Ἔργον
Νικήτας Χωνιάτης – Λόγοι (1-18)
Λόγος 11: Σύγκριση χειμώνα και καλοκαιριού
Ρητορικό παίγνιο προς τον Δημήτριο Τορνίκη και εγκώμιο του χειμώνα έναντι του θέρους, όπου εξαίρονται οι ευεργετικές του ιδιότητες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος 11: Σύγκριση χειμώνα και καλοκαιριού
Ρητορικό παίγνιο προς τον Δημήτριο Τορνίκη και εγκώμιο του χειμώνα έναντι του θέρους, όπου εξαίρονται οι ευεργετικές του ιδιότητες.
Τοῦ αὐτοῦ· Σύγκρισις δεικνύουσα τὸν χειμῶνα κρείττονα τοῦ θέρους. προεβλήθη μοι δὲ τόδε παρὰ τοῦ σεβαστοῦ καὶ λογοθέτου τοῦ δρόμου Δημητρίου τοῦ Τορνίκη ἐν παλατίῳ ἔτι ὄντι βασιλικῷ γραμματικῷ· ἡ δὲ ἑτέρα μερὶς προεβλήθη ἄλλῳ γραμματικῷ. Πάλαι ποτὲ τὸ τῆς γλώττης αὐτόματον εὐρόει κατὰ τὸν βίοτον, ἀνδρῶν ἁπάντων εὐκλεέστατε καὶ σοφώτατε μουσῶν τε μέλημα καὶ πασῶν ἀρετῶν ἐνδιαίτημα, ἡνίκα ἤνθουν Ἀλέξανδροι καὶ ὁ τῆς γλώττης τοῦ Πολέμωνος ῥοῖζος τὰ λογικὰ περιήχει θέατρα· νῦν δὲ ποῦ τὸ τοιοῦτον καλόν, κἀπὶ τοῖς πάλαι καιροῖς φυόμενον σπάνιον καὶ ὡς ὄρνις ὁ Φοῖνιξ μετὰ περιόδους μακραιώνων ἐτῶν ὀπτανόμενον, ὅτε μὴ μόνον τοὺς ἐμοῦντας, ἀλλὰ καὶ τοὺς ἀκριβοῦντας αὐτοὺς ἐπιλιπόντας ἰδεῖν ἔστιν; ἀλλ’ εἴπερ δοίημεν μὴ τὸ βέλτιστον τόδε χρῆμα παντάπασι τὸν ἀνθρώπινον βίον ἀποδρὰν οἴχεσθαι ἢ γοῦν τοῖς ἀνδράσιν ἐκείνοις συνεκβιῶναι καὶ συνεκλῆξαι τῷ τοῦ στόματος σφῶν πνεύματι, ἀλλά τινα καὶ ἐναύσματα τοῖς καθ’ ἡμᾶς ἐνσποδιοῦσθαι ἀνθρώποις, σὺ ἂν εἴης τὸ πρώτιστον καὶ λοῖσθον τῶν τοὺς λόγους ἀποστοματιζόντων φρυκτώρημα· οὐ γὰρ οὕτω σφαῖρα κατὰ πρανοῦς ὀξέως φέρεται ἢ καλλίρρειθρος πηγή τις ἐκ πέτρης γλαφυρῆς ἐκδιδοῦσα πρόεισι κελαρύζουσα, ὡς τῶν σῶν λόγων τὸ ἀμελέτητον καὶ τὸ τῆς σῆς ῥητορείας πρόχειρον ὁμοῦ καὶ ὑπόσεμνον.
οἶμαι τοίνυν ὡς ὁ χρόνος τὰ οἰκεῖα καὶ πάλαι αὐχήματα ἐπὶ τῷ τοὺς λόγους ἐμεῖν ἐμφανίσαι νυνὶ προθέμενος καὶ παραστῆσαι πᾶσιν ὡς οὐ λόγος ἦσαν ἁπλῶς πραγμάτων ἄμοιρος ἢ ψεύδει συσκιαζομένη διήγησις, σὲ τὸν κάλλιστον τῇ φυᾷ εὐφόρησε, ὡς ἔσται οὕτως τὰ πρώην ἀμφίλογα τοῖς κατὰ σὲ καὶ ὕστερον εὐμαθῆ. βαβαὶ τοῦ τῶν λόγων ἑτοίμου σοι, τῆς ἐκ τούτων Περικλείου βροντῆς, τῆς τῶν ἐννοιῶν ἐπιβολῆς καὶ τῆς τῶν ὀνομάτων ἐπιλογῆς. τὸ δὲ δὴ τούτων θαυμασιώτερον· ἀπαραποδίστῳ φθέγματι μηδὲ τὸν νοῦν ἐφιστῶν, ἀλλ’ ὡς εἴπερ σελίδας ἀνείλιττες, τὰ τῆς μελέτης διασκευάζεις· εἰ δέ που καὶ διλογεῖν σοι ἐγγίνεται, τῆς γλώττης ὄλισθος τοῦτο παραγραμματιζούσης ἐνιαχοῦ, ἢ τοῦ δεῖσθαι τὸν ὑπογραμματεύοντα τοῦ πολλάκις ἐνηχεῖσθαι τὰ ἐκδιδόμενα.
Τί οὖν ἀκόμψοις ἐπιτάττεις ἀνδράσι τὰ πολλῆς ἐργωδίας ἐχόμενα καὶ ἅπερ αὐτὸς ἀνύεις μονώτατος, καὶ τῶν ἄλλων οὐκ ἔστιν οὐδεὶς μετὰ σοῦ· καὶ ταῦτ’ ἐπὶ σοφοῦ συλλόγου καὶ μουσῶν ὁμηγύρεως ἀγαπητὸν κρίνουσι, καὶ ἢν ὀψέ ποτε καὶ σὺν χρόνῳ ὁποιονοῦν τινα λόγον τιτθεύσωμεν καὶ εἰς φῶς ἐξαγάγωμεν. ἀλλ’ ἐπεὶ μὴ ἔξεστι τὸ σὸν παραγκωνίσασθαι κέλευσμα, ἐγχειροῦμεν ᾧ προὔβαλες, τῇ σῇ ἐπιρρωσθέντες παρουσίᾳ ὥσπερ οἱ ἀθλοῦντες τῷ τῶν ἀγωνοθετούντων ὑποφωνήματι, καὶ σπῶντες ἐν τῷ ἐμβλέπειν σοι τοῦ αὐτοματίζειν ἐκμάγματα καὶ μορφώματα, καὶ ὧδε τῶν ὠδίνων ἀρχόμενοι.
Ἐς τοσοῦτον δὲ ἄρα λελήθασί τινες ἑαυτοὺς ἐκδιιστάμενοι τοῦ καθήκοντος, ὡς ψέγειν μὲν ἐθέλειν χειμῶνα, προτιθέναι δὲ καὶ ἐξαίρειν ὥραν τὴν θέρειον, κακῶς εἰδότες καὶ τῆς ἀληθείας ἐπίπαν ἀποπλαζόμενοι καὶ σκαιοὶ τῶν καλλίστων ἱζάνοντες γνώμονες καὶ τὸ χεῖρον τοῦ κρείττονος ἀνθαιρούμενοι. ὡρῶν γὰρ τεσσάρων οὐσῶν τὴν μὲν χειμέριον εἴπῃ τις ἂν πηγήν τε καὶ αἰτίαν τῶν ἐν τῷδε τῷ περιγείῳ κοινωφελῶν ἀγαθῶν, τὸ δὲ θέρος ἀποφήναιτ’ ἂν ἀφάνισιν καὶ φθοράν· καὶ τὸν μὲν καταβολέα τε καὶ γεννήτορα τῶν ἐν ἔαρι χαρίτων καλέσῃ τις, τὸ δὲ λύμην τινὰ καὶ ἀμαύρωσιν, οὔτε τοῖς ἀφ’ ἑστίας καλοῖς σεμνυνόμενον, καὶ τὰ παρὰ τῶν ἄλλων ὡρῶν πεπορισμένα οἱ προϊέμενον, ὡς ἀπεοικέναι τῶν τὰς φρένας ὁπλοτέρων κατὰ μηδὲν καὶ οἳ νοσοῦσι νεώτερα, ἐπεὶ καὶ οἵδε τὸ κτᾶσθαί τι ἐξ οἰκείων μόχθων ὡς ἐργῶδες ἀποστέργοντες οὐδὲ τὰ χορηγούμενα σφίσιν ἑτέρωθεν ἀκατασώτευτα ξυνέχουσι. καὶ τὸ θέρος οὐ μόνον ἄνθεσι κομᾷ καὶ φυτοῖς, ἀλλά γε καὶ κακὸν ἀπευκταῖον καὶ φθαρτική τις ὁρᾶται δύναμις, ἃ τῶν ἔαρός εἰσι χαρίτων πρωτοφόρημα, καὶ τοῖς ἀνθρώποις ἡμῖν ἐν πολλοῖς ἀντικείμενον. χειμῶνος μὲν γὰρ ἐρρωμενέστερα τὰ σώματα καὶ τὸ συνεσφίγχθαι εἴτε μὴν τροχαλοῦσθαι ψύχει συντήρησίς ἐστι τοῦ θερμοῦ καὶ εὐεξίας μάλα παρεκτικὸν καὶ τὰ πολλὰ τὰς νόσους ἀποτρεπόμενον.
θᾶττον δ’ ἄν τις καὶ ἐν χειμῶνι ὑγείαν ἀνακαλέσαιτο, ἤπερ διαφυλάξαιτο θέρους φλέγοντος καὶ πῦρ ἐπὶ πυρὶ φέροντος, τὸ οἰκεῖον τῷ τοῦ νοσήματος· ὅτι καὶ ὁ μὲν οἰκουροὺς τὰ πλεῖστα καὶ ἀμβλείας ψύχει τὰς νόσους τίθησι, τὸ δὲ πυρετὸν φέρει δειλοῖσι βροτοῖσι, τὸ τέως ἐγκρυφιαζόμενον ἀναθάλπον καὶ ἄλλων ἔθνεα Κηρῶν ἐπισπώμενον, καί γε τὴν θεόδμητον οἰκίαν τὸ σῶμα νοσημάτων ὅλην ἀνασπῶν ἐκμοχλεύσεσι καὶ μηδέν τι διενηνοχὸς τῶν καταστρατηγούντων πόλεις καὶ ἐξερημούντων φρούρια καὶ ἐρύματα. παντοίοις γὰρ καχεκτήμασι τοῖς ἀνθρωπίνοις ἔπεισι σώμασιν· ἐπάγεται ὀρυκτῆρας τὰς ποδοκάκας, δι’ ὧν τὰ βάθρα κατασεῖον τοῦ σώματος ὅλον ἀνατρέπει τὸ οἴκημα· ταύτης ἀποκρουσθὲν πολλάκις τῆς προσβολῆς πῦρ ἀφίησι πυρετοῦ κατὰ τῆς ἀκροπόλεως κεφαλῆς, ταυτηνὶ κατάκρας ἑλεῖν πειρώμενον· ἐπιβουλεύει καὶ δίψει καὶ προσβάλλει λιμῷ καὶ ἀσιτίᾳ συνεπιτίθεται καὶ ὅλως ποικίλον ἐστὶν εἰς ἀναίρεσιν κακόν. ἐνίοτε δὲ καὶ διὰ πυλίδων τῶν ὀφθαλμῶν ἐπεισέπεσε καὶ θάνατον ἐπεισήνεγκε διαστείλας τούτους τῇ ἀργυπνίᾳ. ὅσῳ τοίνυν καχεξίας ὑγεία διέστηκε, τοσούτῳ καὶ χειμὼν τοῦ θέρους κρατιστεύων εὑρίσκεται.
Χειμῶνος γῆ μὲν ἀνοίγει σπλάγχνα ταῖς ὕννεσι καὶ ὑπτίοις κόλποις τὰ σπέρματα δέχεται· τότε μᾶλλον πρὸς γονὴν ἑτοιμοτέρα τις οὖσα καὶ εὔθετος καὶ ἀσμένως ταῖς λαγόσι κυοφοροῦσα τελεσφορεῖ τὸν τόκον κατὰ καιρόν, ἁδρόν τε καὶ πολύχουν ἐκδίδωσι τὸ γεώργιον ὀλίγων ἀντιβραβεύουσα πλεῖστα ἐκφόρια· φύεται δὲ καὶ πόα μαλακὴ καὶ μετὰ κάλλους ἐκκύπτουσι τὰ φυτὰ καὶ ἀνθεινὰ τὰ ἄνθη προέρχεται. εἰ μὴ γὰρ ἡ χειμέριος ὥρα ὑποθερμανεῖ μὲν τὰς λαγόνας τῆς γῆς τῷ μακροτέρας εἶναι τὰς ὑπογείους τοῦ ἡλίου διατριβὰς καὶ γόνιμον ἐνθείη ταύτῃ δύναμιν ὡς ἀναθηλῆσαι τὸ πᾶν καὶ ἀναδῦναι τοῦ βάθους καὶ προελθεῖν, οὐκ ἂν τὸ ἔαρ βασιλεύοι τῶν τεσσάρων ὡρῶν, ποικίλην στολὴν ἀμπεχόμενον καὶ βλέπον ὑψηλὸν καὶ μετέωρον, κατὰ τοὺς ἀδίκῳ ψήφῳ τῶν ὀθνείων ἐπειλημμένους τὰ τοῦ χειμῶνος ἐξιδιούμενον καὶ τὰ τῆς ὥρας ἀφαρπάζον τῆς σύνεγγυς.
τῷ ὄντι γὰρ χειμὼν μὲν τὸ τῆς γῆς ἐδάφιον ἐξωμάλισε καὶ τὰς τῶν ἀνθέων καὶ φυτῶν εὐχροίας ἀλλήλοις συνεκεράσατο· καὶ προϋποστήσας τὴν τῶν ὅλων ποικιλίαν ὥσπερ τινὰ μέγαν καὶ περιφανῆ στήμονα, καὶ ῥόδῳ μὲν τοιόνδε τὸ κάλλος ἀνατυπώσας τὸ λευκὸν καὶ τὸ ἐρυθρόν, ἴῳ δὲ καὶ ἄγνῳ ἕτερον, καὶ ἑκάστῳ τὸ ἴδιον ὡς ἐν σκιάσματι προκεντήσας μόρφωμα, μήπω καταπάττειν ταῦτα τῷ στήμονι τῆς γῆς ἐπιβαλόμενος, ἔλαθε κατὰ βραχὺ τὴν εὐχρουστέραν καὶ ἐντελεστέραν ποικιλίαν τούτων ἐξ ἔαρος ἀδίκως ἀφαιρεθείς. ναὶ δὴ νὴ τὰς χειμερινὰς χάριτας· ὡς εἴ τις καὶ πίνακα μέγαν ἀναστήσας καὶ τὰ τῆς γῆς καὶ περὶ τὴν γῆν ὑπ’ ὄψιν ἀγαγεῖν τῷ βουλομένῳ παντὶ προθέμενος συγκεράσει μὲν τὰ χρώματα κατὰ τὸ προϋποτεθὲν ἑκάστῳ εἴκασμα, ἀμυδρῶς δὲ καὶ ὡς ἐν προδιατυπώματι τὰς τούτων ἰδέας διαχρώσας, εἶτα παρ’ ἄλλου τινὸς τὸν δι’ ὅλων τῶν χρωμάτων ἀφαιρεθείη περικαλλέστερον μορφασμὸν περὶ τὸ τοῦ ἔργου πέρας ἀδικηθείς, ὡς μάτην μὲν αὐτῷ καμεῖν τὸν νοῦν ταῖς τῶν πρακτέων διανοήσεσι καὶ ταῖς τῶν χρωμάτων ἀνακεράσεσι τὴν χεῖρα μογῆσαι ἀνήνυτα, εἰκαίως δὲ καὶ τὸ γραφεῖον εὐθετισθῆναι ἄλλου παρεισφρήσαντος καὶ ἀφαρπάσαντος τὸ τέλος τὸ ἐραστόν, εἰς ὅπερ ὁ μόχθος ἅπας συνεπεραίνετο.
Καὶ χειμὼν μὲν οὕτως. θέρος δὲ λῃστῇ ἔοικε τὴν κοινὴν ἀδικῶν μητέρα τὴν γῆν καὶ λωποδυτῶν ἀτεχνῶς καὶ ἀναμφίαστον ἀφιεὶς τῆς ἐκ τοῦ κάλλους τῶν ἀνθέων ἀνθηροτέρας καταστολῆς. οὐκ οἰκτείρει ῥοδωνιάν, οὐ φείδεται ἰωνιᾶς, ὡς τροφὸν βρεφῶν ἀποστερεῖ τῶν ἀνθῶν. τοῦτο ἔστιν ὁ ἀναιδὴς Θρᾷξ τέμνων τὴν γλῶτταν τῆς χελιδόνος καὶ τὴν ἀηδόνα δεικνὺς ὑπερόριον, κοινός ἐστιν ὀλετήρ, ἄντικρύς ἐστι θεριστήρ. τοῦτο ἡγητέον Βορρᾶν κατὰ κρημνῶν ὠθοῦντα Ὑάκινθον, τοῦτο πηγὴν καταβαπτίζουσαν Νάρκισσον. χειμῶνος ἐπισκέπτεται μὲν τὴν γῆν ὁ Θεὸς καὶ ὑετοῖς μεθύσκει τὰς αὔλακας καὶ ῥώννυσι πρὸς καρπογονίαν καὶ ποταμοῖς οὐκ ἐλλείπουσι τὰ ποτά, καὶ ταῖς πηγαῖς τὰ ὕδατα νάουσι δαψιλέστερον. οὐδὲ μυκᾶται μὲν οὐρανὸς βροντὴν ἀπαισίαν καὶ στερεὰν καὶ φρένας παραιρεῖται τῷ τραχεῖ τοῦ δουπήματος, ἐκδειμαίνει δὲ καὶ ψυχὰς ὡς δῆθεν ἐπιχαλασθῆναι κινδυνεύων καὶ ὡς δέρρις διαρραγῆναι, εἴτε μὴν συγχῶσαι καὶ ἀποκρύψαι τὸ σύμπαν ὑποπτευόμενος. θέρους δὲ ἢ βραχεῖα ψεκὰς καταλείβεται μηδὲ διᾶναι γοῦν ἔχουσα τὸ τῆς γῆς πρόσωπον ἢ σφοδρὸς καταρραγεὶς ὑετὸς παρέσυρε τὰς ἀρούρας καὶ τὰς ἅλως κατέκλυσε καὶ τοὺς τῶν γεωργῶν πόνους πόνους ἀφῆκεν ἁπλῶς ἀμαυρώσας τὸ τῶν καρπῶν ἐντελόμισθον, ὡς εἶναι καὶ τὴν σταγόνα ἀσυντελῆ καὶ τὸ ῥαγδαῖον ἀσύμφορον.
καὶ πηγαὶ καὶ λίμναι τῶν ὑδάτων ἀποκενοῦνται καὶ ποταμὸς ἀπόλλυσι τὸν ὁλκὸν τὰς δίνας τε καὶ στροφάλιγγας. θέρους καὶ χάλαζα σφαιρουμένη κἀκ τῶν νεφῶν ἀφιεμένη ὡς οἱ ἀπὸ μηχανῶν ἐκσφενδονούμενοι σφαιρωτοὶ λίθοι, τί μὲν οὐ δρᾷ δεινὸν τὰς ἀμπέλους, ποίαν δὲ λύμην οὐκ ἐπάγει λειμῶσι καὶ φυτῶσι καὶ ληίοις καὶ πρασιαῖς;
Ἀλλ’ οὐδέ τις τῶν ἁπάντων ἠγνόησεν, ὅσοι μὲν κομῆται καὶ δοκίδες καὶ πωγωνίαι καὶ βόθυνοι φοβερὰς τὰς νύκτας θέρους ἀποτελοῦσιν ἐκπυροῦντες τὸν ἀέρα καὶ φλέγοντες καὶ πονηροῖς τὰς ὄψεις πλανῶντες πάθεσιν, ὅσοι δὲ τοῖς σκηπτοῖς οἱ μὲν ἡμίφλεκτοι τῷ βίῳ θέαμα οἰκτρὸν ὑπελείφθησαν, οἱ δὲ τὸν νοῦν πληγέντες κήρυκες τῶν τοῦ θέρους περιέρχονται συμφορῶν· τοὺς δὲ καὶ τέλος θανάτοιο κάλυψε. ποία δ’ ἄλλη τις τῶν ὡρῶν τοὺς ἐμβροντήτους τε καὶ δυσηκόους εἰς βίον ἤγαγε τὸν ἀνθρώπινον; ἔτι γε μὴν τοὺς περὶ τὸν ἥλιον σκαρδαμύττοντας καὶ περὶ τὸ φῶς ἀναπήρους διὰ τὸ τῶν ἀστραπῶν ἄστεκτον ταῖς ὄψεσιν ἐκπυρήνισμα; καὶ χειμῶνος μὲν καὶ τὸ λυποῦν ἐστιν ἡδονῇ σύγκρατον καὶ τὸ ἀλγῦνον οὐκ ἀμείλικτον τέλεον· συσκιάζεται νέφεσιν ἥλιος, ἀλλ’ ἀνίσχει μετὰ νέφος γλυκύτερος ἥλιος καὶ πρόεισιν ἐράσμιος μάλιστα οἷς πρὸς βραχὺ τὰς ἀκτῖνας συνέστειλεν, ὅτι καὶ τὸ ῥᾴδιον εἰς τὸ ληφθῆναι δοκεῖ πως εὐκαταφρόνητον τῷ κόρῳ ἀτιμαζόμενον, τὸ δὲ σπάνιον ποθεινότερον καὶ ἀσπασίως ἀνθρώποις μεταδιωκόμενον. καὶ τὸ πηγνύναι δὲ κρύει καὶ τοῦτο ἡδύ πως τῷ βίῳ καὶ οὐκ ἐκτός ἐστι χάριτος, καὶ ὁ ὕπνος δὲ ἀγαθὸς καὶ μακρότερος ὢν ἄλυπον ποιεῖται τὸν βίοτον.
Εἰ δὲ καὶ τῇ εὐφρόνῃ τὸ ἔτυμον ἐκ τοῦ τὸ εὖ διδόναι φρονεῖν, τίνας ἄρα καὶ τούτου παρεκτικὰς τῶν νυκτῶν ὑπὲρ τὰς χειμερίας εὑρήσει τις, καθ’ ἃς ἔστι μὲν καὶ ὕπνον δοῦναι τοῖς ὀφθαλμοῖς καὶ τοῖς κροτάφοις παρασχέσθαι ἀνάπαυσιν; ἔστι δὲ καὶ νοῦν συλλέξαι καὶ πιᾶναι βίβλοις τὸ λογιζόμενον καὶ σοφίαν καὶ γνῶσιν εὕρασθαι ἢ πράξεις παλαιῶν ἀνασκάλλοντας ἢ καὶ βουλὰς καὶ γνώμας συντιθέντας καὶ εἰς φῶς ἐξάγοντας, ὡς παριστῶσιν ἡμῖν τὰ ἐλλυχνίων ἀπόζειν λεγόμενα τοῦ Δημοσθένους ῥήματα. κατὰ ταύτας οἶμαι τὰς νύκτας καὶ Ὁμήρῳ δοκεῖ μὴ ἄνδρα βουληφόρον εὕδειν παννύχιον, ἀλλὰ καὶ τῇ μελέτῃ διδόναι καιρὸν ἐν τῷ μὴ πᾶσαν ἐκμετρεῖν εἰς ἀνάπαυλαν. βασιλεῖ μὲν γὰρ ἔξεστι τηνικάδε καιροῦ τὰ τῆς ἀρχῆς εὖ διαθέσθαι καὶ προσκέψασθαι τὰ σωτήρια, καὶ τὸ γενησόμενον ἡμέρας διασκευάσαι νυκτός, καὶ πρὸς τὸ μέλλον ἑτοιμασθῆναι. ὕποπτον γὰρ ἀεὶ τὸ ἀπρόοπτον καὶ λυμαῖνον τὸ ἀπροβούλευτον· ὃ γὰρ τοῖς κυβερνήταις ἡ τῶν ἄστρων ἐπιτολή, τοῦτο τοῖς κρατοῦσι τῶν νυκτῶν αἱ μακρότεραι, τὰς ὑφάλους βουλὰς τῶν ἐπιβούλων καὶ τὰ ταραχώδη τούτων προορωμένοις κλυδώνια καὶ τὰς τῶν πραγμάτων ἀντιπνοίας προβλέπουσιν. οὕτως ἑάλω τὸ Ἴλιον Ἀγαμέμνονι καὶ τοῦ πλούτου τῶν ἀρχείων κεκένωτο, ἐξ οἰκουμένου τε καὶ περιφανοῦς εἰς περιφανεστέραν προῆλθεν ἀφάνισιν.
οὕτω καὶ βασιλεὺς ἡμῶν ὁ θειότατος κατορθωτικὸς ἐν πολέμοις δείκνυται, πῇ μὲν τὰς βαρβαρικὰς πανσπερμίας ὑποσπόνδους τιθέμενος, πῇ δὲ καὶ καταστρεφόμενος. διαιρῶν γὰρ τὸ τῶν νυκτῶν χρῆμα ὃ μὲν τῷ Θεῷ συγγινόμενος ἐκμετρεῖ, ὃ δὲ τὰς κοινὰς φροντίδας διατιθέμενος, ὃ δ’ ἀποκληροῖ τῇ ἀνέσει τοῦ σώματος. ἐν ταύταις εἴπῃ τις ταῖς νυξὶ καὶ Θεμιστοκλῆν οὐκ ἐᾶν καθεύδειν τὸ Μιλτιάδου τρόπαιον· ἀμέλει καὶ οὕτω τοὺς βαρβάρους κατετροπώσατο, ὡς ἐν ὀλίγῳ νηῶν πληρώματι πάσης τῆς Ἀσίας περιγενέσθαι καὶ τὸν μέγα κομπάζοντα Πέρσην Ξέρξην καθελεῖν τοῦ φρονήματος, ὃς ἐμπληξίαν νοσῶν ἀπεθαλάττου μὲν γῆν, ἀπεγαίου δὲ θάλασσαν, ἐν ταῖς παραλόγοις καὶ ἀσυμφώνοις τῇ φύσει πράξεσι καταπλήξειν οἰόμενος Ἕλληνας.
Εἰ δ’ ἀγαπῴη τις εἰρήνην, πολέμῳ δὲ διαβέβληται, ὅτιπερ ἡ μὲν κουροτρόφος καὶ τὰς πόλεις πληθύνουσα καὶ ἀνθρώπων ἀθροιστικὴ καὶ ἱστῶσα πανηγύρεις καὶ θαλίας καὶ τὸν βίον συνιστῶσα τὸν ἥμερον, οὗτος δὲ βιοφθόρος καὶ τὰς πόλεις ἐξερημῶν καὶ τῶν κατοίκων ἐκκενῶν, ὁποίαν ἂν τῶν ἄλλων ὡρῶν καὶ τούτου προθείη τις ἕνεκα; ὡς ἐπὶ πολὺ γὰρ καὶ τοῦτο τοῦ χειμῶνος δῶρον εὑρήσει τις, δηλαδὴ τὸ τὴν εἰρήνην διατιθέναι καὶ διαλύειν τὰς ἀντιμάχας καὶ τὸ δόρυ μὲν ἐπὶ δουροδόκης καταδαρθάνειν, τὰ δὲ ὅπλα παρὰ πάσσαλον κρέμασθαι. ἐν γὰρ χειμῶνι καθάπερ εἰσὶν ἀποταφρεύματα καὶ διαφράγματα τοῦ κατ’ ἀλλήλων ἐκκεχύσθαι τὰς πόλεις καὶ διαφέρεσθαι καὶ ὑετῶν πολύρρων προχοαὶ καὶ χιὼν ὑψόθεν πιλναμένη καὶ φερομένη κατὰ χερμάδια, ἐνίοτε δὲ καὶ κρύσταλλος εἰς δόρυ σχηματιζόμενος, ἐν πολλοῖς δὲ καὶ βορέου πνοὴ ὀξὺ σαλπίζουσα καὶ δριμύ τι διᾴττουσα, ἔσθ’ ὅτε καὶ τὸ τῶν χωρίων δυσήμερον. ἐν δὲ θέρει καὶ αὐτόκλητά εἰσιν ὁπλίταις τὰ τῆς ὁρμῆς καὶ τὸ τῆς ὥρας θερμὸν αὐτόθεν τὸν θυμὸν ἐκπυροῖ, ὥσπερ καὶ τοὺς τῶν ὄφεων λοφώδεις δυσπαλαίστους ἢ ἀπροσπελάστους τίθησι τὸ κατεδηδοκέναι φάρμακα πολλὰ καὶ αὐτὸ τῆς μεσημβρίας τὸ στάσιμον. καὶ τὰ ἐφόδια δὲ τῆς μάχης τηνικαῦτα εὐποριστότερα καὶ ἡ τῶν ἵππων χιλὸς πρόχειρος καὶ ἡ ὕπαιθρος ῥᾳδία διαγωγή, καὶ χῶρος ἅπας εἰς τὸ σιδήρῳ διακριθῆναι πέφυκεν ἐφολκός.
τοιγαροῦν ὅσῳ φίλτερόν ἐστι τὸ βιοῦν τοῦ τεθνάναι, τοσούτῳ θέρους χειμὼν προφερέστερος.
Ἐπὶ δὲ καὶ σύγκρατον αἰδοῖ τὸ φοβερὸν χειμὼν ἐπισύρεται κατὰ τοὺς τῶν ἀνάκτων ἐμβριθεῖς, ἔτι γε μὴν ὑποσκυζομένους τὸ βλέμμα μηδὲ καταπεπτωκότας μαλακίᾳ τὸ φρόνημα· ὅθεν καὶ ποιηταῖς ἡ τούτου μεγαληγορεῖται καὶ προκηρύττεται ἄφιξις, ἐν οἷς ποιεῖσθαι καλιὰς τοῖς ὑποκώφοις διατρανοῦσι καὶ νωθείαν ἀσπαζομένοις καὶ βίον ἀνειμένον μεταδιώκουσι, καὶ τοῖς κατὰ τὸν χειμῶνα προσήκουσιν ἀναλώμασι προσέχειν τὸν νοῦν ἐπισκήπτουσιν, ἵνα μὴ ἐλθὼν ἐργάσηται τὰ δεινὰ καὶ μαστιγώσειε τῆς θερινῆς ὑπτιότητος καὶ λιμοῦ τραυματίας ἐργάσηται, καὶ ἑτοίμως ἔχειν πρὸς τὴν τούτου ὑποδοχὴν καὶ δεξίωσιν· ὡς ἔστιν ἰδεῖν καὶ πόλεις καὶ χώρας ἐκείνας ἐπὶ φροντίδος, αἳ μεγαλόνικον βασιλέα μέλλουσιν ὑποδέχεσθαι καὶ τῷ μεγαλοπρεπεῖ τῆς ἀρχῆς καὶ αἰδοίῳ τὰ ἐκ χειρὸς τροπαιοφόρου προσκληρωσάμενον ἀγωνίσματα, καὶ τήνδε μὲν τῶν ἀγυιῶν τοῖς χρυσοπάστοις πέπλοις διηνθισμένην, ἐκείνην δὲ τοῖς τῶν μονιμωτέρων δένδρων ποικιλλομένην κλαδοφορήμασι, ταύτην τοῖς ἐκ χρωμάτων καὶ χειρὸς αὐγάζουσαν ὡραΐσμασι. καὶ αἱ λοιπαὶ δὲ ὧραι δορυφοροῦσι τὴν χειμέριον καὶ παρ’ ἑκάστης τὰ ἑαυτῶν δασμοφορεῖται ὥσπερ τινὰ ἐπέτεια κέρματα· καὶ οὐδέν τι τῶν ἐν αὐταῖς κάλλιστον, ὃ μὴ χειμῶνος ἔστι θεάσασθαι.
Ποῦ δὲ καὶ τὸ φυλάττεσθαι τοὺς κινδύνους θήσομεν, ἢ ποίας εἶναι φράσομεν τῶν ὡρῶν; οὐχ ἑτέρας πάντως ἢ τῆς τῷ λόγῳ ἐξαιρομένης· κατὰ γὰρ ταύτην μάλιστα πλεῖον ἐπιμέλονται τῆς εὐωρίας ναυτίλοι καὶ τὸν πλοῦν ἀσφαλίζονται, ἵνα μὴ τῷ τὰ μακρὰ πελάγη διαπλωΐζεσθαι περιπεσόντες ἀντιπνοίαις αὐτοῖς σκάφεσι παραπόλωνται. ἔνθα δὲ τοῦ ἀκινδύνου μὴ ἔστιν ὀλιγωρία τις χρόνιος, ἐκεῖθεν καὶ ὁ κίνδυνος πρόεισι τῷ συνεχεῖ τῆς μελέτης, ὡς εἴπῃ τις, ἀφαιρούμενος. ἔτι θέρους μὲν καὶ θῆρας ὠμηστὰς καὶ τούτων ἔτι τοὺς μοναστὰς κρατερὴ δέδυκε λύσσα, καὶ πᾶσαν ἀπραγμόνως περιέρχονται γῆν· ἐνιαχοῦ δὲ καὶ σκορπίος ἐπέθετο κραταιότερον καὶ ζωῇ ἐπεβούλευσε τὸ φαλάγγιον, ὑπὸ τῆς ὥρας ῥωσθὲν εἰς τὸ λυπῆσαι τὸν παροδεύοντα· χειμῶνος δὲ ἀποζῶσι τῇ κόνει καὶ γαστρίζονται τοῦ χοὸς καὶ τῶν οἰκείων μελῶν ἐφάπτονται χειαῖς καὶ τόποις ἰλυσπώμενα τοῖς μυχώδεσιν.
Εἶχον καὶ ἕτερ’ ἄττα προθεῖναι, ἀλλ’ ἱκανὰ καὶ τὰ εἰρημένα χειμῶνι πρὸς τὴν νίκην συνάρασθαι, ἐπεὶ καὶ μέρος τὸ πᾶν παρίστησιν, ὡς ὕφασμα ἁρπεδών, ὡς ὄνυξ λέοντα, καὶ χειμῶνα χιών.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.