Ἔργον
Νικήτας Χωνιάτης – Λόγοι (1-18)
Λόγος 14: Μονωδία επί τω θανάτω των αδελφών Ιωάννη και Μιχαήλ Βελισσαριώτη
Επικήδειος θρήνος και εγκώμιο για τον βίο, το πολιτικό ήθος, τη ρητορική δεινότητα και τη φιλανθρωπία των δύο επιφανών ανδρών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος 14: Μονωδία επί τω θανάτω των αδελφών Ιωάννη και Μιχαήλ Βελισσαριώτη
Επικήδειος θρήνος και εγκώμιο για τον βίο, το πολιτικό ήθος, τη ρητορική δεινότητα και τη φιλανθρωπία των δύο επιφανών ανδρών.
Τοῦ αὐτοῦ· Μονῳδία ἐπὶ τῷ θανάτῳ τοῦ γυναικαδέλφου αὐτοῦ Ἰωάννου τοῦ Βελισσαριώτου θανόντος ἐν τῇ πόλει τῇ Νικαίᾳ· ἐγεγόνει δὲ οὗτος ἐπὶ τῶν οἰκειακῶν, λογοθέτης τῶν σεκρέτων, μέγας λογαριαστής, καὶ ἐσύστερον πρωτασηκρῆτις καὶ ὀρφανοτρόφος. Ὅτε μοι καὶ γλώττης ἔδει τρανοτέρας τινὸς καὶ βελτίονος καὶ δακρύων πηγῆς πολυχεύμονος, ὡς ἂν οὕτω καὶ λόγοις δεξιωσαίμην καὶ δάκρυσιν ἀποκλαυσαίμην τὸν ἐν λόγοις πολὺν καὶ πρὸς οἶκτον ταχὺν καὶ πλέον ἢ ἄνθρωπον, τότε καὶ τοῦ κομψόν τι λέγειν ἐστέρημαι καὶ τὸ θερμῶς δακρύειν ἀφῄρημαι, ταῖς συμφυέσι μοι βαλλόμενος συμφοραῖς πολλαῖς καὶ πάσαις οὔσαις χειρίσταις, ὡς ὑπὸ παίδων νηπιάχων τιτθεύτρια θήλεια, καὶ τὸ σφῶν οὐκ ἔχων πειναλέον ἀκέσασθαι μὴ κόρον μηδὲ ὅρον εἰδὸς ἐκμυζήσεως ἐπίσης τοῖς τῆς βδέλλας ἀπληστοτάτοις γεννήμασιν, ἣν ἀνέγραψε Σολομῶν, ὥστε καὶ δακρύειν τὸ μὴ δακρύειν μοι ἔπεισι καὶ τὸν πρὸς τέχνην λόγον ἀναδιφᾶν ὡς εἰς καιρὸν ἐπιστησόμενον εἴτε μὴν ἐπαναδραμούμενον, μᾶλλον δὲ κρίνειν ἀγαπητόν, εἰ καὶ ἐν ἰσχνοῖς ἰνδάλμασι καὶ ἀμυδροῖς ἀπηχήμασιν ἡμῖν ξυγγένηται· ὥσπερ πάλαι καὶ θεὸς ὁ νόμιος τῷ τῆς Ἠχοῦς ὑστεροφώνῳ τὰ ὦτα κεντούμενος εἴχετο τῶν σκοπιῶν, τῶν ῥαγάδων ἐπέβαινε, τῶν μετεώρων ἥπτετο, τὰς κοιλάδας περιεπάπταινε, τὴν ἐρωμένην ἀναζητῶν καὶ πληρῶν ἀθυμίας τοὺς δόνακας, οὕτως ἐπ’ ἀπόροις ἐπιρρεῖ μοι πάντοθεν ἄπορα.
καὶ θεοὶ μὲν Ἑλλήνιοι τὴν τοῦ μύθου Νιόβην οἰκτείραντες ἀκαταλλήλους φύσεις ἐκείνῃ συνεκεράσαντο· οὐκοῦν ἐδάκρυε μὲν ὡς ἄνθρωπος, ὡς δὲ λίθος ἀντεῖχε πρὸς τὸ τοῦ πάθους ἀφόρητον· λίθος ἠφίει δάκρυον καὶ ἄνθρωπος ἀπαθὴς ὡς λίθος διέκειτο· μανὸν ἀνθρώπιον σῶμα καὶ φύσι ναστὴ καὶ ἀπόκροτος ἀλλήλοις περιχωρήσαντα τῶν ἀμφοῖν ἰδιωμάτων μετέδωκαν, ὡς ἐκ τῶν ἀνομοίων προϊέναι τὰ ὅλως ἀσύμβατα, δάκρυον ἐκ λίθου, ἐκ δ’ ἀνθρώπου λιθώδη ἀπάθειαν. ἔμοιγε δὲ τοὐναντίον ἅπαν συμβέβηκε· κατὰ γὰρ τὸ μὴ δακρύειν λίθοις ἀφομοιούμενος, τὸ τῶν λίθων ἐν τῷ πάσχειν ἀνένδοτον περιῄρημαι.
Ὢ λυγρὸς οὗτος αἰών· ὢ πολυπλόκων συμφορῶν μέγεθος· ὢ πολυμόρφων δυσχερῶν κρᾶμα καὶ ἔρανος· ὢ τύχη δυσκληρίας πολυσχιδὴς καὶ φιλότιμος ἐν τοῖς θλίβουσιν, ἥτις ἄλλοτε ἄλλοις καὶ πᾶσι[ν] δυσπαλαίστοις ἐπεμβᾶσά μοι δυσπραγήμασι, νῦν τὴν κορωνίδα τῶν κακῶν ἐπενήνοχε καὶ δίδωσι τάφον ἀνδρὸς περιίστασθαι, ὃς ἄξιος ζῆν μᾶλλον ἢ θανεῖν ἔφυ καὶ ὃν ἔδει μετὰ γῆρας πολυετέστατον καὶ τὴν πολλάκις ἐπαργύρωσιν τῆς τριχὸς ὡς σῖτον ὥριμον τοῖς οὐρανίωσι σιτῶσιν ἐνθησαυρίζεσθαι.
Τί τὸ ἐξ ἡμῶν ἀπόδημον τοῦτο, θειότατε ἀνθρώπων καὶ βέλτιστε; τίς ἡ μὴ φιλυπόστροφος αὕτη μετάθεσις; πλειστάκις μὲν ἀλλήλοις συνημμένοι τόπον ἐκ τόπων ἠμείψαμεν καὶ χώρας ἀλλοδαπὰς παρῳκήσαμεν, ἐξ οὗπερ τῆς πατρίδος, αὐτὸς ἔγωγε δὲ τῆς τιθηνοῦ τῶν λόγων μοι πόλεως, πόρρω ποι ἀπηνέχθημεν, βαρβάρων ἡλωκυίας χερσί, πολύπλαγκτοι φανέντες ὡς οἱ τῶν ὀρνίθων ἀβέβαιοι καὶ τῶν ἀστέρων οἱ πλάνητες· ἀλλ’ οὐδ’ ἐπὶ μιᾷ τούτων διαστῆναι ὅλως εἱλόμεθα. Πυλάδην καὶ Ὀρέστην εἶπέ τις ἂν ἡμᾶς θεασάμενος συνοδιαστὰς ἀλλήλοις καὶ συνεκδήμους, ἢ γοῦν τοὺς ἐκ Μολίονος συναφεῖς, εἴτε κνήμην ἐχομένην γόνατος καὶ χεῖρα τὰν χεῖρα νίζουσαν.
Νῦν δὲ σκυλεύσαντος Ἅιδου καὶ χαλεπωτέραν τῆς τῶν ἐπιζεφυρίων ἐθνῶν εἰσενεγκόντος προνόμευσιν, τὴν οἰκτρὰν ταύτην διάζευξιν ὑφιστάμεθα, μεθ’ ἣν οὐκέτι συμμίξαντες ἀλλήλοις τὴν αὐτὴν καὶ πάλιν ἄμφω οἰκήσομεν ἢ καὶ συσκηνοῦντες εἴημεν, ταῦτα δὴ τὰ ὡς ἐν κακοῖς μεγίστοις τοῖς συμφυέσιν ἡμῖν ἀνοχεύματα καὶ ψυχῶν κατωδύνων ἀλεξίλυπα φάρμακα. ἀμέλει τοι καὶ σὺ μὲν ὅσα καὶ ἕσπερος ὁ τῶν ἀστέρων κάλλιστος καὶ φανότατος τὸν ἑσπέριον ὑπέδυς τοῦ ζῆν ὁρίζοντα, ἵνα καὶ ἐν δόμοισιν Ἀΐδαο φαείνῃς, ὡς πέπεισμαι, καὶ διαλύσῃς τὸ νέρτερον ζόφωμα τῷ τοῦ φωτὸς περιόντι σοι· τὸν δὲ περίγειον τουτονὶ κύκλον αὐτὸς εἰσέτι περιιὼν κατὰ τὸ θεόθεν μοι παγὲν τῆς βιοτῆς ὁροθέτημα, βαρέως φέρω τὴν μόνωσιν καὶ τὴν ἑτερήμερον τῶν Διοσκούρων ζηλῶν ἀναβίωσιν ἔραμαι, εἰ μὴ λόγος ἦν διάκενος τῆς ἀληθείας ἐπίπαν ἀποπλαζόμενος, συγκληροῦσθαι δὴ καὶ ἡμᾶς τὸ κρύπτεσθαι παρ’ ἦμαρ καὶ φαίνεσθαι, ὅπως μηδὲ μετὰ μόρον ἀλλήλων ἐκδιιστάμεθα τὸ ζώσιμον μεριζόμενοι.
Ἐπεὶ δὲ τοῦτο τοῖς ἀνθρώποις ἀνέφικτον (κατεσφράγισται γὰρ ὁ ᾅδης καὶ οὐκ ἔστιν ὁ ἐπανακάμπτων, οὐδ’ ὁ παλίσσυτος ἐς φῶς ὁρώμενος) κλαύσομαι καὶ κόψομαι καὶ μέλος ἀναβαλοῦμαι σειρήνειον, καὶ στρουθῶν ἑταῖρος ὀφθήσομαι καὶ τὴν ἁλκυόνειον πολυπένθειαν αἱρετίσομαι, εἰ καὶ πάντως ἀνόνητα, τὸν ἀληθῆ δ’ ὅμως φιλέταιρον πιστούμενος· „τὸ γὰρ γέρας ἐστὶ θανόντων,“ ὡς ἡ ποίησις ἔλεξεν ἡ Ὁμήρειος· ἐξ ἧς καὶ τάδε προσερανίζομαι τοῖς ἐπὶ σοὶ συνᾴδοντα πένθεσι περιαλγῶς ὑφ’ Ἕκτορος ἁρμοζόμενα „νῦν σῶς αἰπὺς ὄλεθρος, νῦν κατ’ ἄκρας ἥλω Ἴλιος ἱρή.“ Καλὸν γὰρ καὶ οὕτω κόψασθαι τὴν Κωνσταντίνου καλλίπολιν· εἰ γὰρ καὶ δυσμενὴς πληθὺς δυσμικὴ κατεχόρευσε ταυτησὶ καὶ δόρατι κατέσκαπται καὶ πυρὶ κατέστραπται καὶ περιφανὲς ὦπτο ἐρείπιον, ἀλλά γε νῦν ἐπιμᾶλλον κατεστρατήγηται καὶ χείροσι τῶν πρώην κακοῖς περιπέπτωκεν.
ὅσῳ τότε μὲν ἐς κάλλη στοῶν καὶ δόμους χρυσοπάστους καὶ παντοδαπῶν χρημάτων σωρείας τὴν συμφορὰν ἐπεμέτρησε, ληιστὰ καὶ μὴ δυσπόριστα ὄντα καὶ πρὸς ἄλλοτε ἄλλους μεταφερόμενα, νῦν δὲ τὰ πάντων δυσαχθέστερα πέπονθεν ἀποκειραμένη τοὺς ἄνδρας καὶ δυστυχῶς ἄγαν ἐσκυλευμένη τοὺς πανευδαίμονα δεικνύντας ἐν πόλεσιν· ὃ καὶ Ἕκτωρ εἰδὼς σχετλιάζων πεποίηται καὶ γοερῶς ὀδυρόμενος ἄνδρας ἡγεμόνας ὑπ’ Ἀχαιῶν δαμέντας εἰς πόλεμον, οὓς ᾔδει στρατηγεῖν ἀρίστους καὶ τὴν Ἴλιον φρουροῦντας τάφρου καὶ τειχῶν ἀκριβέστερον, ἐπεὶ καὶ παρ’ ἀνδράσι νῷ διοικουμένοις καὶ πόλεων εἰδόσι συμφόρως προΐστασθαι οὐδὲν εὐχρηστότερον κρίνεται τῶν καλλιτεχνεῖν ἐπισταμένων ὁπόσα κοινῇ σωτηρίᾳ καὶ συνεκτικὰ τῆς εὐνομίας, δι’ ἧς ὁ βρότειος βίοτος τῆς θηριώδους ἀλληλομανίας διέστηκε.
τοὺς μὲν γὰρ ὅπλα φέροντας μετὰ βαρβάρου μόνου φρονήματος καὶ μηδὲν ἀλλ’ ἢ τὴν Ἄρεος κονίστραν καὶ τὸ χωρεῖν ὁμόσε μετιόντας ξίφεσι παντός ἐστι καὶ τοῦ βραχέος ὠνήσασθαι (καὶ Μασσαγέτης καὶ κοντοφόρος Ἰταλὸς καὶ Πέρσης σκηνόβιος τὸ κεχηνὸς ἀναπληρώσει τῆς φάλαγγος), τοὺς δ’ Ἑρμῇ καὶ Χάρισι θύοντας καὶ μετὰ νοῦ κυβερνῶντας τὸν πόλεμον (ὅτι καὶ πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλε τὸ ὀχύρωμα, ἐφ’ ᾧ ἐπεποίθεισαν οἱ δυσσεβεῖς, Σολομῶν ἀποφαίνεται) πολλῆς τῆς ἐργωδίας πορίσασθαι· καὶ σπανιωτέρους ἴδῃ τις ἂν τοὺς τοιούτους τοῦ δι’ ἐτῶν πεντακοσίων τικτομένου Φοίνικος ὄρνιθος.
Καὶ σὲ τοίνυν, ἄνερ θειότατε, σοφίας τρόφιμον, χαρίτων μέτοχον, Θέμιδος ὑποδρηστῆρα καὶ Μουσάων ἐρατὸν ὀπαδὸν ἡ ἐνεγκαμένη καὶ θρεψαμένη βασίλεια πόλις γνωρίσασα πλείστων ὅσων ἠξιώκει τιμῶν καὶ μεγίστων μεταδεδώκει τῶν δεξιώσεων καὶ θαυμασταῖς ἐκλέϊσεν ἀναβάσεσιν. ἐγνώκει μὲν γὰρ καὶ τὴν ῥοδωνιὰν καλλιφύτευτον, ἐξ ἧς ἀνέβλαστες, καὶ τὸ φυτὸν εὐφυές, ἐξ οὗ προελήλυθες· ἀλλ’ ἠγάσθη μᾶλλον τὸ ῥόδον καὶ τὸν καρπὸν μετ’ εὐφροσύνης ἐδρέψατο.
ὡς δὲ καὶ λόγοι τὸ σὸν ἐδείχθησαν σπούδασμα, τὰ τῶν ὀρθολεκτούντων τελεσθείς, εἶτα τοῦ τῆς Καλλιόπης νάματος ἐμφορηθεὶς καὶ στομωθεὶς τὴν γλῶτταν ῥητορείας πυρσεύμασιν, οὐδὲ τῆς πασῶν ἐπιστημῶν τε καὶ τεχνῶν ἐπόχου φιλοσοφίας ἀπέσχου παντάπασιν, ἀλλὰ καὶ τῶν ταύτης ὀργίων ἁψάμενος ἐς ὅσον χρεὼν τὸν ἑτέραις λογικαῖς μεθόδοις ἐννεάσαι προθέμενον κἀπὶ ταύταις τὸ φιλότιμον ἐνδειξόμενον, τὰ λοιπὰ παρῆκας τοῖς ἐπὶ κρεμάθρας μετεωροφέναξι καὶ κορυζῶσιν ἀεροβατεῖν καὶ περιφρονεῖν τὸν ἥλιον, καὶ μίαν μὲν τὴν τοῦ κόσμου σφαῖραν τὴν ἐξωτάτην καλουμένην μυσταγωγοῦσι πρὸς τὸ ἑαυτῆς κέντρον τὴν γῆν συννεύουσαν, ἐπὶ δ’ αὐτῇ καὶ κύκλους ἑπτὰ τῶν πλανωμένων σφαιρῶν τῷ οὐρανίῳ παρεισάγουσι σώματι, αἷς καὶ φορὰς σημαντικὰς τῶν ἐσομένων ἀνέθεσαν, μὴ μόνον κινήσεις χαριζόμενοι τοῖς ἄστροις κατὰ δόξαν αὐθαίρετον ἀντιπεριιστώσας ταῖς νυξὶ τὰς ἡμέρας, ἀλλά γε καὶ ταῖς ἡμῶν ἀντιπραττούσας γνώμαις καὶ προαιρέσεσιν. ᾔδεις μὲν γὰρ ἐκ φιλοσόφων δέλτων μαθὼν τὴν κεντρικὴν τῆς γῆς μεσότητα καὶ ὡς τὰ μὲν μετέωρα καὶ κοῦφα τῶν στοιχείων φελλοῖς ἀπείκασται, σιδηροῖς δὲ βάρεσι τὰ κατωφερῆ καὶ βαρύτατα, καὶ ὡς ἐνδεθεῖσα τούτοις ἡ γῆς ἀνέχεταί πως μετέωρος ὡς ὑπὸ φελλῶν ἐν ὕδασι μόλ<υβδος>.
Ἐρίοις δὲ στέψας ταυτησὶ τὰς δόξας μετὰ τῶν ἀνυποστάτων σκινδαψῶν καὶ τῶν φαινομένων οὐδαμῶς ἰδεῶν, τῶν κατηγοριῶν τε καὶ μίξεων καὶ ἀναλύσεων, καὶ διαφεὶς τοῖς ἐπὶ γραφείου καὶ κόνεως ὡς μὴ πάνυ τι χρησίμους τῷ βίῳ, δικαιοσύνῃ μᾶλλον προσέσχες καὶ τῶν συστοίχων ἀρετῶν προτετίμηκας καὶ ὡς σφῶν ἑκάστης οἰκειοπραγίαν οὖσαν καὶ τὸ κατὰ πασῶν κράτος ἔχουσαν· ὅθεν τοῖς νομοτριβέσι φέρων ἑαυτὸν ἐπέδωκας οὐκ ἐθέλων εἶναί τις ἀπολίτευτος οὐδ’ ἀνόμοιος τοῖς ἔχουσι περὶ θέμιστας. ἐκκλησίαις μὲν οὖν προσαπήντας καὶ προσετλησιπόνεις βήμασι καὶ νόμων διαιρέσεις ἠπίστασο μήπω ὑπερβὰς τὸν μείρακα, τῶν δὲ δικορράφων παρήμειβες τὸ ἀμφίστομον καὶ στρεψίδικον καὶ τὴν τοῦ ψεύδους παρεώρας συσκίασιν, ὡς ἐν βραχεῖ τὴν Ἰταλίδα μάθησιν διελθεῖν καὶ παρελθεῖν ὡς πλείστους τῶν ταύτην μυουμένων κατ’ ἐνδελέχειαν.
Καὶ πῶς γὰρ οὐκ ἔμελλες, οὕτω μὲν ὠκυτάτην φύσιν λαχών, οὕτω δὲ συνάψας τῇ φύσει τὴν ἐπιμέλειαν, καὶ μαθεῖν μὲν ὀξύτατος ὤν, ἀπομαθεῖν δὲ ἀμβλύτατος, καὶ σπινθὴρ πρὸς καλάμην καὶ σῶμα περιφερὲς τῶν πρανῶν ἁψάμενον. οὐ γὰρ κατὰ τὰ διηθούμενα σινίοις σμικροφυῆ σπερμάτια ταχὺ τῆς σῆς μνήμης ἐξέπιπτε τὰ εἰσενηνεγμένα μαθήματα, οὐδὲ συνεχεῖτο τοῖς προτέροις τὰ δεύτερα ὡς τῶν ἰχνῶν τὰ προκεχαραγμένα τοῖς ἐπενστείμμασιν, ἀλλὰ κηροῦ μὲν ἦσθα πρὸς ἀπόμαξιν εὐτυπώτερος, χαλκηλάτων δὲ κύρβεων πρὸς ἀπότριψιν τῶν ἐγγραφέντων δυσεκτυπώτερος, ἐπεὶ καὶ τῇ καρδίᾳ ἐνίζανον καὶ ἐνεκαίοντο εἰς βάθος κατὰ τὰ δευσοποιὰ τῶν ὀμοργμάτων καὶ δυσαπόνιπτα.
εἰ δὲ συνίππευε τῇ φύσει καὶ ἰσοτάχει τις ἀνάλογος μάθησις, οὐδὲν ἂν προσίστατο παντοίων μαθημάτων σμηγάγγειον εἶναί σε καὶ παρὰ μὲν τοῖς θεσπιῳδοῖς Ἀριστοτέλους ἐκεῖνο δὴ ἐνωτίζεσθαι, ὅπερ οὗτος πρὸς Πλάτωνος κωφὴν τὴν ἀκρόασιν ὀνομάζοντος, ὅτε μὴ παρῆν ὁ δαιμόνιος, παρὰ δὲ τοῖς τὰ δικανικὰ μετιοῦσιν ἄλλος τις Κικέρων καὶ Δημοσθένης, ὧν ὁ μὲν δικασπολιῶν γλῶττα καὶ πραγμάτων τῶν ἐν Ῥώμῃ κάλλυντρον ἤκουεν, ὁ δὲ νοῦς τῆς πόλεως Ἀθηνᾶς καὶ χεὶρ Ἑρμαϊκὴ προΐσχουσα ξίφος Ἄρεος· νῦν δὲ τῇ φύσει τὰ πολλὰ χαριζόμενος καὶ τῷ τάχει ταυτησὶ πεποιθὼς ὑπενεδίδους πρὸς τὸν ἰσοφαρισμὸν τῆς μαθήσεως καὶ τὸν ἵππον ἦγχες τῆς φύσεως καὶ τῆς ὁρμῆς ἀνεσείραζες μηδαμῶς κεντρίζων μήτε μὴν μυωπίζων πρὸς ταὐτοδρομίαν τὸν τῆς μαθήσεως, ὥστε κατὰ τοῦτο καὶ χωλεῦον ἦν σοι τὸ δίπωλον. πλὴν καὶ οὕτως τὸ ἅρμα σοι τοῦ λόγου εὐάρμοστον, οὐδὲ χαλαρὸν τὸ τούτου καὶ ἔκλυτον δίαρμα, ἀλλὰ κεκραμένον τῷ ῥητορικῷ τὸ ἐμπολίτευτον καὶ συναναχεόμενον ἑκάστῳ ἑκάτερον εὔχαρι καὶ μελιτόεν καὶ ἀξιέραστον ἐτίθει τὸ λέγειν σοι. καὶ τοὺς πάλαι λόγων πατέρας ἀποθειάζων καὶ θαυμάζων τῆς δεξιότητος καὶ κατ’ ἴχνια βαίνειν ἐκείνων ἐρωτιῶν, οἳ τὸ θεμιστεύειν καὶ σοφιστεύειν, ἀλλήλων διεστῶτα καὶ πόρρω φερόμενα, συνῆψαν εἰς ἕν, οὔτ’ ἀπολιτεύτως εἵλου ῥητορεύειν, οὔτε μὴν ἀρρητορεύτως ὁπωσοῦν πολιτεύεσθαι.
Οὐκοῦν καὶ πλήρης φορτὶς τοσούτων καὶ τηλίκων φανεὶς λογικῶν μεθέξεων ὑπεράλλῃ μὲν τὰ ἐν μέσῳ πάντα καὶ τὸ τῇδε κἀκεῖσε περιστροφάδην ὁρᾶν, γίνῃ δ’ ἅπας τῶν ἀνακτόρων κἀκ τοῦ λέγειν καὶ πράττειν τὰ καίρια πρὸς ἑαυτὸν τὸ ὑπερέχον καὶ παραδυναστεῦον βασιλεῦσιν ἐφελκυσάμενος καὶ τοῦ σοῦ πόθου θέμενος ἐκκρεμές, τοῦτο μὲν ὡς ἡδὺς ὁμιλῆσαι, τοῦτο δὲ ὡς ὀξὺς ἐννοῆσαι τὰ δέοντα καὶ τὸ ἦθος στάσιμος καὶ πρὸς ἅπαν πρακτέον εὐκίνητος, εἶτα καὶ βασιλέων αὐτῶν τὰ ὦτα τῇ παμφήμῳ φήμῃ περιβομβεῖς καὶ τὴν σὴν ὄψιν ἀσπασίαν τίθης ἐκείνοις. ἀμέλει τοι καὶ δόξας τῆς ἀκοῆς οὐκ ἀνάξιος καὶ τῆς μὲν ἀδικίας τομεύς, τοῦ δὲ δικαίου βραβεύς, ἀμφοτέραις παρὰ σφῶν ἐπιδράττῃ καὶ συντάττῃ τῇ συγκλήτῳ βουλῇ. καὶ τὸ ἐντεῦθεν ᾄδεις τὰς ἀναβάσεις καὶ διατιθεῖς εἰς πολυβάθμους βατῆρας τὰς κλίμακας καὶ μικροῦ ἐστήριξας ταύτας ἐς κάρη οὐράνιον κατ’ ἐκείνην τὴν ὑψίζυγον ἀναβάθραν, ἣν ὁ ἐπὶ τῆς παλαίστρας τοῦ ἀγγέλου νύκτωρ τεθέαται· οὐκοῦν ἀνέβαινες αὐτὰς καὶ κατέβαινες, ἐκεῖνο μὲν διὰ τὸ τῶν μεγάλων ποικίλων ἀξιῶν μέγεθος, ἃς ἀνέτρεχες καὶ ἃς ὁμοῦ καὶ ἀνὰ μέρος περιεζώννυσο, τοῦτο δὲ διὰ τὸ τῆς γνώμης ὑφειμένον καὶ τὸ δήπου ὑφορᾶσθαι τὸν φιλότιμον ἐν ἀρχαῖς καὶ τὸν ἐκκορυφοῦντα τὴν δόξαν ἐς τὸ τῶν δοξασάντων ἀνώτερον, ἐξ ὧν κἀκείνῳ τὸ δοξάζεσθαι κατὰ μέθεξιν.
Ὅθεν οὔτ’ ἐσίτευσας τὸ βαλάντιον καὶ διῳδήκεις τοῖς χρήμασι τὸ χθὲς λιμῶττον καὶ σύσπαστον, οὔτε τοῖς ἀμφιβλήστροις ἐπέθυσας καὶ τὰς χεῖρας κατησπάσω τῆς ἄγρας, οὔτε μὴν δεινοπροσωπήσας τὰς ὀφρῦς ἀνεσπάκεις καὶ τοῖς σπλάγχνοις ὕδερον φυσιώσεως ἐπωχέτευσας, ἢ γοῦν τῆς ὁμοκαθεδρίας τῶν συνέδρων ἀποδιεῖλες μεταρσιώσας τὸν σκίμποδα καὶ στικτὰς θρανίδας χρυσῷ τοῖς τοῦ σώματος βάθροις ὑπέβαλες, ὡς ἡμῖν ἰδέσθαι πολλοὺς ἐξεγένετο τοιάδε μετιόντας ἀνοήτους ἀνόητα ἐν τῷ πληθυνθῆναι τὴν δόξαν τοῦ οἴκου αὐτῶν καὶ πολὺν ἐντεῦθεν κατάγελων ὄφλοντας. ἀλλὰ τὴν μὲν κρίσιν ἐπὶ γλώττης φορῶν, ὡς δ’ ἐσθῆτα τὸ δίκαιον περικείμενος, καὶ λογιστεύων τὰ δημόσια χρήματα οὐδαμῶς αὐτὰ κατέσπας ὡς οἱ βοροὶ τῶν ἰχθύων αὐτῷ δελητίῳ τὸ ἄγκιστρον, οὐδὲ πονηροῖς τὰς χεῖρας ὑπεῖχες λήμμασιν ἐπίσης τοῖς πρότερον, οἳ καταποντισταὶ ὄντες οἰακισταὶ προὐχειρίζοντο καὶ οἳ ἅρπαγες προὐβέβληντο φύλακες.
Ὢ πόσους ἀνεπλέξω στεφάνους ἐπὶ τοῖς μεγίστοις σοῖς κατορθώμασι καὶ οἷα εἰλήφεις ἐγκώμια πρὸς βασιλέων, πρὸς μεγιστάνων, πρὸς ἀλλοχώρων, πρὸς ἐνδαπῶν· νῦν μὲν δίκαιος κατ’ Ἀριστείδην ἐν τοῖς κοινοῖς λογοθεσίοις κρινόμενος, νῦν δ’ ἐν ταῖς δίκαις εὐθυδικώτερος Μίνωος, ἐν δὲ ταῖς τοῦ δέοντος εἰσηγήσεσι καὶ προγνῶναι καὶ προσκέψασθαι τὰ συνοίσοντα ξυνετώτερος μὲν Θεμιστοκλέος, εὐγλωττότερος δὲ τῶν Ὁμήρου δημογερόντων τῶν πυκνὸν ᾀδόντων καὶ τεττιγῶδες καὶ προϊεμένων αὐδὴν λειριόεσσαν, ἢ μᾶλλον προφητικὸς ἄντικρυς ἀνὴρ καὶ προβλέπων τὰ ἔμπροσθεν.
Τὸ δὲ δὴ καινόν, ἐξ ἄλλων ἄλλας ἀρχὰς καὶ πάσας μεγατίμους διαμειψάμενος, ὡς οὐδ’ ἐν μιᾷ διέπρεψας ἕτερος, καὶ οὔτε πρὸς τὸ σφῶν αἰθέριον ἠτενικὼς ἰλιγγίασας, οὔτε κατωκάρα καὶ κύμβαχος ἀνατέτραψαι ἢ κατὰ τὸν θεοῖς ὁμέστιον γλώσσαλγον ὡς ἐξ οὐρανίων σφαιρωμάτων τῶν ἀγχινεφῶν ἐκείνων ἀνακυμβαλισθεὶς ἀναβάσεων οἰκτρῶς κατενήνεξαι, ἀλλ’ ἄγαν ἀσφαλῶς καὶ ὡς εἴπερ ταῖς ἀρχαῖς, ἃς ἐχείριζες, ἐνερρίζωσο, κατά τε πρανῶν καὶ ὀρθίων ὡς οἱ τῶν ἱπποτῶν ἀκράδαντοι ἀπροσφαλὴς ἐφέρου καὶ ἀνεκσφαίριστος. προκόπτων δ’ οὕτω καὶ προβαίνων τοῖς ἔμπροσθεν ἀεὶ κατὰ πρόοδον, καὶ ταύτης μὲν ἀποβαίνων τῶν μεγίστων πολιτικῶν διοικήσεων, ἐς δ’ ἑτέρας ὁμοίας μετακαλούμενος, ἢ γοῦν ἐρώμενος ὑπὸ τῆσδε τῆς πάρεγγύς τε καὶ μείζονος, ἐνιαχοῦ δὲ καὶ πρὸς ἄλλης μηλοβολούμενος ἢ διὰ τὸ δυσερώτως ἔχειν τῆς περιδεξίου ἐν πᾶσί σου δεξιότητος καὶ πρὸς βίαν ἑλκόμενος, ὡς μὴ εἶναι ὅτε μὴ οὐχὶ καὶ διττῆς ἀξίας περιέκεισο μέγεθ<ος>.
Τέλος μετὰ τ<ῆς> πρωταση<κρήτου> προεδρίας καὶ τῆς τῶν ὀρφανῶν προμηθείας προβάλλῃ διάκονος· ᾔδεσαν γὰρ ἀκριβῶς οἱ ταύτην σοι τὴν προστασίαν ἐγχειρίζοντες, ὡς οὐ μόνον πρὸς τὰς πολιτικὰς πράξεις οὐκ ἀποπεφύκεις, ἀλλὰ καὶ τὰς θεοφιλεῖς ἐξησκήκεις τῷ τῶν ἀρετῶν περιόντι σοι φιλοβασιλεὺς ὁμοῦ καὶ φιλόθεος καὶ εἶναι καὶ ἀκούειν προμηθευόμενος, εἰπεῖν δὲ κἀκ τῆς τῶν κατὰ σὲ διοικήσεως καὶ τὴν τῶν ὀρφανικῶν χρημάτων οἰκονόμησιν τεκμαιρόμενοι καὶ οἷον συλλογιζόμενοι, ὡς ὁ σκορπίζων τὰ οἴκοι θεοφιλῶς καὶ τὰς μὲν χεῖρας ἀνοιγνὺς πένησιν, ἀποχλαινιζόμενος δὲ γυμνητεύουσιν, οὐδενὸς ἂν τῶν ἀλλοτρίων ἔρωτα λήψεται, εἰς ταύτην σε τὴν προστασίαν ἠρχαιρεσίασαν. οὐκοῦν καὶ λεῖα βλέπειν μαθὼν καὶ λύχνον τοῖς ποσὶν ἔχων τὰ Θεοῦ διατάγματα καὶ τὰς χεῖρας δεδειγμένας εἰς εὐποιΐαν, ὀφθαλμὸς ὁρῶν τοῖς μὴ βλέπουσι, τοῖς ὑποσκάζουσι πούς, δεξιὰ τοῖς μὴ ἔχουσιν, εἷς ἐξήρκεις μυρίοις, τοῖς πᾶσι πάντα γινόμενος καὶ τὰς σωματικὰς ἐνίων ἐκλείψεις τῷ τῆς εὐποιΐας ἀρτιῶν περισσεύοντι κατ’ ἐκεῖνο τὸ μονάζον μὲν ἀριθμῷ μάννα, ποικίλον δὲ καὶ πάγχρηστον τῇ πιότητι καὶ πρὸς τὴν ἑκάστου ἔφεσιν ἀμειβόμενον. οὐχ ἕνα τοίνυν ἡλκωμένον Λάζαρον ἐνοσήλευσας ἢ τὰ περιλιχμώμενα κυσὶν ἐκείνου τραύματα περιέδησας, ἀλλ’ ὁμηγύρεσιν ὅλαις πανάκεια προὔκεισο.
Οὐκ ἐψεύσω τὸν ὀρφανοτρόφον, μακάριε, οὐ τὸ καλὸν τοῦτο καὶ θεοφιλὲς προσώνυμον, λαμπρότατε ἀνδρῶν, ἐκιβδήλευσας, οὐδ’ ὑπενόθευσας τὴν πρᾶξιν χρυσὸν ἐκεῖθεν ἐμπορευσάμενος, ὅτι μηδ’ ἠγνόεις τὰ ἐξ ἀπόρων κερματιζόμενα τοῖς τούτων στεναγμοῖς κατ’ ἀχυρμιὰν ἐκφυσώμενα καὶ ὡς κόνιν τὴν ἐν θέρει σκιδνάμενα· ὥστε καὶ μεγαλέμπορος ἐντεῦθεν ἀπεναντίας τοῖς ἄλλοις γεγένησαι, οὐ τοῖς πένησι μόνον ἀπαρανόσφιστα φυλάξας τὰ σφέτερα, ἀλλὰ καὶ τὰ οἰκεῖα φιλοφρόνως ἐκεῖσε προκαταθέμενος, ὅθεν σὴς ἀποσέσεισται καὶ χεὶρ μεταλλῶσα τἀλλότρια μακρὰν ἀπελήλαται, οὐδ’ ὁ νυκτιλοχῶν καὶ διορύττων ἀνύσιμον ὁρᾷ οἱ τὸ διανόημα· κατὰ γὰρ τεῖχος τὸ Σεμιράμειον καὶ ἀκρόπολιν ἀνεπίβατον ἡ τῶν πενομένων παραδοχὴ πρὸς τὰ παρατιθέμενα σφίσιν ὠχύρωται, καὶ ἄλλως δ’ εἰπεῖν, ὡς ἀλετρίσι τοῖς ὀδοῦσι διατμώμενα τὰς ἀληθούσας λεπτὰ καὶ τῶν παρὰ φιλοσόφοις ἀτόμων ἰσχνότερα μύλας Θεοῦ τῆς ἀλήσεως ἱστῶσι καὶ μεθιστῶσι τοῦ πρὸς κόλασιν διελίττεσθαι. ἀμέλει καὶ χηρῶν προασπιστὴς καὶ πατὴρ ὀρφανῶν ὁρώμενος καὶ τῶν φυσάντων ἐκείνους φιλοστοργότερος ἐπλήθυνάς σου τὰ τέκνα ταῖς κατὰ Θεὸν ὠδινήσεσιν ὁ γυναικὶ μηδέποτε προσπλακείς.
Ὢ οἶα καὶ ὅσα ἔχων εἰπεῖν καὶ τοῦ <διὰ> βραχέων ἐκκρούομαι μνήσασθαι καθὰ καὶ οἱ λειμῶνας μὲν εἰσιόντες εὐθαλεῖς ὁμοῦ καὶ πολυανθεῖς καὶ πρὸς λείρια ξύμπαντα τὰς ὄψεις ἐκτείνοντες, τῷ δὲ τῆς θέας θαυμαστῷ καὶ ποικίλῳ τὴν ὅρασιν συγχεόμενοι καὶ κατακόρως οὐδενὸς ἀπολαύοντες, ἢ γοῦν οἱ τοῖς ὀφθαλμοῖς ἐπιόντες πέλαγος ἀχανὲς καὶ ἀόριστον, ἐς οὐδὲν δέ τι καὶ στῆναι πέρας δυνάμενοι καὶ τῷ τῶν κυμάτων ἐπαλλήλῳ τὸ λογιζόμενον συστρεφόμενοι· τῷ ὄντι γὰρ ὡς ἔστι καὶ κόρην ἰδεῖν ὀφθαλμοῦ θαυμασίᾳ φυλακῇ γυρουμένην (ἐπὶ γὰρ χιτῶνι χιτὼν ταυτηνὶ περιείληφε καὶ ποικίλαι προβολαὶ καὶ διάφοροι περιπτύσσονται) οὕτω κἀκεῖνον πολυειδεῖς τῶν καλῶν κύκλοι περιστοιχίζοντες τῆς μὲν συγκλήτου βουλῆς ἔδρων ὀφθαλμὸν καὶ ὡς ἐν χρυσῇ σφενδόνῃ τοῖς ἀνακτόροις λίθον ὑπέφαινον ἀνθρακίζοντα, ὡς δὲ πόλιν περιοχῆς τοῖς προσβάλλουσιν ἁπανταχόθεν ἀνεπιχείρητον.
Τίνα γοῦν εἰκὸς ἔχειν ψυχὴν καὶ ὅπως διακεῖσθαι χρεὼν τὸν τοσαύταις ἀκίσι πειρόμενον διακάρδια, ὁπόσοις ὁ κείμενος ὅδε περιερρεῖτο πλεονεκτήμασι; πάντως ταλάντατος ἐν ἀνθρώποις εἴη τις οὑτοσὶ καὶ μὴ τῶν Ὁμηρείων δύο πίθων ἀπαντλῶν ἀναμὶξ τὸ κέρασμα, ἐξ ἑνὸς δὲ τούτων τοῖς χείροσιν ὑπερχειλοῦς τὴν πόσιν ἀμιγῶς ἀρυόμενον. κἀπὶ τούτων μᾶλλον ὡς ἀπ’ ἀμάρας τῶν ὀφθαλμῶν θαλερὸν ἐξακοντίσει τις δάκρυον ἤπερ θερμῶς θρηνήσειε τὸν ἀπογενόμενον· ὁ μὲν γὰρ τὸν ζωῆς ἐκμετρήσας ὅρον πρὸς τὰ ἐξ ὧν συνήρμοσται ἀναλέλυκε καὶ ὡς ἦχος βάρβιτον ἄφωνον ἡ ψυχὴ τὸ σῶμα ἐκλέλοιπεν, ὁ δὲ βίον ἀντλεῖ πόνηρον καί ἑ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει τοῦ ζῆν αἱρετώτερον κρίνοντα τὸ θανεῖν, καίπερ καὶ τοῦτο πεισόμενον ὕστερον, οὐ γάρ τις φυγὴ πέλεται θανάτου μερόπεσσιν.
Εἰ δ’ ἐπὶ τῷ σῷ θανάτῳ καὶ τὴν τοῦ κασιγνήτου σοι ζημίαν ἀναπεμπάσαιμι ταῖς φρεσί, φιλαδέλφων κράτιστε καὶ φιλοφίλων τὸ ἀκροθίνιον, διπλᾶ δήπουθεν δάκρυα κερδανῶ κἀπὶ τοῖς νεαροῖς καὶ προσφάτοις τοῖσδε βαρυαλγήμασι καὶ τὰς ἀπηλγημένας ἀναλήψομαι συμφοράς, ἦ που καὶ τὸ πῦρ τῶν στεναγμῶν ἀναθάλψαιμι τῷ χρόνῳ ἐκμαρανθὲν καὶ εἰς πυρσὸν αἰθέριον ἀνακαύσαιμι. οἷος γὰρ κἀκεῖνος ἦν καὶ ὅσοις ἀγαθουργήμασι περιήνθιστο, ἐν λόγοις ἄριστος, ἐν πράξεσι βέλτιστος, τὴν μὲν ψυχὴν πραότατος, ἐν δὲ ταῖς ἀρχαῖς ἐμβριθὴς καὶ πολιτικώτατος· ἐκεῖνο μὲν γὰρ τῆς γνώμης ἴδιον, τοῦτο δὲ τῶν ἀρχομένων προμήθεια, ἐπεὶ καὶ τὸ ἔκλυτον κἀπὶ πᾶσιν εὐένδοτον οὐκ ἀξιάγαστον παρ’ ἐχέφροσιν, ὥσπερ θηριῶδες μικροῦ καὶ ἀπάνθρωπον τὸ ἐρευξίχολον ἀεὶ καὶ πρὸς ὀργὴν εὐκατάφορον, καὶ τὰ μὲν φόβητρα προϊσχόμενον, τὰ δὲ θέλγητρα διωθούμενον. ἐρῶ τὸ πᾶν ἐν βραχεῖ· ἀδελφώζων ἦν ἐν ὅλοις ὁ Μιχαὴλ καὶ τετάρτη Χάρις τῇ τῶν τριῶν μιᾷ, τἀδελφῷ, συνέζευκτο· οὐ γὰρ ἐκ μόνου τοῦ τῶν αὐτῶν σπερμάτων φυῆναι τὸν αὐτοκασίγνητον ἀπεικόνιζεν, ἀλλ’ αἵματος καὶ σαρκὸς μετέχων οὐδὲ τοὺς ψυχικοὺς χαρακτῆρας διαλελώβητο. εἰ φρονήσει ἐκέκαστο καὶ σωφροσύνῃ πεπύκαστο, εἶχε τὸν τύπον ἐγγὺς καὶ ἐφέστιον.
εἰ χαρίεις τὸ ἦθος, τὸν χαριτώνυμον ὁμόγνιον ἀνεμάττετο· εἰ δίκαιος, πρὸς τὸ ἀρχέτυπον ἀπηκρίβωτο· εἰ δικαστὴς ἀρρεπέστατος, τὸν ἀδέκαστον ἐν κρίσεσιν ἀπεμόργνυτο· εἰ τὰς λοιπὰς τῶν ἀρετῶν ἐπέτριβεν ὡσεὶ χρώματα, ἐπιμάλιστα τὸν πρωτουργὸν καθωράϊζε καὶ τὰ ἐκείνου διεχάραττε προτερήματα.
Κἂν γὰρ ἄτακτον ἡ ὕλη καὶ τοὺς δημιουργικοὺς λόγους ταράττουσα, ἀλλ’ οὐ παρὰ τοῦτο ὑμεῖς, ὦ τριπόθητοι κεφαλαί, ἢ τὴν σωματικὴν ἐπίπαν ἐμφέρειαν ἢ τὴν ψυχικὴν ὁπωσοῦν εὐγένειαν ἐξελοχεύθητε ἀκατάλληλοι, ἀλλ’ ἀδελφοὶ καὶ σώματα καὶ ψυχὰς προήχθητε καὶ θαυμαστήν τινα συμπλοκὴν ηὐχεῖτε καὶ ἠθῶν καὶ φρονήματος, οὐ μόνον ἑκάτερος ἑκάστῳ παραχωροῦντες τιμῆς καὶ ὑπεξιστάμενοι ἀμφοῖν ἀξιώματος, ἀλλά γε καὶ αὐτὰ τὰ ὄντα συμμεριζόμενοι καὶ χαίροντες τοῖς αὐτοῖς καὶ τῶν αὐτῶν ἀπεχό<μενοι>, ὑπείκοντες ἀλλήλοις καὶ τὰ θυμήρη καὶ μὴ μεριζόμενοι, καὶ τὰ μὲν ταῖς μεθέξεσι τιθέντες ἡδίονα, τὰ δὲ ταῖς ἀνθέλξεσι μετριάζοντες. ὢ πόσοις ὑπογραμμὸς καὶ τύπος φιλαδελφίας ἐφάνητε· ὢ πόσοις μισομαίμοσι τοὺς τῆς φύσεως θεσμοὺς ἐποψίους θέμενοι τοῦ διχονοεῖν ἀλλήλοις καὶ χωρεῖν διὰ μάχης ἀπηνέγκατε ἢ διαλλακτῆρες παραληφθέντες ἢ τῷ καθ’ αὑτοὺς αἰσχύναντες ὑποδείγματι καὶ τῷ ὑμετέρῳ φιλαδέλφῳ σφᾶς χειρωσάμενοι καὶ καταστρατηγήσαντες τὴν διάστασιν καὶ καθελόντες ἐντεῦθεν τὸν πρωτόγονον Ἑωσφόρον καὶ τῆς μισαδελφίας ἀρχέγονον οὐχ ὅπλοις καὶ βέλεσι καὶ λίθων ἀφέσεσιν, ἀλλ’ εὐμενέσιν ὄψεσι καὶ σχήμασι τοῖς ὄντως εὐσχήμοσι.
Παρὰ μὲν τῷ φιλῳδῷ καὶ φιλοψάλμῳ Δαυὶδ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ μακαριστότατον κρίνεται καὶ δρόσῳ μὲν Ἁερμωνίτιδι παρεικάζεται, παρασυμβάλλεται δὲ τῷ μύρῳ τῷ τὸν πώγωνα τὸν Ἀαρὼν ὑετίζοντι καὶ μέχρι τῆς ᾤας τοῦ ἐνδύματος αὐτοῦ καταβαίνοντι· τὸν δὲ σύσσιτον ὑμεῖς καὶ ὁμόστεγον ὡς οὔπω μέγαν ὑπεραλάμενοι, ἀξιαγαστότερον καὶ μεῖζον, οἶμαι δὲ καὶ πρῶτοι καὶ μόνοι πρὸς τὸ πανείκελον ἐπησκήσατε, μηδὲν ἴδιον ἀποταμόμενοι καὶ τὸ ἐμόν τε καὶ τὸ σὸν ὡς οὐκ ἀδελφοπρεπὲς παραγκωνισάμενοι, ἀλλ’ ὃ περὶ τῶν πιστευόντων εἰς Κύριον ἡ τῶν Πράξεων βίβλος ὑπεσημήνατο· „ἦσαν δὲ πάντες μία ψυχὴ καὶ καρδία μία,“ τοῦτο ζηλωτέον κρίναντες καὶ ὑμεῖς καὶ παρ’ ἕτερον ἅπαν ἐνστερνισάμενοι πρὸς οὐδὲν τῶν πάντων τῇ γνώμῃ διέστητε ἢ τὸ ξύμπνουν διείλετε. οὐκοῦν οὔτε τράπεζαν ἅτερος τῶν δυεῖν ἰδιώσατο οὔτε τοῖς ποσὶν ἐμβάδας ὑπέρραψεν ἢ τῶν πλατυσήμων ἐσθήτων ἐνίας ἐξ ἑαυτοῦ κατωνόμακεν, ἀλλὰ τοῖς οὖσιν ἀκατονομάστως τε καὶ ἀπαρασημάντως ἀμφότεροι χρώμενοι ἕως τότε τὰς περικειμένας ᾠκειοῦσθε σκέπας τοῦ σώματος, ἕως αὐτὰς ἐπανιόντες ἀπέθεσθε· ἐκ δὲ τούτου κοινὰ πάλιν τὰ περιβλήματα καὶ αὗ ἴδια τοῦ φθάσαντος χρήσασθαι.
ὥστ’ ἔγωγε καὶ καινόν τι ᾤμην συμβήσεσθαι, εἰ μὴ καὶ ζωῆς ὅρος ταυτιζόμενος ἀμφοῖν συναντήσειεν, ἀλλ’ ἀνόμοιον τὴν ἐκ σωμάτων ἀνάλυσιν ὄψεσθε· ἐς τοιαύτην μὲν ἀνακραθέντες σχέσιν φιλάλληλον, οὕτω δὲ καὶ συνδραμόντες εἰς ἄρρηκτον ἕνωσιν, ὡς εἰ μιᾷ ψυχῇ συνηρμόζεσθε· παρὰ βραχύ τι γοῦν καὶ τοῦτο ὑμῖν συμπέπτωκε.
Κατὰ γὰρ ἕν τι διαλλάττοντες ἀλλήλων, λέγω δὴ τὴν ἐς τὸν βίον πρόοδον καὶ τὸ πρώτως καὶ δευτέρως τὸν ἥλιον προσειπεῖν, οὐδὲ κατὰ τοῦτο ἅτερος θατέρου πρωτιστεύειν ἠνέσχεσθε· ὅθεν ὁ κατὰ γένεσιν δεύτερος πρότερος τὸ ζῆν ἐξεμέτρησεν, ὁ δὲ πρῶτος λοῖσθος ἀπώλετο ἐς κύκλον ἐνιαύσιον ἐν πρώτῳ μόρῳ διακοπεὶς τὴν ὁμογνιότητα· ἄμφω δὲ πρὸς τὴν ἀγήρω ζωὴν ἐκείνην καὶ τὴν τῶν πρωτοτόκων μητρόπολιν μετετέθητε, μηδὲν ἐφοδιασάμενοι πλέον ἅτερος θατέρου κατά γε τὴν εἰς ὄψιν κρίσιν καὶ τὴν ἐκ μακροῦ πεῖραν, ἣν εἰλήχειμεν ἡμεῖς ἐπ’ ἀμφοῖν ὡς ὁμόσκηνοι.
Μακάριοι γοῦν ὑμεῖς τοῦ κύκλου τῶν ἀρετῶν, ὃν τῷ βίῳ τούτῳ διαπλεξάμενοι περιέθεσθε· μακάριοι δὲ καὶ τῆς ἐφ’ ἅπασιν ὁμοιώσεώς τε καὶ σχέσεως, ἣν οὐδένες τῶν πρώην κατώρθωσαν, οὕτω μὲν ἐργωδίας μετέχουσαν, οὕτω δὲ ἀνάντη καὶ ὀρθίαν οὖσαν τοῖς προσβαίνειν ἐθέλουσι. εἰ δὲ τὸν ὁμοῖον ποτὶ τὸν ὁμοῖον ἄγει Θεὸς κἀμὲ φέρων ὑμῖν οὐ <μόνον ὁ>μωρόφιον ἔδειξεν, ἀλλὰ καὶ τῶν τρόπων μέτοχον, σκοπεῖν καὶ λέγειν τοῖς εἰδόσι παρίημι· ἐγκαλλωπίζομαι δ’ οὖν ὅμως ἔγωγε τῇ μεθ’ ὑμῶν διαγωγῇ καὶ τῇ γνησίᾳ ὄντως ἑνότητι, ὡς οἱ περὶ Φαίδωνα τῇ μετὰ Σωκράτους ἀναστροφῇ τε καὶ ἀκροάσει τῆς περὶ ψυχῆς ἐκείνου λαμυρᾶς διαλέξεως, ὥστε καὶ ψῆνα ἑαυτὸν πολλάκις ὠνόμασα δένδροις καλλιπρέμνοις ὑμῖν συμφυᾶ κατ’ ἐγκέντρισιν καὶ τὴν αὐτὴν ἐπαγγελλόμενον καρποφόρησιν. κἂν γὰρ ἐς γαμικὴν συνάφειαν ἔνθεσμον τῆς ὑμῖν ὁμαιμονούσης προσείλημμαι, ἀλλ’ οὖν ἡ ἐπὶ πᾶσιν εὖ καὶ θεαρέστως ὑμᾶς τιθηνησαμένη, τὸ καλλιστεῖον ἐκεῖνο τῆς φύσεως, ἡ ἐν γυναιξὶν ἀριστοπόσειά τε ἅμα καὶ καλλιτόκεια καὶ τοῦ ἤθους ἀγασαμένη καὶ τῆς ἐς ἐκείνην τιμῆς ὑπερστέρξασα, οὐκ ἔλαττον ὑμῶν περιεῖπέ με ἢ τὸ φίλτρον ἀνῆκεν ἢ τῆς ἐφ’ ἅπασι κομιδῆς κατημέληκε· ὃ γὰρ ἐπὶ σταυροῦ Χριστὸς πρὸς τὸν παρεστῶτα μαθητήν· „ἰδοὺ ἡ μήτηρ σου“, καὶ πάλιν πρὸς τὴν μητέρα· „γύναι, ἴδε, ὁ υἱός σου“, τοῦτ’ αὐτὸ μεθοδεῦσαν ἦν τὸ θεῖον κἀν τοῖς κατ’ ἐμὲ προμηθευτικῶς.
εἰ γοῦν καὶ παρὰ Λύδιον ἅρμα ἔθεον τοῖς δυσὶ τρίτος παραζευγνύμενος ἢ καὶ ὡς εἰκὼν τῶν ἀρχετύπων παρὰ πολὺ λειπόμενος ἦν, ἀλλ’ οὖν περὶ τὸν αὐτὸν ἑλιττόμενος δῖνον κἀπὶ τὸ αὐτὸ κατάντημα ἔληγον κατά τινα μυρμηκίζουσαν.
Ὢ δύο υἱοὶ πιότητος, ὢ μοσχεύματα κάλλιστα τῆς βασιλίσσης τῶν πόλεων· ὢ καὶ Θεῷ εὐάρεστοι καὶ βασιλεῦσιν ὑπηρέται νοήμονες καὶ πρὸς ἀρχὴν ἅπασαν καὶ πρᾶξιν λόγου προσδεᾶ καὶ σοφίας προσφυεῖς καὶ εὐάρμοστοι. οὐχ οὕτω Κάτωνες καὶ Βροῦτοι τὴν πρεσβυτέραν ὤνησαν Ῥώμην τὰ κοινὰ μετιόντες πράγματα ἢ τὰς Ἀθήνας Περικλεῖς καὶ Φωκίωνες, ὡς ὑμεῖς τὴν Κωνσταντίνου καλλίπολιν, ὁ μὲν λογοθετεῖν καὶ θεμιστεύειν λαχών, ὁ δὲ τὴν ὕπατον ἐπαρχικὴν χειρίζων ἀρχήν. τῇ γὰρ τοῦ μέλιτος ἐπίσης ποιότητι τῷ γλυκεῖ τὸ δριμύσσον συγκερασάμενοι τοὺς μὲν πονηρῶν ἔργων τραυματίας καὶ τὰ τῆς πόλεως μετιόντας ναυάγια εἰς βάθος ἠλγύνετε, τὸ δ’ ὑγιαῖνον τοῦ πολιτεύματος κατακόρως ἡδύνετε. καὶ σὺ μέν, ἡ τῆς λογιστείας στάθμη καὶ Καίσαρι μὲν βραβεύων τὰ Καίσαρος, τοῖς δὲ λογιστευομένοις τὸ προσφιλὲς Θεῷ δίκαιον, ποθεινὸς ἐκρίνου καὶ μετὰ τὴν ἀπόζωσιν τῆς ἀρχῆς ὡς βεβαίας γνώμης ἀνήρ, καὶ μισάδικος μὲν τὴν ψυχήν, φιλόπολις δὲ τὴν προαίρεσιν· σὺ δὲ ὡς ὅλος ἀνεκαλοῦ γλυκασμὸς καὶ πρᾶος καὶ μείλιχος, καὶ τὸ μὲν ἀμφηχὲς καὶ διχόμυθον ὡς δαιμονῶδες περιιστάμενος, ἐκ δ’ ἁγνῆς καρδίας καὶ μηδὲν ὑπηχούσης ἐκ τοῦ ψεύδους ὑπόχαλκον ἁγνὰ καὶ τὰ ῥήματα προϊέμενος, ὁποῖον διατρανοῖ καὶ Δαυὶδ τὸ κεκαθαρισμένον ἑπταπλασίως ἀργύριον.
Ἕως μὲν οὖν ἡ βασίλειος ἀρχὴ καθειστήκει καὶ τὸν ἡγεμόνα κεκλήρωτο μὴ Τάνεως ἀναίσθητον ἄρχοντα, κατὰ δὲ μηδὲν ἐνδέοντα τοῦ καθήκοντος, καὶ ὑμεῖς τὰς μεγίστας ἀρχὰς ἐγχειρίζετε καὶ τούτων ὡρᾶσθε κοσμήτορες, ἢ καὶ οὕτως εἰπεῖν, ἕως μὲν ὑμεῖς ταῖς κοιναῖς προσανείχετε διοικήσεσιν, εὐπραγίας μετεῖχε καὶ τὸ πολίτευμα καὶ κατωρχεῖτο τῶν κυμάτων καὶ τοῦ κλύδωνος ὑπερενήχετο· ἐπεὶ δ’ ὑμᾶς ὁ τῶν ἀβελτέρων καὶ προσαντεστέρων τοῖς ἐπαινετέοις φθόνος ἥ τε κακόσχολος ἐνίων καὶ τελχινώδης πρόθεσις τῆς πολιτείας ἐξέκρουσε, καὶ ἡ χρηστὴ τῶν πραγμάτων κατάστασις συνηφάντωτο καὶ τὰ βιοφθόρα πεπαρρησίαστο. ἐντεῦθεν τὸ μὲν ἀποχειροβίοτον τοῦ πληρώματος ἀναιδὲς καὶ θρασὺ καὶ αὔθαδες καὶ τὸ χθὲς τραπεζιτεῦον καὶ τὰ πολλὰ περὶ τρυτάνην στρεφόμενον καὶ οἳ τὰς εὐητρίους ὀθόνας μετῄεσαν, ἐπὶ δ’ αὐτοῖς οἱ σκυτοδέψαι καὶ τὰς ῥαφίδας ἀσχολίας ἔχοντες ἔργον ἀνώτερον τῶν ἀρξόντων ἐτίταινον τάλαντα· καὶ Κλωθοῖ τινες καὶ Λάχειαι ἵζανον ἀπεσμίλευόν τε τὸν τὸ φοινικοῦν ὑποδησόμενον καὶ ὡς ἐν διόπτραις ταῖς τρυμαλιαῖς τῶν ῥαφίδων ἠκριβολόγουν τὸν ἐπὶ τῶν σκήπτρων ὁραθησόμενον· οἱ δ’ ἐκ τούτων καὶ τῆς βασιλείου κλήσεως ἤρων καὶ ἐπείρων μάλα λαμπρῶς. ὦ δίκη τοῦ ἐκδίκου σκέμματος τοῦδε καὶ τοῦ παραβόλου βουλεύματος εὐβουλία καὶ ἥλιε τῆς ἠλιθιότητος.
οἱ δὲ μιγέντες τοῖς ἔθνεσι καὶ τὰ τούτων μαθόντες ἐπιτηδεύματα, νεανισκευόμενοι πλέον τῆς τῶν ἐτῶν περιόδου τὴν φρόνησιν, ἔλαθον κατηγόρους ἡμῶν εἰσενεγκόντες τοὺς πειρατάς, καὶ τοὺς λῃστὰς δικαστάς, καὶ κολαστὰς τοὺς ἀγύρτας, καὶ τῆς πατρίδος σκυλευτὰς τοὺς νηΐτας κατακολπίσαντες. φεῦ τῆς φιλάρχου γνώμης καὶ τῆς ἀσυμπαθοῦς ψυχῆς καὶ πάντων προδότιδος· ὢ ἀνταλλάγματος οἰκτροῦ καὶ καρδίας βραδείας καὶ τυφλωττούσης ὄψεως πρὸς τήβενναν καὶ κώδωνας ἀργυροστόμους ἠχούσας τὸ ἱππαστήριον καὶ τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον κάττυμα τοῦ ποδός.
Ἰοὺ ἰοὺ τῶν κακῶν ὅσων καὶ οἵων πεπείρασαι πόλις βασίλεια, ὀφθαλμὲ γῆς, παγκόσμιον περιλάλημα, τῆς περιγείου πάσης εὔρριζον ἀγαλλίαμα, γαλοῦχε σοφίας, ποδηγὲ πίστεως, πάντων τῶν καλῶν ἐνδιαίτημα. πῶς ἐκάθισας χήρα ἡ πολύγονος ἐν πόλεσι καὶ γρηῒ καμινοῖ ἴση καὶ χαλαρῶν ῥυτίδων ἀνάμεστος ἡ πορφύραν καὶ βύσσον ἠμφιεσμένη καὶ στιλπνὴ τὰς ὄψεις καὶ τοὺς χλιδῶντας χλιδῶνας περικειμένη; πῶς ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη καὶ κακῶν Ἰλιὰς ἄντικρυς ἡ παμφαέσιν οἰκήμασι καὶ χρυσοπάστοις βασιλείοις ἁπανταχῇ περιώνυμος; πῶς ἀλλοφύλων στρατόπεδον ἀμυδρῶν καὶ σποραδικῶν καὶ τὴν τύχην περιπεζίων ἡ προσκυνουμένη πρὸς ἁπάντων ἐθνῶν καὶ βασιλὶς τῶν βασιλίδων ἀκούουσα πόλεων; πῶς ὡς ἀγρὸς ἠροτρίασαι καὶ ὡς ἄλσος δρυμοῦ ἀπηγρίωσαι; τίς σώσει σε ἢ τίς παρακαλέσει σε ἢ τίς ἐπανακάμψει τοῦ ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι; τίς ἐκ τῶν τεττάρων ἀνέμων ἐπισυναγάγῃ τὰ τέκνα σου; τίς ἐπισταίη σοι Μωσῆς ἐλευθερωτὴς ἢ Ζοροβάβελ ἐπανάγων ὀφθείη σοι; ὡς νῦν γε καὶ ψαλμὸς καὶ παραβολὴ καὶ κίνησις κεφαλῆς ἐν τοῖς πέρασι γέγονας.
Τότε τοίνυν ἄλλων ἄλλο τι τῶν συμβάντων σφίσιν ὀδυρομένων καὶ ποιουμένων θρήνων πρόφασιν οἱ γενναῖοι οὗτοι ἑαυτοὺς κατὰ σφῶν αὐτῶν ἔχοντες (οὕτω δ’ εἴθισται τοῖς πάλαι καλεῖν τὰς ψυχὰς καὶ τὰ σώματα) τἆλλα δὴ πάντα καθὰ καὶ φορυτῶν ἀποσάρωσιν ᾤοντο καὶ τὴν μακαρίαν φωνὴν τοῦ Ἰὼβ ἀνὰ στόμα εἶχον διαπαντὸς καὶ συνῇδον ἐκείνῳ περιχαρῶς· „ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο“, καὶ παριστῶντες τὸ τῆς γνώμης φιλάλληλον καὶ τὴν αἰσθητικὴν καρδίαν καὶ λυπηρὰν ταῖς τῶν πέλας μᾶλλον συμφοραῖς ἐπεκάμπτοντο ἤπερ τοῖς οἰκείοις ἐπεγόων παθήμασι, καίπερ λινοδέσμους κρόκας ταῖς χερσὶ δεξάμενοι πρὸς χρημάτων ἀπόδοσιν, ὑφ’ ὧν ἐζωγρήθησαν, καὶ ὡς εἰς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον καὶ σκοπιᾶς παγίδα τὸ μιξοβάρβαρον ἐκεῖνο καὶ φιλόχρυσον πλέον ἤπερ φιλόχριστον περιπεσόντες στράτευμα. ἀμέλει τοι καὶ μὴ χωρεῖν ὁμόσε τῷ καιρῷ δοκιμάζοντες, τοῖς δὲ παλαμναίοις τυράννοις ἐκποδὼν μεθιστάμενοι, μικρὸν ἄποθεν τῆς πόλεως ἐναυλίζονται καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ἀντιπαλαίουσιν. οὐκοῦν οὐδ’ αὐτὸς ὑπερεθέμην τὴν ἔξοδον, ὡς δὲ Κλήμης Πέτρῳ καὶ Παύλῳ Τιμόθεος, εἴτε μὴν ὁ Στροφίου τῷ Ἀγαμέμνονος, συνειπόμην σφίσι καὶ τὴν δυνατὴν παράκλησιν εἰσῆγον ἐν τῷ μέρει καὶ ἀντελάμβανον.
πλὴν οὐχ ὁ πλάνος οὗτος ἐπὶ μακρόν· τῷ τοι καὶ οἱ μὲν ἀδέσποτον δεικνύντες τὴν ἀρετήν, ὥς που τις ἐγνωμάτευσε, καὶ τὸ τῶν περιστερῶν ζηλοῦντες ἀκέραιον καὶ τῶν κοινῶν ἐκείνων ναυαγίων κούφως ὑπεριπτάμενοι, εἵλοντο μᾶλλον ὄρεσι τὸ βλέμμα χαρίζεσθαι καὶ πήγνυσθαι τὰς καλιὰς ἐν θείοις τεμένεσιν ἢ γοῦν παραρριπτεῖσθαι τοῖς τῶν ἁμαρτωλῶν σκηνώμασιν, οὕτω καλοῦντες τοὺς αἰχμαλωτευτὰς ἡμῶν αἰχμητάς, τὰς ἀπλήστους γνάθους, τὰς ἀκορήτους αἵματος δεξιάς, τοὺς ὀρθοὺς αὐχένας, τοὺς ἀπαιδαγωγήτους ὀφθαλμούς, τὰς ἀεὶ δριμείας ὄψεις καὶ ὀργιλώδεις, τοὺς τὸν Χριστὸν καὶ πάλιν λογχεύσαντας καὶ τὸ τούτου τιμῆεν αἷμα κατὰ γῆς χέαντας καὶ θεμένους ἔγκληρα τὰ ἱμάτια καὶ τὸν σταυρόν, ὃν ἐπωμάδιον ἔφερον καὶ ταῖς χλανίσιν ἐρραφίδουν, ποσὶν ὑποθέντας καὶ βεβήλοις τόποις ἐνακοντίσαντας.
Ἑνὶ τοίνυν τῶν κατὰ τὸν Ἑλλησπόντιον πορθμὸν φροντιστηρίων ἑαυτοὺς παραβύσαντες ᾖδον μετὰ Δαυίδ· „ἡ ψυχὴ ἡμῶν ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων“, καὶ τῶν μοναστῶν ἀντιφερίζοντες τοῖς ἀκρέμοσιν, ἀνομοιοσχήμονες ὁμογνώμοσι, καὶ τὴν εὐάρεστον Θεῷ χαρμολύπην αἱρετέαν κατὰ σφᾶς κρίνοντες καὶ πολλῷ βελτίω τοῦ παρ’ ἐνίοις προσδοκίμου σατυρικοῦ κλαυσιγέλωτος, τὴν μὲν ἐσθῆτα τῷ τέως οὐκ ἐμελάνωσαν, τὸν δὲ τῆς παλαιότητος ἄνθρωπον ὡς ὀφεώδη λεβηρίδα ἀπεκθλιβόμενοι καὶ τὸν κατὰ Χριστὸν καινούμενον ἀντεμπορπούμενοι, ὅσα τε δορὰν ὑλωδεστέραν τῷ ἀσκητικῷ κναφείῳ καθιέντες τὸ τῆς γῆς ἀπόγονον σκῆνος ὡς ἐν πόᾳ πλυνόντων τοῖς δάκρυσι ἔσμηχον· οὐ τὴν προσποιητὴν ἐπανελόμενοι μελάνωσιν, ἣν οἱ βαφεῖς τῶν ἐσθημάτων χαρίζονται, ἀλλὰ τὴν ἐς βάθη χωροῦσαν τὰ ψυχικά, καὶ ἣν ἡ ᾀσματίζουσα νύμφη μεγαλαυχεῖ· „μέλαινά εἰμι καὶ καλή“, περιτράνως ᾄδουσα, „ὅτι περ ἔβλεψέ με ὁ ἥλιος“, καὶ βραβεύει Θεός, ὁ τῶν ὀρέων ἁπτόμενος καὶ καπνίζονται.
τῷ τοι καὶ παρὰ φαῦλον θέμενοι τὴν Ἀριστοτέλειον τεχνολόγησιν τὴν „εἰ ἔστι τις οἰκία ἢ τέλος ἕτερον“, φάσκουσαν, „κινηθῆναι πρῶτον καὶ γενέσθαι τόδε δεῖ, εἶτα τόδε, καὶ ἐφεξῆς τὰ μέχρι τέλους ἐνδέοντα“, μελανειμονίας ἄτερ καὶ τῶν ἐπὶ ταύτῃ φρικαλέων ἀφορκισμῶν τὰ τῆς ἐντολῆς μετῄεσαν καὶ παρεβιάζοντο τὴν φύσιν τῶν ἐξομοσαμένων τὰ κάτω λαμπρότερον καὶ σχήμασιν ἀπειπαμένων καὶ πράγμασι.
Καὶ οἱ μὲν οὕτως κοῦφοι κατ’ ἀετοὺς αἰρόμενοι ἢ γοῦν ἀκροθιγῶς ὡς σφαῖραι τῶν προσγείων ἁπτόμενοι, αὐτὸς δὲ τῇ τοῦ βίου ἅλμῃ κατακριθεὶς εἰσέτι ἐγκυβιστᾶν κατ’ αἰθυίας τινὰς ὑγροκελεύθους καὶ διακαθαίρειν αὖθις τὰ τῆς τύρβης δίκτυα διὰ τὸ συνεμπλέον μοι πλήρωμα πολὺ καὶ ἅπαν ἀπαραίτητον ὂν τοῦ λιμένος ἀνονήτως ἀφιστάμην, ἐν ᾧπερ οὗτοι ψυχωφελῶς ἐνωρμίζοντο, καὶ κατεβαπτιζόμην σκάφος τὸ ψυχικόν, γινόμενον τοῖς κακοῖς ὑπέραντλον, καὶ ταῖς κώπαις τὰς χεῖρας ἐτυλούμην ὡς εἰκῇ καὶ μάτην ἐν νυκτὶ πραγμάτων τῷ ἀγρεύειν ἐπιβαλλόμενος κἀντεῦθεν μηδ’ ἐπὶ δεξιὰ χαλῶ<ν> τὸ ἀμ<φί>βληστρον, ὅτι μηδ’ αὐτὸς ἐπέταττεν ἑστὼς ὁ Χριστός, ἔτι κρίνων ἀθηρίας ἄξια τὰ ἡμέτερα.
Τὰ δ’ ἐπὶ τούτοις (ἀλλὰ πῶς ἂν ἀδακρυτὶ μεμνήσομαι τοῦ συμβάντος;) ἡ κατὰ γένεσιν τάξις ἐν τῇ φθορᾷ μετατίθεται· οὐκοῦν ὁ λοῖσθος τῶν μητρικῶν λαγόνων διεκθορὼν πρῶτος ὕπεισι τοὺς κενεῶνας τῆς παμμήτορος γῆς, καὶ ἡ δυὰς ὁρᾶται μονάς, μᾶλλον δὲ ἡ συμψυχία διαιρεθεῖσα δυάζεται καὶ γίνεται τῶν ἀμφοτέρων νέκρωσις. ἡ γὰρ ἀρθρῖτις νόσος καὶ πάλαι μὲν ὑπούλως ἀναμοχλεύουσα τὴν οἰκίαν τοῦ σώματος κατέσειεν ὡς ἑλέπολις, τότε δὲ μηκέτι κατὰ περιόδους καὶ κύκλους ἐπεισιοῦσα, μάλα δ’ ἐμφῦσα γενναίως τὰ μὲν πρῶτα χεῖρας καὶ πόδας ὅσα καὶ κλαδηφόρον ἄμπελον ἐς τὸ πάντῃ ἀκίνητον ἐνερρίζωσεν· εἶτα κατὰ παντὸς διεκχυθεῖσα τοῦ σώματος οὐ μόνον ἐπὶ καρπῷ βραχίονας, ἐπὶ δὲ βρεχμῷ τοὺς νωτιαίους σπονδύλους, ἐπὶ δὲ τούτοις ἁρμονίαν πᾶσαν σωματικὴν ἐπεβόσκετο, ἀλλὰ καὶ μέρος ἅπαν καὶ μέλος πρὸς πάρεσιν διειληφυῖα πέρας καὶ τοῖς σπλάγχνοις αὐτοῖς ἐπέθετο καὶ πυρετὸν ἀνάψασα λάβρον, ἰσχνάνασά τε καὶ πεινῶντα δείξασα τὸ πεινῆν, ὡς καὶ πᾶσαν καθείρξασα πάροδον τῶν πρὸς σύστασιν ὁρώντων σώματος, τῶν τῇδε κατὰ βραχὺ μετέστησεν.
εἰ γοῦν τῆς ἀγρίας ταυτησὶ καὶ δυσαλθοῦς νοσηλείας καὶ τῶν μελαινάων ἐξ αὐτῆς ὀδυνάων ἀντίδοσις ἔσται τις παρὰ Θεοῦ τοῦ τὰ πάντα σταθμῷ δικαίῳ ὑπάγοντος καὶ μὴ μόνον ταλαντεύοντος τὰς πράξεις, ἀλλὰ καὶ τὰς τοῦ νοῦ πρωτίστας κινήσεις εὐθύνοντος, πόσοι τἀνδρὶ πλακήσονται στέφανοι ἐφ’ ἑκάστῳ τῶν μελῶν ἀριθμούμενοι.
Ἔκειτο τοίνυν θανάτου λάφυρον ὁ πολλοῖς φανεὶς ἀλεξίκακος τὰ ἔσχατα παθεῖν κινδυνεύουσι· πλὴν ἀλλ’ ἐκεῖνος μὲν χαίρων ἐναπέθετο τὴν ψυχὴν λευχείμοσιν ἀγγέλοις πνευμαγωγοῖς καὶ κατωπτεύκει τὰ τῆς ἀνωλέθρου καὶ θείας Ἰερουσαλὴμ ἀγαθά, ἔνθα ἦχος ἑορταζόντων καὶ φῶς ἀνέσπερον τὸ τρισήλιον, ὑπερβὰς τοὺς ἀερίους ἀτεράμονας λογιστὰς ἀπαραπόδιστος ἐπίπαν καὶ ἀτελώνητος. οὐδένα γὰρ ἐκ τῶν προπατορικῶν τριβόλων διακριβωσάμενοι εὗρον ἐπ’ ἐκείνῳ μώλωπα, οὐ φθόνων ἐγκαύματα, οὐ φιλοπλουτίας ἀμυχάς, οὐ φιλοσαρκίας οὐλάς, οὐκ ἄλλο τι τῶν πάντων οὐδέν, ὅσα ταῖς ψυχαῖς ἐναποματτόμενα κατηγόρου παντὸς τρανότερον τοὺς διαπεπραχότας ἀνακεκράγασιν. ἀλλὰ καὶ πρώην τὸν φιλόθεον βίον μεταδιώκων, τελευτῶν δὲ καὶ τὰ ὅπλα τοῦ Πνεύματος περιθέμενος, διά τε τῶν πνευμάτων τῆς πονηρίας φοβερὸς ἔβη καὶ δυσαντίβλεπτος, καὶ τῷ θρόνῳ παρέστη τοῦ προσλαβομένου καὶ μεταθεμένου τῶν τῇδε Θεοῦ, αἰγλήεις ὅλος καὶ χιονώδης, ἀκήρατός τε καὶ ἀκηλίδωτος, καὶ τῶν παρ’ αὐτῷ μονῶν τρισεπάξιος.
Κἀκεῖνος μὲν οὕτως τρισμακάριστος τῆς βιώσεως, τῆς δὲ τελευτῆς τρισμακαριστότερος. τί δὲ ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἐπ’ ἐκείνῳ συνελθόντες καὶ συναυλίαν κοψάμενοι καὶ δάκρυ χεάμενοι καὶ τὰ εἰκότα τοῖς ἀπιοῦσιν ἀφοσιωσάμενοι; ἐρῶμεν, οὐκ οἶδ’ ὅπως οὐδ’ ἐφ’ ὅτῳ συνοίσοντι, τοπικῆς μεταβάσεως. οὐκοῦν καὶ εἶχεν ἡμᾶς ἡ πρὸς ἕω περαία καὶ ἡ παρὰ τῇ Ἀσκανίᾳ λίμνῃ καλλίπυργος αὕτη πόλις ἡ Νίκαια. ὡς ὄφελόν γε μηδ’ ὀφθαλμὸν αὐτῇ προσεβάλομεν, ἀλλὰ τῶν ὁρίων ταύτης ἀπεσχοινίσμεθα ὅσα καὶ Χαρωνείων ἄλλων οἰκήσεων, Κερβέρων πυλωρουμένων, ἤ τινος ἀλλοκότου γῆς, τοῖς μὲν ἐνδαποῖς ἄσπαρτα φυούσης τἀγαθὰ καὶ ἀνήροτα, τοῖς δ’ ἑτέρωθεν ἀφικνουμένοις ἀξείνου καὶ κακὸν ἀεὶ προϊσχομένης Πολύφημον, εἰ οὕτω διεζεῦχθαι ἀπ’ ἀμφοῖν ἐμέλλομεν.
Ἰδοὺ γὰρ ἐπαπῆλθες σὺ τῷ δευτέρῳ ὁ πρότερος, παρ’ ἔμοιγε δὲ τὰ πάντα κρινόμενος καὶ μεθ’ ὃν οὐκ ἐσεῖταί τις φίλτερος ἕτερος, οὐ πρῶτος, οὐ μέσος, οὐκ ἔσχατος· πρᾶγμα ἐπιέναι μὲν προσδόκιμον <τοῖς> τῇ φθορᾷ μετὰ γένεσιν ὑποκύπτουσι καὶ κατὰ νοῦν στρεφόμενον ἀεὶ τοῖς δεδιόσι κατὰ σὲ τὸ ἀνέτοιμον ὡς ἔχον ἐν καιρίοις λυμαίνεσθαι, ἀψόφως δ’ ὑπεισιὸν κατὰ τῶν κακῶν τὰ ὅλως ἀφωράτως ἐπεισκωμάζοντα. ὢ γῆς ἀπίστου ταυτησὶ μηδόλως ἀποδούσης ὃν εἴληφε, μηδ’ ἐπαναπεμψάσης ὃν ἐδέξατο, ὁδοῦ τε ὁδῶν μάλιστα πασῶν ἀνιασάσης ἡμᾶς. ποίας οὖν ἐπιτυμβίους ᾄσω σοι θρηνῳδίας, τίνας χοὰς ἐπισπείσω σοι, τίνα τὸν ἐξόδιον πλέξω σοι; ἔχω τῆς φιλοσόφου χορείας ἀκροασάμενος ἤχους ἀφιέναι τινὰς τὸν συνοχέα τοῦ παντὸς ἄξονα οὕτως ἐμμελεῖς, ὡς πᾶσαν ὑπερεληλακέναι φθογγὴν ἐναρμόνιον, καὶ τούτους ἐξ ἁπάντων μόνον ἐνηχηθῆναι Πυθαγόραν τὸν Σάμιον καὶ τοσοῦτον ἐναποθέσθαι γάργαλον τῇ ψυχῇ, ὁπόσον οὐδ’ ἐκεῖνος λόγῳ εἶχε ὁτῳδὴ παραστήσεσθαι.
αὐτὸς δ’ ἔγωγε τὸν μὲν οὐράνιον ἄξονα, εἰ ὅλως ὑφέστηκε καὶ εἰ ἔστι τις εὔηχος, οὐδόλως περιεργάσομαι, εἰδὼς δὲ ὡς εἴ τις ἐν ἄξονι φθογγὴ σελήνῃ τε καὶ ἄστρασι καὶ ἡλίῳ καὶ τῷ ἐξωτάτῳ δὴ στερεώματι, τὴν δόξαν αὕτη Θεοῦ καὶ τὴν τῶν χειρῶν αὐτοῦ ποίησιν ἀπαγγέλλειν εἴληχεν, ἐκεῖνα δήπου τῆς τραγῳδίας εὐξαίμην ἂν ἀσμενέστατα ὡς ἐφ’ ὁμοίοις τοῖς συναντήμασιν· „αἴθε μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει“, ὡς πάνθ’ ὁμοῦ τῶν γόων ἁπτόμενα παναρμόνιον τὸν θρῆνον ἐργάζοιντο.
Οἷος γὰρ ἔσβεσται τοῦ γένους λαμπτήρ, οἷος κανὼν φιλίας ἠφάντωται, οἵα σύνεσις ὤλετο, οἷον βεβηκὸς ἀπῴχετο φρόνημα, οἵα ἐν λόγοις πειθὼ τύραννος καὶ σκυτάλη Μουσῶν ἀπελήλυθεν. ὦ καλλιστεῖον φύσεως, ὦ σωφροσύνης ἀφίδρυμα, ὦ χαρίτων τέμενος, λόγων μέλημα, φρονήσεως ἐνδιαίτημα. ποῦ ποτε οἴχῃ; ποῦ ποτε μεταβέβηκας; ποῦ ποτε ἄρα πεπόρευσαι; ὢ πῶς χειρῶν ἀπέπτης τῶν ἡμετέρων· ὢ πῶς ἡμῶν ἐξαφήρπασαι· οἵα πρὸς ῥητορείας καλλιρρήμων γλῶσσα καὶ εὔστροφος πρὸς ἀφασίαν μετέστραπται· ὅπως δὲ καὶ λίθον ὑπέδυ σιγῆς ἡ μηδέποτε βοῦν ἐπ’ αὐτῆς δεξαμένη, μηδ’ ὅλως ἠχήσασα κίβδηλον, μηδ’ ἀμφιδέξιον ὡς Πυθόμαντις, μηδὲ σοφισματῶδες ὡς Θετταλή, ἀλλὰ Βάκιδος μὲν ἀτρεμέστερον, τοῦ δὲ συσκήνου φώκαις Φαρίου γέροντος ἐνθεώτερον· ναὶ μὴν καὶ πυρόεν πνείουσα μένος καὶ τὸ ῥητορικόν μοι τοῦτο καὶ ταῖς συχναῖς μελέταις ὑπαναπτόμενον, οὐχ ἧττον δὲ καὶ τὸ πρὸς ζῆλον τῶν καλῶν φρυκτωρούμενον.
Ὢ πῶς εἰς ἄνθρακας ὁ θησαυρὸς περιέστη μοι, ὁ δὲ μάργαρος εἰς μόνον τὸ ἔλυτρον ἐνθάδε χαμαὶ κείμενον τῆς ἁρμοττούσης ψυχῆς ἔρημον, τῆς ὄντως διειδοῦς ὡς τὸ μαργάρων σεληναῖον τηλαύγημα καὶ διαυγοῦς ὡς τὸ τῶν λίθων ἀκτινῶδες πυρράκισμα. εἰ δὲ καὶ Σολομῶν· „αἴ“, φησί, „τῷ ἑνί, ἐὰν γὰρ πέσῃ, οὐκ ἔχει τὸν ἐγεροῦντα“, τίς ἂν γενοίμην αὐτὸς μίαν καὶ δευτέραν ἐπ’ αὐτῇ βακτηρίαν ἀποβαλόμενος καὶ μηκέτι τὸν ὑποληψόμενον ἔχων καὶ εἰς ὀρθὸν ἀναστήσοντα τῷ τῆς τύχης εὐολίσθῳ περιτρεπόμενον; εἰ δὲ καὶ ἥλιος τότε τοῖς ἀνθρώποις ἐρασμιώτερος, ἡνίκα νέφος ὑποδὺς οὐχ ὡς βέλη τὰς ἀκτῖνας ἀφίησι, νῦν μᾶλλον παρὰ τοῖς φιλοῦσι κριθήσῃ καὶ σὺ ποθεινότερος, ὅτε ὡς νεφέλῃ τῇ σορῷ περικέκρυψαι· πλὴν ἥλιος μὲν τὸν ἐπιπροσθοῦντα ζόφον ἀποσειόμενος καὶ μετὰ τὴν ἐς ζόφον κατάδυσιν ἐς τὸν ἑῷον αὖθις ἐπανιεὶς ὁρίζοντα ὡς ἐκ παστοῦ πρόεισι νυμφίος καὶ ὡς γίγας τὸν οἰκεῖον οἶμον ἀγαλλιᾶται δραμεῖν θοαῖς ἵπποισιν ἑλίσσων φλόγα, τὴν δὲ σὴν ἐπανάλυσιν μετὰ χρόνιον ἴσμεν γενησομένην, ὅτε καὶ συνεκλάμψεις τοῖς δικαίοις ὡς ἥλιος καὶ ὡς ἡμέρας υἱὸς φῶς ἀποδισκεύσεις ἡμερινόν. „γλυκύτητα μέλιτος τίς ἀναγγελεῖ;“ καί· „δίκαιος ἀποθανὼν ἔλιπε μετάμελον.“ Σολομῶντος ἄμφω τὰ ῥήματα.
φαίην δ’ ἔγωγε· „τίς ἂν πικρίαν παραστῆσαι δυνήσεται τὴν ἐπ’ ἀκραιφνεῖ φίλῳ θανόντι καὶ καθ’ αἷμα ἐγγίζοντι καὶ τίς δίκαιος ἔσται σοῦ δικαιότερος θανὼν ἐκλελοιπέναι μετάμελον;“ ἀρίστως οὖν τῶν πάλαι τις εἴρηκε φίλον τεθνεῶτα κοπτόμενος ἀπαράκλητα· „δότε μοι πικρίας ἀντίδοτον καὶ στήσω τὸ δάκρυον“· προτειναμένων δὲ τῶν οἰκείων κύλικα μέλιτος, σπάσας τοῦ πόματος ἔφησεν· „ὡς νῦν πρώτως τὸν πιστὸν φίλον πείρᾳ μεμάθηκα πολλῷ γλυκίονα μέλιτος.“ καὶ εἰκότως· ὥσπερ γὰρ τὸ πόνῳ κτηθὲν ἀποβληθὲν ὡς ἀφόρητον, οὕτω καὶ φίλου χρηστότης κρατυνθεῖσα μὲν πολιοῖς ἔτεσι, συνανακραθεῖσα δὲ συγγενείᾳ καὶ πεῖραν δεδωκυῖα τῆς φύσεως ἀνιαρὸν εἰς ἀφαίρεσιν. οὐδ’ ἔστιν ὅτε μὴ δυσχερανεῖ τις εἰς μνήμην ἥκων τοῦ ἀπολωλότος καλοῦ, οὐδ’ εἰπεῖν ἐφ’ ὅσον καὶ ἀνιάσεται.
Διὰ ταῦτα τοίνυν μηκέτ’ ὤφελες τοῖς ἄρτι κακοτέχνοις καὶ ἀτεχνῶς πέμπτοισι μετεῖναι ἀνδράσιν, ὡς καὶ πᾶς τις ἕτερος μὴ συνασοφεῖν τοῖς ἀσόφοις ἑλόμενος, ἀλλ’ ἢ πρόσθεν θανεῖν ἢ ἔπειτα γενέσθαι· οὕτω γὰρ ἂν ὀλβιωτέρῳ καὶ μακρῷ τιμηεστέρῳ τέλει τὸ ζῆν κατέκλεισας, μηδ’ ὁποῖον δευρί σε κατείληφεν ὡσεὶ καὶ πάροικον ἀχρεῖον καὶ μετανάστην ἀτίμητον. νῦν γὰρ δὴ γένος σιδήρεον, καὶ κατὰ τοῦτο οἶμαι καὶ σιδήρῳ τὰ πάντα χαρίζεται, τοῦ δὲ λόγου μὴ πρὸς λόγον ἠλόγηκε. καίτοι χεῖρα καὶ νοῦν, τὸν μὲν ἡγεμόνα τῶν δρωμένων, τὴν δὲ ὑπουργὸν τῶν νοουμένων ἡ φύσις ἀρχῆθεν παρήγαγεν, ἐφ’ ὅσοις τέως ὁ λόγος προὐχώρησε· τὸ δὲ τὰ τῇ φύσει διαστῆσαν ἀμέριστα καὶ τὸ μὲν κρεῖττον ἀποπεμψάμενον, τὸ δὲ χεῖρον οἰκειωσάμενον, ἔλαθε καὶ ἀμφοτέρων δήπουθεν ἐκπεσὸν κἀπὶ πᾶσι διαμαρτάνον τοῦ δέοντος.
Ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός; ᾤμην σε μὴ τῶν τοῦ γήρως ἅψασθαι προσκηνίων, πολυχρονιώτερον δ’ ὀφθῆναι στελέχους φοίνικος, ἐπεὶ καὶ ὡς φοῖνιξ εἶχες ἀνθήσας καὶ ὡς κέδρος πληθυνθεὶς Λιβανῖτις καὶ πυκασθεὶς ὡς ἐλαία τὰ εἰς ἀρετὴν καρποδότειρα, ἢ γοῦν ὡς Ἰὼβ εὐλογηθῆναι καὶ θαυμασθῆναι τοῖς δευτέροις ὑπὲρ τὰ πρότερον ὡς καὶ κατ’ ἐκεῖνον ἐκδοθεὶς τῷ πειράζοντι τὸν ἠκανθωμένον τὸ δέρμα καὶ βώλακας τήκοντα γῆς πρὸς τὴν τῶν ἰχώρων ἀπότριψιν καὶ πάντων ἀποβολὴν πεπονθὼς πλὴν τοῦ εὐσεβοῦς φρονήματος καὶ τῆς ἐς τὸ θεῖον ἀσφαλοῦς πεποιθήσεως. εἰ δὲ κἀγὼ κατὰ τοὺς ἑταίρους Ἰὼβ τὸ παρὰ δόξαν οὑτωσὶ συμπεσὸν μικροῦ καὶ ἐνεός τις γέγονα ἐκπλαγεὶς καὶ χεῖρα περιοχῆς τῷ στόματι τέθεικα, μὴ καινὸν οἰέσθω τις τὸ συμβάν· εἰ δὲ καὶ πολυρρημονῶ κατ’ ἐκείνους τοῦ λέγειν ἅπαξ λαβόμενος, μηδὲ κατὰ τοῦτό με βαλέτω μεμψίμοιρος· πολλὰ γάρ μοι καὶ πάντοθεν ἐπιρρέοντα τὰ ἐγκώμια μικροῦ καὶ διεσπασμένα φθέγγεσθαι πείθουσιν· ἐπεὶ καὶ μᾶλλον ἐμπρησμοῦ τε καὶ καύσεως ἐπῄσθημαι νῦν, ἢ ὅτε πῦρ ἐκεῖνο τὸ ἀτεχνῶς καταιβάσιον τοὺς ἡμετέρους οἴκους ἐπίπρα τοὺς εἰς τριώροφα ῥιπιστοὺς καὶ χρυσῷ κατάστικτα ἠνεμόεντα, καὶ ὡς ὕλην εὔπρηστον συνετέλει μηδὲ τῶν βαθυρρίζων θεμέθλων φειδόμενον.
νῦν ὡς ἀληθῶς πεπείραμαι προνομῆς, νῦν σκυλεύσεως, νῦν ἀπαγωγῆς οἰκτροτέρας· νῦν λαφυραγωγοῦμαι, νῦν σκυλεύομαι, προνομεύομαι· ἀντὶ δὲ ξίφους ὁ θάνατος, ἀντὶ δὲ βέλους ἡ νέκρωσις.
Καὶ πυρὸς μὲν τῶν ὄντων οὐδὲν δραστικώτερον ὡμολόγηται, ἔμοιγε δὲ καυστικωτέρα πυρὸς ἡ τοῦ ἀνδρὸς τοῦδε καχέκτησις ἀναπέφηνεν. ὢ πυρὸς ἀξύλου, ὢ δαλοῦ ὑποσμήχοντος, ὢ καυσώδους ἐναύσματος ἐνσποδιουμένου τῷ βάθει τοῦ σώματος. τοιοῦτον οἶμαι κἀκεῖνο τὸ πῦρ, ὑφ’ οὗπερ ὁ πυραίχμης ἥρως ὁ ἀλεξίκακος καθαλέσθαι πυρᾶς ἐξηρέθιστο· καὶ τὸ Προμηθέως δὲ οὐκ ἔλαττον ἄν τις ὀΐσαιτο, ὅπερ νάρθηκι ἐνθάψας δῶρον ἄδωρον, κακοεργόν, οὐκ ὀνήσιμον ἀνθρώποις παρέσχετο. ὦ παρ’ Ἀσκληπιάδαις καῦσε καὶ σύνοχε πυρετέ, ὡς φλογωδέστερος Αἰτναίου πυρὸς καὶ πρηστῆρος ὑποτύφοντος ἀκμαιότερος ἀνακέκαυσαι κἀκ τῶν στερεῶν ἁπτόμενος ἐλελήθεις τὰ πολλὰ ὡς ἐνδόμυχος.
Ἔχω τῆς Γραφῆς πυθόμενος πλησθεῖσαν ὕδατος θααλὰν καὶ σχίδακας ἐπιτεθείσας τῷ ὕδατι καὶ πῦρ ἐκλικμῶν ἀμφότερα ὑετιζόμενον ἄνωθεν· καὶ τῷ νῷ συμβάλλων τὸ τῆς νόσου κατάλληλον, ὅπως τὴν σωματικὴν διάθεσιν περιψῦχον εἶτα μετὰ πυρετοῦ βρασματώδους προσέβαλλε καὶ καθ’ ὕλην εὔπρηστον τὸ ὑποκείμενον ἔδαιεν, ὀδύρομαι τὸ δεινόν. ταὐτόν τι μέτειμι καὶ αὐτός, μνείαν τοῦ φιλοῦντος ἴσχων καὶ μετὰ μόρον καί πως ἀναζωγραφῶν ἐν ἐμοὶ τὰ τούτου παθήματα, καθὰ καὶ Παῦλος ἐν ἑαυτῷ τὰ στίγματα τοῦ Χριστοῦ. οὐκοῦν ὡς μὲν ὕδωρ ἐπεισχέω τὸ δάκρυον δισσεύων καὶ τρισσεύων ὡς ἐπὶ σχιδάκων τοὐμοῦ σώματος, ὡς δὲ πῦρ ὑπανάπτω καὶ διαρριπίζω τὸν ἔνδον ἐναυόμενον καύσωνα, εἰ καὶ μάτην τὰ τοιάδε τεχνώμενος ἐμαυτόν τε τρύχω καὶ διαξαίνω τοῖς ἄλγεσι καὶ τῷ κειμένῳ διελέγχομαι μηδόλως δρῶν τὰ ἁνδάνοντα.
ὁ μὲν γὰρ ὡς πάλαι καὶ Ἠλιοὺ τέθριππον ἁρμοσάμενος πύρινον ἐκ τῶν πειρασμῶν, ἐκ τῆς δοκιμῆς, ἐκ τῶν ἀρετῶν τε καὶ νοσηλείας ἐκείνης τῆς καυστηρᾶς, γῆθεν ἦρται μετέωρος, τὸ τῆς σαρκὸς ῥεῦμα διεληλυθὼς ἀρράντιστος ὡς τὸν ῥοῦν Ἠλίας τὸν Ἰορδάνειον· ἔγωγε δὲ τὸν ἐμὲ προσειληφότα πρὸς τὰ τῇδε συνέκδημον, οὐχ ἑκόντα πλέον ἢ ἄκοντα, χαμᾶθεν ἰδὼν ἀναπτάντα, οὐ φέρειν ἔχω τὴν μόνωσιν ὡς οὐδ’ Ἐλισσαῖε καὶ πρὸς βραχύ τι τὴν διδασκάλου διάστασιν, ἀλλ’ „ὦ πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεῦ αὐτοῦ“, δίδωσι γάρ μοι καὶ πατρικῶς προσεννεπεῖν ἥ τε θεοφιλὴς τοῦ βίου μεθάρμοσις καὶ ὁ τοῦ Πνεύματος ὁπλίτης, ὃν μετημφίεσε τά τ’ ἔνδον τά τε θύραζε θειοτέραν παντευχίαν περιφραχθείς. σὺ μὲν ὡς εἰς ἀέρα κοῦ<φος> ἀνείληψ<αι> φοβ<ερὸς> ἱππαστὴς δαίμονι καὶ ταῖς ἐκείνου στρατιαῖς δυσπέλαστος, ἐμοὶ δὲ τὸ καλὸν τοῦτο δέρας, τὸ σῶμα, ὡς μηλωτὴν Ἠλίας Ἐλισσαῖε, τῶν ὧδε μεθιστάμενος ἀπολέλοιπας, πλὴν οὐ καθ’ ὁμοίαν τινὰ δεξίωσιν ἢ τῶν σῶν ἀριστοπραξιῶν διπλῆν διάμειψιν· οὔτε γὰρ ἡ σὴ δεξιότης, ἡ πειθώ τε καὶ ἡ ἐν χείλεσι χάρις, ἔμοιγε δισσή τις ἀπονενέμηται, οὔτε τὴν παροδικὴν ταύτην τοῦ βίου κέλευθον καὶ ὑγρὰν καὶ εὐόλισθον διελεῖν κατὰ σὲ καὶ παρελθεῖν ἀβρόχως μοι ἐξεγένετο· ὥστε καὶ „ποῦ ἐστιν ὁ Θεὸς ἀφφώ;“
μετὰ συνοχῆς καρδίας προάγομαι φθέγγεσθαι, εἰ μή τις διπλῆν τινα παροχὴν τὸ πένθος ὀνομάζειν φιλεῖ τὸ δυστυχῶς ἐμοὶ δυαζόμενον, ἔκ τε τῆς ἐμῆς μονώσεως καὶ τῆς σῆς ἐκβιώσεως. οὐδὲν γὰρ οὕτω πρὸς δάκρυα καὶ θρῆνον οἶδε παρακινεῖν ὡς συνεχὴς τοῦ φιλοῦντος ἀνάμνησις εἰς πυρσὸν ἀνακάουσα τὸ τοῦ πόθου ἐμπύρευμα.
Τοίνυν ἑνούμεθά σοι διῃρημένως καὶ συμπλεκόμεθά πως ἐκ διαστάσεως ψυχῇ συναπτόμενοι, κἂν διῃρήμεθα σώμασιν, καὶ πάσχομεν ἀτεχνῶς, ὃ καὶ ἔνια τῶν ζῴων πρὸς τὰ θηρώμενα ἐξ αὐτῶν καὶ σκεύεσιν ὑελίνοις ἐγκλειόμενα κατά τινα θηρευτικὴν μέθοδον· ἐκεῖνά τε γὰρ τῷ εἰλικρινεῖ καὶ στιλπνῷ τοῦ ὑέλου τὴν τοῦ συννόμου ζῴου θέαν ἐνοπτριζόμενα, συμμῖξαι καὶ ἐν χρῷ γενέσθαι ὅλως ἀδυνατεῖ καὶ κατὰ τοῦτο μάτην περὶ τὸ ἄγγος ἀδημονοῦντα στρέφεται, καὶ ἡμεῖς ἐπίσης τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα καὶ πρῶτον ἡμῖν ἀγαθὸν ὡς πρότερον ὁρᾶν οὐκ ἔχοντες τῷ σῷ μνήματι τὰς ὄψεις ἀφίεμεν, εἰ καὶ μηδ’ οὕτω τὴν ἔφεσιν ἐκπλῆσαι δυνάμεθα, ὁπόσον καὶ ὀριγνώμεθα, ὅσα καὶ σώματι στερεῷ καὶ πολλῷ στεγανωτέρῳ ὑέλου τῷ ἐπιπωμάζοντι λίθῳ καὶ ἡμῶν διαστέλλοντι τοῦ προσφῦναί σοι διειργόμενοι.
Ἀλλ’ ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός, καὶ τοῖς ἐμοῖς μὲν δακνόμενος γυομόροις ἄλγεσιν, οἷα καὶ ἄλλον ποταμὸν ἰτεώδη Βαβυλώνιον καὶ δευτέραν ἀπαγωγὴν τὴν ἐνθάδε προσεδρίαν οἰόμενος, ὅπου μηδὲ εἰ ἔστι τις ὅλως ἔλλογος ᾠδὴ καὶ μουσῶδες ᾆσμα ἐγνώρισται, καὶ τῷ σῷ δὲ μόρῳ μὴ ἐπ’ ἔλαττον δριμυσσόμενος; ἄγε τοίνυν τὴν μὲν ἀπέκλυτον ἐπὶ σοὶ λύπην ἐς ὅσον χρεὼν συστείλωμεν αὐτοὶ ἑαυτοῖς δεικνύμενοι παρακλήτορες, ἐπειδήπερ „ὑπεμείναμεν συλλυπούμενον καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ εὕρομεν“· οὐχ ὅτι καθ’ Ὅμηρον „αἶψα πέλεται κόρος κρυεροῖο γόοιο“, οὐδ’ ἂν ἐξεγεροῦμέν σε τὸν ποθούμενον, πρίν τι καὶ κακὸν πάθοιμεν ἕτερον, ἀλλ’ ὅτι τοῦ κλαυθμῶνος τὴν κοιλάδα μεθεὶς εὔελπις καὶ τῶν σκηνῶν ἀπαναστεύσας Κηδάρ, ἐς κόλπους Ἀβραὰμ ἀπενήνεξαι καὶ γῆς ἁγίας ἐπείληψαι πραέων πατουμένης ποσί, καὶ ἅμα τὴν περὶ τοῦ τελευτῶντος δικαίου Σολομώντειον ῥῆσιν εὐλαβούμενοι· „ἔδοξεν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, ὁ δὲ Κύριος αὐτὸν προσείληφε“, γνωματεύουσαν· τὰ δ’ ἡμῶν αὐτῶν καὶ κοψόμεθα καὶ πενθήσομεν.
Τί γὰρ τοῦ καθ’ ἡμᾶς ἀκιδνότερον ἢ τίνων οὐ βαρυαλγέστερα πάσχομεν, εἴ γε καὶ τὸ κουφότατον ἁπάντων καὶ προχειρότατον ἡ ἐλπὶς ὄλωλεν ἐξ ἡμῶν, ἀπῴχετο, περικέκοπται; ἢ μᾶλλον ἐπαναθώμεθα Θεῷ καὶ τὰ σφέτερα, ὅς ἐστι ταπεινῶν βοηθός, ἐλαττόνων ἰσχύς, ἀσθενούντων ἀντιλήπτωρ, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων πατήρ, πεινώντων τροφεύς, καὶ ἡμέρας ἀνακαινίζων τῶν ἐξερρυηκότων ὡς φύλλα, καὶ τὸ μὲν πρόσωπον ἐν θυμῷ βραχεῖ ἀποστρέφων, ἐν ἐλέῳ δ’ οἰκτείρων διαιωνίζοντι, ἀλλὰ δὴ καὶ ζωῆς καὶ θανάτου κυριεύων καὶ παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας θέμενος, ὡς δὲ οὐδὲν τὴν ἡμετέραν ὑπόστασιν. σὲ μὲν ἀρτίως τῶν ὧδε μετήνεγκεν, ἡμᾶς δ’ ἐσύστερον προσλαβέσθαι προεμηθεύσατο· αἴθε δὲ καὶ ἐν εὐθέτῳ καιρῷ, εἰπεῖν δὲ καὶ τόπῳ (τὸ γὰρ περιφορήτως ἔχειν κατὰ σκηνήτας καὶ τοῦτο δίδωσιν εὔχεσθαι) μηδ’ ἀνετοιμάστως, μηδ’ ὑπὸ θανάτου ποιμαινομένους κατ’ ἐκείνους τοὺς ἐν ᾅδῃ τεθειμένους ὡς πρόβατα, ἀλλ’ εἰς τόπον χλόης ἐνσκηνουμένους κἀπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφομένους καὶ τὴν ψυχὴν ἐπιστρεφομένους ἐπὶ τρίβους τῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς τῆς μακαρίας τε καὶ μακραίωνος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.