Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 7: Απολογία και έλεγχος κατά του χαρτοφύλακα της Μεγάλης Εκκλησίας

Ανασκευή των δογματικών κατηγοριών, καταδίκη του συκοφαντικού συγγράμματος του αντιπάλου και υπεράσπιση της ορθόδοξης πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 7 από 18

Τοῦ αὐτοῦ· Λόγος, οὗ ἡ μὲν ὑπόθεσις δήλη· τοῦτο δὲ δεῖ εἰδέναι τὸν ἀναγινώσκοντα, ὡς ἦν χαρτοφύλαξ τῆς μεγά- {εἰδέναι τὸν ἀναγινώσκοντα, ὡς ἦν χαρτοφύλαξ τῆς μεγάλης ἐκκλησίας ὁ καθ’ οὗ ἐρρέθη καὶ τοὺς ὀφθαλμοὺς παραβλώψ. καὶ ἄλλοις δέ τισι προσσχεῖν χρεών, ἃ ὁ λόγος ἐμφαίνει, εἰ καὶ μὴ σαφῶς.} „Τέττιγα ἐκ τοῦ πτεροῦ συνείληφας,“ εἴποιμ’ ἂν οὐκ ἀπᾳδόντως τὸ παροιμιῶδες τοῦτο πρὸς τὸν καθ’ ἡμῶν ἠκονηκότα γλῶσσαν διακενῆς κατήγορον καὶ διάβολον, κἀκεῖνα δ’ οὖν ἀπερευξάμενον ἐκ λοιδόρου φάρυγγος, ὁπόσα καὶ τάφος ὀλέθριον ὀδωδώς. ἀεὶ γὰρ ἔγωγε πρὸς τὸν λάλον ταῖς κενολογίαις τοῦ ἀπὸ γαστρὸς φωνοῦντος συκοφάντου διαπυρούμενος ὥσπερ ὑφ’ ἡλίου βάλλοντος τὰ μεσημβρινὰ οἱ στηθοφυεῖς λιγυροὶ καὶ τὰ ἄλση καταφωνοῦντες τέττιγες νῦν λαλίστερος ἐμαυτοῦ πως γέγονα, ὅτι καὶ ὁ ἀντίξους ὡς Φαέθων ἄτεχνόν τι περὶ τὴν ἡνιοχείαν μειράκιον φλέγων οὐχὶ θέρων ἡμῖν προσέβαλε καὶ καθ’ ὃν οὐκ ἴσμεν τρόπον ἠγαπήκει καταποντισμοῦ ῥήματα κἀκ τῆς αὐτοῦ γλώττης ψευδηγορίας ἀνήφθησαν ἄνθρακες.

Ἐχρῆν μὲν οὖν τὸν γλωσσώδη μὴ θρασέως οὕτω καὶ προπετῶς ὁρᾶσθαι κατήγορον, μηδ’ ἀδολεσχεῖν τὰ οὐκ ἀνεκτά, ὑφ’ ὧν οὐδέν τι παραλελύπηται· εἰ δὲ συκοφαντεῖν ἀνέδην μεμάθηκεν εἰς ἕξιν προελθὼν τοῦ κακοῦ δυσαπάλλακτον, τὸν γοῦν δεύτερον ἀσπάζεσθαι πλοῦν κἀκεῖνα συντιθέναι καὶ καταψεύδεσθαι τοῦ πλησίον, ἃ σπιλοῦσι μὲν ἴσως τὸν βίοτον καὶ τῶν ἀρίστων παριστῶσι πράξεων τὸν ταῦτα ὡς ἀληθῶς δρῶντα διαβαλλόμενον, οὐκ ἀποσχοινίζουσι δὲ Θεοῦ, μηδὲ τῇ τῶν οὐκ ὀρθοδόξων μοίρᾳ συντάττουσιν. ἦν μὲν οὖν ὡς ἐν μετριωτέροις διὰ ταῦτα κακοῖς τὸ οὕτω ποιεῖν καὶ εἴχομεν ἂν ἡμεῖς σιγῇ φέρειν τὰ λυπηρὰ καὶ πρὸς βίον μεθαρμόζεσθαι τὸν ἀ<μ>είνονα παρατιθέντες τὰ καθ’ ἡμᾶς ἀγνοήματα καθαπερεὶ κανόσι τοῖς σκώμμασι καὶ ἀποξέοντες τοῦ βίου εἴ τι τοῦ εὐθέος ἀντίθε<τον, ὁ> κατήγορος δὲ λελόγιστο ἂν εἰς διορθωτὴν παρὰ τοῖς ἐρεσχελουμένοις ἡμῖν ὡς περὶ τὰ οἰκεῖα εὐγνώμοσι πλημμελήματα.

ἐ<πεὶ> δὲ ὁ ἐναντίος τὴν γλῶτταν, ὡς ἔοικεν, ἐθίσας πρότερον διέρχεσθαι ἐπὶ γῆς κατ’ ὄφιν συρομένην τὸν ἑρπυστὴν καὶ τοῖς ἔργοις τῶν ἀνθρώπων ἐμφυομένην ἀπρίξ, νῦν καὶ εἰς οὐρανὸν ἔθετο τὸ στόμα αὐτοῦ, δόξας περὶ Θεοῦ προσάπτων τοῖς ὀρθοδόξοις, ἃς αὐτός, οἶμαι, πρεσβεύειν εἴωθε μόνος ὁ καὶ τούτων πρώτιστος προβολεύς, οὐκέτ’ ἂν ἐν τῷ βάθει τῆς καρδίας τὴν ἐκ τῆς συκοφαντίας ὀδύνην ἐνθάψαιμι, οὐδὲ γενήσομαι κατ’ ἄνθρωπον οὐκ ἀκούοντα οὐδ’ ἔχοντα ἐλεγμοὺς ἐν τῷ στόματι, οὐδ’ ὑπερθῶμαι τὸν ἀπόλογον, ἀποκριθήσομαι δὲ τῷ τὰ δύσφημα φθεγγομένῳ, καθὼς ὁ Παροιμιαστὴς ὑπογράφει μοι.

Ἀλλ’ ἔρομαί σε, ὦ συκοφάντα, σὺ δέ μοι ἀπόκριναι· ἆρ’ ἔχων ἐπεγκαλεῖν τι τοῖς μὴ ὀρθοδοξοῦσιν ἐντάττεις ἡμᾶς, ἢ τοῦτο μὲν οὐκ ἂν εἰπεῖν δύναιο, ὡς οὐδέ τις τῶν ἁπάντων ἕτερος; ἀλλ’ οὐ δι’ εὐφήμου σε γλώττης ἤγομεν, οὐδὲ δι’ αἰδοῦς εἴχομεν, μὴ τὸ παραπέτασμα αἴροντες, μηδὲ τὴν πρὸς τὰ ὁρώμενα τῶν ἔνδον παραγυμνοῦντες ἐναντιότητα; καὶ μὴν πάντα ταῦτα, πάντα σοι πεποιήκαμεν καὶ συντετηρήκαμεν. ὅπως οὖν οὐχ ὡσαύτως καὶ σύ; ἀλλὰ πλάσας περὶ ἡμῶν τὰ ἀνήκουστα καὶ λογοποιήσας τὰ ἀπαράδεκτα κατατρέχεις ὡς οὐκ εὐσεβῶν, λαρυγγίζων δὲ καὶ καταχέων τῶν προσιόντων σοι ληρωδήματα· καὶ δόξας ἀλλοτρίας ἀναμετρῶν καί τι πονημάτιον ἐμφανίζων τοῖς ἐκ τῆς αὐτῆς σοι φατρίας κουφολογιῶν ἀνάμεστον φὴς ἀνερυθριάστως καὶ ἄλλους μὲν αἰτιᾶσθαί σοι τοῦ συγγράμματος, μεθ’ ἑτέρων δὲ καὶ ἡμᾶς. ἀλλ’ ἴσθι ὡς εἰκαιομυθεῖς ἀλογίστως καὶ γράφων γράφεις ἀτεχνῶς πονηρίαν συνιστᾶν πειρώμενος τὰ ἀσύστατα. οὔτε γὰρ ἂν πείσαις οὐδένα τοῖς ἐπιβεβουλευμένοις σου καινολογήμασι προσθέσθαι, ἃ συνείρεις κατὰ χριστιανῶν.

μᾶλλον μὲν οὖν καὶ προσόφλοις γέλωτά τε καὶ ἄνοιαν τοῖς τῶν χριστιανοκατηγόρων κύκλοις συλλαμβανόμενος, καὶ τὸ θαυμαστὸν δέ σου πόνημα, ὃ καὶ ὑπὲρ ἐλέφαντας πλεῖστον ἤδη χρόνον ἐγκυμονεῖς, ὡς ἔκτρωμά τι ἀφαντωθήσεται· οὐδὲ γὰρ προσείπῃ ὅλως τὸ φῶς, οὐδ’ εἰς χεῖρας ἀνδρῶν λογίων ἀφίξεται, ἵνα μὴ κατείπῃ τοῦ γειναμένου, ὁ δὲ τοῖς οἰκείοις ἁλοὺς χείλεσιν ἐκεῖνα δήπουθεν ἐπακούσηται τοῖς ἐλέγχοις καταστρεφόμενος, ἃ παρὰ Δαυίδ ποτε ἠνωτίσατο ἀνδρὸς παροίκου Ἀμαληκίτου παῖς· „Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.“ Εἴησαν γὰρ ἂν οἱ παρὰ σοῦ συκοφαντούμενοι λίαν ἀφραίνοντες καὶ βραδεῖς τὴν καρδίαν, εἰ μὴ ἐπικαταβαλοῦσι τῇ κορυφῇ σου τὴν ἀδικίαν σου, ἰταμοῦ ὄντος καὶ κακοήθους, οὐδὲ προσγυμναζομένου τῇ κατηγορίᾳ καὶ φρονοῦντος μέτρια, ἀλλ’ ἐκ διαθέσεως οὕτω γράφοντος. εἰ γὰρ καὶ συκοφαντία ἄνδρα ταπεινοῖ καὶ περιφέρει πτωχόν, ὡς ἀΐομεν, ἀλλ’ οὗτοι ἀνδρίσονται κατὰ σοῦ καὶ δείξουσιν ἔργοις αὐτοῖς, ὡς οὐ τῶν θείων εἰσὶ λογίων καὶ τῶν περὶ Θεοῦ δογμάτων πενόμενοι.

εἰ δ’ αὐτὸς τὰς πάντων προφθάνω ῥοπάς, οὐ καινόν· ἴσως γὰρ καὶ τοῖς ἄλλοις τοῦ καλοῦ ὑπόδειγμα κείσομαι πρὸς ζῆλον διαθερμάνας τὸν ὅμοιον, καὶ ἀπο<δεικνὺς> τὸν αἱρετίζοντα πλεῖόν σοι προσεπιτρίβω τὸ παρὰ πάντων δίκαιον μῖσος, ὅτι γράφειν προθέμενος καὶ μὴ ἔχων τοῖς κατὰ σκοπόν σοι συνέριθον τὴν ἀλήθειαν, τὴν θεολογίαν εἰς κατηγορίαν τῶν εὐσεβούντων μετήμειψας καὶ ταῦτα τοὺς ὀρθοδοξοῦντας ἐσυκοφάντησας, ὧν οὔτ’ ἐγεγόνεις αὐτήκοος οὔτε παρά του ἔχεις πυθόμενος· οὕτως ἀσυλλόγιστόν τι πρᾶγμα ἡ πονηρία καὶ δυσφύλακτος ἅπας κακεντρεχής. καὶ τοίνυν τὴν ἐπὶ λογιότητι ἄκραν σοφίαν καὶ δόξαν θηρώμενος ἔλαθες καὶ ταύτης κατὰ κράτος ἀποπεσών, ὅτι μηδ’ ἐπεξενίσθη σοι πώποτε, καὶ οὓς συγκατέλεγες τοῖς φιλοῦσι διὰ μικρολυπίαν ἐνδιαβάλλων, ἐφ’ οἷς οὐδ’ ὁπωσοῦν ἑάλωσαν. ὁ δ’ ἐπὶ τοῖς ἁπλῶς ἀντειποῦσιν οὕτω βαρύμηνις καὶ παύσασθαι ὑποθεμένοις τοῦ στομφασμοῦ ὀργιλώτατος, τί οὐκ ἂν διελογίσω καὶ διεπράξω χείριστον, εἴ τις μὴ δεόντως σοι παρηνώχλησεν ἢ τῶν προσόντων τινὸς ἀπεστέρησε; καὶ ἄλλως δὲ εἰπεῖν, ὁ καθ’ ἡμῶν τοιαῦτα συμφορήσας ψευδηγορήματα, τίνος ἂν ἐφείσω ῥήματος χέων καθ’ ἑτέρου τῆς γλώττης ἰόν;

Ἐγὼ δὲ καὶ τὴν κατηγορίαν προθήσομαι καὶ τὴν αἰτίαν πειράσομαι μὴ εἶναι τοῖς βουλομένοις ἀνέκπυστον, ὁπόθεν ὁ συκοφάντης ταῖς καθ’ ἡμῶν ἀδολεσχίαις ἐχρήσατο. Ἦγέ τις τῶν ἐμοί τε καὶ τῷ κατηγόρῳ συνήθων ἑορτὴν Γεωργίῳ τῷ χριστομάρτυρι. καὶ οἱ μὲν λοιποὶ τῶν συνειλεγμένων (ἦσαν δ’ οὗτοι καὶ τῶν λογίμων ἀρχιερέων καὶ τῶν τοῦ βήματος ἐντρόφων συχνοὶ καὶ τῆς συγκλήτου τὰ κράτιστα) τοῖς ᾄσμασι τῶν ἱεροψαλτῶν ἡσυχῇ καθήμενοι ἐκηλοῦντο, ὁ δὲ τὴν σοφίαν ὑψιβάμων καὶ τὴν γνῶσιν ὑπεράπειρος οὑτοσί, ὥσπερ ἐφ’ ᾧ συγκέκληται ἀγνοήσας, φορτικάς τινας ἀφηγήσεις παρεισεκύκλει τοῖς λόγοις, ὡς εἴπερ τὴν οἰκουμένην διαδραμὼν ἐς τὸ καθ’ ἡμᾶς κλίμα πρώτως τότε παρενεδήμησε καὶ ἐς θέαν ἦλθεν ἡμῖν σεμνύνων ἑαυτὸν καὶ ἐξαίρων ἐφ’ ἅπασι τοῖς μαθήμασιν. ἀρξάμενος δὲ θεολογεῖν καὶ περὶ τοῦ ὄνυχος ἐπολυπραγμόνει Χριστοῦ, ἐμπλήκτως ἐπιβάλλων τοῖς οὐδέπω διαπορηθεῖσι παρ’ οὐδενός. πρὸς δὲ τοῖς λοιποῖς καὶ λόγον εἰσενεγκὼν περὶ τῶν ἀχράντων καὶ ἀκηράτων μυστηρίων Χριστοῦ φθαρτά τε ἀπεκάλει ταῦτα καὶ ἄψυχα καὶ ἄνοα καὶ νεκρά· καὶ τὸν προσιόντα τῇ μεταλήψει μὴ ὅλον εἰσοικίζεσθαι τὸν Χριστόν, ἀλλ’ ἐκ μέρους ὡς καὶ μέρος δεχόμενον.

καὶ φυσῶν ἦν ἐπὶ τούτοις ὡς μικροῦ δεδειγμένος παρὰ Χριστοῦ, στῦλόν τε ἀστραβῆ τῆς ἐκκλησίας ἑαυτὸν ὠνόμαζε καὶ ἑδραίωμα καὶ ἔφασκεν ἀναιδῶς, ὡς ἄρτι πρώτως καὶ μόνως ἡ μεγίστη καὶ πρωτίστη τῶν ἐκκλησιῶν εὐγενῆ καὶ σοφὸν λευίτην κατὰ θεῖον ἐκληρώσατο· ναὶ μὴν ὡς οὐκ ὄψεται θάνατον, οὐδ’ ὕπνον δώσει τοῖς ὀφθαλμοῖς οὐδὲ τοῖς κροτάφοις ἀνάπαυσιν, ἄχρι δὴ τὴν ἐκκλησίαν θείοις ὑπερείσειε δόγμασι καὶ περιφραγμώσειε γενναίοις λόγοις ὡς λίθοις ἀκρογώνοις στερροῖς, ἐπίσης τοῖς πρώτοις ὀπαδοῖς τοῦ Λόγου καὶ διδασκάλοις.

Ἐπὶ τούτοις ἐγὼ καὶ πᾶς τις ἕτερος συνελθὼν ἀποκναιόμενοί τε καὶ δυσχεραίνοντες, ὅτι τὴν ἐκ τῶν ὕμνων ἀφῃρούμεθα ἡδονὴν ταῖς ἀκαίροις τῶνδε τῶν διηγήσεων καὶ πρὸς οὐδὲν ὁρώσαις τὸ χρήσιμον, „παῦσαι, ὦ καλέ,“ εἰρήκειμεν, „δέσποτα. τί τῇ τοῦ μάρτυρος ἑορτῇ, ἐφ’ ἣν συνεδράμομεν, καὶ τοῖς πρὸς οὐδένα τὸν ἀνθιστάμενον σεμνοῖς σου διαλόγοις καὶ νεαροκλέσι θεολογήμασι; τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας, ὡς πρὸς ἀέρα ἄντικρυς δαίρων καὶ μελαγχολῶν ἀτεχνῶς, <μη>δενὸς ἀντιφερομένου σοι μηδ’ ἐρεθίζοντος πρὸς ὀργήν;“ ταῦτα καὶ τοιαῦθ’ ἕτερα κοινῶς οἱ συγκεκλημένοι κἀκεῖνος δὲ ὁ συγ<καλ>έσας ἑταῖρος συνελθόντες ἐπῄδομεν καταψῶντες τὸν φριμακτίαν καὶ περιποππύζοντες τὸν ὑψαύχενα.

Ὁ δ’ ἐμὲ τῶν ἄλλω<ν> ἀπο<λαβ>ὼν „καὶ σύ,“ φησί, „τῆς μερίδος εἶ τῶν ἀντιδοξούντων μοι ἐν οἷς φημι περὶ τῶν Χριστοῦ μυστηρίων, οὐδὲ συναριθμῇ τοῖς περὶ ἐμοῦ.“ ὣς φάτο, κατὰ τοὺς Πυθαγόρου λέγουσι μαθητάς. κἀγὼ πρὸς αὐτὸν πραείᾳ δὴ καὶ συνήθει φωνῇ· „οὐκ ἐπὶ τούτῳ συνελέγημεν, κύδιστε, μέγιστε, δεσποτῶν ὕπατε, ἐφ’ ᾧ ἀνακινεῖν δόγματα καὶ περὶ αἱρέσεων νέων ἀδολεσχεῖν, ἀλλ’ ἵνα τῷ μάκαρι μάρτυρι τὰ ὅσια ἐκτελέσωμεν.“ καὶ οὗτος τὼ χεῖρε διατρίψας καὶ ταλαντεύσας πολλάκις τὴν κεφαλήν, κἀμοὶ ἐνατενίσας τιτανῶδές τι καὶ λοξὸν καὶ βρύξας τοὺς ὀδόντας· „ἐμπλήσειν μέλλω“, φησί, „τὸν ἱερὸν τῆς ἐκκλησίας ἀνάσταθμον τῶν τὰς οἰκείας δόξας καθυποβαλόντων τῷ ἀναθέματι, εἰ μὴ πάντες προφθάσουσί μοι χεῖρας αὐτῶν καὶ οἷς ἔχω λέγειν περὶ Θεοῦ τε καὶ τῶν αὐτοῦ μυστηρίων ὡς κανόνων κανόσι προσκείσονται.“

Κἀγὼ μὲν ἐπικαγχάσας τούτοις ὡς καὶ πᾶς τις ἕτερος, ἀλλ’ οὐ πρὸς δικαίαν χολὴν ὁρμηθεὶς ὑπὸ τῆς οἰήσεως τοῦ ἀνδρός, ἐκεῖθεν μετὰ βραχὺ ἀνεχώρησα αὐτῷ τε τὰ πρὸς εἰρήνην καὶ τοῖς παροῦσιν ἅπασι συνταξάμενος· ὁ δὲ οὐκ ἤπιος ὤν, εἰκῇ δὲ καὶ τοῦ Χριστοῦ μαθητὴς εἶναι διατεινόμενος, μάτην δὲ κἀπὶ τῷ οἰκείῳ κορυζῶν ἐπαγγέλματι, ὡς βουπλῆγα καὶ τὴν μικρὰν ἐκείνην ἀντίρρησιν ἐλογίσατο καί, ὥς φησιν ὁ Δαυίδ, „φυλάσσων διακενῆς ματαιότητας“ οὐκ ἀνίησιν ἐς δεῦρο καθ’ ἡμῶν ἐκπάγλως μαινόμενος, κρατερὴ δέ ἑ λύσσα δέδυκε. θελήσας δὲ καὶ ἐγγράφως τὴν οἰκείαν παραστῆσαι δόξαν, ἣν ἔχει περὶ τῶν εἰς μετάληψιν ἡμῖν τοῖς πιστοῖς προτεινομένων τοῦ Χριστοῦ μυστηρίων, σύγγραμμά τι ἐξέθετο εἰσέτι ὂν παρ’ αὐτῷ (οὐκ οἶδα, εἰ ὡς διάστροφον, καίπερ καθεκάστην νιτρούμενον, μυρούμενόν τε καὶ κτενιζόμενον καὶ κόσμοις ἀλλοτρίοις παρ’ οἷς ὀπτάνεται διευθετιζόμενον), ἐν ᾧ καταδρομὴν πεποίηταί τινων ἀνωνύμως, ὡς δῆθεν λεγόντων τε καὶ δοξαζόντων μήτε κλᾶσθαι μήτ’ ὀδοῦσι κείρεσθαι τὸν ἄρτον τὸν ζωτικόν, ἀλλὰ διολισθαίνειν τοῦ φάρυγγος κατὰ τῶν σωμάτων τὰ ὅλως ἄτμητα καὶ ὡς στρίφνος ἀδιαμάσητα. ἐρωτώμενος δὲ ὁ τῶν παραδόξων τούτων πλάστης καὶ συνθέτης αἱρέσεων, καὶ τίνες ἂν εἶεν οἱ οὕτως ἀλλοτριόφρονες, πολλοὺς μὲν καὶ ἄλλους διαριθμεῖ, σὺν αὐτοῖς δὲ καὶ ἡμᾶς μηδὲν ὀκνῶν, μηδ’ ἐφ’ οἷς διέξεισιν ἐγκαλυπτόμενος.

Τοιαῦτα παρὰ τοῦ σοφιστοῦ τῆς κακίας πλέον ἤπερ δογματιστοῦ ὀρθοτόμου διαβαλλόμεθα· οὕτως ἡμᾶς ὁ νέος Ἄνυτος διασύρει ἀσεβείας γραφόμενος, ὥστ’ ἔγωγε ἀπορῶ, τί ποτ’ ἔσται καινότερον ἄλλοτέ ποτε κατ’ ἐμοῦ συμπλασάμενος, εἰ προσθείη καὶ δευτέραν ἐπενεγκεῖν μοι συκοφαντίαν ὁ εἰς τοσοῦτον παρανομίας καὶ δυσμενείας ἐκ πρώτης ἀφικόμενος, ὡς ἐκ περιουσίας μου κατηγορεῖν ἃ εἰδώς εἰμι μηδαμῶς καὶ πρὸς ὧν ἀφορῶν τὸ μέγεθος προάγομαι ψάλλειν πρὸς τὸν Θεόν· „ῥῦσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων,“ κἀκεῖνα προσεπιφέρειν τοῦ φιλοψάλμου καὶ ὑμνώδους Δαυὶδ τὰ ῥήματα· „οἱ υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα,“ καί· „τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;“ οὕτως τῷ κατηγόρῳ περίεστι τοῦ πρὸς ἐμὲ μίσους, ὥστε μικρὸν ἡγησάμενος εἰς ἀνθρώπινόν τι καὶ σύνηθες κακηγορήσειν ἐλάττωμα ἐσφαλμένως ἔχειν μέ φησι τῶν εἰς τὸ θεῖον δοξῶν. καὶ συλλογίζεται φρεναπατώμενος, ὡς εἴπερ ἔγνωκε τὰ χείρω περὶ ἐμοῦ, χείρων ἔσομαι δήπουθεν καὶ αὐτός, καὶ τοιοῦτος καὶ τοῖς ἄλλοις τῶν ἀνθρώπων ὑποληφθήσομαι, ὁποῖος διαβέβλημαι παρ’ αὐτῷ· ὡς εἴπερ τῷ ἑαυτοῦ ῥήματι τὰ τοῦ καθ’ ἕκαστον ἐτεκμαίροντο, οὐκ ἀφ’ ὧν τις πράττων καὶ φθεγγόμενος δυσφημεῖται εἴτε κλεΐζεται.

οὐδ’ ἐκεῖνο κατὰ νοῦν ἐβάλετο ἀγχίνους εἶναι δοκῶν, ὡς πολὺ τὸ καθ’ ἑαυτῶν οἱ συκοφάνται παρὰ τῶν μὴ προσιεμένων τὴν πονηρίαν καὶ τοσοῦτον μῖσος ἐκτρέφουσιν, ὅσον αὐτοὶ τὰ κατ’ ἀνθρώπων ἐγκλήματα μεγεθύνουσι καὶ εἰς τὸ δυσπαράδεκτον ἢ ἀπαράδεκτον ὅλως διασκευάζουσιν. „Οὐ κλᾶσθαι οὐδ’ ὀδοῦσι δοξάζετε κείρεσθαι σῶμα τὸ κυριακόν.“ οὐδέν τι διενήνοχας ὁ ταῦτα λέγων καὶ γράφων τοῦ τὸν νεὼν ἐμπρήσαντος τῆς Ἀρτέμιδος, ὃς κάλλει κάλλιστος καὶ μεγέθει μέγιστος κατὰ τὴν Ἔφεσον πάλαι δεδόμητο. κἀκεῖνος γὰρ ἐκ τοῦ δόξης ἐρᾶν καὶ ὀνόματος τοῦτο δρᾶσαι ἱστόρηται, καὶ σὺ τὸν αὐτὸν τρόπον εἰς τὸ συκοφαντεῖν προήχθης καὶ διαβάλλειν χριστιανούς. ἀλλ’ οὔτ’ ἐκεῖνος ἀπώνατό τι τῆς μὴ ὁσίας πράξεως, καὶ σοὶ ἐς τοὐναντίον ἀντιπεριενήνεκται τὰ διαβούλια· ἀσθενὴς γὰρ ὢν καθ’ ἑαυτὸν καὶ μηδὲν ἐξαῖρον αὐχῶν περιθέσθαι κλέος ἠθέλησας ἀφ’ οἱασδήτινος πράξεως. οὕτω δὲ ταύτην ἀποδιείληφας τῷ σῷ τρόπῳ κατάλληλον, ὡς μὴ ἂν ἑτέρῳ τινί, ἀλλὰ σοὶ τῷ ἑλομένῳ εἶναι ἁρμόδιον, ἐπεὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ἔχεις ταύτην ἐφευρηκώς, ὡς ἐκεῖνος, ὃν ἔφαμεν, τὸ δοκεῖν περίφημος ἐθηράσατο τῇ τῆς κακίας ὑπερβολῇ.

Ἀλλὰ πῶς τὴν ἄνωθεν οὐκ ἔτρεσας κίνησιν τοιαῦτα κατ’ ὀρθοδόξων γράφειν προθέμενος; δέδια, μὴ τὸ περὶ τὴν σὴν γνάθον ἐνσκῆψαν καχέκτημα, ὁπηνίκα ταῦτα ὑπεκορίζου, οὕτως ᾠδηκυῖαν, ὡς κολωνὸν μετάρσιον ἀνεστηκέναι τὸ ὄγκωμα, θεόθεν σοι προδήλως ἐπισυμπέπτωκε. τί γὰρ καὶ ἐπεπόνθεις κατάλληλον ἄλλο νόσημα περὶ σωμάτων ἀμασήτων διεξιών, καὶ ταῦτα τοῖς ὀδοῦσιν ὡς ἀλετρίσι κατατρίβων, εἰ μὴ σύνθλασις ἐπικατερράγη σοι τῶν μυλῶν, ὁποίαν πεπονθέναι φησὶν καὶ Δαυὶδ τοὺς λέοντας; οὕστινας ἄρα τούτους ὑποληπτέον καὶ στομφαστρίας παρειᾶς ἐκ νοσηλείας [οὐχ] ἧττον φυσήματα ἤπερ ἐκ τοῦ κομπορρημονεῖν τοῖς γραφομένοις καὶ πρὸς ὕδερον ἐπαίρεσθαι φύσεως. „Οὐ κλᾶσθαι φατὲ τὸ σῶμα τὸ Κυριακόν.“ καὶ μὴ ἐμβρόντητος εἴην ὡς σύ, καὶ αὖ πάλιν πρὸς τὸ φῶς τῆς ἀληθείας ἀμβλυώττων ὡς σύ, εἰ τοιαύταις ἐθέμην δόξαις ποτὲ τοσοῦτον τοῦ ὀρθοῦ ἀφεστώσαις, ὅσον τῷ ψεύδει ἐγγίζουσι τὰ ὑπὸ σοῦ συγγραφόμενα. ἐπεὶ καὶ τίς οὕτως ἀσεβής τε καὶ ἀποτρόπαιος, ὡς φάσκοντος Χριστοῦ· „λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον,“ ἀντινομοθετεῖν Χριστῷ καὶ Χριστὸν εἰδέναι διισχυρίζεσθαι ἄμεινον ἤπερ αὐτός, <ὃς> παρέδωκεν ἑαυτόν;

ἆρ’ οὐ μονιὸς ἄγριος σύ, μὴ μόνον τοὺς μαργαρίτας καταπατῶν, ἀλλὰ καὶ τῷ ἀμπελῶνι ἐμπηδῶν τοῦ Χριστοῦ καὶ <χερσὶ> καὶ ποσὶ καὶ ὀδοῦσι τῇ τῶν δογμάτων διαφθορᾷ λυμαινόμενος; „ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου,“ εἴποιμ’ ἂν καὶ πάλιν μετὰ Δαυὶδ πρὸς Θεόν, τῇ τῶν ζιζανίων ἐπισπορᾷ τὸν σῖτον συμπνίγων τῆς εὐσεβείας. τίς ποτε τοιαύτην ἠκηκόει ῥαγεῖσαν φωνήν; ποῖος σκολιὸς ὄφις τοιοῦτον τέχνασμα τῇ σῇ καρδίᾳ ἐνέφυσεν, ἄνθρωπε, ὑφ’ οὗπερ ὡς ἄλλου παραδείσου τῶν περιβόλων τῆς ἐκκλησίας ἀποσχοινίζεις μάτην τὸ φιλόχριστον πλήρωμα καὶ ἑαυτὸν τῆς βασιλείας ἐκκλείεις τῶν οὐρανῶν; εἰς τί δέ σοι τὸ ἀποτέλεσμα καὶ τὰ πονηρὰ ταῦτα προβλέπουσι μηχανήματα καὶ οἱ νόθοι οὗτοι λογισμοὶ καὶ κιβδηλευτικοὶ τῆς εὐσεβείας καὶ παρέγγραπτοι λόγοι σου; ὡς εὐμαθές σου τὸ σκέμμα, κἂν δεδραματούργηται σκότιον.

Καὶ ἵνα τι μικρὸν παρεμφήναιμι τὸ σὸν ἀπόρρητον, σοφὲ καὶ ἐπιστῆμον, παρ’ ἑαυτῷ προέθου τοῖς μαθητευομένοις σοι προτείνασθαι κύλικα ἐξ ὀλεθρίων ἀναδευθεῖσαν φαρμάκων. οὐκοῦν καὶ ὑπερχειλῆ προτεινάμενος μέγιστον ἡγήσω κέρδος, εἰ ὡς ἀνύσιμα ποθῇ τὰ θανάσιμα. ὅθεν ἐπέχρισας τὸ κύπελλον ὡσεὶ μέλιτι τοιαύταις ψευδηγορίαις, ὡς ἂν πρὸς τὸ τούτων ἀφορῶντες ὑποκλέπτον τὴν αἴσθησιν γλυκάζον (ἡδέα γὰρ τοῖς πολλοῖς τῶν ἀνθρώπων τἀλλότρια σκώμματα) κύψαντες ἀμυστὶ τὸ κώνειον ἐκροφήσωσιν (οὕτω καὶ οἱ ἀσπαλιεῖς τὸν τῶν ἰχθύων μετίασιν ὅμιλον χαλῶντες μετὰ δελητίου τὸ ἄγκιστρον καὶ τῷ χαλκῷ ἐμπείροντες καὶ ἀνέλκοντες ἀνασπαίροντα τὸν ἐγχανόντα ἰχθῦν ὡς τρέφοντι τῷ προσθέματι) καὶ ἅμα ἐμοὶ δοκεῖν, ὅπως ἔχοιεν πρὸς ὃ κατάθοιντο τὴν σχολὴν οἱ ἐπιόντες τὰ γεγραμμένα σοι, τὰ δὲ λοιπὰ μὴ ἐφιστῶντες ὑπερορῷεν.

Ἀλλ’ εἰπὲ ἡμῖν, καθ’ ὅν σοι ἔγνωσται τρόπον ὡς τοιαύταις δόξαις ἡμεῖς ἐνισχόμεθα. ὡς ὀνειροπομπῷ δαίμονι οἳ μηδὲν τῶν ἐσομένων εἰδότες, τὰ δὲ τῇ προνοίᾳ οἰκονομούμενα ὥσπερ ἐν εἰκάσμασιν ἰσχνοῖς τεκμαιρόμενοι, τὰ δι’ ὀνείρων φαντάσματα συντιθέασιν ἀμυδρὸν ἢ οὐδὲν τῆς ἀληθείας παρεμφαίνειν ἔχοντες ἴνδαλμα; καὶ μὴν οὐ μόνον ἡμεῖς οὐδὲν τοιοῦτο πώποτ’ ἀπεπτύσαμεν πρός τινας, ἀλλ’ οὐδὲ κατὰ νοῦν ὁπωσοῦν ἐβαλόμεθα· ἢ ὡς μὲν φαντασιοσκοποῦν καθ’ ὕπαρ δαιμόνιον οὔκουν τὰ τοιαῦτ’ ἀπεφοίβασας, ὡς δὲ θυννοσκόπος ἐκ τοῦ ἰκρίου ἑώρακας, ὃς βυθὸν διορᾷ καὶ τὰ ἔθνη τῶν νεπόδων ἐπιόντα προσκέπτεται; ἢ οὐδὲ τοῦτο μέν (τί γὰρ σοὶ καὶ τῷ ὀξυδερκεῖν, ὃς οὐδὲ τὰ ἐν ποσὶν ἰσχύεις ὁρᾶν), ἐπάφλασας δὲ τῷ θυμῷ κατὰ λέβητας, ὅτιπερ καὶ βραχὺ τῆς ὑπερτίμου σου δόξης ἐνώπιον καὶ τῆς ἀνυπερβλήτου σου σοφίας καὶ ὑψηλῆς εὐγενείας ἔναντι ἐλαλήσαμεν, <καὶ τ>οῖς ἐγκαλουμένοις ὑπό σου συνέταξας καὶ ἡμᾶς, ἐπεὶ οὐκ εἶχες ὡς Χίμαιρα διασπᾶν ἢ δαρδάπτειν ὡς Κ<έ>ρβ<ερος> ἢ <ἐπὶ τοῦ Καυκάσου> ἀνασταυροῦν ὡς πάλαι τὸν Προμηθέα ὁ Ζεὺς ἐν τῇ διανομῇ παρακρουσάμενον τῶν κρεῶν καὶ ὀστέα προθέντα κεκαλυμμένα δημῷ καὶ μὴ γεράραντα ὡς ὕπατον καὶ πρώτιστον τῶν θεῶν μερίδι βελτίονι.

καὶ ἄλλως δέ, τί ἂν ἕτερον ξενάκουστον προὔβαλες εἰς ἀφήγησιν, τὸν ἄκρον δογματιστὴν κἀν ταῖς ἡμέραις ταύταις πρῶτον καὶ ὕστατον λόγιον οἰκειούμενος, καὶ μάλισθ’ ὅτε τοῖς μειρακυλλίοις προσδιαλέγῃ, ἃ τὴν ἐγκύκλιον διφῶσι προπαιδείαν, καταμυθολογεῖν αὐτοὺς ὡς τίτθη βουλόμενος καὶ μὴ ἔχων διιέναι τῷ λόγῳ Λάμιαν μορμολύττουσαν, εἰ μὴ τὰ τοιαῦτα ἐγάρυές τε καὶ ἐλαρύγγιζες;

Ἐχρῆν δέ, εἰ καί τινας ἐβούλου ἔχειν, ἐφ’ οἷς προέθου λέγειν, συντιθεμένους σοι, μετριώτερά πως καὶ συνηθέστερα συμπλάττειν κατηγορήματα καὶ μὴ διαβάλλειν ἐς τὴν πίστιν τινάς. εἰ δὲ τοιοῦτο μέν σοι οὐδόλως βεβούλευται πώποτε, ἄκρως δ’ ἀληθεύειν, προείλου ἐνίοτε ἑαυτὸν προτιθέναι τοῖς παραβάλλουσι λόγων ὑπόθεσιν ἀληθῆ κἀκεῖνα εἰς ἀφήγησιν προβάλλειν φιλότιμον, ἅ σοι καθ’ ὃν ἂν εἴπῃ τις τρόπον καὶ λόγον δυσαπονίπτως ἐντέτηκεν ἀγνοήματα· ἦν γὰρ ἂν ἐντεῦθεν ἡ τῶν ἀκροωμένων ἔκπληξις μᾶλλον καὶ ἡ τῶν λεγομένων πίστις ἐφομαρτοῦσα οὐκ ἀμφιπαλὴς καὶ ἀμφήριστος, ἀλλ’ αὐτόθεν ἐκκύπτουσαν τὴν ἀλήθειαν ἔχουσα διὰ τὸ τὸν πεπραχότα ἢ παρηνομηκότα τὰ διηγούμενα ἱζάνειν ὑφηγητὴν καὶ διδάσκαλον ἀπαράγραπτον. ὡς νῦν γε τῇ συκοφαντίᾳ ἡμᾶς καθυπενεγκὼν προφανὴς ἑάλως διαβολεὺς μηδένα ἔχων πειθήνιον οἷς ἐρραψῴδησας· καὶ κρίνῃ ἐν ἀνθρώποις ἐπίτριπτος μετ’ ἐνδίκου ψήφου καὶ ἀποφάσεως ὡς προπετὴς εἰς τὸ τοὺς πέλας συκοφαντεῖν. οὕτω δὲ καὶ ἀτεχνῶς ἐπιβάλλεις τῷ ψευδολογεῖν καὶ οὔτε ποιηταῖς οὔτε ῥήτορσι κατὰ τοῦτ’ ἀφωμοίωσαι, ὥστε καὶ προδίδως ἑαυτόν. καὶ κατ’ ἄμφω κονδύλων ποιεῖς ἄξιον, οἷς τε τὸ δαιμονιῶδες ψεῦδος ὡς οὔ τις ἄλλος ἐζήλωκας καὶ οἷς διασκευάζεις ἀπιθάνως αὐτό, ὡς ἐκ τοῦ παραυτίκα ψευδορράφος ἐλέγχεσθαι.

οὕτω καὶ Λάκωνες τοὺς κλῶπας ὑπέβαλον μαστιγώσεσιν, ὅτι τε κεκλόφασι καὶ ὅτι κλέπτοντες ἐφωράθησαν.

Χρεὼν γὰρ ἐρωτώμενον, ὅστις ποτέ ἐστιν ὁ λέγων μὴ ὀδοῦσι τὸ κυριακὸν σῶμα κειρόμενον, ἀποκρίνασθαι ὡς οἱ τὰ ἔσχατα τῆς Ἰνδίας οἰκοῦντες οὕτω φρονεῖν ὑπειλήφασι καὶ ὅσοι τῶν Ἐρεμβῶν τὰ ὑπερέκεινα νέμονται Βραχμᾶνές τε καὶ Ἀριμασποί, οἷς καὶ συνάπτῃ κατά τι περίττωμα φυσικόν, καὶ φεύγειν οὕτω τὸν ἔλεγχον διὰ τὴν ἀπωτάτω κατοίκησιν τῶν ἐθνῶν (τοῦτο δὴ ὃ καὶ τῶν χωρογράφων ποιεῖν εἰώθασιν ὁπόσοι τὰ τὴν φύσιν ὑπερφωνοῦντα ταῖς ἑαυτῶν παραδιδόασιν ἱστορίαις πρὸς τὴν τῶν ἀκουόντων ἐκπτόησιν), οὐδόλως οὕτω πεποίηκας, εἴτε τῇ τοῦ καθήκοντος ἀμαθίᾳ καὶ τῷ ὑποσκλήρῳ τῆς φύσεως, εἴτε σφαλλόμενος πρὸς Θεοῦ τοῦ δρασσομένου σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν. ἀλλ’ εἰς παράδειγμα προτίθης τοὺς ἐγγύς σου τοῦ ῥήματος, ἵν’ ὁ τοῦ ψεύδους κατάγχων προσεφέρπῃ σοι ἔλεγχος καὶ οἱ ἀκροαταὶ μυκτῆρα πλατὺν καταχέωσι τῶν κακοδαιμόνων ἀναπλασθέντων σου καὶ ἡ ἀδικία ψεύδοιτο ἑαυτῇ. εἰ δ’ ὅτι μὴ τῶν ἐκ τοῦ αὐτοῦ σοί ἐσμεν σχήματός τε καὶ τάγματος μηδὲ τῶν πλατυνόντων τὰ κράσπεδα καὶ „μή μου ἅπτου, καθαρὸς γάρ εἰμι“ ὑποφωνούντων ἐν ἀγυιαῖς, κακῶς ἀκούομεν, εἰς οὐδέν σοι καὶ οὕτως ὀνησιφόρον τὸ διαβούλιον. τί γὰρ ἂν καὶ ἐπισύραιο τὸ σεμνῦνόν σε, ὁ τὴν φρόνησιν, ὡς φής, ὑπεράπειρος, ἐκ τοῦ κακῶς λέγειν τοὺς ἀνθρώπους ἡμᾶς, οὓς καὶ προσβλέπειν ὀρθοῖς ἠδόξηκας ὄμμασιν;

ὡς λίαν ἡδὺς εἶ καὶ τοῦ ἐπαγγέλματος, ὃ περίκεισαι, τρισεπάξιος, ὃς μυρίους ἱσταμένους καταβάλλεις, ἵνα τὸ καταβεβλημένον ἀναστήσῃς σου θέλημα, καὶ μεταστοιχειοῖς καὶ μετατάττεις παραδόσεις ἐκκλησιαστικάς, ὅπως τὰ σὰ μετεγγραφείη παραδιδάγματα. ὡς φαρισαϊκὸν ὁρῶ σου τὸ φιλότιμον καὶ φιλόπρωτον καὶ τὸ βούλεσθαι καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββί.

Οὐκοῦν εἰ μὴ κλινήρης ἦσθα καὶ ὑπὸ πάθους φυσίγναθος, ἀνῆλθες ἂν εἰς τὸ ἱερὸν κύδεϊ γαίων καὶ δεινὸν βλεμεαίνων καὶ καθ’ ἑαυτὸν ὑποτοπάζων ὁ λαβραγόρας, ὡς πρὸς τὴν βροντὴν τῶν σῶν λόγων καὶ τὴν ἀστραπὴν τῆς διδασκαλίας σου οἱ συνανιόντες σοι πάντες καταπεσοῦνται πρηνεῖς, ὡς οἱ περὶ τὸν Πέτρον μεταμορφουμένου πάλαι τοῦ Ἰησοῦ. τὸ δὲ οὐχ οὕτως ἤμελλεν ἔχειν. ἀλλὰ περὶ νηστείας εἰπεῖν τι πρὸς τοὺς συνελ<ηλυθό>τας προσδοκώμενος ἀνασεσυρμένας ἂν κωμῳδίας κατὰ πιστῶν διεσκεύαζες, ἀντὶ δὲ διδασκάλου καὶ παι<δευ>τοῦ χριστιανῶν ἐδείκνυσο συκοφάντης καὶ τὴν μίαν διέσπας ποίμνην ἐπιβούλως καὶ ἀνεπιστημόνως, ἣν Χριστὸς συνέδησεν ὁ τῆς εἰρήνης βραβεύς, τίκτων ἀσυνδυάστως κατὰ τοὺς γῦπας διαλόγους περὶ αἱρέσεων, ἃς οὐδεὶς εἰσέτι πρεσβεύων πεφώραται.

Ὁρῶ δὲ καὶ τὰ κατὰ χριστιανῶν ἀπροσώπως καὶ ὡς εἰπεῖν ἀνωνύμως ἐπισυμφορούμενα τῷ σῷ λόγῳ κατηγορήματα κωθωνιζομένων λογοποιΐας γραῶν ἢ δειλοῦ ληρήματα ῥήτορος καὶ ὡς ἐν ἀποκρύφῳ καὶ σκοτομήνῃ ἀναιροῦντος τοξότου βλήματα. οἶμαι δὲ καὶ ὡς θάτερον τῶν ὀφθαλμῶν ἐν τῷ τοξεύειν συνέστειλας, ἐπεὶ καὶ τοῦτο οἱ δεινοὶ τεχνῶνται τῶν τοξοτῶν τὴν ὄψιν διεσκεδασμένην συνάγοντες, ὅπως κατὰ σκοπὸν τὰ βέλεμνα πέμπηται· ἀλλ’ εἰς τοὐναντίον τὸ σκέμμα σοι περιίσταται· τοσοῦτον γὰρ τὸ κατὰ τὴν σὴν διήμαρτες πρόθεσιν, ὅσον καὶ τοῦ σκοποῦ τοξόται πηροί. καὶ τὸ μὴ ὀνομαστὶ δὲ τὰ ἀπειρημένα προσάπτειν τισίν, ἀλλ’ ἀπολύτως καὶ πρὸς μηδένα διαλεγόμενον τοὺς λόγους τίθεσθαι ἢ ὡς ἐπ’ ἄκρα γῆς ἐκτείνειν τοὺς ὀφθαλμοὺς κατὰ τὸν Σολομώντειον ἄφρονα πρᾶγμά τι ποιεῖν διελέγχει σε, ὅπερ οἱ κατ’ οὐρανὸν ὡς πρὸς μηδὲν τὸ βληθησόμενον τὰ βέλη πέμποντες ἢ γοῦν ὁποῖον οἱ ἑτερόφθαλμοι διαπράττονται· κἀκεῖνοι γὰρ ἐν τῷ διαλέγεσθαι οὐκ ἰθυτενῶς τὰς τῶν ὀμμάτων βολὰς καὶ ὡς πρὸς ἕνα τείνειν ἔχοντες διὰ τὸ μὴ διφαὲς τῆς ὄψεως καὶ διάστροφον ἄνω ἐς ὀροφὴν ἐοίκασιν ἀφορᾶν καὶ πλειόνως τοῖς δοκάνοις [καὶ] συνομιλεῖν ἢ ἐντυγχάνειν τοῖς ἐνεστῶσι.

Τοιούτοις δὲ σχήμασι καὶ ὁρμαῖς κέχρηνται πολλάκις καὶ οἱ μαινόμενοί τε καὶ δαιμονόληπτοι· καθ’ ἑαυτοὺς γὰρ τῷ τέως ἠρεμοῦντες καὶ ἡσυχίαν ἄγοντες τοῦ παραπαίειν αἴφνης μηδενὸς παρενοχλοῦντος ἢ ἐκμαίνοντος πρὸς ὀργὴν ἀναβακχεύονται καὶ φρίσσουσι τὴν κόμην καὶ ἀλλοιοῦσι τοὺς ὀφθαλμοὺς τῆς παχυτέρας ὕλης, ὑφ’ ἧς πάσχουσι κακῶς, συνθολούσης τὸ λογιζόμενον καὶ ὕθλους μελαγχολῶντες ὥς τινων παρόντων καὶ λυπούντων κατεξερεύγονται. κἄν τις παρασταίη συνέριθος τοῖς παράφροσιν ἢ οἰκτίρμων ἀνὴρ ἀφίκοιτο, οἱ δὲ ὡς ἐπίβουλον τὸν φιλάνθρωπον ζητοῦσι τοῖς ὀδοῦσι διαμερίσασθαι. τί φὴς ὁ τῶν ἀνωνύμων συνθέτ<ης κατηγοριῶν> καὶ πλάστης καὶ εὑρετής; ἆρ’ οὐχ ὡς ταὐτοπαθὴς συνέχῃ μέσος τοῖς λελεγμένοις; οὐκ ἔγνως ἐν τῇ εἰκόνι τὸ σὸν ἀρχέτυπον; ναὶ πάντως, καίτοι οὐκ ἀξίως ἐκ τούτων, ὁποῖος καὶ εἶ τις, ἐθεωρήσαμεν, πλὴν εἰ μὴ τοῦτ’ αὐτὸ ἐνθυμηθείη τις, ὡς οὐκ εἰπεῖν, ὁπόσον βούλεται, ἐγχωρεῖ τὸ σὸν δολιότροπον. ἐκεῖνα γὰρ κατὰ χριστιανῶν ἐξηκόντισας ἀπόφημά τε καὶ βλάσφημα, ὁπόσα οὐδόλως ἠκρίβωσας· καὶ ἡμᾶς δέ, οὓς τοῖς φιλοῦσι συνέταττες, διέθου χειρόνως καὶ ὑπὲρ τοὺς ὀνομαστὶ διαβαλλομένους σοι.

καὶ κατ’ ἄλλον τρόπον, οὐχ ὃν Ἡσίοδος βούλεται, τοῦ πίθου τῶν καθ’ ἡμᾶς ἀρχόμενος ὕβρεων ἐς μέθην κεκόρεσαι· οὐκ οἶδα οὖν, ὁπόθεν σοι τὸ μεσσόθι γένοιτο φείσασθαι, ἐπεὶ μηδ’ αὐτὸν τὸν τρυγίαν ἐπιλέλοιπας ἀκατάποτον. εἰκότως οὖν καὶ τὸ προφητικὸν οὐαὶ προσκληροῦταί σοι οὐκ ἀπὸ γεννήματος ἀμπέλου μεθύοντι, οὐδ’ ἀποπτύοντι τοῦ στόματος οἰνόφυρτον σίελον, ἀλλ’ ἐξεμοῦντι θανάσιμα ῥήματα ἐξ ἀμετρίας θυμοῦ, ὃν κατὰ μόνου τοῦ ὄφεως ἀμυντήριον ἡμῖν Θεὸς ἐκεράσατο.

Ἀλλ’ ἐπὶ τούτοις πάλιν ἂν ἡδέως πυθοίμην σου, ἵνα τί καταδιώκων τινῶν ὡς ἀλλοτρίων πίστεως τὰ μὲν πονηρά σοι δοκοῦντα καταριθμεῖς ἐν τῷ συγγράμματι δόγματα καὶ ὑποκρίνῃ τὸν διορθούμενον καὶ σχηματίζῃ τὸν ἀχθόμενον, τοὺς δὲ ταῦτα παρατρέχεις δοξάζοντας; ἆρ’ ὡς φειδόμενος; καὶ ποῦ φειδὼ παρὰ σοί; ἀλλ’ ὡς εἰδὼς οὐδαμῶς; ναὶ πάντως καὶ κατὰ τοῦτο μόνον ἐπρέσβευσας τὴν ἀλήθειαν. ἑάλως τοίνυν ὡς σχηματίας καὶ δώσεις δίκας εἷς ὑπὲρ ὀρθοδόξων πολλῶν τοῦ κλήρου διαγραφόμενος. καὶ ὁ ἐν τῇ ἕκτῃ δὲ συνόδῳ ὅρος ἀποβάλλει σε, ὅς φησι μηδεμίαν καινὴν λέξιν προστιθέναι τοῖς δόγμασι, μηδ’ ἑτέραν πίστιν ἐξεῖναι προφέρειν τινί, ἢ συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· ὥστε τοῦ δογματιστοῦ ἀποπίπτων γεννήτωρ γίνῃ αἱρέσεως καὶ χριστιανῶν ἐλέγχῃ κατήγορος ἢ μᾶλλον φάμουσα συντιθεὶς καὶ φλυαρίας κατ’ ἀνθρώπων διεξιών. οὐκοῦν καὶ νόμος ὁ πολιτικὸς ὡς σκώπτην ἀπορραπίζει σε καὶ γενναίας ἐντρίβει σοι μάστιγας καὶ τῶν κοινῶν ἁλάτων ἀλλοτριῶν δίδωσι πυρί σου τὸ σύγγραμμα.

καὶ οἱ θεῖοι δὲ κανόνες καὶ τὰ τῶν πατέρων ἱερὰ διδάγματα μὴ φαινόμενον μὲν ἀλλὰ τὸ σκότος ἀποκρυβὴν τιθέμενον καὶ ὡς οἱ ὄφεις περὶ τὰς χειὰς ἰλυσπώμενον κακὸν κάκιστον καὶ ἀνόσιον κρίνουσιν, ὀφθέντα δὲ καὶ τὸ δρᾶμα ἐξαγορεύσαντα ὡς ἀποφώλιον τῆς ἐκκλησίας ἰσχυρῶν ἐπιτιμίων σιδήρῳ κάουσι καὶ ἀφορισμοῖς ὅσα καὶ χαλινοῖς τὸ τῆς γλώττης κατάγχουσιν ἄνετον.

Τὸ δὲ λόγους ἀπαιτούμενον τῶν φληνάφων, ὧν γέγραφας, καὶ τὸ ἐμὸν προφέρειν τοῖς διαπυνθανομένοις ὄνομα, τί ἂν ἕτερον εἴπῃ τις ἢ πάντως κακούργων ἀνδρῶν σκαιώρημα; οὗτοι γὰρ ἐνίοτε τεινόμενοι καὶ στρεβλούμενοι καὶ εἴ τινες εἶεν αὐτοῖς κοινωνοὶ τῶν κλεμμάτων καὶ συνίστορες τῶν λῃστευμάτων εἰπεῖν βιαζόμενοι ἔσθ’ ὅτε ὡς ὁμοτρόπους σφίσιν ἐνδιαβάλλουσι τοὺς τὰς πράξεις ἀνομοίους παντάπασι. τί γάρ, ὦ οὗτος, ἐμοὶ καὶ ταῖς δόξαις, ἅς μοι ἐπεγκαλεῖς; διέρρηξάς μου τὴν ψυχὴν ταῖς συκοφαντίαις καὶ τὸ σχετλιάζειν οὐκ ἀποκρύπτομαι. ἐψώμισας ἡμᾶς ἄρτον δακρύων καὶ ὡς οἶνον θυμὸν δρακόντων ἐπότισας τοιαῦτα μυθολογῶν καθ’ ἡμῶν. ὦ εὐσέβεια φίλη καὶ ἄνωθεν ἐκ προγόνων ὡς πατρῷος ἀναφαίρετος κλῆρος ἀλληλοδιαδόχως ἡμῖν ἐπικαταβαίνουσα, οἷα διαβαλλόμεθα παρ’ ἀνδρὸς π<ονηροῦ. ἄλλ>ο μέν τι οὐδὲν ἀπόφημον φθέγξομαι, ἵνα μὴ τοῖς αὐτοῖς ἐμπίπτων ἁλῶ, πάντα δὲ λέγειν, ὡς ἔδειξε, ῥᾷόν ἐστιν. εἰ μ<ὴ πρᾶγ>μά τι εὐκαταφρόνητον, ὦ λῷστε, ἥγησο τὴν εὐσέβειαν καὶ παίζειν ἐμεμαθήκεις ἐν τοῖς θείοις καὶ μὴ παικτοῖς, οὐκ ἂν τοιαῦτα κατ’ εὐσεβῶν συνέπλεκες ῥήματα. εἴποι δ’ ἄν τις οὐκ ἀκαίρως καὶ ὡς κατὰ τὸν Νέσσον ἐκεῖνον τὸ σὸν σόφισμα. πλὴν ὁ μὲν πρὸς Ἡρακλέος βαλλόμενος οὐ κακῶς (ἤρα γὰρ ἔρον ἀθέμιτον) ᾧ φαρμάκῳ ἦν ἀναιρούμενος καὶ τὴν πρὸς θάνατον ἀπαγόμενος, τούτῳ ἐπιβούλως τὸν βαλόντα ἠμύνετο.

σὺ δὲ ᾧ βέβλησαι κατὰ καρδίας καιρίως καὶ δικαίως τοξεύματι ὡς ἐν πολλοῖς σφαλλόμενος δόγμασι, τοῦτο ἀντιπέμπων τὸ βλῆμα οὐ διακριβούμενος εἶ τὸν τρώσαντα, ὡς ἐκεῖνος τὸν ἀνῃρηκότα ἥρωα, ἀλλ’ ἀπερισκέπτως καὶ ὡς νυκτομαχῶν ἐν μέσῳ φωτὶ τοῖς ἐχθροῖς ἐπιτοξεύεις τὸ φίλιον.

Εἶτα οὐ χρεὼν καὶ κατὰ τοῦτό σε δίκας ὑφέξειν; φημὶ δή, ὡς ἠθέτηκας δόγμα βασιλέως θεοστεφοῦς καὶ μεγίστου παρεβλέψω ποιμένος παράγγελμα ἀντίστροφος καὶ λοξὸς τῷ παντὶ γενόμενος. οἱ μὲν γὰρ τὸ ὑπολαλούμενον δόγμα καὶ ἀνακινούμενον περὶ τῶν θείων μυστηρίων Χριστοῦ, εἴπω δὲ καὶ ἀθανάτων, ὡς διαρραγείης μέσος, κατεσιώπησαν, σὺ δὲ ἀναμοχλεύεις μονώτατος δοξοκοπίαν ἑαυτῷ ἐντεῦθεν θηρώμενος καὶ λογιότητος ἀκροτάτης μέθεξιν, ἧς ἀπέχεις κατὰ διάμετρον, καὶ περὶ τὴν τῶν δογμάτων προτενθεύῃ ἔφαψιν· μήπω δὲ καὶ τῆς ὕσπληγγος ῥαγείσης ἢ τοῦ συνθήματος δοθέντος σταδιοδρομεῖς ἀπνευστὶ καὶ περὶ τοῦ βραβείου μόνος διαμιλλᾷ.

Ἀλλ’ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ ἐπὶ τίνι πεποιθὼς τὰ κατασιγασθέντα τοῖς ἄρχουσι δόγματα, οἷς ἐπιτέτραπται θεόθεν ἡ τῆς ἐκκλησίας κυβέρνησις, ἀναδιφᾷς αὐτὸς αὐθαδῶς καὶ ἀναδοιδυκίζεις ἐπισφαλῶς; „Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο,“ φησὶν ὁ τῶν ἀποστόλων πρωτόθρονος· καὶ ὅς· „ἀρκετόν ἐστι,“ πρὸς αὐτόν. καὶ ἴσμεν ἀμφοτέρας τὰς μαχαίρας εἶναι ταύτας τήν τε βασίλειον ἀρχὴν καὶ τὴν ἀρχιποιμενικὴν ἰσχύν. ὁπόθεν οὖν τούτων οὐ σπωμένων πρὸς διαίρεσιν δόγματος, οὐδὲ στιλβουμένων εἰς θάνατον ψυχικὸν τοῖς ἀνεπιστρόφως ἔχουσι τοῦ ὀρθοδοξεῖν, σὺ τὸ οἰκεῖον ἐξέλκεις παραξιφίδιον, ὃ κατὰ τοὺς ἀνδροφόνους ἀλλογενεῖς ὑπὸ κόλπον ἔχεις, καὶ γίνῃ τῶν εὐσεβούντων ἀνεπαισθήτως ἐκχορδευτής τε καὶ μάγειρος; πλανᾷ ἐκ τοῦ δήπουθεν καὶ ζῆλον μὲν ἔχειν φαντάζῃ καὶ φιλευσεβείας πρόσχημα, οὐκ οἶδας δὲ ἀληθῶς, ἥτις ἐστὶν ἡ εὐσέβεια, δι’ ὑπερηφανίαν καὶ οἴησιν καὶ πρὸς τὸ δοξασθῆναι μόνον ὑπ’ ἀνθρώπων ταῦτα πάντα διαπραττόμενος. βάλ’ οὖν τὴν ἰοῦ πλήρη <μάχαιραν ἐς> τὴν θήκην αὐτῆς δυεῖν ἕνεκα, τοῦ μήτε ἀναιρεθῆναι ὃν τρόπον σφάττειν ἐπικεχείρηκας, καὶ τοῦ μὴ δημοσιεύειν τὸ ἀχρεῖον ταύτης καὶ εἰδεχθές· πλείους γὰρ οἳ τὸν σὸν ἀκινάκην ὑπεβλέποντο πρότερον τῷ κουλεῷ ἐνθαπτόμενον ἢ δεδίασι νῦν, ὅτε καὶ τοῦτον σπασάμενος καρατομεῖν ἐκόμπασας τὸ διάφορον.

Οὐκ οἶδας ὡς οἱ τακτικοὶ νόμοι κολάσεσι καὶ ποιναῖς ἀνυποίστοις καθυπάγουσιν, οἳ πρὸ τοῦ ἀρθῆναι τοῦ πολέμου τὸ σύμβολον τοῖς ἐναντίοις προεξορμῶντες συμμίγνυνται; τίνος οὖν ἕνεκεν οὐκ ἀνέμεινας τὸ ἐκ τῆς πατριαρχικῆς μεγαλωσύνης ἢ ἐκ βασιλέως διδόμενον τοῖς τοῦ Πνεύματος ὁπλίταις ἐνδόσιμον, ἀλλ’ ἐθάρρησας πρῶτος αὐτὸς ἀσύμβολον ποιήσασθαι τὴν συμβολὴν ὥσπερ τρισαριστεὺς διψῶν συμπλοκῆς καὶ ὀρεκτιῶν φόνου καὶ αἵματος; οὐμενοῦν οὐκέτι θαρσαλέου πολεμιστοῦ, ἀλλὰ νοσοῦντος ἐμπληξίας τεκμήριον τὸ πραχθέν. οὕτω καὶ Ῥοβοὰμ ἐποίει καὶ παρετάττετο ἀθερίζων τοῦ λαοῦ τοὺς πρεσβυτέρους καὶ τοῖς τῶν παιδαρίων λόγοις πρὸς θερμουργίαν ἀναφλεγόμενος. εἶτα δὲ ἐπὶ τοιούτοις ἐγκαλύπτεσθαι ἀτοπήμασι βρενθύῃ μάλιστα ὡς τῆς πίστεως ὑπερήγορος καὶ τὸ σὸν πολλάκις ἐπερχόμενος πόνημα κομᾷς ἐπὶ τούτῳ καὶ δογματικὴν ἀποκαλεῖς παντευχίαν τυφλώττων ἐπὶ ταῖς ἐν αὐτῷ βλασφημίαις τῶν ὀρθοδόξων, ἃς ξυνείρεις μηδένα διώκων προφανοῦς ἀσεβήματος, ἀλλὰ μόνης φωνασκίας ἐπίδειξιν ποιούμενος. ἀλλ’ εἴ τί σε καὶ ἀνδρίσασθαι δοίημεν, ἵνα μὴ πράγματα παρέχῃς ἡμῖν ὡς Ἠσαῦ τῷ πατρὶ Ἰσαὰκ ἁπάσης εὐλογίας ἀποξενούμενος, εἰς ἓν κεφάλαιον ἀνδρεῖος καὶ φιλότιμος ὤφθης συγγραφεύς, τὴν τῶν ὀρθοδόξων δηλαδὴ κατηγόρησιν, καθ’ ἣν εὖ ἴσθι οὐδενὸς ὀφθήσῃ ἐλάχιστος τοῖς πάλαι συκοφάνταις παραβαλλόμενος.

Σὺ δὲ καὶ μισθωτοῦ καὶ τούτου ἐπιβούλου ποιεῖν ἔργον ἤμελλες, εἰ ἀνῆλθες ἐπὶ τὴν ἱερὰν σκοπιὰν καὶ αὐλεῖν ἐκ τοῦ ποιμένος τὸ ἐνδόσιμον εἴληφας. ἀφεὶς γὰρ τὴν κατηχητήριον μολπὴν ἀναβάλλεσθαι ἢ συρίζειν τὸ ἀνακλητικὸν πρὸς ἐργασίαν τῆς ἀρετῆς ᾖσας ἂν τὸ ὀξύ τε καὶ ὄρθιον. οἱ δ’ ἀκροώμενοι ὥσπερ λύκου προσιόντος ἢ σάλπιγγος ἠχούσης πολεμικῆς, ἀλλὰ μὴ σύριγγος ᾀδούσης ποιμενικῆς, καὶ φαντασμάτων πανικῶν ἐκταραττόντων εἰς ὄρη καὶ ἐρημίας διεσκεδάσθησαν ἄν, εἰ μὴ γινώσκοντες καλῶς τὸν ποιμένα καὶ ὑπ’ αὐτοῦ γινωσκόμενοι τῆς σῆς οὐκ ἤκουσαν φωνῆς, οὐδὲ τοῖς ὀξέσι προσέσχον αὐλήμασιν, οὐδ’ ὡς ἀλλοτρίῳ ἐπηκολούθησαν· καὶ σὲ μὲν ᾄδειν παρῆκαν μέλος ἐμμελῶς, αὐτοὶ δ’ ἐπικύψαντες, μηδὲ τὸ οὖς πρὸς τὰ παρηχούμενα ὀρθιάσαντες, τῆς ψυχοτρόφου καὶ πάλιν μετελάμβανον καὶ προτέρας τροφῆς καὶ ἐπὶ τοῦ αὐτοῦ τῆς ἀναπαύσεως ἐξετρέφοντο πόματος.

Καὶ πυρφόρος μὲν καὶ σαλπιστὴς μὴ ὡς δέον ἐπὶ παρατάξεως τῷ πυρὶ χρησάμενοι καὶ τῇ σάλπιγγι θανάτῳ παραχρῆμα ζημιοῦνται· σοὶ δ’ ὅπως ἐφεῖται πᾶν τὸ πρὸς βουλῆς προβάλλεσθαι μέλος καὶ μὴ τῆς ἁγίας ἐκφυλλοφορεῖσθαι παρεμβολῆς διὰ τὴν τῶν ἐθίμων παράβασιν; ἵνα τί τὸ τοῖς στρατηγοῦσιν ἀφαρπάζεις προσῆκον ἀφαίρεμα παραστάτης καὶ ὑποστράτηγος ὢν καὶ τὴν μετὰ τῶν ὑποδρηστήρων τάξιν ἀπειληφώς; αὐτὸς στρατηγῶν τὸν ὑπεναντίον καὶ τὸν ἡμέτερον ἀποκρίνειν θεόθεν εἴληχεν, αὐτὸς τὸν τοῦ πολέμου τρόπον ἐπιτάττειν καὶ τὸν καιρόν, αὐτὸς τὴν ἐμβολήν τε καὶ καταδίωξιν· σὺ τὸ προσταττόμενον εἰλήχεις ἀποπληροῦν ἐκείνου πρώτως κατάρχοντος. ὡς νῦν γε τουτοΐ σου τὸ λίχνευμα λειποταξίας σε διώκει περιφανῶς καὶ πλήττει καὶ βάλλει καὶ ἀναιρεῖ ὡς ἀναρχίας εἴτ’ οὖν πολυαρχίας αἴτιον καὶ προδήλου ἀποστασίας γράφει σε.

Ἀνέγνως, οἶμαι, καὶ ἔγνως ὡς τὴν καταστροφὴν τῆς Ἱεριχοῦς τοῖς ἱερεῦσι μόνοις ἐνέδωκεν ὁ Θεός. καὶ ἦσαν μὲν ἄνδρες τηνικαῦτα ἰσχυροὶ τὰ πολέμια καὶ ῥομφαίας ἐσπασμένοι εὐθήκτους, σὺν οἷς καὶ ὁ ἀρχιστράτηγος Ἰησοῦς. ἀλλὰ πάντες τὰ ὅπλα κατέθεντο καὶ ἦσαν ἀπόμαχοι προσέχοντες τὸν νοῦν τῷ διὰ τῆς περιόδου γενησομένῳ τῶν ἱερέων. καὶ μετὰ τὴν τῆς πόλεως δὲ παράδοξον ἐκείνην καθαίρεσιν ὡς ἱερῶν κειμηλίων καθάπαξ ἀφωρισμένων Θεῷ τῶν ἔνδον οὐχ ἥψαντο ἁπαξάπαντες. εἷς δέ τις θρασὺς ὡς καὶ σύ, ἀναιδὴς ἐπίσης σοι τῷ προσώπῳ, τὸ κήρυγμα τοῦ στρατηγοῦ παραβὰς χρυσέαν γλῶσσαν ἐκλοποφόρησε. καὶ τάχ’ ἂν ὁ λεὼς ἅπας τῆς ἐκείνου ἀπονοίας ἔκειτο πάρεργον, εἰ μὴ αὐτίκα ἐτεθνήκει ἔξω καταλευσθεὶς τῆς παρεμβολῆς. καὶ σὺ τοίνυν τὴν πατριαρχικὴν καὶ χρυσῆν ὑφελόμενος γλῶτταν μικροῦ διέσπασας ἂν καὶ κατέτεμες εἰς διαφόρους δόξας τὸ τῶν χριστιανῶν ἅγιο<ν> ἄθροισμα, εἰ μὴ Θεὸς νόσῳ πατάξας ἀπήνεγκε τῆς συναγωγῆς.

Εἰ δὲ καὶ ἔξεστί σοι, ὡς φής, τὴν δεσποτικὴν φωνὴν ἐν πολλοῖς ὑπο<κρέκε>σθαι, ἀλλ’ οὐκ ἀεί, ὡς αὐτὸς αἱρῇ, συγκεχώρηται, ἐπεὶ καὶ τακταί σοι αἱ ἐκεῖθεν ἐμφάσεις καὶ αἱ ἐμπνεύσεις ὅρῳ περιγρ<αφόμεν>αι καὶ ἐκ διαλειμμάτων τὰ λήμματα. μὴ γοῦν ἀπᾷδόν σοι γινέσθω τὸ πρόᾳσμα τοῖς τοῦ ἀρχιποίμενος ᾄσμασιν ἢ τὸ προαναβαλλόμενον ὑπόψαλμα πρὸς τὴν τάσιν τῶν χορδῶν τοῖς μουσικοῖς ἀσύμφωνον μέλεσιν. ἠχοῦς εἶ τῆς πατριαρχικῆς ὑστερόφωνον, κἂν οἷον ἐπανακλώμενον προφθάνῃ σου τὸ ἀπήχημα, ὃ κἀπὶ τῶν ἐξαλλομένων γινόμενον ὁρῶμεν ἀστραπῶν ἀντιλαμβανομένων προτέρως τοῦ τῶν βροντῶν δουπήματος. μὴ γοῦν τὸ τῶν αὐλημάτων παρακολούθημα ποιῶν ἔσο πάντῃ τῶν μελισμάτων ἀλλότριον, ἵνα μὴ καὶ σκοπέλων αὐτῶν καὶ πετραίων κοιλωμάτων εἴης ἀναρμοστότερος, ἃ πρὸς τὰ ἐμπίπτοντα ἐκείνοις φωνήματα τὴν τῆς ἠχοῦς ποιοῦσιν ἀντίδοσιν. τί ἑωσφόρος ὤν, ἡλίου προάγγελος, φωστῆρα τῆς ἡμέρας ποιεῖς σεαυτόν, βραχύφωτος ὤν; οὐκ εἶ σὺ τὸ φῶς, ἀλλὰ μόλις καὶ λύχνος ἀνέχων τὸ φῶς, χελιδὼν ἐαρινὰς προκαταγγέλλουσα χάριτας, κῆρυξ παρουσίαν διατρανῶν ἄρχοντος.

Ἔχου τοίνυν τοῦ ἐπαγγέλματος· ἔλα τὴν κατὰ σαυτόν· μὴ πατέρων ὅρια μέταιρε· μὴ πόδα ὑπερβάθμιον ἔκτεινον. ἄρτον διανέμειν ταχθεὶς μὴ ὄφιν πρότεινε δαφοινόν, οἶνον ἐγχέειν, μὴ θυμὸν δρακόντων τοῖς συγκεκλημένοις παράφερε. ἐς κόρακας οἰχέσθω σοι τὰ γραφέντα· Ἁρπυίαις αὐτὰ δός· καὶ ὁ χωλὸς Ἥφαιστος ἀνορθωσάτω τὸ ὑποσκάζον αὐτῶν εἰς τέφραν καὶ κόνιν ἀπολεπτύνας. ἑτέροις ἔσο καθηγεμών, οἳ καὶ ὡς ταυροκράνῳ σοι ἐπιθύσουσι καὶ ὡς Βεελφεγὼρ τελεσθήσονται καὶ νεκρῶν ἐφάψονται θυσιῶν. ἡμῖν δὲ εἷς καθηγητὴς ὁ Χριστός, καὶ ὁ τὸν ἀποστολικὸν θρόνον διέπειν λαχών. ᾆσον ταῖς ἐρημίαις τὰ σά, πρὸς ἃς καὶ ποιῶν εὖ ἐκτετόπισαι· τείχεσιν αὐτὰ καὶ ἠρημωμέναις ἐπαύλεσιν ἀνακοίνωσαι, εἰ μή πως δὴ καὶ αὐτὰ κατὰ τείχη τῆς πάλαι Σιὼν κατάξουσιν, ὡς ἐκ προφητικῆς προσκλήσεως δάκρυα, μὴ ἐνεγκόντα τὴν τῶν χριστωνύμων καταδρομήν. εἰ δὲ ὁ ὀφθαλμός σου πονηρός, ἔξελε αὐτόν, ὅτι ἡμεῖς ἀγαθοὶ καὶ ἄχραντοί ἐσμεν τοῦ κατηγορήματος.

Ἀλλὰ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον καὶ μὴ τοῦ ἐμοί τε καὶ σοὶ ποιητέου τὸν κολοφῶνα ἐπάγειν σοι; φημὶ τοίνυν, ὡς εἰ μὲν ἔξεστί σ<οι> τ<ὸν> Π<ρομηθέα> παραγκωνισαμένῳ προδήλως τὸν γοῦν Ἐπιμηθέα μετεισενέγκασθαι, ᾧ τὸ μὲν μέλειν οὐκ ἦν, τὸ δὲ μεταμέλειν ἐνῆν, ἄγε δὴ μετάβηθι καὶ ἄλλον κόσμον ἄεισον, καὶ δοὺς ἀφανισμῷ τὰ γραφέντα σοι ἢ τῇ γαστρὶ πάλιν ὑποδεξάμενος ὡς αἱ φῶκαι τοὺς νεαροὺς αὐτῶν ἔτι σκύμνους διαπτοηθέντας ὑπ’ αἰτίας τινός, δεῦρο στῆθι μεθ’ ἡμῶν τῶν ἀνθρώπων, ὡς ἐξ ἀκρωρείας ὑποκαταβὰς τοῦ φρονήματος, καὶ μετὰ Θεοῦ τὰ τοῦ Θεοῦ συνδιασκεψώμεθα. καὶ τότε ὁ τὰς ὁδοὺς Κυρίου διαστρέφων ὡς Ἐλύμας ἄλλος, υἱὸς διαβόλου παραδοθήτω τῷ Σατανᾷ.

Εἰ δὲ κατὰ βαρύμηνιν κάμηλον ἀναστομωθείης πάλιν καὶ πάλιν πρὸς ἐξέραμα ἢ κυνηδὸν λάπτειν ἐπιβαλεῖς ἃ πολλάκις ἐμήμεκας, ἴσθι ὡς οὔτε ταῖς συκοφαντίαις μαλακισθέντες μέρος τῆς σῆς παρασυναγωγῆς ἐσόμεθα, ἣν σύστρεμμα ποιῶν κατ’ Ἀχιτόφελ ἐπισυνιστᾷς ἐπαίρων κατὰ Δαυὶδ τοῦ πράου καὶ εἰρηνικοῦ χριστοῦ τὰ ἁπλούστερα τὰς φρένας μειράκια, ἢ μαρσίπιον κοινὸν κτησόμεθα, ἢ κρυφίων ἄρτων ἁψόμεθα, οὔτε πρὸς τὴν ἀντίρρησιν ἀναπέσωμεν καὶ μάλιστα τοῦ καλοῦ σοι δημοσιευθέντος πονήματος οὐκέτι τὸν ἤπιον μεταδιώκοντες ἀντιγνώμονα, ἀλλ’ ὁμόσε χωροῦντες καὶ ὡς πρὸς θῆρα μεθοπλιζόμενοι, ὃς τὸν σίδηρον τοῖς στέρνοις ἑκὼν καταδέχεται· ἐπεὶ καὶ εἴημεν ἂν ἀβέλτεροι, εἰ σὺ ὡς μάρτυς ἄδικος ἀναστὰς ἃ οὐκ οἴδαμεν ἐρωτᾷς, ἡμεῖς δὲ ὧν ἴσμεν φεισόμεθα. ὅτε καὶ τὸ τῶν ὀνοσκελῶν Ἐμπουσῶν ἄντικρυς πείσῃ· φασὶ γὰρ ὡς αὗται θωπευόμεναι καὶ μειλιχίοις δεξιούμεναι ῥήμασι κακῶς τοῖς ἐνοδίοις δρῶσι τοὺς παροδεύοντας φάσμασιν, ὕβρεσι δὲ πλυνόμεναι καὶ γυμνοῖς διαπειλούμεναι ξίφεσιν οἴχονται φεύγουσαι. ἀκούεις δὲ πάντως καὶ Σοφοκλέος οὑτωσὶ γνωμοδοτοῦντος καὶ λέγοντος· „μέγας δὲ πλευρὰ βοῦς, ὑπὸ μικρᾶς δ’ ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.“