Μανουήλ, ἀλλ᾽ οὐχ ὡς ἐπείσακτος καὶ πλάνος ἐκείνῳ προσδιελέγετό τε καὶ προσεφέρετο.

πολλάκις δὲ καὶ ἐπέπληττε καὶ τῶν ἐκ τοῦ δῆθεν πατρὸς ἐκείνῳ τοῦ Μανουὴλ ἐπ᾽ αὐτῷ γεγενημένων ἀναμιμνήσκων εὐποιϊῶν ἀχάριστον περὶ τὸν εὐεργέτην ἐκάλει καὶ τὸ ἀφιλάνθρωπον αὐτῷ ἐπωνείδιζεν, εἰ οὕτως ἀτυχοῦντι τῷ τοῦ φίλου τέκνῳ ἐπαμύνειν οὐκ ἐπικάμπτεται.

Ὁ δὲ τοῦτο μὲν ἀπὸ τῆς ἀναιδείας, τοῦτο δ᾽ ἐκ τῶν τοῦ χαρακτῆρος ἰνδαλμάτων τιμᾶν αὐτὸν ἐναγόμενος, δώροις τε οὐκ ὀλίγοις ἥδυνε καὶ ἀγαθαῖς ἐλπίσιν ὑπέσαινεν. ἦν δ᾽ ὅτε καὶ πρεσβευτὴν Ῥωμαίων ἑστῶτα καὶ ἀκροώμενον ὅπως ἑαυτὸν τῇ ἐξόχῳ εὐγενείᾳ ἐσέμνυνεν, ἤρετο ὁ σουλτάν, εἰ ἐπίσταται τοῦτον τοῦ αὐτοκράτορος υἱὸν Μανουήλ. τοῦ δὲ μηδέν τι φήσαντος ἕτερον, ἀλλ᾽ ὅτι δὴ ἐκεῖνος ἀληθῶς ἀπόλωλε φανεὶς ὑδατόκλυστος καὶ οὗτος μάτην περὶ ἑαυτοῦ τὰ μὴ πιστεύεσθαι πεφυκότα ξυντίθησι τῷ τοῦ κειμένου ὀνόματι ἐποχούμενος, βράττων ἀτεχνῶς θυμῷ καὶ ζέων ἀκριβῶς τῷ χόλῳ ὁ μεῖραξ Ἀλέξιος μικροῦ ἂν τοῦ πώγωνος ἐπελάβετο τοῦ πρεσβεύοντος, εἰ μὴ αὐτὸς ὁ πρέσβις διακινηθεὶς ἐς ὀργὴν ἀπεκρούσατο γενναίως μάλα τὸν Ψευδαλέξιον καὶ ὁ σουλτὰν δέ οἱ ὡς ἄτοπα δρῶντι ἐμβριμησάμενος ἀτρεμεῖν ἐκέλευσε.

Τῇ συχνῇ δ᾽ ὅμως τοῦ νεανίου ἐκλιπαρήσει ὁ Περσάρχης καθυπενδοὺς οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνεχώρησε δ᾽ οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν ὑπὸ τὴν ἐκείνου ἀρχὴν ὑποποιήσασθαι ἀδεῶς. ὁ δὲ ἀναχωρήσας καὶ τὸ γράμμα τοῖς Τούρκοις καθυποδείξας τὸν ἀμηρᾶν ἐφέλκεται Ἀρσανῆν καὶ ἑτέρους οὐκ ὀλίγους, οἳ λῃστεύειν τὰ Ῥωμαίων εἰώθασιν, ὡς ἐν βραχεῖ καιρῷ χιλιάδας ὀκτὼ στρατεύματος ἐφεπομένας λαχεῖν· ὅθεν τὰς κατὰ Μαίανδρον ἐπιὼν πόλεις ἃς μὲν ὁμολογίᾳ χειρούμενος ἦν, τινὰς δὲ καὶ ἀνθισταμένας παντοίως διέφθειρε. μάλιστα δὲ τὰς ἅλωνας ἐλυμαίνετο, ὅθεν καὶ καυσαλώνης ἐπεκέκλητο.

Κατὰ δὲ τούτου τοῦ μείρακος πολλοὶ μὲν καὶ ἄλλοι πολεμησείοντες ἀπεστάλησαν, οὐδεὶς δ᾽ ἐργάσασθαί τι ἔσχε νεανικόν, ἀλλ᾽ ὑπενόστουν ἄπρακτοι δεδιότες, μὴ καταπροδοθεῖεν ὑπὸ τῶν συνόντων ἐκείνοις Ῥωμαίων οἷα μάλιστα ῥεπόντων εἰς τὸν καθιστάμενον ἄρτι βασιλέως παῖδα καὶ βασιλέα ἢ ἄρχειν αἱρουμένων τὸν βασιλεύοντα Ἰσαάκιον. οὐ γὰρ τοῖς πολλοῖς ἤδη καὶ ἀγροτέροις ἠσπάζετο καὶ ἦν διὰ στόματος καὶ ὀνόματος καὶ θεώμενος ἐδόκει ἐπέραστος, ἀλλὰ καὶ τοῖς κατὰ τὴν βασίλειον αὐλὴν διατρίβουσι καὶ εἰδόσι μάλα ἐπισταμένως ὡς Ἀλέξιος ὁ τοῦ βασιλέως παῖς Μανουὴλ πάλαι τὸν βίον ἀπολέλοιπε τὸν ἀνθρώπινον εἰς θαῦμα ἐτίθετο, γινώσκουσι μὲν τὰ ὄντα, τὰ δὲ καθ᾽ ἡδονὴν σφίσιν εἰκάζουσι.

Σὺν ἑτέροις δὲ καὶ ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξιος ἔξεισιν, ὃς καὶ ὕστερον ἐβασίλευσεν. πλὴν καὶ οὗτος κατ᾽ οὐδεμίαν μάχην συνεπλάκη τῷ Ἀλεξίῳ, ἀλλ᾽ ὡς πλεῖστον ἀποσκηνούμενος ἐπισυνίστη μόνον τὸ λεῖπον τῆς παροικίας, ὁπόσον γε ἐκείνῳ μὴ προσεχώρησε, καὶ συνεῖχε τὸ διαρρέον καὶ μεταβαῖνον εἰς τὸν ἀναβεβιωκότα τοῦτον Ἀλέξιον. ἀλλ᾽ ἔτι τῶν πραγμάτων οὕτως ὄντων ᾐωρημένων καὶ τοῦ μὲν ἀεὶ ἐμπλατυνομένου τε καὶ κρατυνομένου, τοῦ δὲ σεβαστοκράτορος ὑποφεύγοντος καὶ ἀγῶνα τὸν ἐνώπιον ὑποπτήσσοντος, λύει θεὸς τὸν ἐμφύλιον πόλεμον καινοπρεπῶς καί, ὡς αὐτὸς ἐπίσταται μόνος, ἐν ἀκαρεῖ· τὸν γὰρ Ἀλέξιον αὖθις ὑποστρέψαντα πρὸς τὰ Ἅρμαλα καὶ μετὰ πότον ὑπνώττοντα ἀποσφάττει τις τῶν ἱερέων τὴν αὐτοῦ παρακειμένην σπασάμενος μάχαιραν. οὗ τὴν κεφαλὴν ἀποκομισθεῖσαν ἀθρήσας ὁ σεβαστοκράτωρ Ἀλέξιος καὶ τῆς ξανθῆς ἀναλαμβάνων κόμης πολλάκις διὰ τοῦ ἱππείου μύωπος “οὐ πάντῃ„ ἔφασκεν “ἀμαθῶς αἱ πόλεις τῷ ἀνθρώπῳ τούτῳ ἐπηκολούθησαν„.

Ἀλλὰ τότε μὲν οὗτος τοιαύτην ἔτισε δίκην καὶ ὧν μὲν ἐπλημμέλησεν ἑτέρως, Πέρσας μὲν ὁπλίσας κατὰ Ῥωμαίων, τούτων δ᾽ αὖ ὁπόσον αὐτῷ προσερρύη καθ᾽ ὁμοφύλου ἀγριάνας αἵματος, καὶ ὧν δὲ παρῴνησεν ὁ ἐπάρατος εἰς τὸν ἐν ταῖς ἐμαῖς Χώναις περιώνυμον νεὼν τοῦ ἀρχιστρατήγου τῶν θείων καὶ ἀΰλων τάξεων Μιχαήλ· ἐμίανε γὰρ τὸ τοῦ θεοῦ πανάγιον σκήνωμα εἰσελθὼν μετὰ Περσῶν καὶ ἠνείχετο καθορῶν ὁ ἀλάστωρ τὰ διὰ ψηφίδων ποικιλοχρόων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀχρειούμενα ἔκτυπα καὶ τὸν ἱερὸν ἀνάσταθμον πελέκει καὶ λαξευτηρίῳ καταρασσόμενον καὶ τὴν παναγῆ καὶ θυωρὸν βεβηλουμένην καὶ βαλλομένην ἔραζε τράπεζαν.

Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ ἕτερός τις τὴν αὐτὴν κλῆσιν καὶ βασιλέα τὸν αὐτὸν γεννήτορα ψευδωνύμως ὑπεισιὼν κατὰ Παφλαγονίαν ἐπεφάνη. καὶ τινὲς μὲν καὶ τούτῳ ἐπαρχίαι προσκεχωρήκασι. σταλεὶς δὲ κατ᾽ αὐτοῦ ὁ σεβαστὸς Θεόδωρος ὁ Χοῦμνος, χαρτουλάριος ὢν τῶν ἱπποστάθμων, ἥττησέ τε πόλεμον συγκροτήσας καὶ συνειληφὼς ἀπέκτεινεν.

Ἐπὶ τούτοις καὶ ὁ Χοτζᾶς Βασίλειος κατὰ τὴν ἄγχουρον Νικομηδεῦσι Ταρσίαν ἀνταρσίαν ἐμελέτησε καὶ προέβη μὲν καὶ ἡ τούτου ἐφ᾽ ἱκανὸν τυραννίς, συλληφθεὶς δὲ καὶ αὐτὸς ἀμαυροῦται τοὺς ὀφθαλμοὺς καὶ φρουρᾷ παραδίδοται.

Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πάλιν καὶ πάλιν καὶ οὐκ ἔστιν ὁσάκις εἰπεῖν ἐπανέστησαν ἢ καὶ ὡς σπαρτοὶ ἀνεδόθησαν γίγαντες, κἂν ὡς πομφολυγώδη φυσήματα διάκενα, ὡς ἦν ἰδεῖν, ἀπέπιπτόν τε καὶ διελύοντο. ὅ τε γὰρ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ τυράννου Ἀνδρονίκου ἀδελφιδοῦς, τῆς φυλακῆς ἀποδρὰς καὶ τὸ μέγα τέμενος εἰσιὼν ἀνασείειν τὸν ὄχλον ὥρμησε, συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς συνίστορας ἐκφῆναι τῆς τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ ἀπεβίω τὴν μετ᾽ ἐκείνην.

Καὶ ὁ Τατίκιος Κωνσταντῖνος σύστρεμμα τεκτηνάμενος καὶ πεντακοσίους ἔχων τοῦ ἔργου συλλήπτορας καὶ ἐφ᾽ ἱκανὸν χρόνον τῇ πόλει κρυπτόμενος καὶ λεληθὼς καταμηνυθεὶς μικρῷ ὕστερον ἑάλω καὶ τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο.

Καὶ ῥακενδύτης δέ τις, ἐκ Κομνηνῶν ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας ἐκ τοῦ παραχρῆμα συσχεθεὶς ἀπεστέρηται τοῦ φωτός. Τῶν δὲ συχνῶν τουτωνὶ ἐπαναστάσεων ἦν μὲν αἴτιον καὶ τὸ τὸν Ἰσαάκιον τὴν βασιλείαν διακυβερνᾶν μαλθακώτερον, ἀκριβῶς πεπεισμένον ὡς ἐκ θεοῦ τὸ ἄρχειν ἐδέξατο καὶ παρ᾽ ἐκείνου μόνου ἐστὶ φρουρούμενος· πλειόνως δ᾽ ἐπτέρου τοὺς φιλάρχους εἰς παρρησίαν τε καὶ ἀπόστασιν τὸ τῆς βασιλείας ἀπραγμόνως ἐπιλαβέσθαι τὸν αὐτοκράτορα. καὶ ὡς εἰ θελήσουσι, βασιλεύσουσιν, οἱ πλείους φρεναπατώμενοι ἄτερ ὅπλων τοῖς κατ᾽ ἔφεσιν πλειστάκις ἐπέβαλον, ἐκείνην ἀτραπιτὸν στείβοντες, ἣν ἀνέῳξεν ἐς λεωφόρον ἄντικρυς Ἰσαάκιος, ἑσπέρας τὸν Ἁγιοχριστοφορίτην ἀπεκτονὼς καὶ τῷ Μεγίστῳ Νεῷ προσρυεὶς καὶ βασιλεύσας ἐς νέωτα, κακῶς κρίνοντες καὶ διὰ τοῦτο κακῶς πάσχοντες καὶ ἀντὶ πορφυρίδος διπλοΐδα αἰσχύνης ἐνδιδυσκόμενοι, ἐνιαχοῦ δὲ καὶ πορφύρεον θάνατον ὑφιστάμενοι.

Οὐ γὰρ τὸ θεῖον φιλεῖ διὰ τῆς αὐτῆς ὡσαύτως κινήσεως ἢ ἐφορμήσεως τὰ κατὰ τὸν βίον μεθιστᾶν καὶ διακυβερνᾶν πράγματα, ἀλλὰ τὸ ποικίλον παριστῶν τῆς τοῦ παντὸς τοῦδε διεξαγωγῆς τε καὶ διοικήσεως ἄλλοτε ἄλλως τὰς ἐξουσίας μεθαρμόζει καὶ μετατίθησι τὰς ἀρχὰς μηδὲ τὸ λεπτότατον ἐῶν τῆς αὐτοῦ χειρὸς ἔξωθεν. καὶ Φαραὼ μὲν αὐτοῖς τριστάταις τῷ ἁλίῳ βυθῷ παραδίδωσιν· ἄλλον ἀπολαιμίζει μαχαίρᾳ διὰ γυναικός, καὶ ταύτης καλλιπαρῄου καὶ λευκωλένου· ἕτερον χερσὶ τῶν πολεμίων παραδοὺς τῶν τῇδε μεθίστησιν. ἔστι δ᾽ ὃς τὰς φρένας παρακοπεὶς καὶ λογισθεὶς ὡσεὶ νεκρὸς ἀπὸ καρδίας καὶ εἰς τέλος ἐπιλησθεὶς τῶν ἀρχείων μετ᾽ ἐπιχαρμάτων ἐκκομίζεται καὶ ταφῇ παραπέμπεται κἀκεῖθεν λεπτὸν ὑπηχῶν καὶ ποθῶν τὴν ἡμέραν, οὐ τῆς ἀρχῆς ἀντεχόμενος, ἐᾶται καὶ οὕτως φθινύθειν καὶ ὡς ἀνδρῶν χείριστος καλῶς ἀφίεται ἵεσθαι τὴν ἐς θάνατον. πολλοὶ δὲ μαλακῷ δαμέντες θανάτῳ πρὸς τὰ ἐκεῖθεν ὡς μύσαντες ἐν ὕπνῳ μετέβησαν. εἰσὶ δ᾽ οἳ καὶ ἵππου χρεμετίσαντος τῆς βασιλείας ἐπέβησαν. ἄλλος ἐξ ἀρότρου καὶ αὔλακος τὴν τήβενναν ἠμφιάσατο καὶ μειρακίσκος προβατεὺς ἐξόπισθεν ληφθεὶς τῶν λοχευομένων θεόχριστος ὤφθη βασιλεύς. καὶ τί ἄν τις διεξίῃ τὰ πάντα ἢ τὰ πλείονα, ὁπόσα ἡ πολύτροπος πρόνοια ποιεῖ καὶ μετασκευάζει κατὰ τὸ ἑκάστῳ τῶν ἀνθρώπων χρήσιμον;

Εὐέμπτωτος δ᾽ ὢν ὁ βασιλεὺς εἰς θυμὸν καὶ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος οὐκ ἐκ μικρᾶς μόνον παραρριφείσης λαβῆς, ἀλλὰ κἀκ μόνης ὑπονοίας ἐνίοτε καὶ τῆς παρά τινων εἰσηγήσεως κακῶς ἐτίθει πολλούς. τὸν γὰρ Κομνηνὸν Ἀνδρόνικον (ἦν δὲ οὗτος Ἀλεξίου παῖς, ὃν Βρυέννιος ὁ καῖσαρ καὶ Ἄννα ἐγείνατο ἡ θυγάτηρ Ἀλεξίου τοῦ πρώτως ἐκ Κομνηνῶν βασιλεύσαντος) ἐν τῷ χειρίζειν τὴν Θεσσαλονικέων ἀρχήν, εἰσηγησαμένου τινὸς τῆς βασιλείας ἐρᾶν καὶ κοινολογεῖσθαι περὶ τοῦ ἔργου τῷ πρώην σεβαστοκράτορι Ἀλεξίῳ τῷ σκοτίῳ υἱῷ τοῦ αὐτοκράτορος Μανουὴλ κατὰ τὴν Δράμαν τότε διάγοντι, εὐθὺς τοῦ συλληφθῆναι κρίνει ἄξιον. οἱ μὲν οὖν εἰς τοῦτο ἀποσταλέντες ὡς ἐνέτυχον Ἀνδρονίκῳ πρὸς βασιλέα ἐπανιόντι, οὐδὲν ὧν ὡρίσθησαν διαπεπράχασι δέον κρίναντες μὴ προσοβῆσαι τὸ θήραμα ἑκόντως, ὡς δίδωσιν ὁρᾶν, καθάπερ εἰς γαλεάγραν τὴν Κωνσταντινούπολιν εἰσιὸν καὶ ἐγγίζον τῷ προθεμένῳ συλλαβεῖν. ὀφθεὶς δὲ τῷ βασιλεῖ Ἰσαακίῳ Ἀνδρόνικος εἰς ἀπιστίαν εὐθὺς ὀνειδίζεται. κἀκείνου τοὺς ἐλέγχους ἀπαιτήσαντος, σχῆμα μόνον διαιτήσεως τὰ τῆς δίκης ἐδέξατο. τὸ δ᾽ ἐκ τούτου ἐξ ἐρήμης συσχεθεὶς Ἀνδρόνικος εἰς φυλακὴν ἀπάγεται, μετὰ μικρὸν δὲ καὶ τὰς κόρας ἐκκόπτεται.

Συλλαμβάνεται δὲ καὶ ὁ συνίστωρ εἶναι τούτῳ τῆς βασιλείας λεγόμενος Ἀλέξιος καὶ κείρεται εἰς μονάζοντα, ἡμῶν ὑπουργησάντων τῷ ἔργῳ, καθ᾽ ἓν τῶν σεμνείων, ἃ συχνά εἰσι καὶ ψυχῶν πάντα σωτήρια κατὰ τὸ ὄρος τὸν Παπύκιον, περὶ οὗ καὶ εἰπεῖν οὐκ ὀλίγα δυνάμενος βραχέων μεμνήσομαι.

Οὐ γὰρ ἦν μόνον εὐμήκης καὶ ἀνδρεῖος καὶ πλήρης συνέσεως, πατρώζων τὴν ὄψιν ἀκριβῶς τάς τε χεῖρας ἀκμαῖος καὶ τοὺς ὤμους κατ᾽ ἐκεῖνον ὕπερθεν ἔχων εὐρέας, ἀλλὰ καὶ ὡς ἐπίπαν μείλιχος καὶ εὐέντευκτος. πρὸς ἃ καὶ ὁ πολύτλας Ἀνδρόνικος ἀπιδὼν τὴν οἰκείαν θυγατέρα Εἰρήνην ἐμνήστευσε τῷ ἀνδρὶ κρίνας καὶ παρανόμους γάμους τετελεκέναι, εἰ μέλλει μόνον Ἀλέξιος τοῖς γνησιωτέροις ἐκείνῳ συγγενέσιν ἐγγράφεσθαι, ὅθεν πλειόνως τούτῳ ἤπερ τοῖς υἱεῦσι προσέκειτο πρότερον καὶ τῆς βασιλείας ἐμελέτα καταλείψειν διάδοχον. μεταβουλευσάμενος δ᾽ ὕστερον τὸν υἱὸν Ἰωάννην ἀνθείλετο, εἰρηκὼς πρὸς οὓς ἀνέπτυσσε τὰ τῶν βουλευμάτων ἀπόρρητα μὴ ἐξ ἄλφα εἰς ἄλφα τὴν βασιλείαν μέλλειν μεταπεσεῖν, ἀλλὰ τῷ ἰῶτα μᾶλλον προσρέπειν καὶ εἰς τοῦτο θεόθεν συνάγεσθαι. ἅμα δὲ τῇ μεταθέσει τῆς γνώμης, ἣν εἶχεν ἐπ᾽ Ἀλεξίῳ Ἀνδρόνικος, καὶ τῆς συντονίας τοῦ φίλτρου ὑπέληξεν· οὐ γὰρ ὡς συμφυὴς ἔτι περιεσπούδαστο καὶ ὁμόψυχος ὁ Ἀλέξιος, ἀλλ᾽ ὡς φιλτάτῃ θυγατρὶ συνοικῶν δι᾽ αἰδοῦς μόνον ἤγετο καὶ τιμῆς. μετὰ δέ τινα καιρὸν καὶ τοῦτον ἀπεξένωσε τοῦ φωτός, τὴν δ᾽ αἰτίαν προειπόντες ἔχομεν.

Ἀνακληθεὶς δὲ μετὰ ταῦτα πρὸς τοῦ βασιλέως Ἰσαακίου καὶ ἀπὸ σεβαστοκράτορος εἰς καίσαρα ὑποποδισθείς, ὡς ἐξόν οἱ, τὰ ἀρχεῖα ἐξέκλινε καὶ τὴν καθ᾽ ἑαυτὸν ἐδίωκε βίωσιν, πλὴν οὐδ᾽ οὕτως τὸν ἄλυπον ἐκίχησε βίοτον.

Τότε δ᾽ οὖν τὴν ἐπὶ τὰ χείρω ἔτι μᾶλλον τῶν πραγμάτων ἔχων φορὰν καὶ μετάβασιν καὶ μέλλων μὴ ἑκὼν ἀποθρίξασθαι οὐχ ἕνα ᾔτησεν ἄρτον καὶ σπόγγον καὶ κίθαριν κατὰ πάλαι τινὰ τῆς τύχης πειραθέντα σκληρᾶς καὶ ἀγνώμονος, ὡς ἔχων ἐν ᾧ τὸ τοῦ σώματος ἐντενεῖ βάρβιτον, χαλαρὸν τῇ τῶν σιτίων κενώσει γενόμενον, ὑποψήλῃ τὰ οἰκεῖα καθ᾽ αὑτὸν δυσπραγήματα, συνερίθῳ τῇ κιθάρᾳ χρώμενος, τῷ δὲ σπόγγῳ ἀποψήσῃ τὰ τῶν δακρύων ἀποκρουνίσματα, ἅπερ ὡς ἐκ πέτρης γλαφυρῆς τῶν ὀμμάτων ἐκείνου ἀπελείβετο, ἀλλὰ πράως ἤνεγκε τὰ συμπίπτοντα, μὴ καταστενάζων τῆς προνοίας, μηδ᾽ ἐς τὸ τῆς τύχης ἄστατον καὶ παλίνστροφον ἀπολύων τὰ καθ᾽ ἡμᾶς, τὴν δὲ τῶν προσόντων ἐκείνῳ ἀφαίρεσιν ὡς οὐδὲ κτῆσιν ἄλλος τις ἐλελόγιστο.

Ἐπεὶ δὲ τῆς Δράμας ἀπάραντες εἰς Μοσυνόπολιν ἀφικόμεθα καὶ τῷ Παπυκίῳ προσβαίνειν ἐμέλλομεν, ὡς ἂν τὰ τῶν μοναχῶν προσταχθὲν οὕτω τελέσωμεν ἐπ᾽ αὐτῷ, τότε πεπονθώς τι ἀνθρώπινον ἐπὶ συννοίας ἦν καὶ ὑπεγνοφοῦτο τὸ πρόσωπον διοίσειν οὐκ ἔχων τὰ ἔνδοθεν θλίβοντα. ἐγκειμένου δέ μου καὶ τὴν αἰτίαν πυνθανομένου τῆς ἐξάπινα μεταβολῆς, “οὐ τὸ σχῆμά„ φησιν, “ὦ λῷστε, δέδια (τί γὰρ τὸ διαθροοῦν ἔχει τῶν χρωμάτων ἡ ἄμειψις;), ἀλλὰ τὰ ἐπὶ τῷ σχήματι πεφρικώς εἰμι ἐπαγγέλματα καὶ τὸ μὴ εὔθετον εἰς τὴν τῶν οὐρανῶν εἶναι ὁπωσοῦν βασιλείαν τὸν βαλόντα χεῖρα ἐπ᾽ ἄροτρον καὶ μεταστραφέντα φρενοβλαβῶς„.

Καὶ ὁ μὲν τοσαῦτ᾽ εἰπών, καὶ ἄλλως ὢν ἀποφθεγματικός, οὐχ ἑκοντὶ τὸ κατὰ Χριστὸν ὑπέδυ τριβώνιον μηδ᾽ ἄκροις ὠσὶ τὰ ἐπᾳδόμενα ἐνηχούμενος, μόνον δ᾽ ἐν χρῷ κουρίας ὁ ἀκερσεκόμης γενόμενος καὶ μετονομασθεὶς Ἀθανάσιος. θαυμάσαι δ᾽ ἄν τις ἐκεῖνο, μηδὲ τυχαίως εἴπῃ συμβῆναι· ἐκ γὰρ ἁπασῶν τῶν κατὰ τὸν Παπύκιον μονῶν ἐκείνην κατοικεῖν ᾑρετίσατο, καθ᾽ ἣν ὁ πρωτοστράτωρ πρώην Ἀλέξιος τὴν κοσμικὴν ἀπεκείρατο τρίχα παρὰ τοῦ βασιλέως συλληφθεὶς Μανουὴλ δι᾽ αἰτίαν μὲν οὐδ᾽ ὅλως πρόδηλον, ὡς ἐν τοῖς περὶ τούτου εἴπομεν λόγοις, ὅτι δ᾽ ἐβεβρίθει πλούτῳ πολυταλάντῳ καὶ ἦν ἱκανὸς βουλεύσασθαι καὶ καταπράξασθαι περιδέξιος· τὴν γὰρ ἐκ τῶν πατρικῶν ὀμφάκων πρὸς τοὺς υἱεῖς μεταρρέουσαν αἱμωδίαν καὶ ὁ Κομνηνὸς οὗτος Ἀλέξιος, ὡς ἔοικε, παθεῖν κατακέκριτο.

Ἀλλ᾽ οὔπω τρεῖς μῆνες παρίππευσαν, καὶ βασιλεὺς αὐτὸν ἐκεῖθεν ἀνακαλεσάμενος πάλιν ἔδειξεν ἐξ ὧν ἔδρασε μὴ σὺν λόγῳ τὰς οἰκείας πράξεις ποιεῖσθαι καὶ διὰ τοῦτο χαίρειν ταῖς ἀγχιστρόφοις μεταβολαῖς κατὰ τὸν τῆς Αὐλίδος παλιρρόθιον πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοισι διηνεκέσι κρεῶν γέραιρε, ὡς Ἀγαμέμνων πάλαι τὸν Αἴαντα, καὶ ἐνάγων πρὸς τὴν τῶν προκειμένων ἐδεσμάτων ἀνυπόστολον ἔφαψιν “φάγε, καθηγούμενε„ πολλάκις ἐπέλεγεν.

Οὐ τὸν Ἀλέξιον δὲ 〈μόνον〉 καὶ τὸν Ἀνδρόνικον οὕτως διέθετο, ἀλλὰ καὶ Κωνσταντῖνον τὸν Ἀσπιέτην, ὑπερφθεγξάμενον τοῦ στρατεύματος, οὗ ἡγεμόνευε τὸν κατὰ τῶν Βλάχων μετιὼν πόλεμον, καὶ φήσαντα μόνον ὡς οὐ φέρειν ἔχουσιν οἱ στρατιῶται λιμῷ καὶ Βλάχοις διαμιλλᾶσθαι, δυσὶ δυσαπαντήτοις κακοῖς, ἀλλὰ χρεὼν αὐτοῖς παρασχεθῆναι τὰ ἐπέτεια σιτηρέσια, τὸν θυμὸν ἐκκόψαι μὴ δυνηθεὶς κατέσχε τε αὐτίκα μεταστήσας τῆς ἀρχηγίας καὶ τοῦ φωτὸς τῶν ὀμμάτων ἐστέρησεν, ἀναταράττειν ὑποπτεύσας τὸν ἄνδρα τὴν στρατιὰν τῷ τῆς ὑπερηγορίας προσχήματι.

Ὁ δὲ τοῦ Κομνηνοῦ Ἀνδρονίκου υἱός, ὃν προσεχῶς εἰρήκειμεν, οὐκ οἶδ᾽ εἴτε τῆς πατρικῆς ἀποστασίας ἀναπληρῶσαι τὸ μέτρον βουλόμενος, εἴτε τῷ τεκόντι ἐπαμῦναι προθέμενος, πρόσεισι μετὰ βραχὺ τῆς τοῦ πατρὸς πηρώσεως τῷ Μεγίστῳ Ναῷ, ποθῶν ἐκεῖθεν εἰς βασιλείαν ἀναρπασθῆναι καὶ ἀναρρηθῆναι πρὸς τοῦ συνειλεγμένου λεώ. ἀλλ᾽ οὔπω τοῖς συνελθοῦσι κατὰ τὸ τέμενος ὁ τρόπος ἔγνωστο, καθ᾽ ὃν ἐκεῖσε εἰσέδραμε, καὶ χειροῦται ὡς ἀποστὰς καὶ στέρεται τοῦ φωτός, μὴ ταῖς τῶν προεισιόντων καὶ τῶν κατὰ σκοπὸν ἀποπεσόντων ποιναῖς παιδευθείς. καὶ δέον ἄλλον τινὰ εἶναι τὸν ὕστατα τιμωρούμενον ὡς βασιλείας ἐρῶντα καὶ τῷ τεμένει προσιόντα, οὗτος ἐπισφράγισμά τι καὶ τελευτὴ γέγονε τῶν ἀποστατῶν· οὐ γὰρ ἔκτοτέ τις τὴν αὐτὴν βαδίσαι προέθετο.

Ὡς δὲ τὰ κατὰ δύσιν χειρόνως εἶχον ἀεὶ καὶ οἱ Βλάχοι ληϊζόμενοι μετὰ Κομάνων καὶ δῃοῦντες τὴν ὑπὸ Ῥωμαίους ἐπῄεσαν συνεχῶς, ἔξεισιν αὖθις ὁ βασιλεὺς κατ᾽ αὐτῶν. καὶ δὴ τὴν Ἀγχίαλον παραλλάξας ἐκ περιελεύσεως τὸν Αἷμον εἴσεισι. μηδέν τι δ᾽ ἔχων παρουσίας βασιλέως ἄξιον διαπράξασθαι δυσὶ μησὶ τὴν ἐκστρατείαν ἀφώρισε. τὰ γὰρ ἐκεῖσε φρούρια καὶ πολίχνια ἰσχυροτέραν τῆς προτέρας εὗρε περιβεβλημένα ἰσχὺν καὶ τείχεσι νεοδμήτοις καὶ ἀρτιστεφέσι προσδιειλημμένα βάρεσι καὶ τοὺς ἔξωθεν ἀμυνομένους ὡσεὶ καὶ ἐλάφους ἐπὶ τὰ ὑψηλὰ τοὺς πόδας ἱστῶντας καὶ δίκην αἰγάγρων κρημνοβατοῦντας καὶ τὴν εἰς χεῖρας συμπλοκὴν ἀλυσκάζοντας. τὸ δὲ καὶ Σκυθῶν ἐπιδρομὴν ὑφορᾶσθαι τὸν αὐτοκράτορα (ἦν γὰρ ὁ καιρὸς εἰς τὴν τούτων περαίωσιν οὐκ ἀνάρσιος) ὀξεῖαν τὴν ἐκεῖθεν ἠνάγκασε ποιῆσαι μετάβασιν.

Οὐκοῦν μὴ δι᾽ ἐκείνης ἀναχωρήσειν προθέμενος, δι᾽ ἧς εἰσελήλυθεν, ἀλλ᾽ ἐπιτομωτέραν ἄλλην μεταλλεύων καὶ ἣν τέμνων εἰς Βερόην διὰ τῶν ἐκεῖσε τεμπῶν ὑποκαταβήσεται, τό τε πλεῖον ἀπώλεσε τοῦ στρατεύματος καὶ αὐτός, εἰ μὴ Κύριος ἦν ἐν αὐτῷ, τῷ ᾅδῃ παρῴκησεν ἄν. δέον γὰρ διὰ τῆς εὐρυνομένης ἐνιαχοῦ καὶ ἐνδιδούσης ἱκανῶς ἐνιππάσασθαι πορευθῆναι, τρυμαλιᾷ δυσβάτων χωρίων καὶ ὀρεινῶν αὐλῶνι παρόδων παρενέβυσεν ἑαυτὸν καὶ τὴν στρατιάν. παρέρρει δὲ κατὰ τὸν ἐκεῖ χῶρον καὶ ὑδάτιον ἐκ χειμάρρου.

Προῆγον μὲν οὖν ὁ πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ ὕστερον βασιλεύσαντος Ἀλεξίου γαμβρὸς ἐπὶ θυγατρί, ὠπισθοφυλάκει δὲ ὁ σεβαστοκράτωρ Ἰωάννης ὁ Δούκας, ὁ πρὸς πατρὸς θεῖος τοῦ βασιλέως. τὸ δὲ μέσον ἐπεῖχε τῆς φάλαγγος, ἧς ἐπίπροσθεν ὥδευε τὰ σκευοφόρα καὶ τὸ ἑπόμενον ἔξω τάξεως ὑπηρετικόν, αὐτός τε ὁ βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου αὐτάδελφος ὁ σεβαστοκράτωρ Ἀλέξιος. οἱ δὲ βάρβαροι παρ᾽ ἑκάτερα τῆς στενῆς ἐκείνης παρόδου φαινόμενοι δῆλοι ἦσαν ἀεί τι τελέσοντες δεινόν.

Τὰ μὲν οὖν προπορευθέντα στρατεύματα παρήλθοσαν ἀμαχεί, μήπω τῶν Βλάχων ἀπηντηκότων κατὰ τὰ στενὰ τῆς ὁδοῦ, καὶ ἄλλως δὲ κρινάντων ἐπιεικῶς ὠφέλιμον τοὺς πρώτως παριόντας ἀναιμωτὶ τὰς ἄκρας ὑπερβαλεῖν, τῷ δὲ μέσῳ συνεπιστῆναι καὶ προσαράξαι σφᾶς τῆς φάλαγγος, καθ᾽ ὃ πάρεστι βασιλεὺς καὶ ἡ τούτου θεραπεία καὶ ὁπόσον αὐτῷ κατὰ γένος ἐπίσημον προσεφέπεται. καὶ οὐκ ἐψεύσθησαν τῶν κατὰ σκοπόν. ἐπειδὴ γὰρ προυχώρησεν ἐς πολὺ τοῦ χαλεποῦ ἐκείνου τόπου καὶ μηδαμῇ διάφευξιν ἔχοντος ὁ αὐτοκράτωρ, οἱ βάρβαροι τηνικαῦτα μεθ᾽ ὅτι πλείστου ὁμάδου ἐπέθεντο. ἀλλ᾽ οὐδ᾽ οἱ τοῦ πεζικοῦ Ῥωμαϊκοῦ στρατεύματος ἐπὶ τούτοις ἠμέλουν, ἀλλὰ καὶ αὐτοὶ μὴ ἐγκυκλωθῆναι σπεύδοντες πρὸς τὸ ἄναντες ἐφορμῶντες τοῦ χώρου ἀνέστελλον, εἰ καὶ πονήρως μάλα καὶ ἐπικινδύνως, τοὺς ὑποκατιόντας τῶν ἀκρωρειῶν. ὡς δ᾽ ἐβιάζοντο τῷ πλήθει καὶ τοῖς ἐπικυλιομένοις λίθοις κακῶς ἔπασχον, ἐνεδίδοσαν εἰς τροπήν, πλὴν ὑφειμένως καὶ τότε οὐδ᾽ ὑπεράγαν, καὶ τοῦτο οὐκ ἐπὶ πολύ· τὸ γὰρ ἀεί τι τοὺς ἀλλοθρόους πλεονεκτεῖν, ἐπιβρίθοντάς τε καὶ κατὰ πλείονας ἐγκειμένους, ἐπικατέβαλέ σφας ἀκόσμως τῇ στρατιᾷ.

Τὸ δ᾽ ἀπὸ τοῦδε συγχύσεως γενομένης καὶ πάντων σώζειν ἑαυτοὺς προθεμένων, ὡς θρέμματα κατακλεισθέντα σηκῷ κατῄκιζον οἱ πολέμιοι τὸν ἐπικαταλαμβανόμενον καὶ ἀεὶ τὸν ἐν χερσὶν ἔκτεινον. ἀμύνων δὲ οὐδεὶς ἦν, οὐδ᾽ ἠδύνατο. βασιλεὺς δὲ αὐτός, ὡς ἐν ἄρκυσι μέσος ληφθείς, πολλάκις μὲν ἀπώσασθαι τὸ καθ᾽ αὑτὸν ἐπιὸν ἀπεπειράσατο βάρβαρον, σὺν δὲ τῷ μηδὲν ἀνύειν καὶ τὸν τῆς κεφαλῆς ἀπεβάλετο κάσιν. πολλῶν δὲ καὶ κρατίστων συνειλεγμένων περὶ αὐτὸν καὶ πολλὰ μὲν ἀνῃρηκότων ὑποζύγια, ὡς δέ φασι καὶ στρατιώτας Ῥωμαίους, ὁπόσοι τῇ παρόδῳ διὰ τὴν συμπίλησιν προσίσταντο, οὕτως αὐτῷ ἡ ἔξοδος διηυμάριστο καὶ σέσωστο μόνος ἀπολωλότων πολλῶν. καὶ ὁ μὲν τοῖς προηγησαμένοις συναφθεὶς τάγμασιν ἔθυε σῶστρα Δαυιτικῶς τῷ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κατὰ τὸν τότε πόλεμον ἐπισκιάσαντι σωτῆρι θεῷ· ὁ δὲ σεβαστοκράτωρ ὁ Δούκας μὴ βατὰ καθορῶν τὰ ἐν ὄψεσιν ἄλλην ἐβάδισεν ἀγαθοῦ τινος ἡγεμόνος εὐπορήσας, ὃν τοῦ κατ᾽ αὐτόν τις στρατεύματος, Λιτοβόης τοὔνομα, ἐκ τοῦ τῶν βαρβάρων τάγματος προσδιαλεξάμενος ἐπεσπάσατο, καὶ δι᾽ ἐκείνης ἀπείρατος ἐξῆλθε κακοῦ.

Βασιλεὺς δὲ διὰ τοῦ λεγομένου Κρηνοῦ πρὸς τὴν Βερόην ἀποσωθεὶς εὗρε τὴν προεξελθοῦσαν ἀπαθῶς στρατιὰν οὐκ ἀγαθὰ φανταζομένην περὶ αὐτοῦ· διεθρυλλεῖτο γὰρ ὡς καὶ αὐτὸς τῷ λοιπῷ συναπολώλει στρατεύματι. διὰ γοῦν τὸ τῆς φήμης ἄγνωμον ὀλίγας ἡμέρας τοῖς ἐκεῖ που προσδιατρίψας μέρεσι πρὸς τὴν τῶν πόλεων ἐπάνεισι βασιλίδα. ἡ μέντοι ἀπευκταῖα περὶ τοῦ κρατοῦντος ᾄδουσα φήμη ὑφ᾽ ἑτέρας ἀγγελίας παρευδοκίμητο, ἣν πτερώσας ὁ βασιλεὺς ἀφῆκε κατὰ τὸν Καρχηδόνιον Ἄννωνα τὰς πόλεις ἐπιοῦσαν νικητὴν διαγορεύειν αὐτόν. ἀλλ᾽ οὔτε Ἄννων ἐπὶ πολὺ ὤνατο τῆς τῶν ᾠδικῶν ὀρνίθων συλλογῆς, οὓς μετὰ τὸ διδαχθῆναι διὰ μειρακυλλίων ὡς “ὁ Ἄννων θεός„, ἐνδελεχῶς παρακαθημένων αὐτοῖς καὶ τοῦτο ὑποβαλλόντων ἀεὶ μάθημα, διαφῆκεν ἄλλοσε ἄλλον, ὡς ἁπανταχῇ διαρρεύσῃ τὸ ὑπὲρ αὐτοῦ τῶν ὀρνίθων μέλος· λύσαντες γὰρ τὸ πτερὸν οὐκέτι Ἄννων ᾖδον θεός, ἀλλὰ τὰ τῶν ὀρνίθων καὶ πάλιν ἐμουσούργουν ὡς πρότερον· οὔτε βασιλεὺς ἐς μακρὸν τῆς εὐαγγέλου φήμης ἀπέλαυσεν· ἡ γὰρ πτῶσις πολυάνθρωπος γενομένη τὰς πόλεις ἐπιστεναχούσας ἐδείκνυ καὶ τοὺς ἀγροὺς κῶμον κωμάζοντας ἄγριον.

Εἰσιὼν δὲ τὴν τῶν πόλεων ἄρχουσαν ὑπεχάλασέ τι μικρὸν τῆς ὀφρύος καὶ ἦν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις δακνόμενος. πρώην δὲ οὐχ οὕτως διέκειτο, ἀλλ᾽ ἀπαίρων κατὰ βαρβάρων τὰ προφητικὰ ἐκεῖνα εἰς ἑαυτὸν ἐφελκόμενος ῥήματα ᾤετο ἐν εὐφροσύνῃ ἐξελεύσεσθαι καὶ ἐν χαρᾷ εἰσελεύσεσθαι καὶ ὡς τὰ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα αὐτὸν ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις καὶ ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρρίνη, ἐπεὶ καὶ ἀλλοκότοις δόξαις περὶ ἑαυτοῦ συγκεκρότητο. καὶ πολλάκις τὰ ἐν μυχῷ καρδίας ἐπηλυγαζόμενα ἐξαγγέλλων ἐφθέγγετο μὴ διὰ τὰ κοινῶς ὑφ᾽ ἡμῶν ἡμαρτημένα καὶ θεοῦ κρίσιν πάντας καταλιπεῖν βαρυνθῆναι τὸ οὖς Κυρίου τοῦ μὴ ἀκούειν ἡμῶν καὶ παραδοθῆναι ἡμᾶς εἰς μαστίγωσιν λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ, ἀλλὰ τίνοντας δίκην τοῦ ὀπίσω Ἀλεξίου τοῦ Βρανᾶ πορευθῆναι ἀποστασίαν κατ᾽ αὐτοῦ νοσήσαντος τοιούτοις ἐκδεδόσθαι τοὺς προνομευομένους κακοῖς.

Ὢ τῶν τοῦ πονηροῦ σκεμμάτων τε καὶ ὑφηγημάτων, εἰ οὕτω τινὲς ὑπειλήφασιν ὡς εὐσεβῶν μυριάδας τῆς ὁποιασοῦν ὑπό τινος αὐτῶν παροινήσεως ἀντάλλαγμα καὶ ἀντίψυχον ἐκδίδωσιν ὁ θεὸς συγκινηθεῖσιν ἔθνεσι καὶ ὡς πρόβατα σφαγῆς παρίησιν ἀπάγεσθαί τε καὶ ἀποκτείνεσθαι. τίς γὰρ Ἱερεμίας πολύδακρυς ἐθρήνησεν ἂν ἀρκούντως τοὺς αἰχμαλωτιζομένους, τοὺς ἀναιρουμένους, τοὺς εἰς τὰς πορρωτέρω χώρας ἀποδιδομένους, καὶ τούτων ἐφ᾽ ὅσαις τὸ τοῦ Χριστοῦ μὴ ἐπικέκληται ὄνομα.

Οὐ ταῦτα δὲ μόνον διεξιὼν ἦν παραβόλως, ἀλλ᾽ ὅτι καὶ μοναρχίαν περιβαλεῖται δήπουθεν καὶ θηλάσει γάλα ἐθνῶν καὶ αὐτὸς ἐσεῖται τὴν Παλαιστίνην ἐλευθερῶν καὶ τὴν δόξαν τοῦ Λιβάνου κτώμενος καὶ τοὺς Ἰσμαηλίτας ὑπὲρ τὸν Εὐφράτην κεραΐζων καὶ ληϊζόμενος καὶ τὸ βαρβαρικὸν κύκλῳ ἀνακαθαίρων. προσεπῆγε δὲ ὡς καὶ οἱ τότε ὑπ᾽ αὐτὸν ἡγεμόνες οὐκ ἔσονται τοῖς σήμερον ὅμοιοι, ἀλλ᾽ ἰσχὺν περιβαλοῦνται πλείστην καὶ πλοῦτον ἐθνῶν ἔδονται καὶ τὰ πάχη αὐτῶν ἐκμυελιοῦσιν εἰς τὴν αὐτὴν ῥηξὶ καὶ τοπάρχαις ἐξουσίαν καὶ περιφάνειαν καθιστάμενοι.

Ἐλέγετο δὲ πάντων τούτων ὑφηγητὴν Ἰσαακίῳ καθεστάναι τὸν πατριάρχην Δοσίθεον, ὡς σῆτα ταῖς κενοφωνίαις ταύταις τὴν ἐκείνου φύσιν πρὸς τὰ καινὰ τῶν ἀκουσμάτων οὖσαν κατάρροπον ὑπεισιόντα καὶ κατεσθίοντα, ἢ μᾶλλον ὡς αἱ τίτθαι τὰ βρεφύλλια ἐπικλινῆ τιθέναι πρὸς ῥᾳστώνην καὶ βίον ἐξημβλυμένον ἀναπεπτωκότα τε ποιεῖν τὸν βασιλέα τοῖς τῶν τοιούτων μυθολογημάτων ἐπᾴσμασιν, οἷα δὴ καὶ μηδὲν αὐτουργοῦντος αὐτοῦ, τῆς δ᾽ ὡρισμένης ἐπιστάσης ὑποκεισομένων αὐτῷ πασῶν τῶν βασιλειῶν, καθ᾽ ὃν δὴ τρόπον καὶ οἱ πάλαι ζωγράφοι Τιμόθεον ἔγραφον αὐτὸν μὲν καθεύδοντα, τὴν δὲ τύχην περιιοῦσαν καὶ εἰς ἕνα κύρτον τὰς πόλεις ἐμβάλλουσαν καὶ προσάγουσαν αὐτῷ καὶ παραδιδοῦσαν.

Τὸ δὲ δὴ θαυμάζεσθαι ἀξιώτερον, ἔλεγε διαρρήδην ὡς ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν αὐτὸς τοῦ ἄρχειν καθελὼν εἰς θάνατον ἐξέδωκε πόνηρον, ἐνναετίσειν ἤμελλε τῇ βασιλείᾳ Ῥωμαίων, συνέστειλε δὲ τὴν ἐκείνου ἐννεαρχίαν εἰς τριετίαν θεὸς ὡς ὄντος κακοεργοῦ, ἀμέλει τοι καὶ ὡς ῥάκος πορφύρᾳ ἐπιβέβληνται τῇ αὐτοῦ ἀρχῇ καὶ οἱ ἐκείνου ἓξ λυκάβαντες καὶ μέλλει κατὰ τούτους αὐτὸς τοὺς χρόνους μὴ εἶναι πάνυ τι ἐπιεικής τε καὶ μέτριος, μηδ᾽ ὡς ἐπίπαν ταῖς ἀγαθοπραξίαις γαννύμενος, ὡς τῶν κακοποιῶν Ἀνδρονίκου ἐνιαυτῶν πρὸς τὴν ἐκείνου μεθελκόντων φύσιν αὐτὸν καὶ ἀντισπώντων ἀναγκαστῶς. ταῦτα δὲ εἰ τὴν πάλαι σεσηπυῖαν εἱμαρμένην ἀνίστησι καὶ συνίστησι τὴν ἀναγκαίαν καὶ Ἀνδρονίκῳ χαρίζονται τὸ ἀνέγκλητον ὡς κατὰ χρόνους ἄρξαντι κακοποιούς, παρίημι τοῖς βουλομένοις σκοπεῖν. ἐπεὶ δὲ οἱ ἓξ παρήλθοσαν ἐνιαυτοί, ἔδειξεν ἐκ τῶν πραγμάτων αὐτῶν μὴ τὴν χρονικὴν περίοδον, ἀλλὰ τὴν γνωμικὴν ἰδιότητα ὑποβάλλειν καὶ ὑποτιθέναι τὰ βουλητέα τισίν· ἀγαθὰ γὰρ ἐπαγγελλόμενος μείζονα τοῖς ὑπηκόοις εἰς τοὺς μετέπειτα ἐνιαυτοὺς οὐδέν τι τῶν προτέρων εἰργάσατο ἄμεινον.

Οἱ μέντοι Βλάχοι τῷ ἀεὶ νικᾶν ἐπαιρόμενοι καὶ πλοῦτον ἁβρὸν καὶ παντοῖον ὁπλισμὸν ἐκ τῶν Ῥωμαϊκῶν λαφύρων περιβαλλόμενοι ἀκατάσχετοι τὰς ὁρμὰς ἐγεγόνεισαν καὶ οὐκέτι κώμας καὶ ἀγροὺς ἐληΐζοντο ἐπιόντες, ἀλλὰ καὶ κατὰ τῶν μεγαπύργων ἐφωπλίζοντο πόλεων. τήν τε οὖν Ἀγχίαλον ἐξεπόρθησαν καὶ τὴν Βάρναν παρεστήσαντο καὶ κατὰ τὴν Τριάδιτζαν ἀφικόμενοι, ἥ ἐστιν ἡ πάλαι λεγομένη Σαρδική, τὸ πλεῖον ταύτης μέρος ἠφάνισαν. καὶ αὐτὸ δὲ τὸ Στούμπιον τῶν ἐνοικούντων ἐκένωσαν καὶ εἰς τὸν Νῖσον ἀφιγμένοι κἀκεῖθεν οὐκ ὀλίγην λείαν ἀνθρώπων τε καὶ ζώων ἐπεσπάσαντο.

Μὴ ἔχων δ᾽ ὁ βασιλεύς, ὡς οἷα ὑπὸ μελισσῶν κηρίον κυκλούμενος, τίνι τῶν κακῶς πασχόντων ἐπαρήξειε πρότερον ἢ τίνι τελευτῶν βραβεύσοι τὴν σύναρσιν, εἰς ἀρχηγοὺς μερίζει τὴν στρατιάν. ἀμέλει καὶ τὴν Βάρναν ἀνέκτισε καὶ ἐπύργωσε τὴν Ἀγχίαλον καὶ φρουρὰν αὐταῖς ἐγκατέστησε. καὶ ἐδόκει μὲν οὐκ ἄπο προμηθείας εἶναι ταῦτα βασιλικῆς, ἦσαν δὲ καὶ οὕτως τὰ τῶν ἐναντίων αὖθις ἐπικρατέστερα.

Ἐξιὼν δὲ καὶ αὐτὸς κατὰ τὰς μετοπωρινὰς τροπὰς περὶ τὴν Φιλίππου καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, ὡς ἐνόν, ἀνέστελλε τὰς τῶν Βλάχων καὶ Σκυθῶν ἐπιδρομάς. κακουργοῦντος δὲ τοῦ τῶν Σέρβων ζουπάνου καὶ τὰ Σκόπια φθείροντος, ἄπεισι κατ᾽ αὐτοῦ· καὶ ὡς συνερρώγεσαν αἱ τάξεις κατὰ τὸν Μοράβον λεγόμενον ποταμόν, ἐνέκλιναν οἱ βάρβαροι, καὶ καταδιώξεως γενομένης, οὐκ ὀλίγοι τούτων ἀφανισμῷ παρεδόθησαν ὕδασι καταβαπτιζόμενοι καὶ δόρασι διαπειρόμενοι. παρελθὼν δὲ τὸν Νῖσον καὶ περὶ τὸν Σάουβον γενόμενος ποταμὸν τῷ οἰκείῳ συνέμιξε κηδεστῇ τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ. καὶ συχνὰς ἐκεῖσε διατρίψας ἡμέρας ἐπάνεισιν αὖθις εἰς Φιλιππούπολιν κἀκεῖθεν τὴν μεγαλόπολιν εἴσεισιν ἐκκλίνων τὴν εἰς τὸν Αἷμον πάροδον.

Εἰς δ᾽ ἑτέραν τῶν κατὰ Φιλιππούπολιν ἀπιδὼν κυβέρνησιν, ὡς τῶν ἐκεῖσε μάλιστα κακῶς πασχόντων ἀεί, στέλλει τὸν οἰκεῖον ἐξάδελφον Κωνσταντῖνον, ὃν καὶ δοῦκα τοῦ στόλου προυβάλετο, εἰς στρατηγὸν ἀποτάξας. ὁ δὲ κἂν οὔπω ὑπεραναβεβήκει τὸν μείρακα, τὸ γοῦν θυμοειδὲς παραδεικνύων, ὡς οἱ τῶν λεόντων σκύμνοι τὴν ὀφρὺν εὐθὺς ἐκ γενέσεως καὶ τῆς ἐπαυχενίου κόμης τὸ λάσιον καὶ τὰς τῶν ὀνύχων ἀκωκάς, οὕτω πρὸς ὑπακοὴν καὶ δέος τὸ συνὸν αὐτῷ ἐρρύθμισε στράτευμα, ὡς νεύματι μόνῳ πείθεσθαί οἱ καὶ ἐννοήματι καὶ πρὸς τὰ ἐπιταττόμενα ῥᾳδίως ὑπάγεσθαι. ἐστρατήγει οὖν μετὰ τῆς φυσικῆς ὀξύτητος. εἰ δέ που ἡ νεότης σφαδάζουσα ἐξέπιπτε τοῦ καθήκοντος, ἡ τῶν ἐκείνῳ συνεζευγμένων ὑποστρατήγων ἐμπειρία ταύτην ἀνασειράζουσα μὴ ὅρους ὑπερβαίνειν ὑπετίθει τοὺς τακτικούς. ἔπτηξαν οὖν αὐτὸν οἱ ἀποστάται Βλάχοι ὅσον οὐδ᾽ αὐτὸν τὸν βασιλέα ὀπτανόμενον κατεπλάγησαν καὶ πολλάκις ὁ Πέτρος σὺν τῷ Ἀσὰν κείρειν τὰ κατὰ Φιλιππούπολιν καὶ Βερόην προθέμενοι οὐκ ἔλαθον ἐξιόντες τὸν Κωνσταντῖνον, ἀλλ᾽ ἐφέποντα εἶχον καὶ τὰς ἐκείνων κλονοῦντα φάλαγγας, ὥστε οὐχ ὡς πρότερον συχνὰς ἐποίουν τὰς ἐκδρομάς.

Ἀλλὰ δέον τὰ λυσιτελῆ ταῦτα τῇ πατρίδι καὶ ταῖς ἐκεῖσε πόλεσιν αἱρεῖσθαι τὸν Κωνσταντῖνον, ὁ δὲ τὴν ἐναντίαν ἐτράπετο. ἐπαρθεὶς γὰρ τοῖς μικροῖς ἀγωνίσμασι τούτοις ὡς τὰς φρένας ἀστατῶν τῇ νεότητι ἤρξατο ὑποποιεῖσθαι τοὺς συνόντας αὐτῷ ἀρχηγοὺς κἀκ τῶν ἐγχωρίων στρατιωτῶν ὁπόσους τὸ γένος αἰδεσίμους ἐγίνωσκε καὶ περιδεξίους εἰς ἔργα πολέμια. οὐκοῦν καὶ βραχεῖαν ἐκ τούτων ῥοπὴν ἐσχηκὼς πρὸς τὴν τῶν κατ᾽ ἔφεσιν ἐκπεράτωσιν τῆς στρατηγίδος ἀνθαιρεῖται στολῆς τὴν βασίλειον καὶ τοὺς πόδας εἰς ἑτοιμασίαν τῆς τυραννίδος φοινικοβαφὲς ἀμφιέννυσι πέδιλον. καὶ παραδηλοῖ γράμμασι τὰ ἐπ᾽ αὐτῷ τετελεσμένα τῷ τῆς ἀδελφῆς γαμέτῃ, τῷ μεγάλῳ δομεστίκῳ τῆς δύσεως Βασιλείῳ τῷ Βατάτζῃ. τὸν δὲ οὐ μόνον οὐκ ἔσχεν ἐπαινοῦντα τὰ τετολμημένα ἢ προσσχόντα οἷς ἔπραττε νηπιωδῶς καὶ ἐπέστελλεν αὐθαδῶς εἰς Ἀδριανούπολιν τότε διάγοντα, ἀλλὰ καὶ μᾶλλον τὴν ἄκαιρον ὁμοῦ καὶ ἄλογον φιλοτιμίαν καταμωκώμενον καὶ ὡς ὅσον οὐδέπω ἀπολούμενον αὐτὸν ὀδυρόμενον· ὃ καὶ παρὰ πόδας ἐπηκολούθησεν.

Ἄρας γὰρ ἐκ τῆς Φιλίππου ἐπὶ σκοπῷ τοῦ κατ᾽ Ἀδριανούπολιν γενέσθαι καὶ μὴ ἑκόντα τὸν οἰκεῖον συμπαραλήψεσθαι γαμβρὸν τὸν Βατάτζην συλλήπτορα τοῦ ἔργου καὶ συνεπευδοκοῦντα τοῖς τελουμένοις καὶ φθάσας περὶ τὸ λεγόμενον Νεούτζικον (τόπος δέ ἐστιν οὗτος διοριστικὸς τῶν ἐπαρχιῶν ἀμφοτέρων, τῆς Ἀδριανοῦ φημὶ καὶ τῆς Φιλίππου) συλλαμβάνεται καὶ καταπροδίδοται βασιλεῖ παρ᾽ αὐτῶν ἐκείνων τῶν εἰς ἀποστασίαν ὑπονυξάντων καὶ ἀναγορευσάντων αὐτὸν αὐτοκράτορα. οἱ δ᾽ αὐτοὶ καὶ τὸν ὑπὲρ ἑαυτῶν ἀπόλογον ἐφ᾽ οἷς ἔδρασαν πρὸς τὸ εὔσημον μεθαρμόζοντες διεμηνύσαντο βασιλεῖ τὸ μὲν ὑποκλιθῆναι καὶ προσνεῦσαι τῷ ἀποστάτῃ μὴ καθ᾽ ἕτερον τρόπον ἐργάσασθαι ἢ τῷ συμμεταβεβλῆσθαι ἀθελήτως τῷ καιρῷ καὶ τοῖς πράγμασιν (ὁρᾶν γὰρ οὐκ ἀκίνδυνον αὐτοῖς καὶ ἀκόνδυλον τηνικαῦτα τὸ ἀντιτείνειν πρὸς τὰ παρὰ τοῦ Κωνσταντίνου ὑποβαλλόμενα· εἶναι καὶ γὰρ τῶν προηγησαμένων στρατηγῶν ἐπιχολώτατον καὶ τὸ ξίφος ἐκ τοῦ αὐτίκα γυμνοῦντα κατὰ τῶν μὴ ἐμμενόντων τοῖς αὐτοῦ δόγμασι), τὸ δὲ νῦν τελεσθὲν τῆς ἐς αὐτὸν ἐκεῖνον ἀκραιφνοῦς τεκμήριον πίστεως τὸ οἰκεῖον ἐνδειξαμένων, ὁπηνίκα εὐκαιρίας ἐλάβοντο.

καὶ ᾔδει μὲν βασιλεὺς παλιμβόλων ἀνδρῶν τεχνάσματα ταῦτα καὶ κατεσχηματισμένα προβλήματα, ἐπαινέσας δ᾽ ὅμως τὸ γεγονὸς ὡς αὐτῷ ξύμφορον τῶν μὲν συναραμένων τοῦ ἔργου τῷ Κωνσταντίνῳ οὐδένα ἐκ τοῦ προδήλου παραλελύπηκεν, αὐτὸν δ᾽ ἐς τὸ φῶς ἐλυμήνατο.

Τοσοῦτον δ᾽ εὐφράνθησαν οἱ Βλάχοι καὶ ἠγαλλιάσαντο Πέτρος τε καὶ Ἀσὰν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις τῷ Κωνσταντίνῳ, ὥστε κἀκεῖνον ἐπὶ τοῦ ἑαυτῶν ἔθνους ἔλεγον τῇ βασιλείᾳ ἐπιβαλεῖν καὶ βασιλέα μὴ ἔχοντα μειζόνως εὐεργετήσειν ἄλλως τοὺς Βλάχους τὰς κόρας ἐκκόψαι τοῦ Κωνσταντίνου, θυμοσοφοῦντες ἐν τοῖς τοιούτοις καὶ τὰ Ῥωμαίων μυκτηρίζοντες πράγματα ἐπὶ τὸ κάταντες ἀεὶ προχωροῦντα καὶ ταῖς χείροσι μερίσιν ὑπενδιδόντα. οἱ δ᾽ αὐτοὶ καὶ τοῖς ἐκ φύτλης τῶν Ἀγγέλων τὴν τῶν Ῥωμαίων χειρίζουσιν ἀρχὴν πολυετὲς ἐπηύχοντο κράτος, μηδὲ ἰδεῖν ποτε θάνατον, εἰ δυνατόν, ἐξελιπάρουν τὸ θεῖον, ἢ ἀφαίρεσιν τῆς βασιλείας παθεῖν· καὶ τὴν αἰτίαν προστιθέντες ἐχρηστηρίαζον οἱ κατάρατοι ὡς, αὐτῶν βασιλευόντων, ἔτι καὶ ἔτι τὰ τῶν Βλάχων εὐτυχοῦντα προσεπιδώσουσί τε καὶ μεγαλυνθήσονται, καὶ χώρας δὲ καὶ πόλεις ἀλλοτρίας ἐπικτήσονται καὶ ἄρχοντες ἐξ αὐτῶν καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτῶν ἐξελεύσονται, οὐκ οἶδ᾽ ὅθεν καὶ ὅπως τὰ ἐσπουδασμένα ταῦτα διεξιόντες.

Ἔνθεν τοι καὶ οἱ μὲν ὡσεί τι ἐκπορθήσοντες φρούριον ἢ κώμας ἀναρπάστους θησόμενοι ἢ πόλεις ἀναστάτους δείξοντες μετὰ φάλαγγος ἐπῄεσαν Σκυθικῆς καὶ τὸ προστυχὸν ἅπαν ἐσίνοντο, ποτὲ μὲν τῇ Φιλίππου ἐπιόντες, ποτὲ δὲ τῇ Σαρδικῇ ἐφεδρεύοντες, ἐνίοτε δὲ κατὰ τὴν Ἀδριανούπολιν ἐξερχόμενοι· οἱ δὲ Ῥωμαῖοι νωθέστερον ἐπεξῄεσαν, εἰ δέ ποτε καὶ ἀντετάχθησαν ἢ συνεπλάκησαν, κατὰ μετρητοὺς ἐκάκουν τοὺς ἀντιπάλους.

Ὁ δὲ βασιλεὺς οὗτος δολιχοδρόμῳ ἢ γοῦν σταδιεῖ προσεοικὼς εὐθὺς πρὸς τῇ νύσσῃ κατέπαυσε, τὸν τῆς ἀρίστης βασιλείας δρόμον τρέχειν ἀρξάμενος· οὐ γὰρ ἦν πολλοὺς ἀμφιιὼν κύκλους τῆς ἀρετῆς, ἀλλ᾽ ὡς ἀποκαμὼν ὑπεχαλάσθη τοῦ συντόνου τῆς ὁρμῆς καὶ τῆς ἐπαινετῆς ἐς ἅπαν ἐξενευρίσθη προθέσεως. οὐκοῦν πολλοῖς τὰ χαλινὰ καὶ τὰς ἡνίας ὑπαλλάξας τῆς βασιλείας, ὡς εἴπερ αὐτὸς ἀποπεφύκει πρὸς σπουδαίαν ἀρχῆς διοίκησιν, φέρων ἐνεχείρισε τὴν πάντων διεξαγωγὴν καὶ κυβέρνησιν καὶ τῷ πρὸς μητρὸς θείῳ Θεοδώρῳ τῷ Κασταμονίτῃ.

Ἦν δ᾽ οὗτος περὶ πραγμάτων ἐγχείρησιν καὶ μάλιστα περὶ τὰς δημοσίας συνεισφορὰς δεξιώτατος καὶ λόγων σοφωτέρων μέτοχος. ὃν καὶ λογοθέτην τῶν σεκρέτων προβαλόμενος ἤγετο ὑπ᾽ αὐτοῦ καὶ μετήγετο καθάπερ βασιλευόμενος, ὅθεν ὡς ἄν τις ἐν ὑπηρέτου μοίρᾳ καθήμενος πᾶν, ὅπερ ὑπ᾽ αὐτοῦ ἐπετάττετο, διεπράττετο σχεδὸν μηδὲν διακρίνων. νοσῶν δὲ τὰ ἄρθρα τῶν ποδῶν ὁ Κασταμονίτης φοράδην τὰ πολλὰ πρὸς τὸν κρατοῦντα εἰσήγετο ὑπὸ δυοῖν φορέων αἰρόμενος διὰ σκίμποδος ὡς οἱ τῶν οἴνων ἀμφορεῖς· καὶ συνομιλῶν βασιλεῖ τὰ πρόσφορα, ἢ μᾶλλον καπηλεύων τὰ Ῥωμαίων πράγματα καὶ ὀλίγου ἀποδιδούς, αὖθις ἐξήγετο. οἱ δέ γε λαοὶ καὶ τὸ τῆς πολιτείας γερούσιον καὶ ὅσοι τῷ βασιλεῖ καθ᾽ αἷμα συνήπτοντο εἵποντο ἐκείνῳ καὶ προπέμποντες ἐκύκλουν τὸν νεκροφόρον ἄντικρυς ὀκλαδίαν, τὰς οἰκείας τύχας, οὐκ ἐκεῖνον ἀποκλαιόμενοι. οὐ γὰρ ἦν τι τῶν γινομένων ἐκείνου ἄνευ διαπραττόμενον, ἀλλ᾽ οὐδέ τις καὶ τῶν ἐν ὑπεροχαῖς συμμετεῖχε τῷ Κασταμονίτῃ καθέδρας, ἀλλὰ παρίσταντο πάντες δουλοπρεπεῖ σχήματι. καὶ ὁ κρατῶν ἐπὶ τούτοις οὐκ ἐδυσχέραινε καὶ τὴν οἰκείαν δόξαν ὁρῶν ἀναρσίως πρὸς ἕτερον μεταβαίνουσαν καὶ διαρπαζομένην τὴν βασιλείαν οὐμενοῦν οὐδέν τι πρὸς τὴν ἀτοπίαν ταύτην ἐφρόνει ἐνδόσιμον, ἀλλ᾽ ἦν τοῖς τελουμένοις ἐπευδοκῶν κατ᾽ οὐδένα πρόδηλον δίκαιον σκοπόν.

προϊὼν δὲ καὶ φάλαρα ὀξυβαφῆ αὐτῷ ἐνέδωκεν ἔχειν, τοῦ ἱεροῦ σχοινίσματος ὄντι, καὶ ἐφεστρίδα τοιαύτην ἐν τῷ ἱππεύειν κεκτῆσθαι καὶ διὰ βαφῆς ὁμοίας ὑποσημαίνεσθαι τοὺς τόμους τῶν δημοσίων λόγων καὶ τὰ γραμμάτια. καὶ ἦν ὄντως τὰ πράγματα μετακεκλικότα πρὸς τὸ ἀσύνηθες καὶ τῇ ἰδίᾳ φύσει ἀντιτασσόμενα, ἕως τις νόσος φιλάνθρωπος τοὺς μὴ ἑαυτοὺς ἐλεοῦντας οἰκτειρήσασα ἐπέβρισε τῷ ἀνθρώπῳ ἐξ ὕλης μοχθηροτέρας, ἥτις τὰ ἄρθρα τοῦ σώματος ἀναμοχλεύουσα ἐπενέμετο καὶ ἐπέθετο τῷ λογιστικῷ κραταιότερον.

Ἦγε δὲ τότε πεντεκαιδεκάτην ὁ Αὔγουστος μὴν καὶ ὁ Κασταμονίτης μετὰ φυσήματος καὶ πολυοχλίας ἀρχικωτάτης τῇ μονῇ τῆς Παντανάσσης διὰ τῆς ἀγορᾶς ἐπεφοίτησε τὰ ὅσια τελέσων τῇ μεταστάσει τῆς θεομήτορος, ὅτε καὶ πρώτως ἀκούσας δεσπότης καὶ βασιλεύς, ἐπεὶ καὶ τοῦτο προσεφεῖτο ἐπιλέγειν τοῖς κόλαξι καὶ τοῖς αἰκάλλειν εἰωθόσι τοὺς δυναστεύοντας, ἔδοξε τοῖς κομψοτέροις τῶν συνελθόντων εἰς ἐπιληψίαν ἀποκλῖναι διὰ τὸ καινότερον τοῦ ἀκούσματος. ἀλλὰ καί τις τῶν τοῦ βήλου κριτῶν παρεστὼς (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) διαχαλάσας τὴν ἐσθῆτα ἐδέσμει τὰς γαστροκνημῖδας τοῦ λογοθέτου τῇ ζώνῃ τῆς ὀσφύος, ἐπισχήσειν τὸ ἀνωφερὲς τῆς ὕλης ἐντεῦθεν πειρώμενος. πλὴν ὁ μὲν καὶ οὕτως ἀλύτως εἶχε τῆς τῶν φρενῶν παρακοπῆς, ὁ δὲ τὸν παρὰ πάντων εὖ μάλα ὠφλίσκανε γέλωτα διά τε τῶν ἱματίων τὸ ἄνετον καὶ τὸ τῆς γνώμης εὐάγωγον. ἀλλὰ τότε μὲν βραχύ τι καὶ ὅσον ἡδυτέραν τὴν ἡμέραν ὑπολογίσασθαι τῆς καχεξίας ἀνανεύσας πάλιν ἐμπέπτωκεν εἰς αὐτὴν καὶ μεθ᾽ ἡμέρας ἀπέρρηξε τὴν ψυχήν, καὶ ἄλλως ἀσθενικὸς ὢν τὸ σῶμα καὶ τὰ περὶ τὴν ἕδραν ὑπὸ νόσου πολύτρητος.

Ἐκδηλότερον δὲ τὸ αἶσχος ἐγγὺς τοῦ κάλλους ὁρώμενον. τοῦ γὰρ Κασταμονίτου τελευτήσαντος διαδέχεται τὴν βασιλέως εὔνοιαν νεανισκάριόν τι γραμματιστοῦ καὶ πινακιδίου δεόμενον. Καὶ τούτου τὸν ἐν ἡμῖν βίον ἀπολιπόντος, παιδίον μικρὸν τὴν τῶν κοινῶν διοίκησιν ἀναζώννυται, οὔπω πέρυσιν ἀφειμένον δονακίσκου καὶ μέλανος, ὃς οὐ τὸν κρατοῦντα μόνον αὐτὸν ὡς τὸ κῆτος ὁ λεγόμενος προπομπὸς μετῆγεν, ὡς ᾑρεῖτο, καὶ περιέφερεν, ἀλλὰ μετῄει καὶ ὅσα τῶν στρατιωτικῶν εἰσι καταλόγων, ὡς εἴπερ ἐκ σπαργάνων αὐτῶν τῇ πηδαλιουχίᾳ τῶν μεγίστων ἐνετέθραπτο πραγμάτων ἢ τὰς κοσμικὰς φροντίδας ἠπίστατο πρὸ γενέσεως, καθὰ καὶ περὶ Σιβύλλης φασὶν ὡς ἅμα τε τῆς μητρῴας νηδύος ἐξώλισθε καὶ ἅμα περὶ τῆς τοῦ παντὸς ἐφιλοσόφει συστάσεως. πολλαπλασίονα οὖν καὶ οὗτος τοῦ Κασταμονίτου τὴν ἰσχὺν ἐνεδέδυτο κἀκεῖνα τῷ αὐτοκράτορι θεμιτά, ὁπόσα οἱ θελητὰ ἐδέδοκτο.

Καὶ ἦν βομβυλιὸς ἀτεχνῶς εἴτε κώνωψ ὠτίον περιβομβῶν λέοντος ἢ μυρμηκάνθρωπος μελάγχροος τὸ τῆς γῆς μέγιστον ἄχθος διακυβερνῶν ἐλέφαντα ἢ μήρινθος λεπτὴ ἀπὸ ῥινὸς ἐφέλκουσα κάμηλον, εἴπῃ δ᾽ ἄν τις οὐκ ἀκόμψως καὶ παχεῖα κυψελὶς περὶ τὸ τῆς βασιλικῆς ἀκοῆς ἐνσκήψασα ἕλιγμα καὶ τῶν ἑτέρωθεν ἐνηχουμένων τὴν εἰσροὴν ἀποφράττουσα, ἢ καὶ τεθλιμμένη παράθυρος καὶ στενὴ πυλὶς καὶ συνεπτυγμένη ὁδὸς εἰσάγουσα πρὸς τὰ βασίλεια. αἱ δ᾽ εὐρεῖαι τῶν εἰσόδων, δι᾽ ὧν προσεφοίτων πρότερον τοῖς κρατοῦσιν οἱ δεόμενοι, τέλεον ἐπεζυγώθησαν καὶ ταῖς μωραῖς τῶν παρθένων οἱ δι᾽ ἐκείνων εἰσελθεῖν πειρώμενοι ἐῴκεσαν ἀτεχνῶς, ὅτι μηδ᾽ ἦν ὁ κατ᾽ ἐκείνας τῷ κρούοντι ὑπανοίγων εἰ δέ τις ὀψέ ποτε διὰ τῆς τῶν πυλῶν συμμύσεως τοῖς ἐπιμένουσι τῷ κρούειν ἐπαπταίνετο, οὐδὲν μέντοι πρὸς τὴν πεῦσιν ἀπεκρίνετο, τὸ δ᾽ ἀπελθεῖν εἰσηγεῖτο κατὰ τὴν παραπυλίδα τὴν πλάγιον καὶ δι᾽ ἐκείνης εὐμαρῆ τὴν εἴσοδον εὕρασθαι καταθέμενόν τι τῶν ἐν τῷ κόλπῳ ἢ τὴν οἴκοι ἀποδόμενον δίπλακα.

Συνεμάχετο δὲ τῷ παιδιογέροντι τούτῳ πρὸς τὸ ὑπερφιλεῖσθαι παρὰ τοῦ αὐτοκράτορος καὶ εἷς ἀντὶ παντὸς λογίζεσθαι καὶ τὸ ἦθος μὲν σοφιστικὸν καὶ εὐτράπελον ὂν καὶ τὸ πολυειδὲς ὡσαύτως τῆς γνώμης καὶ ὕφαλον, ἐπεὶ καὶ κατηγόρει ταῦτα τούτῳ ἡ τῶν ὀφρύων γραμμὴ ξυνεχὴς φυεῖσα καὶ μηδέν τι μεταίχμιον ἔχουσα. πλέον δὲ μᾶλλον προσῳκείου τῷ βασιλεῖ τὸ ἐμπορικὸν φρόνημα καὶ ὁ ὑπεράπειρος λημματισμός· οὐ γὰρ μόνον τοῖς ἐξ ὕλης παντοίας στατῆρσιν ἐνσκολιευόμενος ὑφεῖρπε καὶ ἐνήδρευε τοῖς πρὸς δίαιταν, ἀλλὰ καὶ ποπάνοις ἐνελύττα καὶ ἐνέχαινε πέποσι καὶ ξύμπαν ἄλλο περιειργάζετο τῆς γῆς ὡραῖον ἐδώδιμον.

Ἀλλ᾽ ἐπανακτέον τὸν λόγον ἐκτραπόμενον τοῦ ἴχνους, ἐφ᾽ ὅπερ ὥρμησεν ἐξ ἀρχῆς. τὰ δ᾽ ἐφ᾽ ὅσον ἐνεδήμει χρόνον τῇ βασιλίδι τῶν πόλεων ὑπὸ τοῦ βασιλέως τούτου πραττόμενα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οὑτωσί πως διετετράνωτο. ἐτρύφα καθ᾽ ἡμέραν λαμπρῶς παρατιθέμενος τράπεζαν Συβαρίτιδα καὶ τῶν ἡδυτάτων χυμῶν γευόμενος βουνίζων τε τοὺς ἄρτους καὶ λόχμην κνωδάλων ἰχθύων τε διάπλευσιν καὶ πόντον οἴνοπα δεικνὺς τὴν ἑστίασιν. ναὶ μὴν ἑτερημέροις ἐνευπάθει λουτροῖς ὠσφραίνετό τε μυρεψουμένων εὐωδιῶν καὶ ταῖς στακταῖς ἐρραντίζετο, ὡς ὁμοίωμά τε ναοῦ στολαῖς ἐξάλλοις ἐκέκαστο βοστρυχιζόμενος. ἐπιδεικτικός τε ἦν ὡς ταὼς ὁ φιλόκοσμος καὶ μὴ δὶς τὸν αὐτὸν χιτῶνα ἐνδιδυσκόμενος ἢ ὥσπερ ἐκ παστοῦ νυμφίος καὶ ὡς ἐκ λίμνης περικαλλοῦς ἥλιος προϊὼν καθ᾽ ἑκάστην τῶν ἀνακτόρων.

Χαίρων δὲ ταῖς εὐτραπελίαις καὶ τοῖς ἐκ τῆς ἁπαλῆς Μούσης ᾄσμασιν ἁλισκόμενος ἐγερσιγέλωσί τε ἀνθρωπίσκοις συμπαραφύρων οὐκ ἐπεζύγου κέρκωψί τε καὶ μίμοις καὶ παρασίτοις καὶ ἀοιδοῖς τὰ βασίλεια. τοῖς δὲ τοιούτοις ὁ πάροινος κῶμος συνέζευκται πάντως καὶ ἡ κατὰ τὰς κοίτας ἀσέλγεια συνεφέπεται καὶ ὅσα χρηστῆς καὶ ὑγιοῦς βασιλείας συνδιαφθείρει κατάστασιν. ἀτὰρ εἴρηκέ ποτε ἐπὶ δείπνου “ἐνέγκατέ μοι ἅλας„, παρεστὼς δὲ τῶν τότε μίμων ὁ χαριέστατος, ᾧ τὸ ἐπώνυμον Χαλιβούρης, περιβλεψάμενος τὸν τῶν γυναικῶν χορὸν ἐκ παλλακῶν καὶ συγγενῶν τοῦ βασιλέως κεκροτημένον “γνωσόμεθα„ εἶπε “πρώτως ταύτας, ὦ βασιλεῦ· εἶθ᾽ οὕτως ἄλλας εἰσενεχθῆναι κέλευσον„. καὶ πρὸς τὸ ῥῆμα τοῦτο πᾶσαί τε καὶ πάντες ἐξεκάγχασαν· τῷ δὲ τρέπεται ὁ χρὼς καὶ μόλις τὸν θυμὸν ἐν πείσει κολάσας ἐμβριμήματι τὴν τοῦ γελωτοποιοῦ ἐλευθεροστομίαν ἀνέστειλε. μεταδιώκων δὲ τὰ τῶν χωρίων εὖ ἔχοντα καὶ ὥρας καὶ θέσεως ἐκ διαλειμμάτων εἰς τὴν μεγαλόπολιν ἐπανήρχετο καὶ κατὰ περιόδους ὡς ὄρνις ὁ Φοῖνιξ ἐπωπτάνετο.

Ὑπὲρ πᾶν δ᾽ ἕτερον τὰς τῶν ὑπερόγκων οἰκημάτων ἀνεγέρσεις περιεσπούδαζε μανικώτερον ἐπὶ τὰ ἐραστὰ ἐμπηδῶν, κἀν τοῖς πλείστοις τοῦ καθήκοντος ἐκφερόμενος. ἐντός τε οὖν τῶν βασιλείων ἀμφοτέρων λουτρὰ καὶ διαιτήσεις λαμπροτάτας ἐδείματο καὶ κατὰ τὴν Προποντίδα πολυτελεῖς δόμους ἀνήγειρε νησίδιά τε τὴν θάλασσαν ἀπογαιώσας εἰργάσατο. προθέμενος δὲ καὶ πύργον τεκτήνασθαι κατὰ τὸ ἐν Βλαχέρναις παλάτιον, ἅμα μὲν εἰς ἔρυμα τῶν ἀνακτόρων, ὡς ἔφασκε, καὶ ὑπέρεισμα, ἅμα δὲ καὶ εἰς ἐνοίκησιν ἑαυτῷ, ναούς τε κατὰ τὴν ἀκτῖνα πάλαι ἱσταμένους ἀτημελεῖς κατήρειψε καὶ τοὺς πλείστους τῶν κατὰ τὴν βασιλίδα πόλιν περιφανῶν οἴκων ἔθετο εἰς ἐρήμωσιν, ὧν ἕως ἄρτι τινὲς θέαμα τοῖς παριοῦσι δακρύων ἄξιον τοὺς θεμελίους προβάλλονται, καὶ τὴν ἐκ πλίνθου πάσης ὀπτῆς λαμπροτάτην τοῦ γενικοῦ οἰκοδομὴν κατηδάφισε. σὺν πολλοῖς δὲ καὶ τὸν περίκλυτον οἶκον τῶν Μαγγάνων κατέβαλε, μήτε τὸ τοῦ ἔργου κάλλος καὶ τὸ μέγεθος αἰδεσθείς, μήτε τὸν τροπαιοφόρον μάρτυρα πτοηθείς, ᾧ ἀνέκειτο οὑτοσί.

Ἐπισκευάσαι δὲ βουληθεὶς καὶ τὸν ἐν τῷ ἀνάπλῳ νεὼν τοῦ ἀρχιστρατήγου τῶν ἄνω τάξεων Μιχαήλ, εἴ τις ἐν πλαξὶ τοῖς βασιλείοις δόμοις ὑπέστρωτο καὶ περιήμπισχε τοὺς τοίχους καλλίστη τε τῇ στιλπνότητι καὶ ῥανίσιν ἐστιγμένη ποικιλοχρόοις, ἐκεῖσε μετακεκόμικεν. ἀλλὰ καὶ τὰ τοῦ ἀρχαγγέλου διὰ χρωμάτων καὶ ψηφίδων τυπώματα, ὁπόσα ἡ πόλις ἔστεγεν ἢ κώμαις καὶ χώραις ἀνέκειντο φυλακτήρια, χειρὸς ἀρχαίας ἔργα καὶ θαυμασίας, κατὰ τὸ αὐτὸ συνήθροισε τέμενος. ἡ δὲ τοῦ βασιλέως τούτου σπουδή, ὅπως ἐκ τῆς νῦν λεγομένης Μονεμβασίας ἀνακομίσειε τὸν ἐπὶ σταυρὸν ἑλκόμενον Χριστὸν ὡς ἔργον ἀξιάγαστον καὶ τὴν τέχνην καὶ τὴν χάριν, οὐδὲν ἀπελείπετο τῶν ἐμμανεστάτων παθῶν· ὅλος γὰρ ἀνήρτητο ταῖς ἐλπίσιν, ἕως ἐκεῖθεν σὺν δόλῳ ἀφῄρηκεν· οὐ γὰρ ἀκίνδυνος ἦν παντάπασιν ἡ προφανὴς ἐπιχείρησις. ἀλλὰ καὶ τὰς χαλκᾶς πύλας ἐκεῖσε μετέθηκεν, αἳ πρώην μὲν ἐπεζύγουν τοῦ μεγάλου παλατίου τὴν εἴσοδον εὐρεῖαι οὖσαι καὶ ὕψισται, ἐς δ᾽ ἡμᾶς τὴν εἱρκτὴν ξυνεῖχον, ἥπερ ἐξ αὐτῶν Χαλκῆ κατωνόμασται. καὶ τὸν ἐν τῷδε τῷ ἀνακτόρῳ περιώνυμον ναόν, ὃς Νέα κικλήσκεται, θείου παντὸς ἐπίπλου καὶ ἱεροῦ σκεύους ἐψίλωσε. κἀπὶ τούτοις λαμπρυνόμενος ἦν καὶ θρυπτόμενος, ὡς οὔτις ἄλλος ἐπ᾽ ἔργοις θαυμαστοῖς ἁβρυνόμενος.

ᾤετο γὰρ προσένεξιν τὴν ἀφαίρεσιν καὶ πρόσθεσιν τὴν μετάθεσιν, οὐκ ἀγαθοεργίας σκιαγραφίαν καὶ μικρὸν ἢ οὐδὲν φιλοθεΐας ἴνδαλμα χρώζουσαν, μήτε μὴν τὸ θεῖον χολᾶν, χαίρειν δὲ μᾶλλον, εἰ οὗτος μὲν ὁ νεὼς τῆς πρώην ἀχρειοῦται λαμπρότητος εἰς ἐννόσσευσιν πτηνῶν καὶ κατοίκησιν ἐχίνων παρεώμενος, ἐγκαινίζεται δ᾽ ἕτερος ὀθνείοις κειμηλίοις καὶ κόσμοις ἀλλοτρίοις καταγλαΐζεται.

Ὃ δὲ καὶ τόλμης μετεῖχεν, ἵνα μετρίως γοῦν εἴποιμι, ἐκοίνου τὰ ἱερὰ σκεύη κἀκ τῶν θείων αὐτὰ ναῶν ἀποσπῶν ταῖς ἑαυτοῦ τραπέζαις παρεισέφερεν. ὤχει δὲ καὶ τοῖς δακτύλοις κατὰ πότον τὰ ἐν τάφοις βασιλέων ᾐωρημένα κυπελλοειδῆ τῷ θεῷ ἀναθήματα, ἐκ λίθων τιμαλφῶν καὶ χρυσίου ἀπέφθου ἐσκευασμένα, καὶ εἰς χέρνιβα χειρῶν ὑδροχόοι περιεφέροντο ἄμαχοι τὸ κάλλος καὶ ἄπληστοι τὴν ὥραν, οἷς ἀπομόργνυνται λευῖται καὶ ἱερεῖς τὰ θεῖα μετιόντες μυστήρια. ἀφαιρῶν δὲ καὶ ἀπὸ τιμίων σταυρῶν καὶ πτυχῶν τῶν ἀκηράτων Χριστοῦ λογίων κόσμους πολυτελεῖς περιδέραια καὶ στρεπτοὺς ἐτίθετο ἐξ αὐτῶν καὶ τούτους αὖ κατὰ τὸ αὐτῷ δοκοῦν μεταβάλλων ἑτέραις ἐνήρμοζεν ἀπεριθαμβήτως βασιλικαῖς στολαῖς.

Πρὸς δὲ τοὺς εἰσάγοντας παραίφασιν μὴ συνᾴδειν αὐτῷ τὰ γινόμενα ταῦτα θεοφιλεῖ αὐτοκράτορι ὄντι καὶ ἄνωθεν ἐκ προγόνων τὴν εὐσέβειαν ἐπικαταβαίνουσαν ἔχοντι καὶ θεοσυλίαν εἶναι προφανῆ τὰ γινόμενα σφοδρὸς ἦν καὶ παροξυντικὸς καὶ ἐπέπληττεν ὡς ἀνοηταίνουσι προδήλως καὶ δυσπραγοῦσιν ἄγνοιαν τοῦ καλοῦ τοῖς οὕτω φάσκουσι· πάντα γὰρ ἐξεῖναι τοῖς βασιλεύουσι ποιεῖν διετείνετο καὶ θεοῦ καὶ ἄνακτος κατὰ τὸ ἄρχειν τῶν ἐπὶ γῆς μὴ ὡς ἐπίπαν εἶναι τὸ διεστὼς ἀσύμβατον καὶ ἀντίθετον, ὡς τῇ καταφάσει ἀπόφασις. συνιστῶν δὲ ὡς δῆθεν ἀμεμφῆ καὶ ἀνεύθυνα τὰ γινόμενα παρῆγεν εἰς παράδειγμα τὸν ἐν βασιλεῦσι Χριστιανοῖς κράτιστον ὁμοῦ καὶ πρώτιστον Κωνσταντῖνον τὸν μὲν τῶν ἥλων, δι᾽ ὧν ὁ Κύριος τῆς δόξης τῷ ξύλῳ τῆς κατάρας πεπαττάλευτο, τῷ ἱππείῳ χαλινῷ ἐγχαλκεύσαντα, τὸν δὲ τῇ κόρυθι ἐνερείσαντα. τὸν δὲ σκοπὸν ἑκὼν παρεβλέπετο, δι᾽ ὃν ὁ τῆς πίστεως ἀρχηγὸς ἄναξ ταῖς τοιαύταις ἐνεκαλλωπίζετο πράξεσι, δύναμιν θειοτέραν τὸν τοῦ σταυροῦ λόγον δεικνὺς τοῖς Ἕλλησι καὶ τιθέμενος, οἳ μωρίαν τὸ κήρυγμα ἥγηντο.

Ἀλλὰ καὶ τὸ ἀργύριον κιβδηλεύσας ἀδόκιμον τὸ νόμισμα κέκοφε καὶ τὴν τῶν χρημάτων συλλογὴν οὐκ ἀνέγκλητον ἐποιεῖτο παντάπασι τάς τε τῶν δημοσίων φόρων εἰσπράξεις ἐπέτεινε καὶ περὶ τὴν τούτων ἀπόχρησιν ἠσωτεύετο. καὶ τὰς ἀρχὰς προύβαλλεν εἰς ἐξώνησιν, ὡς τὰς ὀπώρας οἱ ἀγοραῖοι. ἐνίοτε δὲ καὶ ἄτερ βαλαντίου καὶ πήρας ἀποστολικῶς εἰς τὰς ἐπαρχίας ἐξέπεμπεν οὓς ᾔδει μερίδα τῷ δικαίῳ διδόντας καὶ ἀκαταγοητεύτους χρυσίῳ, μηδ᾽ οἴκοι καταβύοντας πάντα τὰ συλλεγόμενα, ἀλλὰ καὶ τῷ δημοσίῳ ταμιείῳ κατατιθεμένους τὸ ἐφάρμοστον ὄφλημα.

Ναοῖς δὲ καὶ τεμένεσι καὶ εὐκτηρίοις οἴκοις καὶ ἱεροῖς φροντιστηρίοις, ὡς οὔ τις πρότερον, τὸ φιλότιμον ἐπεξέτεινε· τοὺς γὰρ καμόντας χρόνῳ ὑπήρεισε, καὶ ὅσοις τὸ ἀγλαοφανὲς ἠμαύρωτο, τούτους τοῖς ἐκ ψηφίδων καὶ χρωμάτων ὡραϊσμοῖς κατεκόσμησε. πρὸς δέ γε τὴν θεομήτορα τοσαύτην ἔτρεφε πίστιν, ὡς καὶ τὴν ψυχὴν ἐκκεχύσθαι ταῖς εἰκόσιν αὐτῆς. καὶ διὰ τοῦτο πλείστας χρυσίῳ περιστείλας καὶ λίθοις περιανθίσας τιμαλφέσιν ἀνέθηκε ναοῖς εἰς προσκύνησιν, καθ᾽ οὓς γίνονται πλειστάκις τῶν εὐσεβῶν συνδρομαί.

Ἀλλὰ καὶ τὴν ἐπὶ τὸ κάταντες ἐν τῷ λιμένι τῶν Σοφιῶν ἑστίαν Ἰσαακίου τοῦ σεβαστοκράτορος εἰς πανδοχεῖον μετασκευάσας ἀνδρῶν μὲν ἑκατὸν παρέθηκε τράπεζαν καὶ κλίνας ἰσομέτρους, τοσαυταρίθμων δὲ ὑποζυγίων ἱππῶνας ἀνέστησε· καὶ εἱστιῶντο καθ᾽ ἑκάστην οἱ παραβάλλοντες ἄτερ καταθέσεως ἀργυρίου ἐφ᾽ ἡμέραις πλείοσι. μετέβαλε δὲ εἰς νοσοκομεῖον καὶ τοὺς βασιλικοὺς δόμους, οὓς κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων ὁ βασιλεὺς Ἀνδρόνικος ἐδομήσατο. ἔτι γε μὴν τὸν τοῦ μεγάλου δρουγγαρίου ὀνομαζόμενον οἶκον ἐκ τοῦ δεσπόζοντος ὠνησάμενος ὁμοίως καὶ τοῦτον εἰς ἀνάπαυλαν τῶν καχεκτούντων ἀπέταξεν οὐδενὸς φεισάμενος ὁπόσα πρὸς ῥῶσιν ὁρῶσι τῶν ἀσθενούντων, καὶ πυρὸς τὸ προσάρκτιον κλίμα τῆς πόλεως ἀφανίσαντος, διαδόσεσι χρημάτων τοὺς ἐς δόμους καὶ τὰ ὄντα ζημιωθέντας παρεκάλεσε. καὶ βασιλεύσας τοῖς πολίταις διένειμε χρυσίου κεντηνάρια πέντε. καὶ τῆς μεγάλης ἑβδομάδος ἐφισταμένης, καθ᾽ ἣν τὰ ὑπὲρ ἡμῶν τοῦ θεανθρώπου πάθη σεβάζονται, πολλάς τε ἀποβαλομένας θανάτῳ τοὺς εὐνέτας ἀνεκτᾶτο τῆς χηρείας δι᾽ εὐποιΐας καὶ παρθένοις ἐχορήγει τὰ πρὸς γαμήλιον δᾷδα καὶ παστάδα καὶ ὑμέναιον ἐπιτήδεια.

Οὐ μόνον δὲ καθ᾽ ἕνα καὶ κατ᾽ οἴκους καὶ συγγενείας ἐνεπίμπλα φιλοδωρίας, ἀλλὰ καὶ πόλεις ἔστιν ὅτε ὅλας εὐηργέτει ταῖς τῶν φόρων ἀνέσεσιν. ὡς δ᾽ ἔπος εἰπεῖν, οὕτως ἔχαιρε τῷ ἐλέῳ καὶ πρὸς τὴν τῶν ἀγειρομένων ἀπόκτησιν ἔρρωτο, ὡς ἀπαντλεῖν ἀμφοτέραις τὰ ἐπεισρέοντα· ὁπόθεν αὐτῷ ὑπεισέδυ καὶ ὑπούλως παρεισεφθάρη τὸ μὴ ἐκ πόρων ἀεί ποτε δικαίων τὰ χρήματα συγκομίζεσθαι· τὰς γὰρ τῶν δαπανῶν ὑπερόγκους τῇ ἀσωτίᾳ ἐγγιζούσας οἱ πλεῖστοι μὴ ὑφορώμενοι, εἰσπράξεων ἐφευρεταὶ καινῶν καθιστάμενοι ὡς γεωργίῳ ἡμέρῳ μελίνην ἢ ῥόδῳ ἀνεμώνην τὰ μὴ καλῶς μηδ᾽ ὁσίως συλλεγόμενα συμφύρουσι χρήματα τοῖς δικαίοις.

Κατάφορος δ᾽ ὢν εἰς θυμὸν οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλ᾽ αὐτὸς ἑαυτὸν πρὸς εὐμένειαν ἐπανάγων σύνδρομον πολλάκις ἐπεποίητο τῇ ὀργῇ τὴν συμπάθειαν καὶ ταῖς συμφοραῖς τῶν ἀνθρώπων ἐπικλώμενος τὰ πρὸς ὑφαίρεσιν ἑκάστῳ ἐπεμέτρει τῶν ἀλγεινῶν.

Ταῦτα δὲ πράττων καὶ ἄλλ᾽, ὁπόσα τὸ λέγειν παρέδραμεν, ᾤετο τῇ βασιλείᾳ ἐνεστηρίχθαι ὡς οὐδ᾽ ἐν οὐρανίῳ σφαιρώματι ἥλιος ἢ ὡς στέλεχος φοίνικος ὑπὸ ὀσμῆς ἀναθηλούμενον ὕδατος καὶ κέδρος Λιβανίτης ὑψίκομος ἐς κύκλους διατηρηθῆναι μακραιώνων ἐνιαυτῶν. τοῦτο δ᾽ ἂν καὶ ἄλλος τις ὑπετόπασε τὴν ἀγαθὴν ἀποκρίνας μερίδα καὶ ἀσπασάμενος καὶ μὴ τοῖς ἑπτὰ μόνον διδοὺς τὸ ἀνάλογον, ἀλλὰ καὶ τὸ τῆς ὀγδόης μυστήριον ἔχων πρὸ ὀφθαλμῶν κἀν τῷ τῆς ἐφ᾽ ἑκάτερα ῥοπῆς κύριος εἶναι προσρέπων συνεχῶς τοῖς ἀμείνοσιν, τοῖς δ᾽ ἐναντίοις ἐπινηχόμενος βράδιον, ἀλλ᾽ οὐ γινόμενος ὑποβρύχιος. θεὸς δὲ οὐχ οὕτω βεβούλευται. τίς δ᾽ ἔγνω νοῦν Κυρίου ἢ τίς συμπαρείληπταί οἱ σύμβουλος; ἀμέλει καὶ ἐκποδὼν τὸν ἄνδρα θέσθαι προμηθευσάμενος, ἀρίστῃ πράξει καὶ καλλίστῃ προθυμίᾳ συνεπεγείρας οἷον αὐτὸν καὶ ἐπιρρώσας χρήσασθαι, ἀσπαστὸν καὶ μετὰ τὴν ἀπόθεσιν τῆς ἀρχῆς τοῖς πλείοσιν ἔδειξε.

Μὴ φέρειν γὰρ ἔχων τὰς μετὰ Σκυθῶν ἐπιδρομὰς καὶ λῃστείας τῶν Βλάχων, πληττόμενος δὲ καὶ τῷ τὸν Γίδον Ἀλέξιον καὶ τὸν Βατάτζην Βασίλειον, ὧν ὁ μὲν τῶν ἑῴων ἡγεῖτο ταγμάτων, ὁ δὲ Βατάτζης τῶν ἑσπερίων προυκάθητο, συμπλακέντας τοῖς πολεμίοις ἔγγιστά που τοῦ πολίσματος, οὗ δομήτωρ Ἀρκάδιος, μὴ μόνον οὐδέν τι κατωρθωκέναι χρηστόν, ἀλλὰ τὸν μὲν Γίδον ἀκόσμως φυγεῖν ἀπολωλεκότα τὸ κρεῖττον τῆς στρατιᾶς, τὸν δὲ συμφθαρῆναι ταῖς ὑπ᾽ αὐτὸν τάξεσιν, ἔγνω καὶ πάλιν δι᾽ ἑαυτοῦ κατὰ τῶν ἀντιπάλων ἐξενέγκασθαι πόλεμον. συλλογαὶ οὖν καὶ ἀπογραφαὶ τῶν Ῥωμαϊκῶν ἐγίνοντο στρατευμάτων, οὐκ ἀχρεῖον δὲ καὶ τὸ μισθοφορικὸν ξυνελέγετο. πέμψας δὲ καὶ πρὸς τὸν ἐκείνου πενθερὸν τὸν ῥῆγα τῶν Οὔννων δι᾽ ἐπικούρων ᾐτεῖτο σύναρσιν· ὁ δὲ ἀσμένως ἐπαρήξειν ἐπένευσε καὶ διὰ τῆς Βιδίνης ἐκπέμψειν ἴλας συνέθετο στρατιώτιδας.

Ἀποχρῶσαν οὖν τὴν τοῦ στρατοπέδου ξυλλογὴν ἐργασάμενος καὶ πέντε μὲν πρὸς τοῖς δέκα χρυσίου ἐνσκευασάμενος κεντηνάρια, ἀργυρίου δ᾽ ἐνθέμενος ὑπὲρ τὰ ἑξήκοντα καὶ ἕτερ᾽ ἄττα τῇ στρατιᾷ ἐφοδιασάμενος χρήσιμα, κατὰ τὰς Μαρτίου ἡμέρας τῆς βασιλίδος τῶν πόλεων ἔξεισιν ἀφεὶς ἑαυτὸν θεῷ καὶ κατὰ τῶν βαρβάρων στηρίξας τὸ ἴδιον πρόσωπον καὶ θεὶς ὡσεὶ πέτραν αὐτὸ στερεὰν καὶ ὅρον τῆς ἐπαναστροφῆς θέμενος τὸ πέρας τῶν ἔργων, ὧν χάριν κατὰ τῶν ἀποστατῶν ἐξεστράτευεν, εἰ μὲν δεξιὸν εἴη τοῦτο, ἐπανατιθεὶς τῷ θεῷ, εἰ δ᾽ ἀπαίσιον, ὅπερ ἀπηύχετο, καὶ οὕτως τῶν ἐκείνου κριμάτων ἐξαρτῶν εἰσέτι δοκιμάζοντος τὴν τῶν ἁμαρτωλῶν ῥάβδον πατάσσειν κλῆρον τὸν δίκαιον.

Καὶ ὁ μὲν ἀπαίρει τοιοῦτον τρέφων τὸ πρόθυμον καὶ ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρῶν· ἡ δ᾽ ὑπερκειμένη πάντων χεὶρ καὶ ῥοπὴ ἔτι ἦν ὑψηλή, οὐδ᾽ ὁ τοῦ Κρείττονος ἀπεστράφη θυμός, ὡς ἔδειξεν, ἐπὶ πᾶσιν οἷς οἱ Βλάχοι κραταιωθέντες προηγωνίσαντο. καὶ οὕτω μὲν οἱ ὀφθαλμοὶ τοῦ κρατοῦντος ἐπὶ τοὺς παραπικραίνοντας ἔβλεπον ἀποστάτας καὶ τῷ διανοητικῷ ἐκείνου τὰ ἀφεστῶτα πόρρωθεν ἐφαντάζοντο, ὁ δὲ τοῦτον τῆς ἀρχῆς ἀνατρέψων ἐγγὺς ὢν καὶ συνεστὼς παρεβλέπετο καὶ τὸ ἀφ᾽ ἑστίας σκῶλον ὡς μὴ παρενοχλοῦν ὑπεραλλόμενος ἦν. καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ τὰς παραβλαστανούσας κακίας ταῖς ἀρεταῖς ἀγχιθύρους ἢ καὶ φεραλλήλους μάλιστα οὔσας οὐχ ὁρᾶν, ὡς δέον ὁρᾶν, οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱρούμεθα ἢ δυνάμεθα. ἐῶ γὰρ λέγειν ὅτιπερ ἐνεσημήνατό πως ἡμῖν ἡ φύσις καὶ ἐνεφύτευσε πρὸς τὰ οἰκεῖα πάθος καὶ συνδήσασα τῷ φίλτρῳ ἐνδιδόναι καὶ μαλακίζεσθαι πρὸς τὰς φαύλας ἕξεις καὶ πράξεις ἑαυτῶν καὶ τῶν φίλων ἐνιαχοῦ παραβιάζεται καὶ μὴ ῥᾳδίως ὑπάγεσθαι διατίθησι τοῖς ἐπαντλοῦσιν ὡς εἰς τετρημένον πίθον τὸ οὖς καὶ ὑφηγουμένοις τὰ δρώμενα οἷς προσπεπόνθαμεν.

Οὐκοῦν καὶ οὗτος ὁ βασιλεὺς παρὰ πλείστων ἐνωτιζόμενος ἐπιβουλεύειν τῇ αὐτοῦ ἀρχῇ καὶ ζωῇ τὸν ἀδελφὸν Ἀλέξιον, εἰ καὶ παραπετάσματι φιλίας συγκαλύπτων λέληθε τὸν μισάδελφον, ὡς λῆρον ἀπεπέμπετο τὰ λεγόμενα, μὴ τὸ ἐξεταστικὸν ὡς λίθον Ἡράκλειαν προσάγων καὶ βασανίζων τὰ δρώμενα, ἀλλὰ δριμὺς ὢν τοῖς τὰ τοιαῦτα εἰσηγουμένοις ὡς ἔχουσι πρὸς ἐφέσεως ἐξίτηλον ποιεῖν τὴν ἀνέκπλυτον καὶ οἷον εἰς βάθος ἐγκεκαυμένην τῇ ἑαυτοῦ ψυχῇ πρὸς τὸν κασίγνητον στοργήν, ὃν μόνον ἀπὸ πάντων ὁ λωβητὴρ Ἀνδρόνικος οὐκ ἐσίνατο.

Ἀφιγμένος τοίνυν ἐς τὴν παραθαλαττίδιον Ῥαιδεστὸν τὴν πρωτίστην ἐκτελεῖ καὶ κυριώνυμον ἀναστάσιμον ἑορτὴν καὶ θύει καὶ ἐσθίει πάσχα τὸ μυστικόν. ἔνθα καὶ τῷ Βασιλακίῳ συγγίνεται. ἦν δ᾽ οὗτος ἀλλότροπόν τινα βίοτον μετιὼν δόξαν τε παρὰ πάντων ἠνέγκατο προφητεύειν καὶ προβλέπειν τὰ ἔμπροσθεν, ὅθεν εἰς αὐτὸν τὰ πλήθη συνέρρεον, ὡς οὐδ᾽ ἐς μυρμηκιὰν οἱ ἐπανιόντες τε καὶ ἐξιόντες φιλόπονοι μύρμηκες ἢ γοῦν οἱ ἐς Ἄμμωνος πάλαι καὶ Ἀμφιάρεω ἀφικόμενοι. ἀληθὲς δὲ οὐδὲν καὶ σαφὲς περὶ τῶν ἐσομένων οὗτος ἐφθέγγετο, πεπλανημένα δὲ καὶ ἀσύμφωνα ἑαυτοῖς καὶ γριφώδη διεξῄει ῥήματα· ἐν πολλοῖς δὲ καὶ γέλωτος διατεχνώμενος ἄξια τὸν ἀγελαιοκόμον ὅμως καὶ πρὸς ὕννιν ἀφορῶντα καὶ κώπην ἐπεσπᾶτο λεών. τῶν γὰρ ἀφικνουμένων ἐς αὐτὸν γυναικῶν ἐμάστευε τοὺς μαστοὺς καὶ περιαθρῶν τὰ σφυρὰ ληρῶν ἐπὶ τούτοις ἦν καὶ ἀποφοιβάζων ἀδιάγνωστα λόγια. ἀπεσιώπα δὲ κἀπὶ ταῖς πλείσταις τῶν πεύσεων, αἵπερ αὐτῷ παρὰ τῶν προσιόντων ἐπήγοντο, καὶ τὰς οἰκείας πράξεις μεταβάσεσι τοπικαῖς καὶ σχηματισμοῖς ἐπέραινε Πανικοῖς. συνεστῶτα δέ τινα γύναια Γραϊκά, οἰστρηλατοῦντά τε καὶ κωθωνιζόμενα, κατὰ γένος αὐτῷ συναπτόμενα, ὑφηγοῦντο τοῖς παραβάλλουσι τὰ ὑπὸ τοῦ Βασιλακίου τελούμενα, ὅ τι τῶν γενησομένων τεκμηριάζουσι, καὶ τὴν σιγὴν ὥς τι φθεγγομένην καὶ ὑποδηλοῦσαν σοφὸν διεσήμαινον.

ἐδόκει οὖν ὁ ἀνὴρ οὗτος τοῖς μὲν πολλοῖς, ὡς ἔχω εἰπών, προφητικὸς καὶ προσημαίνων τὰ συμβησόμενα, καὶ μάλισθ᾽ ὁπόσαις τῶν γυναικῶν αἱ τῶν πεύσεων ἄσεμνοι καὶ ἀσχήμονες τῶν ἐσθημάτων ἐγκομβώσεις ὡς παιδιά τις περιεσπούδαστο γέλωτι σύμμικτος, τοῖς δ᾽ ἐς νοῦν βάπτουσι περίεργόν τι καὶ γελωτοποιὸν καὶ ληρῶδες γερόντιον ἥγητο. εἰσὶ δ᾽ οἳ καὶ πνεύματι Πύθωνος κάτοχον εὐστόχως εἰρήκασιν, οἷς ἐθέμην μάλιστα καὶ αὐτός.

Τότε γοῦν ἐπιστάντι τῷ αὐτοκράτορι οὔτε προσέσχεν ὅλως ὡς περιβεβλημένῳ τοσαύτην καὶ τοιαύτην ἰσχύν, οὔτε πρὸς τὴν αὐτοῦ προσηγορίαν (ἡ δὲ ἦν “χαίροις, ὦ πάτερ Βασιλάκιε„) τὴν ἀπόκρισιν ἔθετο ἢ γοῦν ἀντησπάσατο σιωπῇ κατανεύσας τῇ κεφαλῇ, ἀλλ᾽ ὧδε κἀκεῖσε μετὰ πωλικῶν φερόμενος σκιρτημάτων καὶ παραφόρων μετακινήσεων ἐκακολόγει τοὺς προσιόντας, μηδ᾽ αὐτοῦ φειδόμενος τοῦ κρατοῦντος. ὀψὲ δὲ καὶ μόλις τῶν ἀτάκτων λήξας κινήσεων τὴν χεῖρα ἐκτείνας ἀχρειοῖ διὰ τοῦ σκίπωνος, ὃν ἔφερε ταῖν χεροῖν, τὴν εἰκόνα τοῦ βασιλέως, ἥτις κατὰ τὸ εἰς εὐχὴν ἀποτεταγμένον αὐτῷ οἰκίδιον χρώμασιν ἐπὶ τοίχου ἐστήλωτο, τοὺς ὀφθαλμοὺς διαλωβησάμενος. ὡρμήκει δὲ καὶ τὸν τῆς κεφαλῆς πῖλον ἀφελέσθαι τοῦ βασιλέως. ταῦτα ὁ μὲν οὕτως διεπεπράχει, ὁ δὲ αὐτοκράτωρ ἀφροσύνην τοῦ ἀνδρὸς καταγνοὺς ἐκεῖθεν μεθίσταται. αὐτοῖς μέντοι γε τοῖς συνειλεγμένοις ὀφθαλμοῖς παραλαβοῦσι τὰ γεγονότα οὐκ εὐσύμβολος τῶν ἐσομένων οἰωνὸς συλλελόγιστο· ὡς δὲ καὶ τὰς ἀποβάσεις οὐ πάντῃ ἀπᾳδούσας τοῖς συμβόλοις τεθέανται, ἐπὶ πλέον ἕκαστος ἔτι τὴν περὶ τοῦ Βασιλακίου δόξαν ἐκράτυναν, ἀμφιρρεπῆ τε οὖσαν, ὡς ἤδη μοι λέλεκται, κἀπὶ τοῖς πλείστοις ἀμφισβητήσιμον.

Ὡς δ᾽ εἰς τὰ Κύψελλα ὁ κρατῶν ἐγεγόνει, τὰ μὲν τῶν στρατευμάτων εἰς τάξεις συνέταττε, τὰ δὲ καραδοκῶν προσέμενεν ἀφικέσθαι. ὁ δ᾽ ἀδελφὸς πάλαι ἐνεδρεύων τῇ βασιλείᾳ, τότε τὰ ὑποδεδυκότα τῇ ψυχῇ καὶ ὑποθαλπόμενα τοῦ στήθους ἀναμηρύων εἰς φῶς προήνεγκε. τοίνυν ὁ μὲν αὐτοκράτωρ εἰς κυνηγέσιον ὁρμηθεὶς καὶ πρὸς τῷ ἔφιππος εἶναι γινόμενος μετεπέμπετο καὶ τὸν ἀδελφὸν συνεξιέναι οἱ καὶ συνδιαχυθῆναι κατὰ τῶν ἐκεῖσε πεδίων τὰ ποώδη καὶ ἀνθηρά· ὁ δὲ τὸ πρὸς τὸ ἐν χερσὶν ἔργον ἑτοιμασάμενος ἐπισπέσθαι οἱ ἀπείπατο, πρὸς σχάσιν φλεβὸς ἑτοιμασθῆναι λέγων, μαλακισμὸν ὑποκρινάμενος σώματος.

Καὶ οὕτως ὁ μὲν ἔξεισι καὶ μόνος καὶ τῆς προκειμένης ἔχεται, ὁ δὲ ὡσεὶ σταδίους τρεῖς τὸν ἀδελφὸν καὶ βασιλέα προϊόντα ἰδὼν τῆς σκηνῆς μετὰ τῶν πέλας καὶ φίλων, οἷς πεπολίτευτο καὶ οἳ συνδιῴκουν αὐτῷ τὰ κατ᾽ ἔφεσιν, τὴν βασίλειον εἴσεισι καταγωγήν. ἦσαν δ᾽ οὗτοι ὁ Βρανᾶς Θεόδωρος, ὁ Παλαιολόγος Γεώργιος, ὁ Πετραλίφας Ἰωάννης, ὁ Ῥαοὺλ Κωνσταντῖνος, ὁ Καντακουζηνὸς Μανουήλ, καὶ συχνοὶ ἕτεροι ἀνάρσιοι καὶ εὔριποι ἄνθρωποι κατὰ γένος τῷ βασιλεῖ συναπτόμενοι καὶ σμῆνος ἄλλο ἀγελαῖον, περὶ τὸ σεβαστοκρατορικὸν πάλαι ἀλητεῦον καὶ χαῖνον ἑστιατόριον καὶ χαῖρον ταῖς τῶν πραγμάτων ἐξαλλαγαῖς. προσχωρεῖ δέ οἱ καὶ πρὸς μόνην τὴν τῶν νεοχμωθέντων ἐνήχησιν ἅπαν τὸ στρατιωτικὸν ἰλαδὸν καὶ ὁπόσον Ἰσαακίῳ προσέρρεπεν ὡς θεραπευτικὸν καὶ οἰκίδιον καὶ οἵπερ εἰς βουλῆς ἀξίωμα ᾔρθησαν.

Ὁ δὲ βασιλεὺς ἀσήμους τὰ πρῶτα φωνὰς εἰς ἀκοὴν ὠτίου δεξάμενος, εἶτα καὶ κατὰ τὴν ἀρχικὴν αὐλαίαν τῶν πλείστων θεώμενος συνδρομὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχούμενος, μετ᾽ οὐ πολὺ δὲ καὶ τοὺς ἀγγέλλοντας ἔχων τὰ τολμώμενα, ἔστη τε τοῦ ἵεσθαι περαιτέρω καὶ τὸ τοῦ σταυροῦ σημεῖον ἑαυτῷ ἐγχαράξας “ἱλήκοις, Χριστὲ βασιλεῦ„ ἀνεβόησε καὶ ῥυσθῆναι τῆς ὥρας ἐκείνης πολλάκις ἐθεοκλύτησεν. ἐξενεγκὼν δὲ καὶ ὃ εἶχεν ἐγκόλπιον τῆς θεομήτορος μόρφωμα πυκνὰ τοῦτο περιεπτύσσετο τὰ μὲν ἀνθομολογούμενος, τὰ δὲ καὶ ἐξιλεούμενος, καὶ μετὰ συνοχῆς ἐδεῖτο καρδίας διαδρᾶναι τὰ ἐπιόντα κακά. ἐπεὶ δὲ καὶ τοὺς συλληψομένους αὐτὸν ἑώρα πάντα χαλινὸν ἀνεικότας καὶ ἓν πνέοντας καὶ πρὸς ἓν βλέποντας τὴν αὐτοῦ κατάσχεσιν, φυγαδείας ἅπτεται· καὶ τὸν ποταμὸν ἐπικινδύνως διαβάς, ὃς ἐκεῖσε βαθυδίνης διὰ τοῦ πεδίου σύρεται, εἴχετο τῆς ὁδοῦ ἐς οὐδέν τι προδήλως σῶζον κατάντημα συνορῶν, τὸν δ᾽ ὄλεθρον ὡς ἀνυστὸν ἐκτρεπόμενος, ὃς ἐκ τοῦ μανιώδους τῶν ἐφεπομένων ὁρμήματος καὶ τοῦ μηδὲν ἀνιέναι τοῦ τάχους ὀξύτατος συλλελόγιστο. ἀφιγμένος δὲ κατὰ Στάγειραν, ἥτις Μάκρη νῦν κέκληται, συλλαμβάνεται παρὰ Παντευγένου τινὸς καὶ καταπροδίδοται τοῖς ἐπιδιώκουσιν.

Καὶ τοίνυν τὸν ἔσχατον ἥλιον θεασάμενος ἄμφω τὼ ὀφθαλμὼ μικρὸν ὕστερον ἐξορύττεται κατὰ τὴν ἐν Βήρᾳ μονήν, ἧς δομήτωρ ὁ τοῦ βασιλέως Ἀνδρονίκου τοκεὺς Ἰσαάκιος. εἰ δὲ κατὰ θείαν νέμεσιν ἐκεῖσε ταύτην τὴν δίκην ἔτισεν, ἑτέροις σκοπεῖν ἀφίημι· βούλεται γὰρ ἡ τὸ πᾶν ἀρίστως διεξάγουσα πρόνοια καὶ τοῖς ἐχθροτάτοις τοὺς τιμωροὺς φιλανθρώπως προσφέρεσθαι ὑφορωμένους τὸ μὴ ἀειπαγὲς τῆς ἰσχύος καὶ τὴν τοῦ κράτους ἀπόζωσιν καὶ τὴν ἐκ τοῦ αὐτοῦ κινήματος εἰς τὸ αὐτὸ κατάντημα πολλάκις μετακύβευσιν ἢ παλινδρόμησιν.

Καὶ τὸν μὲν εἶχε μετὰ τοῦτο τὸ πάθος, ἡμερῶν συχνῶν μὴ προσενεγκάμενον σῖτον διὰ τὴν σεισάχθειαν τῆς κολάσεως, τῶν βασιλείων ἔνδοθι κάθειρξις πρόσκαιρος, καὶ αὖθις ἡ κατὰ τὸν Διπλοῦν Κίονα περαία, βίον ἀγρότην ἀντλοῦντα, οἴνῳ τε καὶ σίτῳ μετρητῷ διαζῶντα, τὸν δ᾽ ἀδελφὸν ἡ βασιλεία μετ᾽ εἰρηναίας καὶ ἀστασιάστου τῆς καταστάσεως, καὶ ὡς εἴπερ κατὰ τοὺς Διοσκόρους δύνειν τε καὶ φαίνειν ἑτερημέρως τῷ τῆς βασιλείας συνέθεντο στερεώματι.

Ἦρξε δὲ Ῥωμαίων Ἰσαάκιος ἐνιαυτοὺς ἐννέα σὺν μησὶν ἑπτά, φλογερὸς ὢν τὴν ὄψιν, τὴν τρίχα πυρσός, τὴν ἡλικίαν μέσος, τὴν ἰσχὺν εὔρωστος, οὔπω τεσσαράκοντα ἔτη γεγενημένος, ὁπηνίκα καθῄρητο τῆς ἀρχῆς.