Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 13: Εγκώμιο προς τον αυτοκράτορα Θεόδωρο Λάσκαρη

Πανηγυρικός λόγος για την αναδιοργάνωση του ρωμαϊκού κράτους μετά την άλωση, τις στρατιωτικές νίκες στην Ανατολή και την καταστολή των στασιαστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 13 από 18

Τοῦ αὐτοῦ· Λόγος ἐκδοθεὶς ἐπὶ τῷ ἀναγνωσθῆναι εἰς τὸν Λάσκαριν κῦρ Θεόδωρον βασιλεύοντα τῶν ἑῴων Ῥωμαϊκῶν πόλεων, ὅτε οἱ Λατῖνοι κατεῖχον τὴν Κωνσταντινούπολιν, ὁ δὲ ἐκ Μυσίας Ἰωάννης κατέτρεχε μετὰ Σκυθῶν τὰς δυσικὰς Ῥωμαϊκὰς χώρας. Φασὶν Ἀλέξανδρον, ἐκεῖνον δ’ Ἀλέξανδρον, ὃς ἐκφὺς Φιλίππου στρατείαν ἤλασε βαρεῖαν κατὰ Δαρείου καὶ μόνος ἐξ ἁπάντων τῆς ἕως πάσης ἐκράτησε, φιλολογεῖν τὰ πλεῖστα καὶ σοφῶν τοῖς ἀρίστοις συγγίνεσθαι, ἐν πολλοῖς δὲ καὶ εἰωθέναι λέγειν ἐπὶ τῷδε μάλιστα ταῖς τῶν πράξεων μεγίσταις ἐνασμενίζειν καὶ μεγαλοκίνδυνος εἶναι καὶ φιλοκίνδυνος, ὅπως βαρβάρους μὲν νικῷεν Ἕλληνες, ὑπὸ δ’ Ἑλλήνων αὐτὸς ἀνακηρύττοιτο καὶ εἴη τις ἐντεῦθεν ἀθάνατος φύσιν λαχὼν ἐπίκηρον· καὶ καλῶς οἶμαι δρᾶν καὶ λέγειν Ἀλέξανδρον, καὶ μὴ μόνον Ἀλέξανδρον, ἀλλὰ καὶ πάνθ’ ἕτερον αὐτοκράτορα φιλότιμον κατ’ Ἀλέξανδρον. ἐπιδίδωσι γὰρ ἅπαν τὸ ἐπαινούμενον καὶ πρόεισιν ἁπανταχῇ γῆς τοῖς τοῦ λόγου πτεροῖς κουφιζόμενον, ὥσπερ ὑποφθίνει καὶ Λήθης βυθῷ παρασύρεται τὸ μὴ λόγῳ διακρατούμενον· καὶ οὕτως δ’ εἰπεῖν, αἱ μὲν πράξεις χειρῶν, αἱ δὲ χεῖρες Μουσῶν ἐπιδέονται, ἵν’ αἱ μὲν δρῶσιν ἔργα πολέμια τῷ δραστηρίῳ τῆς φύσεως, τὰ δὲ ὡς ἁλιάσι ταῖς σελίσι παραδιδόμενα τὸ τοῦ χρόνου περῷεν μέγιστον πέλαγος.

καὶ κατὰ τοῦτο, οἶμαι, οὐκ ἐπίπαν διώρισται τὰ τὸν Ἑρμῆν ἐκδιιστῶντα τοῦ Ἄρεος οὐδ’ ὁποίως ἔχει πρὸς τὴν ἀπόφασιν ἡ κατάφασις· εἰ γὰρ οἱ λόγοι ἔργων σκιά, ἡ δ’ ἀεὶ συνέπεται τοῖς ἔργοις καθὰ τοῖς σώμασιν, ἐκ τοῦ ἀναμφιλέκτου δήπουθεν ταῖς ἀρίσταις πράξεσι καὶ τοῖς κατορθωτικοῖς ἐν πολέμοις ἄναξι συμπρόεισιν Ἑρμῆς ὁ διάκτορος καὶ συμφυὴς ὁρᾶται καὶ σύνθακος· τεκμήριον δ’ οὗ φημι ἀναμφήριστον ὁ τῆς Καλλιόπης παῖς Ὀρφεὺς κἀν ταῖς εἰκόσιν αὐτοῦ ταῖς χαλκήρεσι συναγωνιῶν οἷον Ἀλεξάνδρῳ τὰς λαμπρὰς μεθ’ ὅπλων νίκας ἀναδουμένῳ καὶ ἱδρῶσιν ἅπας περιαντλούμενος.

Ἐπεὶ τοίνυν ταῦθ’ οὕτως ἔχει, κράτιστε βασιλεῦ, καὶ νικητὴς ἡμῖν ἐπανήκεις καὶ τροπαιούχων ὁ ἐξοχώτατος, ἄγε κατάθου τὰ ὅπλα ἐπὶ βραχύ, διανάπαυσον τὸν ἵππον, τῶν μόχθων ἀνάπνευσον, τοὺς ἱδρῶτας ἀπόσμηξον, τὴν κόνιν ἀπόμορξαι, ἥτις ὡς αἱ ἄχναι τὰς ἀλωὰς τὴν ἱερὰν παλύνει σου κεφαλήν· ἀλλὰ δὴ καὶ σάλπιγγα τὴν ἀριζήλην μὴ τὸ ἐνυάλιον ἐνδοὺς ἀλαλάζειν, ἀλλ’ οἷον τὸ πομπικόν τε καὶ τὸ προσόδιον, Ἑρμαϊκὰ ἐνώτισαι ῥήματα. καλῶς ἠγώνισας, λαμπρῶς ἠρίστευσας, γενναίως διήθλευσας· δεῖ σε λοιπὸν καὶ τὸν ἐπὶ τοῖς κατωρθωμένοις ἔπαινον δέξασθαι, καθάπερ οἱ ἀθλοῦντες πρότερον τὴν ἐγγραφὴν καὶ τὸν στέφανον. οὔκουν ἐκθηλυνοῦσιν οἱ λόγοι σε, μὴ δέδιθι τοῦτο· παροξυνοῦσι δὲ μᾶλλον καὶ προσεπιρρώσουσιν εἰς ἔργα μείζονα <καὶ ἀν>ώτερα, ὥσπερ πάλαι καὶ τὸν Ἀλέξανδρον τὰ Τιμοθέου κρούματα ἐνεθέαζον πρὸς ὁπλένδυσιν.

ἔπαινος γὰρ τοῖς μὲν βλαξὶ καὶ θηλυδρίαις ἐκνευρισμὸς καὶ γυναικισμός· καὶ τοὺς τοιούτους ἄν τις θεάσαιτο παραπλησίως ταῖς ψηχομέναις ὑσὶ τὰς γαστέρας ὑπὸ τῶν ἐπαίνων τὰ ὦτα κνωμένους καί πως ἀνιεμένους εἰς ἀνανδρότητα· τοῖς δ’ ἀνδρικοῖς καὶ γεννάδαι καὶ ὧν αἱ μὲν χεῖρες ἐν ἐπιμελείαις ἀεί, ὁ δὲ βίος ἀραρώς τε καὶ σύντονος, κέντρον εἰσὶν εἰς ἀρετὴν τὰ ἐγκώμια καὶ παράθηξις πρὸς ἄλλων ἀριστευμάτων αὐτούργησιν, ὥσπερ ἐν εἰκόσιν εἰλικρινέσι καὶ κατόπτροις λείοις τοῖς λόγοις τὰ σφῶν ἀναμανθάνουσι κατορθώματα, καθάπερ καὶ Ἠλέκτρα τὸν ἀδελφικὸν ἀνεγίνωσκε βόστρυχον τοῖς ἑαυτῆς πλοκάμοις παρεξετάζουσα.

Δοτέον τοίνυν τῷ λόγῳ τὰς ἀριστείας σου καὶ εἰσοιστέον τὸν ἔπαινον καθά τι κέρμα καὶ ὄφλημα δίκαιον· εἰ γὰρ σὺ τὰς νίκας περὶ πλείστου τίθης ἀεὶ καὶ διὰ μελέτης ἔχεις τὰ τρόπαια, οὐδ’ οἱ λόγοι λήσονται δήπουθεν τοῖς λαμπροῖς τῶν ἔργων ἐμφύεσθαι καὶ τιθέναι ταῦτα τοῖς ἁπανταχῇ διαβόητα, ὅτι μηδ’ ἐκ γένους διαδοχήν, ἀλλ’ ἆθλον ἀρετῆς καὶ καμάτων καὶ τραυμάτων ἀντίδοσιν τὸ ἄρχειν θεόθεν εἴληφας.

ἐκάλει μὲν γάρ σε πρὸς βασιλείαν καὶ τῶν ὅλων ὑπερεκάθιζε καὶ κῆδος βασίλειον καὶ τὸ τοῦ γένους εὔποτμον καὶ ἐπίσημον καὶ τὸ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττονῆσθαι τοὺς τὰ Ῥωμαίων σκῆπτρα χειρίζοντας· τῶν δὲ πραγμάτων ἄλλως ῥιφέντων καὶ πανσπερμίας ἐθνῶν ἑσπερίας χειρωσαμένης τὴν πρωτίστην καὶ καλλίστην τῶν πόλεων καὶ ἄλλων ἄλλῃ διασκεδασθέντων τῶν ἐς ἡμᾶς εὐπατριδῶν καὶ πάντων τὸν περὶ ψυχῆς τρεχόντων καὶ τῶν μὲν ἀπαναστάντων, τῶν δὲ μεινάντων μὲν ἐπὶ τῆς πατρίδος, οὐκ ἐπαμυνάντων δὲ τῇ πατρίδι, ἀλλὰ καὶ κατεπεμβαινόντων μᾶλλον αὐτῆς καὶ πλεῖον ἑαυτοὺς αἰσχυνόντων, οἷς ἑκόντες τοῖς κρατοῦσιν ὑπέκυπτον ἔθνεσι καὶ τρύφους ἄρτου καὶ κοτυλαίου κεράσματος τὴν ἐλευθερίαν ἀγεννῶς ἀπεδίδοντο, καὶ τοῦ καιροῦ μονονουχὶ φωνὴν ἀφιέντος κατὰ περίτρανον κήρυκα μὴ τύχης πέττευμα, μὴ γένους κληρούχημα, ἀλλ’ ἀνδρείας δώρημα καὶ πολλῶν ἱδρώτων βράβευμα προκεῖσθαι τὴν βασιλείαν, μόνος ἐξ ἁπάντων αὐτὸς ταῖς τῶν ὅλων γνώμαις ἀντίρροπος γέγονας· οὐ γὰρ διαδρὰς τοὺς πολεμίους ἀπεψιλωμένος πάντων πλὴν τῆς ἀρετῆς καὶ τοῦ σώματος ὡς ἐκ φλοίσβου θαλαττίου πάλαι Ὀδυσσεὺς ὁ πολύμητις *** ὀρῶν καὶ σταθμοὺς ἐσχάτους ἐζήτησας, ἐπίσης τοῖς ἄλλοις φιλοψύχοις εὖ πράττειν ἑαυτὸν μονώτατον προμηθούμενος.

Ἀλλὰ τί; οὐ δίδως ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδ’ ἐπισταλάττεις τοῖς κροτάφοις ἀνάπαυσιν· θρηνεῖς κατὰ προφήτην πολύδακρυν ὅσα δυσχερῆ τῇ νέᾳ Σιὼν ἐπεισήρρηκε, κἀκ τῶν παρόντων τὰ μέλλοντα φανταζόμενος καὶ τὰ δεινὰ προδήλως ὁρῶν ἐφέρποντα (κακὸν γὰρ ἐπὶ κακῷ ἐστήρικτο πάντῃ) τὰ μὲν αὐτίκα διοικεῖς συμφερόντως, τὰ δὲ προασφαλίζῃ καὶ ὅλην σφίσιν ἀπονέμεις τὴν μέριμναν. περιέρχῃ τὰς ἑῴας πόλεις, εἰς λόγους ἔρχῃ τοῖς ἐνοῦσι, τίθης ὑπόψια ὅσα πείσονται πάνδεινα, εἰ μή σοι πείσονται τάχιον· τούτοις ἐπιπλήττεις, ἐκείνοις ἐπιτιμᾷς· νῦν μὲν ἐκκλησιάζεις τὰ λαώδη συστήματα, νῦν δὲ παραλαμβάνων ἰδίᾳ τοὺς λογίμους καὶ συγκαλῶν ἐς συνδείπνιον πολυγύμναστος τὸ ἦθος καὶ ποικίλος τὴν γνώμην δείκνυσαι, εἴ πως ἀναθάλψεις οὕτως τὸ ἀπεσβηκὸς ἤδη τῶν Ῥωμαίων φρόνημα· ἐπεὶ καὶ πάντες ὡς οὐράνια φάσματα τὰ εἰς δοκίδας διεκτεινόμενα τὸ δόρυ τὸ Λατινικὸν ὑπεβλέποντο.

ἠνέσχου πολλάκις καὶ βλασφημούμενος, ἐνιαχοῦ δὲ ῥάβδον ἀπειλήσας βακτηρίαν ἀπένειμας καὶ κυρώσας ἔχθραν φιλίαν ἐκράτυνας, οὐ ζητῶν τὸ ἑαυτοῦ, τὴν δὲ σώτειραν τῶν πόλεων πασῶν μετιὼν στρατήγησιν, οὐδ’ ὅπως περιβαλῇ τὴν πορφυρίδα καὶ ὑποδύσῃ τὸ ἐξέρυθρον πέδιλον, ἀλλ’ ἵνα τὸ κηρεσιφόρον βάρβαρον ἀπελάσειας καὶ τῇ πατρίδι βοηθήσῃς κακῶς πασχούσῃ καὶ στεγούσῃ τὰ πάντων τῶν δεινῶν δυσαχθέστερα· ηὔξω κατὰ τὸν ἐκ Ταρσοῦ θεοκήρυκα τῆς κοινῆς προκινδυνεύων ἐλευθερίας καὶ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ὁμογενῶν καὶ συφύλων σοι.

Βαβαὶ τῶν ἱδρώτων σου, βασιλεῦ, οἷς ἐνελιμνάσθης πολλάκις τοῖς ἐν ταῖς Πηγαῖς τῇ πόλει κοντοφόροις ἀνθαμιλλώμενος, ἱδρώτων ἐκείνων, δι’ ὧν ἐπήγασεν ἡμῖν τὰ σωτήρια καὶ σὺ δ’ αὐτὸς ὡς ἐν νάμασιν Ὠκεανίοις λουσάμενος ἥλιος χαριέστερος ἡμῖν ἀνατέταλκας· ὢ τῶν σῶν ἐκεῖσε διακοντίσεων, ἐν αἷς ἀπώσω τὰ δεινὰ τὰ προσέρποντα· ὢ τῶν ἀκραδάντων ἐξελιγμῶν καὶ τῶν ἰθὺ τῶν πολεμίων τοῦ δολιχοσκίου σοι δόρατος ἀνατάσεων, δι’ ὧν ἀνώρθωσας μὲν τὰ ἡμέτερα ἤδη κείμενα χθόνια, ταῖς δὲ κεφαλαῖς τῶν πολεμίων θάνατον τανύσκιον ἔβαλες. ὄντως ἡ ἐκεῖθί σου ἱππασία σωτήριος ἡμῖν ἀναπέφηνεν, ἐκεῖ δὲ τὰς χεῖρας ἐγνώσθης ἄμαχος καὶ ξυστὸν διαγκωνίσασθαι ἀπαράβλητος, καὶ ὡς λέων ἐριαύχην ἄλκιμος καὶ ὀξύρροπος καὶ ὡς ἀετὸς ὠκυπέτης τὰ ἴχνη ἀνεξιχνίαστος· ἐπεὶ καὶ ὡς εἰ δι’ αἰθέρος ἔβαινες ἢ γοῦν ἀνέμων ἠλαφρίζου ταῖς πτέρυξιν εἴτε μὴν ἐπλούτεις τὸ ἡλιακὸν ἀεικίνητον, μικροῦ καὶ τάχιον ἐννοήματος τῇδε κἀκεῖσε περιήρχου καὶ περιίππευες.

Δόξαν δέ σοι καὶ Πέρσαις ἐπιστῆναι καὶ τῷ σφῶν ἀρχισατράπῃ πρὸς λόγους ἐλθεῖν, ὡς ἐπὶ τὸ εὖ καὶ οὕτως τὰ Ῥωμαίων τολυπεύσειας πράγματα, περισσότερος ἐφάνης τῆς φήμης· ὃς γὰρ ἀκοῇ παρείληπται σφίσι πρότερον βασιλέως κηδεστὴς καὶ τῇ εὐγενείᾳ πολύς, τοῦτον ὀφθαλμοῖς καὶ πείρᾳ τότε κατειληφότες στρατηγίᾳ διαπρεπέστατον μεγαλόφρονά τε καὶ φιλοκίνδυνον, πλείστης ὅσης φιλοφροσύνης ἠξιωκότες καὶ στρατιὰν συμμαχίδα ἐπαμησάμενοι ἄσμενοι ἐξέπεμψαν ἄσμενον· ὅτε καὶ χρηστῶν ἐλπίδων Ῥωμαίους ἐνέπλησας, ὡς ἤδη καὶ Περσῶν συμφρονησάντων Ῥωμαίοις καὶ συνθιγγανόντων αὐτοῖς τοῦ Ἄρεος, καὶ θαρρεῖν ἐπεπείκεις ἀπειρηκότας ἐφ’ ἅπασιν, ὡς ἐπὶ δεξιῷ ἤδη τῷ τῶν πραγμάτων ἀποτελέσματι, καὶ μὴ μέλλειν ἐνῆγες μήτε μὴν ὁπωσοῦν ἀναδύεσθαι, ἀλλ’ ἀνδρίζεσθαι, ἀλλὰ μάχεσθαι.

Ἀμέλει καὶ σημήνας τῇ σάλπιγγι τὸ εἰς πόλεμον ἐγερτήριον ἀτεχνῶς ἀρχαγγελικὸν ἀλάλαγμα τὸ ἐκ νεκρῶν ἀναστάσιμον, τὸ τῆς Τυρσηνικῆς κώδωνος ἐκείνης ἐδεδείχεις ἀπήχημα· ἦν γὰρ ἰδεῖν ὡς ἐκ σημάτων ἄλλων τῶν οἰκημάτων τοὺς δειλανδροῦντας ἀνεγρομένους καὶ τοὺς τρεπομένους τὸν χρῶτα πρὸς μάχην ἀρρενουμένους, γεγανωμένους τὰ πρόσωπα. τί μοι πρὸς τὰ μεγαλοπρεπῆ ταῦτα καὶ νεανικὰ κατορθώματα τὸ θάρσος καὶ τὸ μένος, ὅπερ ἡ Παλλὰς Ἀθήνη τῷ Τυδείδῃ παρέσχετο, ἥ τε τῶν μυρμήκων ἐς ἀνθρώπους μετάμειψις, τὸ τῆς εὐσεβείας Αἰακοῦ περίπυστον γνώρισμα; ἃ γὰρ οἱ μῦθοι τοῖς ἥρωσιν ἐπευφήμησαν προσάπτοντες ἐκείνοις τὰ τῇ φύσει ἀσύμφωνα, ταῦτα ἐφ’ ἡμῶν εἰς ἔργον αὐτὸς ἐξενήνοχας· τοὺς γὰρ ἐκ τῶν ἡμετέρων τάξεων μηδὲ μέτωπον κόρυθος πολεμίας κατιδεῖν στέγοντας καὶ μυρμήκων ἀγεννεστέρους εἰς ἔργα Ἄρεος, ἢ γοῦν τ<οὺς> τὸ κράνος Ἅιδου περιθέσθαι διφῶντας, ἡνίκα καιρὸς εἰς μάχην ἐκτάσσεσθαι, τούτους αὐτὸς μεταναδεύσας ἢ καί, ὡς εἰπεῖν, μεταλλοιώσας ἐκ φυγοπολέμων ἀπέδειξας μαχητάς, ὁπλίτας ἀπὸ ψιλῶν, ἐξ ὑπωροφίων σκηνήτας, ἐξ οἰκουρῶν αἰθριάζοντας, ἐξ ἀχρείων τοὺς ἵπποις Ἀρραβικοῖς καὶ Νισσαίοις χρωμένους ὀχήμασι καὶ μασχαλιστῆρσι διαδέοντας, τούτους καὶ τεχνωμένους σκεπαστήρια περιβλήματα τοῦ ἱππείου σώματος παντὸς διικνούμενα.

Οὐκέτι παρὰ πασσάλῳ Ῥωμαϊκὴ ἀσπὶς ἀπῃώρηται καπνοῦ ἀπόζουσα, οὐδ’ ὁ βελοφύλαξ γωρυτὸς θριπηδέστατος, οὐδὲ τὸ εὐκαμπὲς τόξον εὐρῶτος ἔμπλεων, οὐδ’ ἑτεροκλινὲς τὸ ἀνεμοτρεφὲς δόρυ καὶ νήνεμον καὶ ἀκράδαντον, οὐδ’ ἀξυντελὲς τὸ ἔγχος ὡς ἰῷ δαπανώμενον. οὐκ ἦν ἄρα λόγος ἁπλῶς διάκενος οὐδ’ εἰς ἀέρα μάτην χεόμενος, ἀλλ’ εὐθυβόλως ἄγαν ἐκτοξευόμενος, ὁ κρεῖσσον εἶναι γνωματευσάμενος ἐλάφων στρατεύματος ἐξηγεῖσθαι λέοντα ἢ γοῦν ἔλαφον ἡγεμονεύειν λεόντων συντάγματος. εἰ δὲ καὶ φωνὴν ἀκούω Θεοῦ τὰ τῶν ζῴων καταρτιζομένην εὐπτόητα καὶ φλόγας πυρὸς διακόπτουσαν, οὐκ ἀπᾳδόντως φαίην ἂν ταὐτοδύναμα καὶ τὰ σὰ ἡγεμονικὰ ῥήματα καὶ τὰς τακτικὰς μεθόδους, αὐτοκράτορ θεοειδέστατε.

Τὸ δ’ ἔτι τούτου περιφανέστερον, οὐκέτι μετὰ τὴν σὴν ἐπιστασίαν αἱ Ῥωμαϊκαὶ πόλεις ἀντιβλέπουσιν ἀλλήλαις καὶ τοὺς θεσμοὺς ἀγνοοῦσαι τῆς φύσεως αἱ μὲν τῷδε προσνεύουσι καὶ φιλίως προσπλέκονται, αἱ δ’ ἐκεῖνον ἐκτρέπονται καὶ ἄλλῳ τὸ βλέμμα χαρίζονται· οὐδὲ φυλὴ φυλὴ καὶ Ἰσραήλ εἰσι καὶ Ἰούδας· οὐδ’ οἱ μὲν δαιμονίοις καὶ οὐ θεῷ προσπίπτουσιν, οἱ δὲ τῷ Βάαλ ἀμαθῶς ὑποκλίνονται (ταῦτα δὴ τὰ παρὰ προφήταις πάλαι ταλανιζόμενα καὶ χθές τε καὶ πρώην παρ’ ἡμῖν ἀτεχνῶς ἀνομούμενα), ἀλλὰ πᾶσαι φυλαὶ συμφρονήσασαι καὶ συνιοῦσαι εἰς γνώμης ταὐτότητα οὐ τὴν ῥάμνον ἐς ἀρχὴν ἐπικρίνουσιν, οὐδέ τινα ἱμάτιον μὲν ἔχοντα καὶ τὴν τοῦ σώματος καταστολὴν εὐπάρυφον, τῶν δὲ πολεμικῶν παντάπασιν ἄιδριν καὶ ἀτεχνῶς ὑπέρου ψιλότερον ἐς τὸ φρονεῖν καὶ πράττειν τὰ δέοντα, ἀλλὰ τὸν πρώην κατὰ δίκην ἡγεμονεύοντα καὶ τότε τῶν ὅλων ἐς ἀρχαιρεσίαν ἐνδεξιώτερον.

Καὶ τὰ μὲν πρῶτα κατ’ ἀρίστην τινὰ καὶ πρόοδον καὶ προχείρισιν ἐς στρατηγόν σε πάντες προβάλλονται σφέτερον, ἔπειτα τοῖς ἐπαινετέοις προβαίνοντες ἐκεῖνα τὰ Δαυιτικά σοι προσφυῶς ὑποψήλαντες· „περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε“, ἐς βασιλέα χρίουσιν αὐτοκράτορα ὡς τὸν ἐξ Ἰεσσαὶ ἡ μὲν Ἰούδα φυλὴ πρότερον, ὁ δ’ ἅπας Ἰσραὴλ ὕστερον. ὅπερ οὖν καὶ ἐφ’ ἡλίου ἔστιν ἰδεῖν, ὡς ἄνεισι τὸν ἑῷον ὁρίζοντα, καὶ ἅμα τῶν νεφῶν αἱ συστάσεις διασκίδνανται καὶ νὺξ μὲν φωτὶ μεθίσταται καὶ μειδιᾷ τὸ σύμπαν περίγειον διασπειρομένων πανταχῇ τῶν ἀκτίνων, οἱ δ’ ἀστέρες ὡς βραχύφωτοι ἀποκρύπτονται, μηδ’ ὅτιπέρ εἰσι γινωσκόμενοι, τοῦτο δὴ καὶ ἐπὶ σοὶ συμβὰν κατείδομεν, φωστὴρ ἡμέτερε βασιλεῦ· τοῦ γὰρ βασιλείου ἅρματος ἐπιβὰς καὶ τὰ τῶν κρατούντων σύμβολα περιθέμενος τοὺς μὲν τυραννικοὺς τὸν τρόπον καὶ στασιώδεις ὅσα καὶ πυγολαμπίδας ἀπημαυρώκεις καὶ κατὰ τῶν θηρίων τὰ ἡμερόκοιτα ταῖς σφετέραις ἀναγκάζεις ἐνθάπτεσθαι· ὁ δὲ καὶ ὡς Βὴλ πέπτωκε καὶ ἕτερος ὡς Δαγὼν συντέτριπται.

Ἆρα δὲ μετὰ τὸ φοινικοῦν πέδιλον καὶ τὴν τοῦ στέφους ἀνάδησιν ὁπωστιοῦν καθυφήκεις καὶ τῆς πρώην ἐνδεδώκεις καὶ πρὸς βραχύ τι προθέσεως ἢ κατὰ τὸν ὑποδυόμενον τὸ κέλυφος σκώληκα σπανίως ἐποπτάνῃ στρατηγοῖς καὶ στρατεύμασιν; οὐκ ἔστιν εἰπεῖν, οὐκ ἔστιν· ἀλλ’ ἔννομον ἀνθρώπων ἐπιστασίαν, οὐ γνώμην αὐθαίρετον τὴν βασιλείαν εἰδὼς καὶ προσθήκην μόχθων, οὐ τρυφῆς χορήγησιν οὐδ’ ἀνάπαυλαν, οὐδὲ μὴν ἀγνοῶν, ὡς οἷον τὸ ἀρχέτυπον, τοιοῦτον καὶ τὸ ἐξ αὐτοῦ ἰνδαλλόμενον καὶ ὡς φιλεῖ τὸ ἀρχόμενον ἐξομοιοῦσθαι τὰ πλεῖστα τῷ ἄρχοντι, τὰ μὲν τῶν πρώην βασιλέων ἐπιτηδεύματα, καὶ τούτων, οἳ τὴν βασιλείαν ὡς ναῦν κατέδυσαν αὔτανδρον, ὅσα καὶ χαρακτῆρας τῶν πολλῶν λωβητῆρας ὡς ἀπό τινων κύρβεων καθαιρεῖς τῶν πόλεων, τὰ σὰ δ’ ἀντεγκολάπτεις ἐντάλματα κατά τινα νεοτύπωτα ἀκριβῆ μορφώματα. εἰ καὶ λίαν ἐργῶδές σοι τόδε καὶ δυσεγχείρητον, οἷα μηδὲ κηρὸν εὐένδοτον μετιόντι καὶ ῥᾳδίως ἐναποματτόμενον τὰ τῶν σφραγίδων εἰκάσματα, ἀλλ’ ἀνθρωπίνας καρδίας ἀπολαξεύοντι τύποις ἄλλοις ἐνδιαστρόφοις προχαραχθείσας καὶ χρονισάσας τοῖς οὐκ ἐπαινετέοις ἰνδάλμασιν.

ὁποῖαι δ’ ἐμφάσεις αἱ σαὶ καὶ οἷα τὰ ἀντεγγραφόμενα, νικητικώτατε βασιλεῦ, αὐτὰ βοῶσι τὰ πράγματα· ἐκ δ’ αὖ τῶν θείων ἀκηκοὼς φωνῶν· „μακάριος ὁ ποιήσας καὶ διδάξας“, οὐχὶ τοῖς μὲν στρατιώταις ἐπιτάσσεις θωρήσσεσθαι καὶ τὸ δόρυ διαβαστάζειν καὶ τὸν ἵππον ἑτοιμάζειν εἰς πόλεμον καὶ τῷ Ἄρεϊ μέλπεσθαι, αὐτὸς δ’ ἐπὶ σκηνῆς καθήμενος ἐνηχῇ τοὺς πρὸς λύραν ᾄδοντας καὶ περισκοπεῖς τὸν ἀπαγγελοῦντα, τί τὸ κατὰ μάχην συμβὰν καὶ εἰ νενικήκαμεν ἢ καὶ ἡττήμεθα, ἀλλ’ αὐτὸς τὸν ἡγήτορα μὴ ψευδόμενος πρῶτος ἀναβαίνεις τὸν ἵππον τὸν πολεμήτορα καὶ θωρακίζῃ πρὸ τῶν ἄλλων καὶ τὸ ἔγχος πάλλεις τὸ μείλινον, τὸ βριθὺ καὶ μέγα καὶ στιβαρόν.

Εἰδὼς δὲ καὶ χρημάτων τὰ πράγματα ὤνια, οὐ τὰ χρήματα πραγμάτων ἀντάλλαγμα, οὐκ ἀποδειλιᾷς πρὸς ἀργύριον οὐδὲ περὶ τὰς δόσεις σμικρολογῇ οὐδ’ ἐπαγγελτικὸς ὁρᾷ τις ὡς ὁ Δώσων ἐπικληθεὶς Ἀντίγονος, ἀλλὰ τελεσιουργὸς τῶν ὑποσχέσεων γίνῃ καὶ ὡς οὔ τις ἕτερος τῶν πάλαι φιλότιμός τε καὶ μεγαλόδωρος. ἐκ γοῦν τῶν ἔργων σου τουτωνὶ καὶ τῶν τακτικῶν μεθοδεύσεων τὸ μὲν κοντοφορικὸν Λατινικὸν ἀνεστάλη, εἰπεῖν δ’ οἰκειότερον, τῆς ἡμετέρας αἰσχρῶς ἀπελήλαται· μᾶλλον μὲν οὖν καὶ περὶ σπονδῶν καθικέτευσαν καὶ τὴν πίστιν ἔνορκον ὡμολόγησαν οἱ τὴν γῆν πᾶσαν τῷ δόρατι μετεωρίσειν κομπάζοντες.

Τὰ δ’ ἀμφιστρεφόμενα τὸν Πόντον μειράκια καὶ τοῦτον ὑπεισιόντα, ὥσπερ καὶ μάνδρας λέοντος ὕπεισι κνώδαλον τοῦ θηρὸς ἐκεῖθεν μεταναστάντος, τὴν δὲ Νικομή<δ>ους ὑπονοθεύοντα καὶ κατὰ λῃστείαν τῶν ταύτης ὅρων ἐπιβαίνοντα ἔδειξας ἐκ τῶν ἔργων δύστηνα καὶ νήπια τὸ φρονεῖν καὶ καθ’ ἑαυτῶν τὰ ὅπλα βαστάζοντα, ὡς ὁ τοῦ μύθου τὰ λίνα πίθηκος. ἄλλην γὰρ τραπέσθαι προθέμενος, τὴν ἁμαξιτὴν καὶ πᾶσι βάσιμον καὶ ἰθὺ τῶν πολεμίων φέρουσαν, ἄλλην ἐστείλω παρὰ δόξαν σφίσιν, ἀνάντη τε καὶ λοχμώδη καὶ πετρῶν προτομαῖς δυσέμβολον· ὅτε καὶ τὰ σκολιὰ εἰς εὐθέα τιθεὶς καὶ τὰ δυσπόρευτα εὐπόρευτα δεικνὺς τοῖς στρατεύμασι πῇ μὲν αὐτὸς ὡς στῦλος πυρὸς προηγοῦ τῶν συντάξεων τοῖς ὅπλοις ἀπαστράπτων καὶ παμφαίνων τοῖς στρατηγήμασι, πῇ δὲ φωτὶ ποιητῷ χρώμενος τὴν νύκτα διελεύκαινες ἐς ἡμέραν καὶ τὸ σκότος εἰς φῶς μετέβαλλες.

καλαὶ μὲν οὖν καὶ τοῦ Γεδεὼν αἱ ὑδρίαι, δι’ ὧν ἡ Μαδιὰμ ἐξηφάνισται, κατ’ οὐδὲν δ’ <ἧττον> ἐκείνων καὶ ἡ σὴ μέθοδος εὐμέθοδος καὶ εὐμήχανος πρὸς τὴν κατ’ ἀντιπάλων ἔφοδον καὶ τὴν τοῦ στρατοῦ ἀπόσκοπον δίοδον· ὅθεν καὶ εἰς πλατυσμὸν ἐκδοὺς καὶ ποδὶ ἀψόφῳ μηδαμῶς προσδόκιμος ἐπιστὰς τοῖς ἀντίφροσι καὶ διαπλώσας ὡς σαγήνην τὰ τάγματα τὸν μὲν στρατηγοῦντα μείρακα ὅσα καὶ στρουθίον λεληκὸς οἰκτρὸν καὶ μάτην πτερυγίζον συνείληφας, τὸ δὲ περὶ ἐκεῖνον ὁπλιτεῦον, ὃ μὲν ἀπέταξας εἰς σφαγήν, ὃ δὲ εἰς φυγήν, ὃ δὲ εἰς ἔλεον· ἐπεὶ καὶ ἄμικτον οὐδὲν παρὰ σοὶ καὶ ἄκρατον εἰς πανώλειαν, ἀλλὰ παρενείρων τοῖς ἔργοις τὸν ἵλαον οὐχ ἅμα τὴν χεῖρα ὥπλισας, καὶ κυροῖς τὸν θάνατον, ἀλλὰ καὶ τὴν ἐπιστροφὴν ἐνίων καὶ τὸν μετάμελον κατὰ θείαν πρεσβεύων μίμησιν τὴν τομὴν ἐπέχεις καὶ ἀναβάλλῃ τὴν διχοτόμησιν.

Ἀλλ’ οὔπω ἀκριβῶς κατέθου τὰ ὅπλα, καὶ κατὰ Περσῶν τὸ δόρυ τιταίνεις ἐπεισφρησάντων εἰς ἡμέτερον φρούριον κακῶς παθὸν ὑπὸ τοῦ πυρός. Πέρσαι μὲν γὰρ ὡς εἰς σεσαρωμένον οἴκημα τὸ ἔρυμα μεθ’ ὁρμῆς ἐπεισέδυσαν κατὰ τὸ παρ’ Εὐαγγελίοις πονηρὸν πνεῦμα τὸ μεθ’ ἑτέρων ἑαυτοῦ σκαιοτέρων πνευμάτων τῷ ἀνθρωπείῳ ἐπεισπῖπτον σώματι διὰ τὴν κένωσιν ἐκείνου καὶ τὴν οὐδενὸς ἀντενοίκησιν· σὺ δ’ ἀφιγμένος ἐκεῖσε καὶ πῦρ ἀνάψας πολέμιον Πέρσας μὲν ὡς μελίσσας τῷ καπνῷ τῆς μάχης ἐναποπνίγεις καὶ πιμπρᾷς ὡς ζωΰφια τὸ πῦρ περισκαίροντα καὶ τὰς πιαλέας θρυαλλίδας περιιπτάμενα, τοῖς δὲ πρώην τοῦ φρουρίου οἰκήτορσιν ὡς ὁ τῆς καμίνου σβεστὴρ ἄγγελος ἐφίστασαι τρισασπάσιος.

Ἐπὶ δὲ τῆς θερμῆς ταυτησὶ νίκης ἐπὶ τὸν νέον ὡρμηκὼς Ἀχιτόφελ ὅσα καὶ παιδίων ἐπὶ ψάμμου ἀθύρματα τὰ τούτου διαλύεις συστρέμματα· ὁ μὲν γὰρ κατὰ γένος ἡμῖν συναπτόμενος, ταῖς δὲ γνώμαις ἀλλοεθνὴς καὶ τῆς ἑαυτοῦ πατρίδος ἀκρατὴς πολέμιος καὶ ὢν καὶ δεικνύμενος, ᾤετο φρεναπατώμενος, ὁ ἐπίρρητος καὶ πρὸς ὀφεώδη πανουργίαν ἠκονημένος, ἀρχὴν ἑαυτῷ μνηστεύσασθαι καὶ χωρῶν καὶ πόλεων Ῥωμαϊκῶν ἐπιβήτωρ ὀφθήσεσθαι, εἰ τῷ κηδεστῇ Πέρσῃ συνερίθῳ χρήσεται καὶ χεῖρα συχνὴν ἐκεῖθεν λήψεται. ἀμέλει καὶ μετὰ δυνάμεων Περσικῶν ἐπιὼν ὁ κατὰ μόνων τῶν οἰκείων εἰδὼς ἀνδρίζεσθαι ἔκειρε τὸ μὴ συμφρονοῦν ὁμόγλωττον ὡς ἀλλόφυλον· σὺ δ’ εἰς ἀκοὴν ὠτίου ταυτὶ δεξάμενος τῷ τολμητῇ τῶν ἀθεμίτων ἐξ ἀντιστάσεως αὐτίκα φανεὶς ὡσεὶ καὶ κολοιὸν ξενόπτερον μάλα εὐχερῶς ἀπελήλακας· τῶν δὲ σὺν ἐκείνῳ πολεμίων οὓς μὲν ἐκκεντήσας εἰς ὕπνον κατεύνασας χάλκεον, οὓς δὲ ποσὶ καὶ ἵπποις ποδώκεσι πρίασθαι τὴν σωτηρίαν ἠνάγκασας, οὓς δὲ συλλαβών, καὶ τούτων, ὅσοι μὲν τὸ γένος πολλοί, τὸν δὲ πλοῦτον βαθεῖς μηδὲ τἆλλα χαμαίζηλοι, δεσμοῖς ἕως τραχήλου ὑπέβαλες.

Ἀμέλει καὶ δυσὶ ταύταις προσβολαῖς τε καὶ ἀντιτάξεσιν οἱ Πέρσαι τὸ ἧττον ἀπενεγκάμενοι οὐκέτι καὶ πρὸς ἄλλην συμπλοκὴν ἠρρενώθησαν, τῶν δὲ συνήθων κλεμμάτων τε καὶ λῃστευμάτων καὶ τῶν ἐς προὖπτον μαχησμῶν ἀποσχόμενοι ἀνιᾶσι τῶν βιῶν τὰ τόξα καὶ χαλαροὶ πρὸς πόλεμον γίνονται· ὁ δὲ τὸ ἄρχειν σφῶν ὑπεζωσμένος καὶ πρὸς σπονδὰς ὁρᾷ καὶ καθομολογεῖ σοι τρανῶς τὸν φίλιον. οὐκοῦν καὶ πρώτως ἄρτι Ῥωμαῖοι νικῶντες σπένδονται Πέρσαις. πρώην δὲ οὐχ οὕτως τὰ Περσῶν καὶ Ῥωμαίων προὐχώρει πράγματα· ἀλλ’ οἱ μὲν τὴν ἡμετέραν λαμπρῶς κατέτρεχον καὶ πόλεις δὲ καὶ χώρας δὲ τὰς μὲν ἀναστάτους ἐτίθεσαν ὁμολόγως χειρούμενοι, τὰς δὲ καὶ καθ’ ὁρμὴν μίαν ἐπιόντες ἐσκύλευον, καὶ νικᾶν εἰωθότες εἶχον καὶ τὴν ἐκ τῆς νίκης ὑπεροψίαν ἐπιξενουμένην σφίσι βαρβαρικῶς· ἀμέλει καὶ σοβαρευόμενοι καὶ τοῖς Ῥωμαίων κατοφρυαζόμενοι δυσπραγήμασιν ὤνιον χρημάτων ῥωμαίοις τὴν εἰρήνην παρείχοντο καὶ τὰς φιλικὰς σπονδάς, οὐχ ὥσπερ ᾔτουν Ῥωμαῖοι, ἀλλ’ ὡς ἥνδανεν ἐκείνοις, ἐπέραινον. νυνὶ δ’ ἔναλλα πάντα καὶ θεόθεν λαχόντα σεμνοτέραν προμήθειαν καὶ τυχόντα δεξιᾶς ἀλλοιώσεως.

Εἰ γὰρ δώρημα τέλειον καὶ χάρις αὐτόχρημα θεοδώρητος ὑψόθεν ἐπικατέπτης Ῥωμαίοις, χρεὼν δήπου καὶ τὰ κατορθούμενα τῷ τοῦ δόντος μεγαλείῳ συνᾴδειν καὶ συμφωνεῖν τῷ ἐντελεῖ τοῦ δωρήματος, ὥσπερ καὶ τὸ δένδρον ἴσμεν ἐκ τοῦ καρποῦ κἀκ τῆς κομιδῆς τοῦ δένδρου ὥσπερ καὶ τὸ δένδρον ἴσμεν ἐκ τοῦ καρποῦ κἀκ τῆς κομιδῆς τοῦ δένδρου τὸν γεωργόν. οὔπω γὰρ ἡλίου περιφορὰ εἰς κύκλον περιῆκται τὸν ἐνιαύσιον, καὶ νῖκαί σε περιίστανται καὶ κυκλικῶς περισκιρτῶσι καὶ διειλήχασι τρόπαια, οὐχ ὅπως τῶν τοῦ χρόνου πλείονα ἡμερῶν, ἀλλὰ καὶ πρὸς ἄλληλα περὶ πρωτείων διαφερόμενα. ὢ βασιλέως ἐκ τροπαίων ἀρξαμένου μᾶλλον γνωρίζεσθαι ἢ τῶν τῆς ἀρχῆς συμβόλων καὶ τοῦ παγκλεοῦς ὀνόματος· ὢ βασιλέως πλειόνως περιστέλλεσθαι φιλοῦντος τῷ στρεπτῷ χιτῶνι τοῦ Ἄρεος ἢ τῷ ἁλουργῷ ἐσθήματι καὶ τῷ ἐκ λίθων τιμαλφῶν διαδήματι.

Χάρις σοι τοίνυν, παμβασιλεῦ προάναρχε Λόγε Θεοῦ, τῆς ἐς ἡμᾶς κηδεμονίας καὶ τῆς τοῦ αὐτοκράτορος ἀναδείξεως. Δαυιτική σοι καὶ τούτου ἡ εὕρεσις· κατ’ ἐκεῖνον καὶ ἥδε ἡ πρόβλησις. ὄντως κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις σου εὔφραναν τὰς ψυχὰς ἡμῶν· ἔπαισας καὶ ἰάσω· ἀπώσω καὶ ᾠκειώσω· ἐθανάτωσας καὶ πάλιν ἐζώωσας· κατήνεγκας καὶ ἀνέστησας· γεγόναμεν παραβολὴ ἐν τοῖς ἔθνεσι, κίνησις κεφαλῆς ἐν τοῖς λαοῖς, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν· ἀλλ’ ἐπιστρέψας παρεκάλεσας καὶ τὸν κοπετὸν εἰς χαράν, εἰ καὶ μὴ πάμπαν, ἀλλ’ οὖν μετέστρεψας. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, τῶν ἐν μέσῳ λέγω κακῶν, ὧν πεπειράμεθα καὶ ὧν εἰς κόρον μετέσχομεν, ἀλλὰ καὶ παραψυχῆς μετέδωκας στήσας τὰς ἐθνῶν ἁπανταχῇ διεκχύσεις καὶ σπέρμα ἡμῖν ἀσπάσιον ὑπολειπόμενος τὸν αὐτάνακτα, ἵν’ ἔχοιεν οἱ ὀλίγωροι καὶ οἱ κατώδυνοι τὰς ψυχὰς καὶ οἱ ἀκηδιῶντες τὰ πνεύματα καὶ κατ’ ὄρνιθας τοὺς ἀβεβαίους καὶ τῶν ἀστέρων τοὺς πλάνητας πολύπλαγκτοι φερόμενοι, ἔνθα κάμψαντες τὸ γόνυ τῆς μακρᾶς περιοδείας καὶ πλάνου τοῦ συχνοῦ ἀνοχεύσονται.

ἡδὺ μὲν οὖν θεώμενον καὶ τὸ διαταθὲν ἐν ἀέρι τόξον ὡς εἰς σημεῖον παραλαμβανόμενον τοῦ μηκέτι ἔσεσθαι ὕδωρ εἰς κατακλυσμόν· ἀλλ’ οὐχ οὕτως ὡς ὑπερήδιστόν τε καὶ χάριεν θέαμα βασιλεὺς ὁ ἡμέτερος, ὃν ὕψωσας ἐκλεκτὸν ἐκ τοῦ λαοῦ σου καὶ ὃν ἀεὶ θεώμενοι κατορθωμάτων ἀναβάσεις διατιθέμενον καὶ νικῶντα ἑαυτὸν τοῖς ἐπαλλήλοις ἀριστουργήμασι τοῦ φιλοτίμου σε δώρου τὸν μεγαλόδωρον μεγαλύνομεν, καὶ φαμὲν ἀνθομολογούμενοι τὰ σὰ θαυμάσια ἐπάξιον τοῦ δεδωκότος τὸ δωρηθέν, τοῦ προβαλόντος τὸ προβληθέν, καὶ τοῦ χρίσαντος τὸ χρισθέν.

Εἰ γοῦν χεὶρ Κυρίου περὶ σέ, βασιλεῦ, καὶ διὰ σοῦ μεθ’ ἡμῶν Κύριος, τίς ὁ καθ’ ἡμῶν ἐσόμενος; εἰ δέ τις καὶ καταθρασυνθεὶς ἀνθοπλίσαιτο, ὅπως οὐ θεομαχῶν κριθήσεται καὶ ἄπρακτος ἀπελεύσεται; σῴζων γὰρ σώσει Κύριος τῇ χειρί σου τὸν λαὸν αὐτοῦ, ἐξειλεγμένον τὸν περιούσιον, ὃς καὶ περιζωννύει σε δύναμιν καὶ τοὺς σοὺς βραχίονας ὡς τόξον χαλκοῦν δείκνυσι καὶ τίθησιν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. ἐπεὶ καὶ ὡς ἀπό τινος κέντρου τῆς νικεπωνύμου ταυτησὶ πόλεως ὁρμηθεὶς καὶ κύκλον διαγράψας τῶν πρὸς ἕω σχοινισμάτων Ῥωμαίοις ὡς ἐν γραφείῳ τῷ σῷ δόρατι ζήλῳ πλήττῃ καὶ τίθης ἐν δεινῷ καὶ φέρειν οὐδαμῶς ἔχεις, εἰ μὴ εὐνοϊκῶς σοι προσφέρονται καὶ κάμπτοιεν τοὺς αὐχένας καὶ τῷ χορῷ τῶν ὑποτεταγμένων ἐγγράφονται πόλεων, ὁπόσα ἡ καμπὴ τοῦ κύκλου καὶ τὸ διάγραμμα περιείληφεν ἔσωθεν.

Ἀμέλει καὶ πρὸς τὰ Πόντια κλίματα τὸ ὅρμημα θέμενος τὰς τάξεις ἀγήοχας· οἱ γὰρ ἐκεῖσε νεανίᾳ τινὶ προσρέψαντες, ὅμοιοι ὁμοίῳ, δυσδαίμονες ἀνδρὶ κακοδαίμονι ἐσκιατραφημένῳ παράπαν καὶ στίλβοντι τὸ σῶμα γυναικώδει λειότητι, δέον προσπεσεῖν καὶ χεῖρα προτεῖναι τῷ μεγαλεγχειρητῇ καὶ νικουργῷ σοι Δαυὶδ καὶ ὃν ἐξείλετο Κύριος καὶ προέκρινεν ὡς ἐκ τῶν ἔργων τὸν Δαυὶδ ἀληθίζοντα, οἱ δὲ τῇ Δαυιτικῇ φρεναπατώμενοι κλήσει τοὐναντίον ἅπαν κακογνωμονοῦντες εἰργάσαντο ταὐτόν τι δρῶντες, ὡς εἰ τὸν ἀληθῶς τῶν θηρῶν βασιλεύοντα λέοντα παρεβλέψαντο, ζῷον δέ τι ἀνθείλοντο λεόντειον δορὰν περικείμενον. ὄντως λαὸς μωρὸς καὶ οὐχὶ σοφὸς ὁ λεὼς οὗτος καὶ παραδοθείς, ὡς ἔδειξεν, εἰς νοῦν ἀδόκιμον, ὡς μήτε δρᾶν μήτε συνιέναι οὐδαμῶς τὰ καθήκοντα, καὶ μέγα κατ’ ἐκείνους ἀφρονευόμενος, οἳ μετὰ μέθην παίζειν ἀνέστησαν κἀκ τῶν παιγνίων εἰς ἔργα ἐξώκειλαν τῶν παιγνίων ἐπίπαν γελοιωδέστερα ταυρόκρανον χοανεύσαντες καὶ ὡς Θεῷ προσπίπτοντες τῷ ἰνδάλματι. κατὰ δίκην τοίνυν εἰς τοὺς ἀποστάτας τούτους καὶ μοσχολάτρας ἀτεχνῶς πορευόμενος συνέριθον εἶχες ἐφ’ ἅπασι τὸν τῶν ἐκδικήσεων Κύριον.

οὐκοῦν ὀμφ<αὶ> καὶ πρ<ορ>ρήσεις ἐκ τῶν θείων λογίων ἀνακεκαλυμμένως τὸ μέλλον σοι προεσήμαινον καὶ δεδομένην εἶχες ἐκεῖθεν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ Γραφικῶς εἰπεῖν, κροτοῦντες ἦσαν ἐπὶ σοὶ ποταμοὶ ἀναστοιβάζοντες τὰ ῥεῖθρα καὶ τὰ νῶτα ὑποστρωννύντες σοι ἐπ’ αὐτῶν κελητίζοντι.

Καὶ σὺ μὲν εἰς ποτάμια νάματα τοὺς ἵππους σου ἐπεβίβασας ταράσσοντας ὕδατα πολλὰ κἀκ τῆς ὄχθης ἐπανῆγες ἀναμὶξ ἔχων τὸ πεζεῦον καὶ ἱππεῦόν σου στράτευμα· οἱ δ’ ἐναντίοι πρὸς τὴν ὄψιν ταύτην προῆγον ἀμεταστρεπτὶ φεύγοντες καὶ τοῖς ἄλλοις αὐτάγγελοι γενησόμενοι τῆς σῆς περαιώσεως τὰς ψυχὰς συγκεχυμένοι καὶ πνευστιῶντες καὶ τὸ κακὸν τῆς ἀγγελίας φέροντες ἐπὶ τοῖς προσώποις· ὥστε καὶ πολλοὺς μὲν τῶν φρενῶν ἐξέκρουσαν τῇ ἀκοῇ τῶν ἀπευκταίων σφίσι καὶ τοῦ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ παρέπλαγξαν, ἐνίους δὲ καὶ πρὸς πλείω μανίαν ἠρέθισαν, ὡς ὁρᾶν ἔστι καὶ θῆρας ὀμάζοντας πρὸς τὴν ὄψιν τοῦ σιδήρου μᾶλλον ἀγριουμένους καὶ χωροῦντας ἰθὺ τοῦ βάλλοντος. οὐκοῦν οἱ ἐς τέλος σκληραύχενες καὶ δυσήνιοι τὰ τῶν ὀρῶν εἰσανιόντες ἀπότομα καὶ ἀτόξευτα καὶ τὰς ἐπὶ τὸ πάντῃ συνεπτυγμένας στενόπορον παρόδους προειληφότες, καὶ τοῦτο μὲν δένδρων βαθυρρίζων καταβολαῖς, τοῦτο δὲ καὶ ποιηταῖς πύλαις ἐς τὸ ἄβατον ὅλως αὐτὰς κρατυνάμενοι, ἐπέμενον θαρροῦντες τὸ μάχεσθαι κατὰ μὲν πτηνῶν ἀγέλας κλαγγηδὸν πετομένων θροῦν ἄσημον ἐς οὐρανὸν ἀναπέμποντες, ἐπὶ δὲ τοῖς ὀιστοῖς καὶ φαρέτραις ὡς ὁ τοῦ Ὁμήρου κομπάζοντες Πάνδαρος. „ὃ γὰρ καὶ δράσειε βασιλεύς;“ παιανίζοντες ἔλεγον, „τί δὲ καὶ σοφισάμενος ἡμᾶς ἐσεῖται κατασοφισάμενος;

ὄρη τὰ ὧδε ἀγχινεφῆ καὶ ὑψίλοφα, ἐπὶ δὲ τούτων ἡμεῖς ἄλλοι τινὲς οὐρανίωνες προφαινόμενοι οὐδ’ ὁρατοὶ τὰ πλεῖστά ἐσμεν τοῖς κάτωθεν τῆς ὄψεως ἀτονούσης πρὸς τὸ τοῦ ὕψους αἰθέριον· αἵ τε μεταξὺ ἀλλήλων διερρωγυῖαι φάραγγες ἀτεχνῶς εἰσι κοιλάδες κλαυθμῶνος καὶ χάος ἄλλο καὶ ἔρεβος. ζητήσει πάντως στρατιώτας πτηνούς, εἰ προὔθετο βασιλεὺς ἡμῖν συμπλακήσεσθαι, ὡς ἐκεῖθεν ὧδε διαπταῖεν καὶ ἡμῖν συμμίξαιεν. δεινός ἐστι τὰς χεῖρας ὁ βασιλεύς, εὐμήχανος τὰς φρένας, ἀνένδοτος τοῖς πόνοις, ἀτειρὴς ἐν τῷ μάχεσθαι· καὶ ἴσησι μὲν καθ’ Ἕκτορα δῖον ἠμὲν ἐπὶ δεξιά, ἠδ’ ἐπ’ ἀριστερὰ βῶν ἀζαλέην κινεῖν καὶ ὡς λέων θροεῖν τὸ ἀντίμαχον· τὰ δ’ ἐς μάχην ὅλως οὐκ ἴσμεν· ἀμηχανήσει δήπουθεν αἰγάγρους ἀκροβάτας μέλλων ἀναδιφᾶν καὶ γῆς ἀντιφέρεσθαι διαστήμασι καὶ παρόδοις στεναῖς ἐπενθλίβεσθαι κατ’ ἄνδρα μόγις παρανοιγούσαις τὴν δίοδον.“ Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν καὶ τοιαῦτα μετὰ κόμπου ἐφθέγγοντο· σὺ δ’ ἐπᾴδων σφίσι ταυτὶ τὰ προφητικά· „ἰδοὺ ἐγὼ ἀποστελῶ θηρευτὰς καὶ θηρεύσουσιν ὑμᾶς ἐπάνω ὄρους παντός,“ διαφίης ἐς πόλεμον τὰ στρατεύματα.

καὶ αὐτίκα τὰ μὲν ἐς διώρυχας βαθυνόμενα ἀνέβαινον ἐς ἰσόπεδον, τὰ δ’ ἐκ κάλων καὶ παντοίων ἀφυσγετῶν διάρματα καθυφιέμενα ἦν καὶ τὴν πρώην ὄψιν ἀπολαμβάνοντα· ὡδοποιοῦντο τὰ ἄβατα, ἐψιλοῦντο τὰ τῶν ὀρῶν ὑλήεντα καὶ δυσέμβολα ἀνετρέποντο χαμάζε καὶ χαλκῷ κατηρείποντο ὁπόσα ταῖς πορείαις προσίσταντο· τὰ δ’ εἰς γῆν ὑπὸ τῶν πολεμίων βληθέντα, ὡς εἶεν ἐμποδοστάτημα τῷ στρατεύματι, ἃ μὲν τὸ πῦρ διεφόρει λάβρον ἐμπῖπτον καὶ διαέριον, ἃ δὲ μεταιρόμενα κούφως ἄλλοθι μετεφέρετο· καὶ ἦν τὰ σκολιὰ εἰς εὐθέα τῇ στρατιᾷ χρησίμως μεταμειβόμενα.

Καὶ τί γὰρ οὐκ ἂν ἔδρασε στράτευμα βασιλέα βλέπον προκινδυνεύοντα, προηγούμενον οὐ μεθεπόμενον, προασπίζοντα οὐχ ὑπασπιζόμενον, ἐν πολλοῖς ἐργολαβοῦντα καὶ τοῦ στρατηγοῦ καὶ βασιλέως τὸν στρατιώτην ἀντιλαμβάνοντα καὶ συγκάμνοντα τοῖς ἀρχομένοις τὸν ἄρχοντα, καὶ νῦν μὲν πέλεκυν ἐγχείριον ἔχοντα δρυμοτομοῦντά τε καὶ τὰς παρόδους ἀπολειαίνοντα, νῦν δ’ ἕτερον μετιόντα σωτήριον τοῖς στρατεύμασιν;

Ἀλλὰ τί ἄν σε ὀνομάσας δικαίως ἔσομαι καλέσας, μεγαλουργὲ βασιλεῦ; εἴπω στρατιώτην γεννάδαν, μαχητὴν ὁπλιτοπάλαν, δάϊον ἐχθροῖς ἀπροσπέλαστον; ἀλλ’ οὐκ ἐᾷ με τὸ τοῦ κράτους περίοπτον τοῦ ὕψους ἀποβαίνειν οὐκ ἀνεχόμενον καὶ δυσκολαῖνον τῇ τῆς κλήσεως χθαμαλότητι. βασιλέα φαίην καὶ στρατηγόν, ἡγεμόνα καὶ ποιμένα λαῶν· ἀλλ’ ἀνθίστανται τὰ ἔργα τῶν σεμνῶν καὶ περιπύστων τῶνδε φωνῶν ἐπὶ πολὺ διιστάμενα. τακτικοὶ μὲν γὰρ νόμοι τοῖς βασιλεῦσιν ὑποτιθέασιν ἐπιτάσσειν τὰ πρακτέα, τάσσειν στρατιώτας, φάλαγγας ἐκτάσσειν καὶ λόχους καθοπλίζειν ἐς πόλεμον· σὺ δ’ ἐσθλὸς εἶναι μαθὼν καὶ ἀεὶ τὸ δόρυ προφαίνων ἐν παλάμαις μαινόμενον τοὺς ἀρχηγικοὺς νόμους ὑπερβαίνεις, οὐ τὸ πραχθησόμενον μόνον ὑποτιθέμενος, ἀλλὰ καὶ τὰ ὑποτιθέμενα πρῶτος διαπραττόμενος καὶ τοῖς ἄλλοις παράδειγμα κείμενος. „φθίνει σε τὸ σὸν μένος“, ὡς εἴποιεν ἂν ὁμηρίζοντες, „οὐδέ ποτε λήγεις πόνων“. ἀλεξανδρίζεις ἀληθῶς ἐν ταῖς πράξεσιν οὐδαμῶς ἀναβαλλόμενος ἐς τὴν αὔριον τὰ διαπονηθῆναι πεφυκότα σήμερον, οὐδ’ αὐτὸς μὲν βλακευόμενος, στρατηγοῖς δὲ καὶ στρατιώταις ἐπιτρέπων τὸ πραχθησόμενον, ἀλλ’ αὐτενέργητός τε καὶ αὐτεπάγγελτος τοῖς ὁπουδήποτε δρωμένοις ἐφιστάμενος καὶ τοῖς πᾶσι τὰ πάντα γινόμενος. ὢ πόσους ἐπέρρωσε τὸ σὸν ἐν πολέμοις ὑποφώνημά τε καὶ ἐπεμβόημα καὶ στρέψαντας τὰ νῶτα πρὸς τὴν ἐναντίαν τάξιν μετέβαλεν.

ὢ πόσοις καὶ μόνον ὀφθεὶς θάρσος ἐνέβαλες. εἰ γοῦν εἴποι σε τὸ λέγειν τὴν τῆς μάχης ληνὸν πατεῖν μονώτατον καὶ τῶν ἀνδρῶν οὐδένα συγκάμνειν σοι, οὔκουν ψεύδους ἁλώσεται.

Ἀλλὰ γὰρ ὅπως ἐπὶ τούτοις διέκειτο τὸ ἀντίπαλον; ὡπλίσατο μὲν οὖν, ὡς ἔχω εἰπών, τοῖς βέλεσι καὶ τοῖς τεύχεσιν ἐκρατύνατο κἀν τοῖς ὄρεσιν ἔθετο τὴν πεποίθησιν, ὡς δ’ ἠλέγχθη ταῦτα πάντα διακενῆς μηχανώμενον, ἀναγκαστῶς τὴν ἐναντίαν στέλλεται καὶ μεθαρμόζεται τῆς προθέσεως· ὅθεν τὸ μέν, ὅσον θερμότερον ἐς μάχην, βάλλεταί τε καὶ καταβάλλεται καὶ ἄγεται τὴν ἐς θάνατον, τὸ δ’ ὅλοις ποσὶ κατὰ δρομάδας δορκάδας τοῦ φεύγειν ἔχεται, τὸ δὲ πλεῖστον ὡς ἐν μέσαις ξυσχεθὲν ἄρκυσι τ<οῖς> κινδύν<οις> *** ἀβουλίας ἑαυτὸ καταμέμφεται καὶ πλεῖστα δάκρυα κατασπένδον τὰ τοῦ θείου γράμματος ἠντιβόλει καὶ ηὔχετο τοῖς μὲν ὄρεσι λέγον· „πέσετε ἐφ’ ἡμᾶς“, τοῖς δὲ βουνοῖς· „καλύψατε ἡμᾶς“.

Ἐπεὶ δ’ οὐχ εὕρισκε περατούμενα τὰ αἰτούμενα ὅσα καὶ συκίνης ἐπικουρίας τοῦ ἀποστάτου ἀφίσταται κατεγνωκὸς ἐκείνου ἀβελτηρίαν καὶ πλῦνον ὕβρεσι καὶ βάλλον ὀνείδεσι ὡς ἀνδράριον δείλανδρον καὶ ἀπάλαμνον καὶ βαδιάζειν αὔριον μετὰ τριάκοντα ἡμέρας ἐπαγγελλόμενον· καὶ μάλισθ’ ὅτι σὲ μὲν ἑώρα τῆς στρατιᾶς προαλλόμενον καὶ κατ’ ἀρίζηλον ἀστέρα τῶν τάξεων πασῶν προεκλάμποντα καὶ ὡς ἐκ νεφῶν τῶν ὅλων παμφαίνοντα, ἐκεῖνον δὲ μηδὲ δοῦπον ἀκόντων φέροντα, ἀλλὰ καὶ πρὸς λυγμὸν βιοῦ χλωρὸν ὑπὸ δέους γινόμενον καὶ τειχήρη γυναικωδῶς ὀπτανόμενον καὶ πλεῖστον ὅσον ἀπὸ σοῦ μακρυνόμενον, καὶ ποῖ τράποιτο καὶ τίς γένοιτο καὶ τίνα βαδίσας σώζοιτο, γνωσιμαχοῦντα καὶ τὰ χείρω θανάτου πάσχοντα. κατὰ μυριάδας τοίνυν ὑποπίπτει σοι τὸ ἀντίπαλον προβάλλον ἑαυτὸ ἐπὶ στόμα καὶ τοῖς ποσὶ τοῖς σοῖς συμπλεκόμενον καὶ κόνεσι τὰς κεφαλὰς παλυνόμενον, τί μὲν οὐ φθεγγόμενον τῶν μαλασσόντων εἰς ἔλεον, τί δὲ μὴ πρᾶττον τῶν ἐχόντων καταστέλλειν θυμοῦ ἀγριότητα; εἶδεν ἂν ἐκεῖ τις τὰς Ὁμήρου Λιτὰς πολλαχῇ περιτρυζούσας καὶ τὸν οἶκτον διασκευαζούσας πάνδημον καὶ τὸ σὸν κράτος τιθείσας ἵλεων.

Οὐ γὰρ ἱστᾷς αὐτοῖς τὴν ἁμαρτίαν, οὐδὲ δρᾷς ὁποῖα δεδράκασιν ἢ γοῦν ἐκεῖνα σφίσιν ἐπεγκαλεῖς δικαίῳ θυμῷ χρώμενος· „ὡς διεμαρτυράμην ὑμῖν πολλάκις, ὦ ἄνδρες, τὰ εἰς εἰρήνην πέμπων ἀγγέλους, ἀλλ’ οὐδαμῶς ἀντησπάσασθε, ἐκάλεσα καὶ οὐκ ἠκούσατε, ἠπειλήκειν τὰ παρόντα καὶ οὐ προσέσχετε. ἀνεπέτασα τὸ στέρνον ὑμῖν καὶ προθύμως εἶχον ἐναγκαλίσασθαι, ὑμεῖς δὲ καὶ τὰς ὁδούς μοι πρὸς ταῖς γνώμαις διεταφρεύσατε· „ἐν ῥάβδῳ“, εἶπον, „ἐλεύσομαι πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ καὶ πραότητι πνεύματος;“ καὶ οἷς διεπράξασθε τὸν πλήττοντα προείλεσθε σκίπωνα. νῦν οὖν, ὅπως τοὺς σκληροτραχήλους καὶ ἀναιδεῖς τῷ προσώπῳ εἰσδέξομαι; ἤχησα τὸ ἀνακλητικὸν ὡς ἐπὶ ποιμνίῳ ποιμὴν εἰς ὄρη πλανωμένῳ καὶ ἀνομίας καὶ βάραθρα, ἀλλ’ οὐκ ἐπεστράφητε τῶν κηρυγμάτων ὡς τῶν συριγμάτων τὰ τῶν ζῴων βληχώμενα· μᾶλλον μὲν οὖν καὶ διακυρίττειν προήχθητε. καὶ διὰ τοῦτο ἤχησεν ἡ σάλπιγξ τὸ ἐνυάλιον φανείσης ἀνονήτου τῆς σύριγγος καὶ ὡς εἰς πρόβατα σφαγῆς τοὺς ὀλοθρεύσοντας ὑμᾶς συνήθροισα. φθόνος τοίνυν οὐδεὶς ἀπολαύειν ὑμᾶς τῶν βουλευμάτων τε καὶ τῶν σκεμμάτων, οἷς ἐπεμείνατε· εἰς οὐδὲν ὄφελος ὑμῖν τὰ δρώμενα μετ’ ἀντίστασιν ἐξ ἀβουλίας· ἑαυτοῖς τὸν ἔλεον ἀπεκλείσατε.

ἐπέστην καὶ ἀπέστητε· ἐλθὼν καὶ λαλήσας εὖρον ἄλλῳ τὰς ἀκοὰς ὑπέχοντας, ἑτέρῳ τὰ ὄμματα ῥέποντας· ἀναστήτω καὶ βοηθησάτω τοίνυν ἐκεῖνος ὑμῖν, οὗ τὸν ἄρτον ἠσθίετε καὶ τὸν οἶνον ἐπίνετε καὶ τοῖς λήμμασι τὰς χεῖρας ὑπείχετε. ἐννόμου βασιλείας τυραννίδα ἠλλάξασθε· χριστῷ Κυρίου προσφοιτῆσαι δυνάμενοι ἑτέρῳ ὁτῳδὴ προσεδράμετε. πῇ δὲ καὶ πεφευγέναι ἔχοντες τοιούτοις προσανείχετε; εἰς ὄρη; ἀλλ’ ὡς ἱππήλατον πεδίον ἰδοὺ ἐξηρεύνηνται· ἀλλ’ εἰς τεῖχος; ἀλλ’ εἰς ἀκρόπολιν; ἀλλ’ ὑπερέβην ἂν καὶ ταῦτα καὶ εἷλον αὐτοβοεί, κἂν ἦσαν ὅλως ἀτίνακτα τοσαύταις μυριάσι στρατευμάτων περιειλούμενα. ἀλλ’ εἴχετε θαρρεῖν εἰς ὃν ἠλπίκατε καὶ ὃν θεραπεύειν εἵλεσθε; καὶ πῶς ἂν ἔσωσεν ἑτέρους ὁ μὴ σῴζειν ἑαυτὸν δυνάμενος;“

Τοιούτοις ἔχων χρήσασθαι ῥήμασι, θεσπέσιε βασιλεῦ, οὐδόλως ἐδικαίωσας χρήσασθαι· ἀλλ’ ἅμα τὸν λεὼν ἐκεῖνον εἶδες ἱκεσιάζοντα γουναζόμενόν τε καὶ δεσμόχειρα προσιόντα σοι τὸν πρὸ βραχέος χεῖρας ἀνταίροντα καὶ θρηνώδεις ἀφιέντα φωνάς, καὶ ὡς λάχος σὸν οἰκτείρεις ἀρχαῖον ὁμοῦ καὶ κράτιστον καὶ μέρος καίριον οὐκ ἀπόβλητον τοῦ τῆς ἀρχῆς σοι πληρώματος· οὐ δὲ συνορᾷς ὡς ἀπέστησαν, ἀλλὰ χαίρεις ὡς ἐπῄσθοντο τοῦ δεσπόζοντος καὶ κατέγνωσαν ἀπάτην, ᾧ προσέκειντο πρότερον· καὶ θύεις Θεῷ χαριστήρια καὶ φθέγγῃ μετὰ τοῦ φιλοψάλμου καὶ φιλῳδοῦ θεοπάτορος· „εὐλογητὸς Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· ὁ ὑποτάσσων ὑπ’ ἐμὲ τὸν λαόν μου καὶ ἀποκαθιστῶν ἐμοὶ τὴν κληρονομίαν μου.“ καὶ ἀφίης τὰ ἐπταισμένα, οὐ τῷ μέν, τῷ δ’ οὔ, ἀλλὰ πᾶσι κοινῶς· τὸ δὲ μεῖζον, οὐ μόνον ἀποχαρίζῃ σφίσι τὰ σώματα καὶ σὺν σώμασι τὰ ὅπλα καὶ πρὸς τούτοις τὰ χρήματα, ἀλλὰ καὶ τοῖς τέλεσιν ἐντέλλῃ μηδὲ τὰ κτήνη τοῦ πεδίου, ὁπόσα εἰς ζυγὸν καὶ δίαιταν ἐπιτήδεια, ἢ γοῦν ἐλάσαι ἢ μὴν κεραΐσαι τοῖς ξίφεσι.

Ταύτῃ τοι καὶ βραβεῖα νίκης πολύπλοκα κομισάμενος καὶ φιλανθρωπίας στήσας τρόπαια, μᾶλλον δ’ ἀνεγείρας Ἐλέου βωμὸν πολλῷ τῆς τῶν τροπαίων στήλης περιφανέστερόν τε καὶ μονιμώτερον, ἔτι καὶ τόδε προσκατωρθώκεις χάριεν καὶ ἄξιον ἄγασθαι· οἳ γὰρ ἐξ ἐναντίας ἤγγισαν χθιζά σοι καὶ ἔστησαν καὶ τόξα ἐνέτειναν καὶ θυρεοὺς ἐπωμίσαντο, τούτους σήμερον εἶχες ὑπὲρ σοῦ τὰ ὅπλα βαστάζοντας καὶ κατ’ ἐκείνου τὰς γνώμας μεταθεμένους, ὑπὲρ οὗ πρὸ τρίτης διεκινδύνευον. ὢ καινῆς πραγμάτων περιπλοκῆς· ὢ θαύματος ἀξίας ἀντιστροφῆς· οἱ ἀντίμαχοι σύμμαχοι, ὑπερασπισταὶ οἱ ἀντίπαλοι, καὶ τῶν ὁδῶν ἡγήτορες σήμερον οἱ χθὲς πολεμήτορες. ὢ μάχης ἐκείνης εἰρήνην μαιευσαμένης· ὢ νείκους ὠδινήσαντος φιλίαν καὶ συνάψαντος εἰς ἓν τὰ διεστῶτα φρονήματα.

Καὶ σὺ μέν, ὦ βασιλεῦ, οὕτω τοῖς ἔμπροσθεν προὔβαινες καὶ τὰς τῶν ἀνδρῶν μὲν ἐκείνων ὁμηγύρεις μεταλλοιῶν καὶ μετεγκεντρίζων ὡς καλὸς φυτοκόμος ἐξ ἀγριελαίου εἰς καλλιέλαιον, οὐχ ἧττον δὲ καὶ τὰς τραχείας πορείας εἰς τροχιὰς εὐθείας διατιθέμενος. τάχα δ’ ἂν καὶ ἤγγισας, οὗ πεπόρευσο, καὶ κακὸν ὄναρ ἐπέστης τῷ τὴν Ποντικὴν Ἡράκλειαν ὅσα καὶ εἱρκτὴν εἰσιόντι καὶ ὡς λάϊνον χιτῶνα περικειμένῳ τὸν ταύτης περίβολον, εἰ μὴ καινῶς καὶ ὑπὲρ λόγον ἕτεραι φροντίδες ἀντέκρουσαν καὶ εἰς μείζονας ἀγῶνας παρὰ δόξαν ἀνθείλκυσαν.

Ὢ τῶν τυχηρῶν περιπτώσεων· ὅπως γὰρ ἄλλως καὶ φράσαιμι; ὢ πραγμάτων συγκυρίας ἀγνώμονος· οἰκειότερον δ’ εἰπεῖν, φεῦ τοῦ φθόνου τοῦ βάσκανον τοῖς σοῖς ἐνιδόντος κατορθώμασι, καὶ <τ>έλ<ος> τὸ <ἑ>ρ<μ>αῖ<ον> διαφθείραντ<ος>· ὅτε σοὶ τὸν στέφανον ἡ νίκη προὔτεινε παντελῆ, τότε ἀντιπεριάγων οὐκ οἶδ’ ὅστις εἰς ἕτερα μετήνε<γκεν> ἀεθλεύματα.

Βραχὺ τὸ ἐν μέσῳ καὶ ὅσον ἔκτασις χειρὸς εἰς τὸ συλληφθῆναί σοι τὸν Σατὰν καὶ δοῦναι δίκας, ὧν πεπαρῴνηκεν, ἢ τοῖς πράγμασιν ἀγχόμενον βαλεῖν ἑαυτὸν κατὰ κύματος, καὶ ἡ τοῖς καλοῖς ἀεὶ ἐπεγκειμένη καὶ συνεισερχομένη λαθρηδὸν ἀντίπαλος ῥοπή, καὶ τῶν μὲν ἡδόντων ἀπαρύτουσα, τῶν δὲ θλιβόντων σφίσιν ἀντεπεισάγουσα, τὸν κύβον ῥίψασα ἑτέρως ὡσεὶ καὶ ἥπατος λοβὸν ἐκ φάρυγγος θηρῶν τῶν σῶν ἐξείλετο στρατευμάτων καὶ πόλιν ἐπὶ Πόντῳ κειμένην καὶ τὴν κλῆσιν εἰληχυῖαν ἐξ Ἡρακλέος καὶ τὸν ἔνδον ταύτης ὡσεὶ καὶ πεδήτην καθήμενον καὶ περὶ τῶν ὅλων ἤδη λαμπρῶς ἀπειπάμενον. νῦν ἀληθῶς ἐν λιμένι ναυάγιον, νῦν καθεύδοντα ἄνθρωπον ἔγνωμεν τρόπαιον μὲν οὐκ ἐγείροντα, χεῖρας δ’ ἄνακτος τροπαιοφόρου καινοπρεπῶς ἐκδιδράσκοντα· οὐδ’ ἐν ὀνείροις οὕτω τις εὐημέρησεν, ὡς ὁ ψευδώνυμος οὗτος Δαυὶδ παρὰ δόξαν διέδρα τὸν κίνδυνον· ὄντως πολλὰ μεταξὺ κύλικος καὶ χείλους ἄκρου οὐδὲ συμβαίνουσα τῇ χθὲς ἡ σήμερον, ἀλλὰ καὶ τὸ τῆς ὥρας πολλοστὸν ἀλλοπρόσαλλον.

Καὶ τῇδε μὲν εἶχε ταυτί. αὐτὸ δὲ τὸ κατὰ Πόντον ἐκβρασθὲν μειράκιον ὡς ὑπὸ κύματος θαλάττης σκύβαλον ᾤετο, εἰ χρήσαιτο συνερίθοις τοῖς Ἰταλοῖς, σὲ μὲν δυσαπαλλάκτοις καὶ καινοῖς ἐμβαλεῖν μογήμασιν, ἑαυτὸν δ’ ἐκσώσειν εἰς τέλος διὰ τὴν τῶν πραγμάτων παλίμπνοιαν. ἀλλ’ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ· ὅθεν οἱ μὲν πυθόμενοι τοῖς περιποντίοις ἐμπονεῖν σε μέρεσι τὴν σὴν ἁρπάζουσιν ἀπουσίαν καὶ κατὰ γῆν καὶ θάλασσαν τῇ Νικομήδους προσβάλλουσι· σὺ δ’ ἀτίνακτος ὢν ταῖς ἀγχιστρόφοις μεταβολαῖς καὶ μήτε τοῖς κατ’ οὖρον φερομένοις ὑπὲρ ὃ δεῖ κουφιζόμενος, μήτε μὴν ταῖς δυσπραγίαις ὑποκλινόμενος ἀγεννῶς, τὸν μὲν μείρακα παρῆκας ὡς εὐχείρωτον καὶ πάλιν καὶ πολλάκις ἐσόμενον, τὰ χαλινὰ δὲ μετενεγκὼν τοὺς ἐκείνου συμμάχους ἀναδιφᾷς ποθῶν καὶ τὸν τοῖχον ἐξαλεῖψαι καὶ τοὺς τοῦτον ἀλείφοντας. τί δὲ οἱ γενναῖοι μαχηταὶ καὶ ἱππόται ἀκράδαντοι καὶ τὸ φρονεῖν ἀταπείνωτοι καὶ ἀγέρωχοι καὶ ὑψαύχενες; οὔπω καθαρῶς μετὰ μοίρας τινὸς στρατιώτιδος αὐτοῖς ἐπέρραξας, καὶ τῷ δέει τὰς φρένας ἀλλοιωθέντες προτροπάδην οἴχονται αἰσχύνῃ καὶ νυκτὶ τὰ πρόσωπα καλυψάμενοι· τὸ δὲ καινότερον, οὐδ’ οἷοίπερ ἐξῄεσαν, τοιοῦτοι καὶ ἐπανῄεσαν, ἀλλὰ συχνοὺς μὲν ἄνδρας, πολλοὺς καὶ ἵππους ἀποβαλόμενοι, τὴν δ’ ἀποσκευὴν ἅπασαν τῆς στρατείας ἀποσεισάμενοι, καθαπερεὶ φόρτον ἐς Ἅιδου κατάγοντα ὡς ἐν ἑνὶ πνεύματι τὴν Κωνσταντίνου εἰσέδυσαν.

οὕτως οὐ χρεὼν τὸν εὔελπιν εἰς Θεὸν κἀκείνῳ τὰς πράξεις ἀνάπτοντα τοῖς αἰφνηδὸν προσπίπτουσιν ἀνιαροῖς ἀηδίζεσθαι.

Ἀτεχνῶς γάρ, φιλοχριστότατε βασιλεῦ, τὸ μὲν ἑσπέρας ηὐλίσθη σοι βραχείας ἀχθηδόνος ὑποκλαυθμύρισις διὰ τὴν ἀγγελθεῖσάν σοι τῶν Ἰταλῶν ἔφοδον, τὸ δὲ πρωῒ μεγίστη ἐπεγέλασεν ἀγαλλίασις διὰ τὴν τούτων ἐκτροπήν τε καὶ ἀποσόβησιν. καὶ τὰ τοῦ Ἠσαΐου δέ πως ἐπὶ σοὶ πεπεράτωται· „Κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες καὶ πεσοῦνται οἱ βοηθούμενοι καὶ ἅμα πάντες ἀπολοῦνται“. οὐ μόνον τοίνυν τὰ καλά σοι θεόθεν δεδίσσευται, ἀλλὰ καὶ τὸ προκτηθὲν κάλλιον προσκατώρθωται· οἵ τε γάρ, οἱ ἐχθροί σου, τῷ πλήθει τῆς δυνάμεώς σου ἐψεύσατο, κἂν σοφοὶ τὴν πανουργίαν ἦσαν καὶ τὸν σὸν δρόμον ἐπισχεῖν ἠπείγοντο, καὶ τόν, καθ’ οὗ τὴν στρατείαν ἐκήρυξας, ἔχεις καὶ πάλιν ὡς πρότερον ἐκ τῶν τοῦ Πόντου μερῶν ἀνασπᾶν ὅσα καὶ ἰχθὺν τῷ σῷ διαπειρόμενον δόρατι καὶ ὡς στρουθίον καταπαίζειν οἰκτρότατον διαπτῆναι μὲν ἱέμενον, διαδρᾶναι δὲ μὴ δυνάμενον, τοῦτο μὲν ἐκ τοῦ τὰ ὅπλα ὡς πτίλα περικοπῆναι, τοῦτο δὲ καὶ τὴν περικειμένην αὐτὰ νεολαίαν τῷ σῷ κράτει προσρυῆναι καὶ προσπεσεῖν· ὥστε τὸ ἄκρον ἑλὼν καὶ τοῦ μέσου λαβόμενος καὶ τὸ πλέον ἔχων ἐντεῦθεν μετὰ βραχὺ καὶ τὸ λεῖπον ἐφομαρτοῦν ἐπόψει καὶ συνεπόμενον.

Καὶ βάλλοις οὕτω καὶ νικῴης οὕτω, βασιλεῦ μεγαλόνικε· καὶ εἴη σοι μὴ κατὰ γῆν μόνην μεγίστοις τροπαιουχήμασιν ἐπαγάλλεσθαι, ἀλλὰ καὶ καθ’ ἅλα καλλίστοις ναυμαχήμασι καλλωπίζεσθαι· καὶ ὁρῴημεν ἡμεῖς τὸ ὑπήκοον τά τ’ ἐπίγεια τά τ’ ἐνάλια σὰ κατορθώματα περὶ πρωτείων ἀμφήριστα, καὶ ἄλλος ἐπ’ ἄλλῳ πίπτοιεν καὶ προσπίπτοιεν οἱ ἀλλόφυλοι, ὅσοι σκάφεσι μακροῖς ἡμῖν ἐπιπλέουσι καὶ ὅσοι γῆθεν ἐπιβουλεύουσι.

Γένοιτο δέ σοι καὶ τῇ πατρίδι πόλει ἐπαμῦναι εἰσέτι σπανιζούσῃ τοῦ ἐπαρήγοντος καὶ πασχούσῃ λίαν οἰκτρῶς τὰ μήτ’ ἀκοαῖς τλητὰ μήτε λόγοις ῥητὰ ἐκ τῶν ἐπιμανέντων αὐτῇ βιαστῶν καὶ τῶν ἀνεράστων τοῦ καλοῦ ἐραστῶν. ὢ πῶς τὴν πορφύραν καὶ τὴν βύσσον ἐκδέδυται. ὢ πῶς τοὺς χλιδῶντας χλιδῶνας διέρρηκται· ὢ πῶς τὴν κεφαλὴν σποδῷ πέπασται, ἣν χρύσειος ἐκόσμει κεκρύφαλος καὶ ἐνώπια κατηγλάϊζον παμφανόωντα· ὢ πῶς ἐξουθενουμένη καὶ ἀπωσμένη ἡ πόλεων πασῶν ὑπερκειμένη καὶ βασιλεύουσα καὶ χαλαρῶν ῥυτίδων ἀνάπλεως ἡ στιλπνὴ πρὸ τρίτης τὰς ὄψεις, ἡ εὐῶπις, ἡ μιλτοπάρῃος.

Εἰς σὲ τοίνυν, ὦ βασιλεῦ, τὰ ὄμματα τείνουσα καὶ τὰς χεῖρας αἴρουσα τὰ Δαυιτικὰ ἐκεῖνα μετὰ συνοχῆς ἐπεύχεται καί φησι· „τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με· γενοῦ μοι Μωσῆς ἐλευθερωτής· φάνηθι ὡσεὶ πῦρ, ὃ διαφλέγει δρυμόν, τοῖς ἐμὲ θεμένοις ἐμπεπυρισμένην πυρὶ καὶ ἀνεσκαμμένην· μὴ φείσῃ τῶν μὴ φεισαμένων μου· τίσειαν Ἰταλοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. ὑπερέβην ἐν συμφοραῖς ἢ καὶ ὡμοίωμαι τῇ πάλαι Σιών, ἣν στρατὸς ἠδάφισε Βαβυλώνιος· ἀλλ’ ὡς ἐκείνην ἐπανήγαγε Ζοροβάβελ, οὕτω καὶ σύ με ὑπολαβὼν τοῦ χαλεποῦ τοῦδε πτώματος ἔγειρον· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. οὐκ ἄμισθος ὁ μόχθος ἔσται σοι, ἀλλὰ καὶ λίαν ὁ μισθὸς ἐντελόμισθος· ταινιάσω σε τῷ βασιλείῳ τρανότερον στέμματι· διαδήσω σε τῷ τῆς νίκης λαμπρότερον στεφανώματι. ὡς ἡ Ῥώμη Βροῦτον ἐπὶ κύρβεων εἰκονίσω σε· ὡς Τιμολέοντα Σικελία δοξάσω σε· ὡς Ἁρμόδιον Ἀθῆναι ἀθάνατα κροτήσω κἀπὶ στήλης ὑψώσω σε. εἴθε θεασαίμην σε, ὃν πάλαι τε καὶ ἐκ πλείονος ἰδέσθαι ποθῶ. ὡς ἂν μήτηρ ἐπὶ τέκνῳ καὶ υἱὸς ἐπὶ μητρὶ εὐφραινοίμεθα, καὶ ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιθέσθαι γένοιτο διὰ σοῦ.“

Ταῦτα ἡ γαλοῦχός σοι πόλις καὶ κοινὴ τῶν Ῥωμαίων πατρὶς οἰμώζουσα καὶ κοπτομένη φησί, βασιλεῦ· ὁ δὲ τῶν παρακλήσεων Κύριος κλύοι μὲν τῶν ταύτης ὀλολυγμῶν, εἴη δὲ καὶ τὸ σὸν τιθεὶς κράτος εὔθυμον πολυχρόνιον.