Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 2: Επιτάφιος στον Θεόδωρο Τροχό

Ρητορικός θρήνος για τον πρόωρο θάνατο του βασιλικού γραμματικού Θεοδώρου Τροχού, με αναφορές στην ακεραιότητα, τη ρητορική του δεινότητα και τη φιλανθρωπία του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 2 από 18

Τοῦ αὐτοῦ· Ἐπιτάφιος εἰς τὸν σεβαστὸν κῦρ Θεόδωρον τὸν Τροχόν, βασιλικὸν ὄντα γραμματικὸν καὶ σὺν αὐτῷ προεστῶτα τοῦ ἐπὶ τῶν κοινῶν χρημάτων κοιτῶνος. Ἦν ἄρα καὶ τοῦτο, φίλτατε ἀνδρῶν Θεόδωρε, δίνου τοῦ καθ’ ἡμᾶς λυγρὸν περιέλιγμα καὶ τῆς ἀστάτου καὶ ῥυώδους ἀνθρωπίνης φύσεως οἰκτρὸν περιφόρημα, τὸ σὲ μέν, ἴσως τὸν τοῦ ζῆν ἀξιώτερον, τὰς ἐπὶ γῆς λιπεῖν τροχιάς, μὴ εἰς γῆρας ἐλάσαντα τροχαλόν, μηδ’ ὠμογηρίας ἁψάμενον, ἀλλ’ ἔτι τὴν ἄνθην εὐθαλῆ τῆς φύσεως ἔχοντα καὶ τὸν λειμῶνα τῆς ἥβης δρεπόμενον, τὸν δὲ φίλον ἐμὲ τὸν ἐπιτάφιον ᾄδειν σοι καὶ ὡς οἱ πάλαι πλόκαμον καθαγίζειν σοι ῥημάτων ἐξοδίων ἐπιπλοκὰς καὶ τὰς ἐπὶ τοῖς τελευτῶσι σπένδειν χοάς. ἔγωγε δὲ καὶ τῷ περιττῷ τῆς ἐπὶ σοὶ λύπης καταποθεὶς καὶ συνθανών σοι καὶ αὐτὸς ἀτεχνῶς, ἑτέρως καινοτέρως ἰδοὺ ἀνεζώωμαι· δημοσιεύω γὰρ ῥητορείαν πάλαι ἀπιοῦσαν τὸ ἐπ’ ἐμοὶ καὶ οἶον ὑπελθοῦσαν τάφον, τὴν χρόνιον σιωπήν, ὥστε καὶ ἡ σὴ ἐπὶ τύμβον κάθοδος κατά τινα προφήτην τοῦ ἐμοῦ λόγου ἄνοδον εἰς φῶς ἐκαινούργησεν· ἢ καὶ ὡς σῖτος αὐτὸς τὰς τῆς γῆς λαγόνας ὑπεισιὼν λογικὸν ἀναδίδως μοι λήιον, οὐκ οἶδα εἰ εὔσταχυ καὶ πολύχουν καὶ εἰς καρπὸν κυμαῖνον ἑκατοστεύοντα, τέως δ’ οὖν ὁποιαδήτινα παρέχον γεώργια.

ἢ ταῦτα μὲν χαριεστέρας ἢ κομψοτέρας εἰσὶ διηγήσεως, ἐγὼ δὲ κατὰ τῶν ὀργάνων τὰ ἐμπνευστὰ τῷ ἐπὶ σοὶ πάθει στενοχωρούμενος καὶ ἄκων ταυτηνὶ τὴν μολπὴν ἀναβάλλομαι καὶ ὡς βότρυν ἀποθλίβων τὸ περικάρδιον κρατῆρα ἵστημι τουτονὶ πενθικὸν καὶ ξυγκαλῶ ἐπὶ συμπόσιον πένθους ὁπόσον ἡμῖν ἑταιρικόν τε καὶ φίλιον· εἴτ’ οὖν ὡς ἐκ δονάκων τὴν τοῦ λέγειν πήγνυμι σύριγγα, οὓς ἀνέφυσε Κωκυτὸς καὶ Ἀχέροντος αἱ διέξοδοι, ὁ δὲ σὸς συνέλεξε θάνατος καὶ εἰς ἁρμογὴν πυκτίδος καὶ σύνθεσιν ἐμοὶ παρέσχετο τῷ φιλοῦντί σε.

καὶ νῦν ἰδοὺ ὃ αἱ χεῖρές μου τοιοῦτον συνέπηξαν ὄργανον καὶ ὅ μοι ἥρμοσαν οἱ δάκτυλοι οὐκ εὔηχον βάρβιτον τοῦ τῆς ἀθυμίας πληρῶ πνεύματος καὶ ᾄδω μέλος ἐπίκλαυτον καὶ γοερόν, ἀλλ’ οὐδὲ μελιχρόν, καὶ ζητῶ σε τὸν ἑταῖρον εἰς τὴν τοῦ ᾅδου ἐρημίαν ἡμῶν ὀφθέντα ἀπόνομον· σὺ δὲ οὔτε τὸ ἀνακλητικὸν ἐνηχῇ σύριγγι, κατεσφράγισται γὰρ ὁ ᾅδης καὶ οὐκ ἔστιν ὁ ἐπαναστρέφων, οὔτε τῷ ὑστεροφώνῳ γοῦν ἀμείβῃ με τῆς ἠχοῦς (τοῦτο δὴ ὃ καὶ θεὸς ὁ νόμιος εὕρισκεν εἰς ἀναψυχὴν ἔρωτος οὐκ ἔχων τὸ πρῶτον κάλλος συσχεῖν, οὐδ’ ἀποπλῆσαι τὴν ἔφεσιν, ἐφ’ ὅσον ὠριγνᾶτο καὶ ὥρμαινεν), εἰ μή τις ἀντιδεξίωσιν ὀνομάσειε φιλικήν, πλὴν οἰκτρὰν καὶ ψυχράν, τὴν ἐν τῷ θρηνεῖν με οἶον ἐκκύπτουσάν σου τοῦ τάφου ἠχὼ παρακολουθοῦσαν τοῖς λεγομένοις καὶ ποιουμένην ἰσχνὴν ἀντίδοσιν, ὃ καὶ αἱ σκοπιαὶ πρὸς τὰ τῶν ποιμένων αὐλήματα πάσχουσιν, ἐπανιούσης τῆς φωνῆς καὶ πρὸς ἑαυτὴν ἀντιστρεφούσης κατὰ τὸ ἀντίτυπον.

Ἀλλ’ ὦ ποῦ ποτε ἀπῆρας ἐξ ἡμῶν τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα; οὐ γὰρ εἰσέτι στέγειν ἔχω τὸ πένθος οἷον ἐνδόμυχον. τίς ὁ παρὰ προσδοκίαν ἐπιών σοι θάνατος; οὐδὲ Λοκρὸν ῥόδον ὠκύμορον οὕτως ἔγνωμεν, οὐδὲ κομήτης ἤιξεν οὕτω θᾶττον καὶ ταχέως ἀπέσβηκεν. ἔαρ ἔτι ἐνειστήκει καὶ τὰ ἄνθη ἐν ὀσμῇ καὶ χρυσίζουσα καὶ ἡ θρὶξ μηδ’ ὑπαργυρίζουσα πρὸς θερισμόν, καὶ τίς ὁ παρακαίριος καὶ τομώτατος τομεύς; ἵνα τι καὶ τοιοῦτον εἴποιμι· οὔπω τῆς σελήνης ὁ κύκλος ὁλοφαής, καὶ ὡς περὶ τὸν κῶνον ἐμπεσοῦσα τὸ φῶς ἀπέθετο. ἐρᾷ, εἴπῃ ἄν τις, ἀνθρωπείου κάλλους Ἀϊδωνεὺς καὶ διὰ τοῦτό σε πρὸ ὥρας ἀφήρπασεν, ἵνα τὸν ἐκείνου ζόφον διαλύῃς τῷ ἡλιοειδεῖ τῆς μορφῆς καὶ μὴ εἴη ὅλος ἠερόεις καὶ σκότος ὡς ἐπίπαν ἀφώτιστον· ἢ καὶ ἄλλως ἀμειδὴς ὢν καὶ ὑποσκυζόμενος ἀεὶ τὰς τῆς σῆς γλώττης ὑπὸ γῆν μετήνεγκεν ἴυγγας, ἵνα τῷ ὑπερορίῳ γλυκάσματι τὸ οἰκεῖον ἀγλευκὲς ἀποκλύζηται. πλὴν οὔτε τὸ ἀρχέγονον ἔρεβος τῷ σῷ φωτὶ διεσκέδασεν ἢ βραχύ τι γοῦν περιηύγασεν, οὔτε τὸ τοῦ βλέμματος μετέβαλε βλοσυρόν· ἀλλ’ ὁ μὲν καὶ πάλιν ζοφώδης ἐστὶν ὡς πρώην καὶ ἀδιάχυτος, σὺ δὲ ὅσα καὶ μέλιτος ἀπορρὼξ ἢ γλυκεῖα πηγή τις Ἀρέθουσα ῥέεις δι’ ἁλυκῶν τῶν κάτω κευθμώνων πότιμός τε καὶ ἀνεπίμικτος.

εἰ δ’ Ὀρφεύς, ὥς φασιν, ἔθελξε τὸν ἀκήλητον καὶ διαφῆκεν ἀνθρώπου ψυχὴν ἐς φῶς παλίνστροφον, ὅπως οὐχὶ καὶ σὺ καθυπηγάγου τουτονὶ τὸν ἀμάλθακτον οὐκ ἐλάττω φέρων θελκτήρια; ἀλλ’ οἶμαι κατὰ τοῦτο οὐκ ἐνεόχμωσας τὴν ἐπάνοδον οὐδὲ πρὸς ἥλιον ἐπανέκαμψας, ὅτι μηδ’ Ὀρφεὺς τοιοῦτόν τι ἐκαινοτόμησε πρότερον, κἂν ὁ μῦθος αὐτονόμως ὁπόσα βούλεται φθέγγηται· θηρία μὲν γὰρ καὶ φυτὰ κηλεῖν ἐκεῖνος ἠπίστατο, καὶ σὺ δ’ ὡσαύτως θυμὸν μὲν ὡς βρυχητίαν ἐκοίμισας λέοντα καὶ τὸ ἐπιθυμητικὸν ὡς ἀπορουμένην ἄρκτον ἐπράϋνας καὶ ὅσα σύστοιχα τούτοις πάθη καὶ δυστιθάσευτα· Ἅιδην ἀγέλαστον καὶ ἀνέραστον τοῦ καλοῦ οὔτ’ Ὀρφεὺς τοῖς κρούμασιν ἀντεκρούσατο, οὔθ’ ὁ χρηστοήθης σὺ διακέχυκας. ὦ καὶ τὸ κάλλος Ἀδώνιδος εὐφυέστερε καὶ τὸ θανεῖν ἐκείνου πλουτήσας ὀδυνηρότερον· ὁ μὲν ἔκειτο κνίζων εἰς ἔρωτα θεὸν φιλοπόλεμον, σὺ δὲ τοῖς πᾶσι χρῆμά τι ἐπέραστον καὶ ἀσπάσιον· εἶτα πῶς οὐκ ἀνεμώνην ἡ γῆ ὡς ἐπ’ ἐκείνῳ καὶ ἐπὶ σοὶ ἀνέδωκε δικαιότερον, ἢ κόραι ἁπαλαὶ καὶ βαθύζωνοι ἡδύπνοα κηπεύουσιν ἄνθεα καὶ φυτείαν αὐτὰ κικλήσκουσι σήν, ὡς αἱ Φοίνισσαι πρώην Ἀδώνιδος, ἐκ μὲν τοῦ αὐτίκα γῆθεν προκύπτοντα, ἐκ δὲ τοῦ ταχέος καὶ μαραινόμενα, ἐς τεκμήριον δήπουθεν ἐναργέστατον τοῦ ἀνθῆσαί τινα ὑπὲρ λόγον καὶ ἀπανθῆσαι παραλογώτερον.

ἢ ἡ γῆ μὲν ἅμα ἦρι ἀναδώσει ἕτερόν τι φυτὸν καλλιφύτευτον καὶ τῆς ἀνεμώνης εἰς κάλλος κομψότερον, αἱ δὲ Μοῦσαι αὗται κόραι τὸν Ἑλικῶνα περιχορεύουσαι οὐ κήπους φυτοκομήσουσιν, ἐξ ὧν οὐ δρέψεταί τις ὅλως τὸ χρήσιμον, πένθει δὲ χρονιωτέρῳ τὸ ἐπὶ σοὶ πάθος ἀθανατίσουσιν.

Εἰ δ’ οὕτω κοινὴ λελόγισαι συμφορὰ καὶ τὰς ἁπάντων καταλέλυκας καρδίας θανών, τί οὐκ ἂν αὐτὸς ἐπεπόνθειν χείριστον, ᾧ οὐχ ὑπόγυιος ὁ τῆς φιλίας θεσμός, ἀλλ’ ὃν μακρὸς ἐκράτυνε χρόνος καὶ συνέσφιγξεν ἔρως ὁ τῶν παιδεύσεων καὶ ἡ κατὰ τὴν αὐτὴν χρονικὴν περίοδον ἐς διδασκάλου συνέδησε φοίτησις καὶ ἡ τῆς ἐγκυκλίου προπαιδείας οἷον συνεξύφανεν ἔφεσις καὶ ὑπὲρ σχοινίον συνδιεπλέξατο ἔντριτον· ὅτε καὶ σὺ μὲν πρὸς τὰς τῶν μαθημάτων καταλήψεις ἢ ἀναλήψεις ὡς πρὸς ἀκόνην ἦσθα ξυρὸς ἢ ὡς τροχὸς ἐπὶ τὸ πρανὲς καὶ ὡς πῦρ ἐφ’ εἱληθερῆ φορυτόν, ὁ δὲ λοιπὸς ἡμεῖς ὅμιλος τῆς ἁματροχιᾶς ἀπολειπόμενοι παρὰ Λύδιον ἅρμα ἐθέομεν. καὶ ἦν ἄντικρυς κωφὸν τὸ ἀκροατήριον καὶ ὁ σύλλογος ἄγλωττος, ἡνίκα μὴ παρῇς αὐτός, ὁ τῆς σπουδῆς τὰ πρῶτα καὶ κράτιστος τῇ φυᾷ.

ἐπεὶ δὲ καὶ αὐλή σε εἶχε βασίλειος καὶ εἰσῳκίσατο τὰ ἀνάκτορα, οὐκ ἔστιν ὃν οὐχ ὑπερέπτης διὰ τὸ εὔτροπον καὶ εὐσύνετον, ἢ τῷ τῆς γλώττης οὐκ ἐδουλαγώγεις γλυκερῷ ῥεύματι, ἢ τῷ τοῦ ἤθους ὑποσέμνῳ καὶ χαρίεντι οὐκ ἠγκίστρευσας, μήτε χαλαρὸν αὐχῶν τὸ φρονεῖν ὡς ὑποβεβηκέναι τοῦ δέοντος, μήτε μὴν πρὸς τοὺς ὑψαυχενικοὺς καὶ ἀγερώχους τυπούμενος καὶ ὥσπερ νεῦρον σκληρὸν τὸν τράχηλον ἀνατείνοντας καὶ προσκόπτειν βουλομένους καὶ κακῶς τιθέναι μᾶλλον τὰ βάθρα τοῦ σώματος ἢ βραχύ τι γοῦν τὸν ἀλαζόνα παραχαράξαι καὶ συστεῖλαι τὸν τῆς φυσιώσεως ὕδερον, τοῦ δὲ μέσου τῆς ἀρετῆς ἐχόμενος καὶ γινόμενος. ἀλλ’ οὐδ’ ὡς πίθων ἦσθα κολακικός, οὐδ’ ὡς ἀλώπηξ δολερός, οὐδ’ ἅρπαξ ὡς λυκιδής, οὐδ’ ἐχθραντικὸς ὡς ὁ ὄφις, οὐδὲ βαρύμηνις ὡς ἡ κάμηλος καί, ὅ φησιν ὁ Δαυίδ, φυλάσσων διακενῆς ματαιότητας, οὔτε μὴν ὑπεδύου τὸν κόθορνον ἢ τὸ διφυὲς ὑπεχλαινίζου τῆς γνώμης καὶ δίχρωμον καὶ τὸ τῆς παρδάλεως στικτὸν περιέκεισο.

ἀλλ’ οὐδὲ γλῶτταν ἐθαλαμηπόλεις φαύλην καὶ πορνικήν, ἥτις ὡς διὰ μεσοπυργίου τοῦ ἕρκους τῶν ὀδόντων χαλωμένη θύραζε εἴωθεν ἐκφέρειν καὶ τοῖς ἐχθίστοις ἐνίοτε ὡς αὐτόμολος ὁπόσα κέκευθεν ὁ νοῦς ἔνδοθεν· ταῦτα γὰρ πάντα τοῖς σμικρογνώμοσι καὶ ἀνελευθέροις τὸ ἦθος ἀπέρριψας, οἷς ὄφις μεμίμηται, ὃς σκότος ὢν τὸ φῶς ὑποκρίνεται καὶ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ κατακριθεὶς σύρεσθαι τὸ ὄρθιον καὶ ὑπὲρ κατάραν παραβιάζεται.

Οὐκοῦν καὶ μὴ ἔχων πάνυ λαμπρά τε καὶ περιώνυμα τῶν ἀρχηγῶν τοῦ γένους τὰ παραδείγματα, τούτους αὐτὸς ἐσέμνωσας καὶ κατὰ ἀνάρρουν καὶ ἀναστοίβασιν ὕδατος ἢ κατὰ καμπὴν ἡλίου καὶ ἐπανάλυσιν εὐκληρίας αὐτοῖς ἀντεπαφῆκας ἐξάλματα· ὥστε καὶ κατὰ τὴν τοῦ Ἰσραὴλ κλίμακα ἀνέβαινον ἀπὸ σοῦ οἱ τοῦ αὐτοῦ σοι μέτοχοι γένους εὐγενείας ἀναβαθμὸν καὶ κατ’ ἐπάνοδον αὖθις ἀνέλυον ὡς ἐπὶ βατῆρά σε, τὸν ἔσχατον τῇ τάξει καὶ ὕπατον τῇ λαμπρότητι, ὃ καὶ μεῖζον εἰς εὔκλειαν κρίνεται τοῦ δήπουθεν ἐκ τῶν ἄνω ἔχειν τὰ ὑπεξαίροντα καὶ πρὸς ἐκείνων κλεΐζεσθαι κατὰ κάθετον, ὥσπερ καὶ τοὺς ἀρχέτυπα τῶν καλλίστων ὄντας εἰκάσματα πλειόνως θειάζουσιν ἄνθρωποι ἢ τοὺς ἑτέρων προηγησαμένων ἐκματτομένους μιμήματα· οὓς καὶ ἀρχηγοὺς τῶν ἀρίστων εἴπῃ τις ἂν διὰ τὸ αὐτόθεν ἐπὶ τὰ βελτίω καὶ φύσει ὁρμητικόν.

τῷ τοι καὶ βασιλεύουσι καθίστασο γνώριμος καὶ τῷ ἐκείνων ἤγγιζες θρόνῳ νοήμων ὢν ὑπηρέτης, οὐδ’ ἐσκαρδάμυττες τὰς ὄψεις πρὸς τὸ βασίλειον φῶς ἀντωπῶν· ὁπόθεν σοι καὶ τὸ παρὰ τῶν βασιλευομένων αἰδέσιμον καὶ τὸ κατὰ τὸν βίον εὐπάρυφον καὶ εὐήτριον καὶ ἡ περὶ τὰ ἔμπροσθεν ἀπερισκελὴς πρόοδος, ὅτι μηδὲ κατὰ τοὺς διᾴττοντας φανείς τι μικρὸν ἀπεκρύψω ἢ τῇ ἀντιπνοίᾳ τῆς τύχης εἰς τὰ πρῶτα ταύτης ἀντιπαρενήνεξαι φιλυπόστροφος, ἀλλ’ ὥσπερ ὁδῷ προϊὼν ἐπὶ τὸ ἀκρότατον ηὐθυώρεις κατάντημα οὐκ ἰλλιγγιῶν τῷ ὕψει τῆς δόξης, οὐ περιτρεπόμενος ἐς τὸ κύμβαχον.

Τοσοῦτον δὲ ῥυηφενοῦς ηὐμοίρησας φύσεως, ὡς καὶ περὶ τῶν λογικῶν μαθήσεων, ὁπόσαι σοι πάρεργον ἢ καὶ ὅλως ἀνήκουστοι, οὐκ ἀπᾳδόντως τι φθέγγεσθαι, ἀλλὰ θυμοσοφεῖν αὐτοφύτως καὶ τοὺς αὐτῶν λόγους ἀναδιφᾶν καὶ δοκεῖν τοῖς ὅλῳ λιχανῷ γεγευμένοις ὡς ἄκρως κἀκείνων μετείληχας. καὶ ἦν τι χάριεν ἀληθῶς τὸ σὲ μὲν διὰ τὸ τῆς γλώττης φορὸν καὶ εὐτράπελον καὶ τὸ τοῦ νοὸς γόνιμον καὶ μὴ γευσάμενον δοκεῖν προσκορῆ, τοὺς δὲ πολλάκις περὶ τὴν ἑστίασιν καθιζήσαντας δόξαν ἀπενέγκασθαι νήστιδος, ὡς ἔγωγε, ὦ παρόντες, τὸν ἄνδρα τοῦτον κἀπὶ πολλοῖς ἄλλοις πολλάκις ἀγάμενος καὶ κατὰ τοῦτο ἦν ἀεὶ τεθηπὼς καὶ ηὐξάμην, οἶδ’ ὅτε ζηλώσας, μὴ ὕστερος ἐλάσαι πολὺ τῆς μιμήσεως· οὐδὲ γὰρ οὕτως ἴυγγες καὶ σειρῆνες καὶ τὰ περίκλυτα θέλγητρα μετατιθέναι εἶχον <τὰ> βουλητέα, <ὡς> τοὺς ἐντυγχάνοντας ᾐχμαλώτευεν ἢ πρὸς τὸ ἐκείνῳ θυμαρὲς μετερρύθμιζε. καὶ ἄλλοι μὲν τὰς τοῦ φθέγματος χορδὰς τῷ ἐπιτόνῳ τῶν κρουμάτων μικροῦ διερρήγνυον τὸν ὄρθιον νόμον ἀναβαλλόμενοι, ὁ δὲ μηδ’ ἀκριβῶς τὸ βάρβιτον τοῦ λέγειν περιδραμὼν ἢ χορδοστροφήσας καὶ τοὺς σκόλλοπας διαθέμενος ἐκ τῶν ὤτων ᾐώρει τὸ ἀκροώμενον. οὐχ οὕτω συριγμὸς ὄφεως εἰς εὐνὴν ἐξεκαλέσατο μύραιναν καὶ χερσαίαν τὴν πόντιον ἔθετο, ὡς οὗτος καὶ βραχυλογήσας ἐνιαχοῦ εἰς ἑαυτὸν τὸ ὁμιλοῦν ἀνηρτήσατο.

ὢ γλώττης ἐκείνης μελισταγοῦς· ὢ ῥημάτων ἐκείνων ἡδυφραδῶν, ὑφ’ ὧν ἴσημι πολλάκις ὠφελημένος. καὶ σὺ μέν, ὦ φίλων ἄριστε καὶ ἡλίκων, πρωτολογεῖν ᾑροῦ με ταῖς ὑποθέσεσι τὸ ἐμὸν καὶ σὸν αἰδούμενος φίλιον καὶ τὸ σεμνὸν τουτὶ διὰ τιμῆς τιθείς μοι τοῦ σχήματος· καὶ ἦν αὐτὸς τὸν λόγον διασκευάζων ἀρχαϊκῶς καὶ ἁπλοϊκῶς, μηδὲ μαγγανεύων πολυειδέσι τροπαῖς τε καὶ μεθοδεύμασι, μηδὲ κομμωτικῶς αὐτὸν ξυντιθεὶς καὶ κατὰ τοῦτο μηδὲ ξυνειληφώς τινα τῶν ὤτων ἢ καὶ ζωγρῶν· μάτην μὲν ἐχάλων τὸ ἄγκιστρον, ἐξέτεινον τὸν ἀμφίβληστρον καὶ διακενῆς ἐβραγχίων τὸν φάρυγγα. οὐδέποτέ τι καὶ τοιοῦτον ἠρίστευσα, οὐχ ὡς ἄμεσος Ἀχιλλεύς, ἀλλ’ ὡς ἀνθοπλισθεὶς ἐτροπαιούχησα Πάτροκλος τῷ ἀήθει τῆς πανοπλίας ἐκπλήξας, ἣν αὐτὸς ἐκλόνεις τὸ διάφορον περικείμενος. σοῦ δὲ ἁρμοσαμένου τὸ τρίχορδον τῆς φθογγῆς καὶ ᾄδειν ἐπιβαλόντος, τίς ἂν ἑλκτικωτέρα ὦπτο λίθος Ἡρακλεία ἢ ποῖος ὄρνις μουσικὸς οὕτως ἐστωμύλλατο λιγέα μάλα καὶ ἐπίτροχα, ἢ πυκτίδος ἐμμελέστερα ἢ ῥόδων ἁβρότερα ἢ τῶν χρυσέων μήλων τῶν Ἑσπερίδων ἐπαγωγότερα ἢ ἀμβροσίας μελιχρότερα; οὐδ’ ὁ Ἀφροδίτειος κεστὸς ἐς τόσον ἐπεσπᾶτο καὶ ἦγχε καὶ ξυνεῖχε τὸν διαζωσάμενον, οὐδ’ αἱ θυγατέρες τῆς Ἀνάγκης, ἃς δοξάζουσιν Ἕλληνες, οὕτως ἐδίνησαν τὸν ἄτρακτον εὔστροφα, ὡς αὐτὸς εὔτροχα τὴν γλῶτταν κινῶν κατεγοήτευες τὸ ἐνωτιζόμενον.

ποιοῦσι μὲν τὸν Ἡρακλέα Ἰνδοὶ ἐς τὸ ἄκρον τετρημένον τὴν γλῶτταν καὶ διὰ τῆς ἐκεῖθεν ἐξημμένης μηρίνθου τὸ περιεστὼς ἐφελκόμενον καὶ τόδ’ ἀσμένως ἐφομαρτοῦν τῇ ὁλκῇ καὶ οἷον περιαγόμενον ἐθελόδετον. ἀλλ’ ἧν ὁ μὲν οὐ μόνον τὴν χεῖρα βριθὺς καὶ ἡμίθεος, ἀλλὰ καὶ τὴν γλῶτταν γλυκὺς καὶ Ἑλλήνιος, ὁ δέ γε σύλλογος ἐκεῖνος ἄγευστος χαρίτων λογικῶν καὶ μήποτε θαλλοῦ σιτηθεὶς ἢ ἀποτραγὼν τοῦ λωτοῦ, ὃν ἐξέφυσε διάλεκτος ἡ σοφή. ὅσῳ τοίνυν τῶν ληπτομούσων ὁ τὸ φρονεῖν νηπίαχος εὐχερέστερος, τοσούτῳ καὶ τοῦ καθ’ Ἡρακλέα, ὃν πρεσβεύουσιν Αἰθίοπες, θαύματος χαριέστερα δήπου τὰ σά, ὦ ὑπαπιὼν τοῦ βίου Θεόδωρε.

Ἀλλ’ ἅμα ὡς θανόντος σου ἐμνήσθην καὶ αὐτίκα τοῦ καθ’ εἱρμὸν προβαίνειν ἐκκρούομαι καὶ μιμεῖταί μου ὁ λόγος ἀτεχνῶς στροφάλιγγας ὕδατος τοῦ κατ’ εὐθυωρίας προβαίνειν ἀνακοπτόμενος, καὶ ἄλλοσέ πῃ ὀχετηγούμενος ἑτέρωθι μεταγγίζεται. ὦ ἄφιλος αὕτη ἐρημία· ὦ χρόνος οὗτος στυγνός· ποῦ ποτε οἴχῃ; ποῦ ποτε μεταβέβηκας; ἐν τίνι γέγονας; τίς θαρσαλέος πολεμιστὴς καὶ ἀπότομος ἐλόγχευσέ σε κατὰ πλευρᾶς ἀφειδῶς; τίς ἀνάρμοστος καὶ ἀνέραστος ἤχου ἑορτάζοντος τὴν περικαλλέα διέλυσε κίθαριν; ᾤμην ὡς εἴη σοι τὸ βιοῦν, ἀδελφέ, κατὰ στέλεχος φοίνικος καὶ ὡς πολλοὺς ἑλίξας ἐνιαυτοὺς ὀψὲ καὶ μετὰ γήρως οὐδὸν χαλαρῶν ῥυτίδων ἀναλύσεις ἔμπλεως· νῦν δ’ ἄλλως ἔρριπται κύβος ὁ τοῦ ζῆν. καὶ πάλαι μὲν Φαέθοντα τεθρηνήκασιν αἴγειροι, μειράκιον ἡνιοχοῦν πλημμελῶς καὶ ὅσην γῆν ἐπῆλθε τῷ ἅρματι πλείονι καταιθαλῶσαν πυρσεύματι· σὲ δὲ πᾶς ὠδύρατο καὶ ἐκόψατο, μάλιστα δ’ ὡς αἴγειροι τεθρηνήκασιν αἱ γηραιαὶ αὗται καὶ πολλῶν ἐτῶν κληροῦχοι γυναῖκες, αἳ μόσσυνα ἐνόδιοι πηξάμεναι βίον ἀντλοῦσι πόνηρον. ἀλλὰ τίς ἂν αὐταῖς ἔσται μετὰ σὲ χείρ τε καὶ ποὺς καὶ ἀρτίωσις τοῦ λοιποῦ κατὰ σῶμα ἐλλείμματος; τίς ἐκθρέψειε πλουσίως τὰς λιμηράς; τίς ποτίσειε πλησμίως τὰς διψηράς; τίς ἀποπλυνεῖται τὰς πιναράς; τίς περιβαλεῖται τὰς ῥακενδύτιδας;

οὐκ ἔστι σοι μερὶς μετ’ ἐκείνου, ἀλλὰ κατὰ διάμετρον καὶ χάσμα μέγα τῷ ὄντι ἀφέστηκας, ὃς πορφύραν καθεκάστην ἠμπίσχετο καὶ λαμπρῶς ἑστιώμενος τὸν ἐπὶ τοῦ πυλῶνος παρεβλέπετο Λάζαρον καὶ ἦν τῶν κυνιδίων ἀπανθρωπότερος, ἅπερ αὐτοῦ τὰ ἕλκη ἀπελιχμῶντο καὶ ὡς ἐκ πηγῆς ἑλκεσιβρύτου τῶν ἐκείνου ποδῶν πολλάκις τῆς ἡμέρας ἀπέλαπτον. ἀλλ’ εἴπερ τις ἄλλος καὶ αὐτὸς ἐν τοῖς κόλποις διαθάλπῃ τοῦ Ἀβραάμ, οὐχ ἕνα ἡλκωμένον ἢ λιμώττοντα εἰσοικισάμενος καὶ σιτίσας Λάζαρον καὶ πᾶσαν θεραπείαν ἐπ’ αὐτῷ φιλοτίμως ἐπιδειξάμενος, ἀλλ’ ὅλας εὖ πεποιηκὼς πανηγύρεις καὶ ταύτας τῆς ἁπαλωτέρας καὶ ἀσθενεστέρας φύσεως. ναὶ μὴν καὶ ἐμφρόνως, ἀλλ’ οὐ κατὰ τὸν εὐαγγελικὸν ἄφρονα δομήτορα, εἰς τὰς τῶν πενομένων γαστέρας τὰ ταμεῖα θεοφιλῶς καθελὼν καὶ μετηγγικὼς τὰ ὄντα φιλευσεβῶς μετῳκοδόμησας τὰ κρείττω καὶ πολλῷ μείζονα κατ’ ἀξίωσιν, λέγω δὴ τὰ αἰώνια καὶ ἀνώλεθρα, μὴ μόνον ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας, ὅπερ ἐστὶ πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν, φίλους κτησάμενος, ἀλλὰ κἀκ τῶν, ὅσα πρὸς μόνον συντείνουσι τὸ βιώσιμον, αὐτοὺς ἁρμοσάμενος.

Καὶ νῦν ἐν ἓξ ἡμέραις τῇ γεωργίᾳ ἐσχολακὼς τῆς ἐνταῦθα ζωῆς καὶ τῇ τῶν ἐντολῶν προσεσχηκὼς φυλακῇ τῆς σωματικῆς κινήσεως ἐσαββάτισας· ἀμέλει καὶ τὴν ἐν τῷ τάφῳ ἑβδόμην παριππευκὼς ἐς τὸ τῆς ὀγδόης ἀναστήσῃ μυστήριον, οὐδένα ἐκ τριβόλων προπατορικῶν ὑπεμφαίνων μώλωπα, οὓς ἐσφαίρωσε καὶ ἐκέντρωσεν ἡ παράβασις καὶ τῶν ἐπιθυμιῶν ἀπίθυναν εἰς ὀξὺ ὁπόσαι παροξύνουσι τὸν ποιήσαντα. ὦ ἀποθήκας ἢ ἀλετρίδας τῶν τῆς γῆς ἐκφορίων τὰς τῶν πενήτων ἐργασάμενος μάστακας, ὁπόθεν αἱ σῆτες οὐδέν τι βιβρώσκουσιν, οὐδὲ διαφθείρει σηπεδών, οὐδὲ λῃσταὶ διορύσσουσιν, οὐδ’ ἁρπάζουσιν οἱ ἐπίβουλοι· ἐπεὶ καὶ ἄλλως οἷα πυλίσι δικλεῖσι τοῖς χείλεσι καὶ θριγγίῳ ἀρραγεῖ τῷ στοίχῳ τῶν ὀδόντων τῶν ἔνδον συνεπτυγμένων οὐδόλως τι τῶν τοιούτων διεξοδεύεται ἔξωθεν.

Ὢ πάθους ἀνυποίστου· ὢ ἀφορήτου συμφορᾶς· θρηνήσατε, κόψασθε, οἳ τὴν συζυγίαν θανάτῳ διαλυθεῖσαν οὐ πόθοις ῥυπαροῖς ἐθολώσατε, οὔτε μὴν τῇ ἐκ τῆς σαρκὸς σαρκὶ μέλος ἕτερον μωρανθὲν παρευνάσατε τὸν κατ’ ἄμφω μὴ ἔχοντες δεξιόν. ἀπεβάλου μὲν τὴν τοῦ βίου βοηθὸν Ἅιδου τομῇ, ἀλλ’ οὐχὶ καὶ τῷ φίλτρῳ διέστης ὁποσονοῦν· ἀλλ’ ἡ μὲν φύσις εἶχε τὸ ἔλυτρον, σὺ δὲ παρακατέσχες τὴν σχέσιν τῆς ξυμφυΐας, ἄχραντον καὶ ἀθάνατον, καὶ οὔτε νεότης καὶ ἀκμὴ μετέθηκε σώματος, οὔθ’ ὁ χρόνος πάντα εἰδὼς μαραίνειν ἀπέσβεσεν· ἀλλ’ οὐδὲ σκίρτημα σαρκικὸν ὁπόσα ἵππος ἐξήνιος ἀπέπτυσε τὸν σώφρονα λογισμόν, ἀλλὰ τῷ θείῳ καθηλούμενος ἔρωτι ἔφερες τὴν ἡμιτομίαν ὡς οὐδ’ ὁλότητα σώματος ἕτεροι. καὶ τὸ ζῆν ἀπὸ μέρους φιλοσοφῶν μονάζων ἦσθα ὡς στρουθὸς ἐπὶ δώματος, καὶ ἢν ἐπ’ ἐρημίας ἄλλοι ἀναγκαστῶς σὺ ἀστυπολῶν.

οὐδὲν ἂν ἐναρέτου πολιτείας ὑπεῖναί τις ζώπυρον ὑπετόπασεν, ὡς ἄνθρωπος κρίνων εἰς πρόσωπον καὶ τὸν ἔξωθεν κόσμον τῆς ἐντὸς δόξης ἀντίρροπον φανταζόμενος· εἰ δὲ τὸν ἔνδον καὶ πνευματικὸν ἀνεσκάλευσε πλοῦτον, οὐχ εὕρισκεν ἄνθρακας τὸν θησαυρόν, ἀλλ’ ὑπὲρ τοὺς πολλοὺς τὴν φήμην ἐγνώριζε κἀκείνους ὑπεριπτάμενον τῷ μετεώρῳ κουφίσματι, οἳ τὴν ὑπήνην ὁρμιᾶς δίκην καθεικότες καὶ δελήτιον περιτιθέντες τῆς ἀρετῆς τὸ φαινόμενον ὡς ἐκ βυθοῦ τοῦ κόλπου τὸν τῶν πολλῶν πλοῦτον ἀναμηρύονται καὶ τῷ τοῦ προσώπου ὑποχλωρίζοντι ὡς οἱ στρουθοὶ τὰ ὁμόφυλα τοὺς ὠχριῶντας ἐπισπῶνται χρυσίνους καὶ τὴν καρδίαν μετατιθέασιν ἀπαθέστατα, ὅπου ἐντέθαπται τὸ ἀργύριον. ὦ μὴ θύσας τῇ σαγήνῃ μηδὲ τῷ ἀμφιβλήστρῳ θυμιάσας, καὶ ταῦτα βαλλομένοις ἐνιαχοῦ πρὸς μέρη τὰ δεξιά, ὡς εἴπερ ἐφεστὼς αὐτὸς ἐπέταττεν ὁ Χριστός, ἀλλὰ καὶ τοῖς ἑπτὰ μερίδα διδοὺς καὶ τὸν ὄγδοον μὴ ἀποστρεφόμενος, ἢ μᾶλλον κατὰ τὸ διανεμητικὸν ἄνισον δίκαιον ἐκείνῳ χαριζόμενος τὰ ὑπέρπλεω, ὅτι καὶ μόνιμος καὶ διαρκὴς καὶ ἀντιβραβεύειν εἰδὼς τὰ λῴονα.

Ἀλλὰ τίς οὐχ ἑορτάσιμος οὗτος ἦχος ἀλλὰ θρηνώδης οἶκτος, ὅς μου τὰ ὦτα κεντεῖ; συναυλία τις ἐστὶν ἀληθῶς καὶ σύμφωνος ὡς ἐξ ὁμίλου πολλῶν. αἰσθάνομαι δὲ ὡς ἡ δυὰς τῶν θυγατέρων γοερὸν ἁρμόττεται τῷ κειμένῳ σύμψαλμα, ὅτι καὶ ὑπὲρ πάντας πλείονος πεπείραται τοῦ κακοῦ, οὗ χάριν καὶ κόπτεται ἀπαράκλητα οὐχ ὡς Ἡλιάδες πάλαι τὸν ἀπόδιφρον κασίγνητον, ἀλλὰ τὸν φιλότεκνον πατέρα καὶ ὅλην ἐπ’ αὐταῖς ἐκχέοντα τὴν ψυχήν· ἅσπερ οὐδ’ ἔστιν ὁ μὴ κατοικτιζόμενος, οὔτε μὴν ὀδυρόμενος τῆς ἀλεγεινῆς κατὰ τὴν ποίησιν νηπιότητος, εἰ μὴ ἐκ πέτρας ἀγελάστου ἢ παλαιφάτου προεληλύθει δρυός. ὦ νεόφυτα κάλλιστα στελέχεσιν εὐγενέσι συναφθέντα καὶ καλλιελαίοις ἐγκεντρισθέντα πίοσι· ὡς ἄρα Τελχὶν πονηρὸς καὶ ἐπίβουλος τῇ εὐδαιμονίᾳ ὑμῶν ἐνέβλεψε βάσκανον καὶ πατρὸς οὕτω φιλόπαιδος ἄωρον ἐπήνεγκε θάνατον.

ἔτι κούφων ἐδεῖσθε πνευμάτων εἰς ἀναδρομὴν σώματος, ἔτι μελουχούσης χειρὸς πατρικῆς, ἔτι ποτίζοντος καὶ ἐκτρέφοντος ὕδατος, ἔτι ἀνεχούσης χάρακος· ἀλλὰ νῦν, ὅτε ἐκ τοῦ δήπουθεν τούτων ἱκάνει χρειώ, χηρεία τοῦ τεκόντος ἐπεισεκώμασε, χεὶρ ἐφάψοιτο ὑμῶν θεϊκὴ καὶ ὁ φυλάσσων τὰ νήπια Κύριος καὶ χαίρων ἐν τῷ ἀκούειν πατὴρ ὀρφανῶν εἰς πατέρα γένοιτο ὑμῶν καὶ νεοττοτρόφον ὑπαγκαλιστήν, καὶ δρόσος καταβαίη παραψυχῆς ἄνωθεν ἐφ’ ὑμᾶς καὶ εἴητε εἰ μὴ πατρὸς εὐτυχέστερα, ἀλλ’ αὖ πολυχρονιώτερα πατρός, ὃν αὐτὸς προθέμενος ἐποδύρασθαι οὔκουν ὠλοφυράμην ὡς ὠριγνώμην.

Τίνος γὰρ τῶν ἐκείνου καλῶν μεμνήσομαι πρότερον ἢ ποῖον ὕστατον προθήσομαι; εἰς ἀπορίαν ἡ εὐπορία περιίσταται, καὶ ὡς εἰς λειμῶνα εὐθαλῆ εἰσιὼν ῥινηλάτης γίνομαι πλημμελής, καὶ τοῦδε ἅπτεσθαι θέλων εἰς ἐκεῖνο ἀντισπῶμαι καὶ μεταφέρομαι. νῦν ἔδει ἀληθῶς τοῦ τῆς Νιόβης πάθους, ἵν’ ὡς μὲν λίθος εἴη τις πρὸς τὰς συμφορὰς δυσπαθὴς καὶ ἀνάλωτος, δακρυρροῇ δὲ ὡς ἄνθρωπος εὐχείρωτος πάθεσιν, ἐν ἀκαταλλήλοις πάθεσιν ἰδιωμάτων ἀνομοίων περιχωρησάντων παραλόγως, ὡς λίθος μὲν δακρύειν κ<ατ’ ἄ>νθρωπον παθαινόμενον, ἄνθρωπον δὲ τὸ τοῦ λίθου φέρειν ἀταπείνωτόν τε καὶ ἀκαθαίρετον. τάχα δ’ ἂν καὶ τὴν σκοπιὰν ταυτηνὶ καὶ τὸ ψαφαρὸν τοῦτο καὶ ἀργιλῶδες γεώλοφον καταρώμενος, ὡς ὁ Δαυὶδ τὰ ὄρη πάλαι τὰ Γελβουέ, μὴ δρόσον καταβῆναι εἶπον καὶ ὑετὸν ἐπ’ αὐτό, εἰ μὴ τόπος ἦν τοῦ καρποῦσθαι τῷ Κυρίῳ καὶ ἀνδρῶν ὁρμητήριον, ὧν ἐν οὐρανοῖς τὸ πολίτευμα, ὅτι προσωχθίσθη ἀνὴρ ἐν αὐτῷ τοῖς πᾶσιν ὑπὲρ Σαοὺλ ἀσπάσιος τὸν ἐπίληπτον. ἐπεὶ δέ τι τοιοῦτον οὐκ ἔξεστι χειλέων προήσεσθαι, ἐκείνου κατὰ καιρὸν ἐκ τοῦ θεοπατορικοῦ θρήνου ἀναλέγομαι καί φημι· „Ἰωναθὰν εἰς θάνατον ἐτραυματίσθη· ἀλγῶ ἐπὶ σέ, ἀδελφέ μου Ἰωναθάν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐν ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.“

καὶ κόπτομαι κατὰ τὸν αὐτὸν φιλόψαλμον καὶ ὑμνώδη Δαυίδ, ὅτι ὡσεὶ χόρτος πληγεὶς ἐξηράνθης καὶ ὡσεὶ καπνὸς ἐξέλιπον αἱ ἡμέραι σου. ὢ τοῦ πάθους· τίς καὶ πόθεν ἡμῖν ὁ βαρὺς οὗτος ἐπικατερράγη πρηστήρ; τίνες ἐπιτρίψεις νεφῶν καὶ καταιγιδώδεις πνευμάτων ἐμβολαὶ καὶ ἀντεμβολαὶ τὸ πῦρ τοῦτο ἐξεπυρήνισαν, ὑφ’ οὗπερ οὐκ ἐφεψαλώθησαν αἴγειροι καὶ πόαι λειμωνίτιδες ᾐθαλώθησαν, οὐδὲ πτελέα καὶ φηγὸς ἐμπεπύρισται, πολλοὶ δὲ τῷ καταιβασίῳ τούτῳ περιληφθέντες πυρὶ μικροῦ διαπεφλογήκασι καὶ αὖοι γεγόνασιν, ἣν εἶχον ἀπολωλεκότες παραψυχήν; εἰ γὰρ καὶ τῷ τῶν δακρύων πολλάκις κατέδυσαν ὕδατι, ἀλλὰ καὶ οὕτως τὰ τοῦ ἐμπρησμοῦ καὶ τῆς καύσεως ἀμείωτα παραμένουσι, καὶ ὡς εἴπερ ὁ φλογμὸς τῆς ὀδύνης καὶ τὸ δάκρυον ὁμολόγως ἐσπείσαντο καὶ συνέθεντο ἐκ συμφώνου πρὸς οὐδέν τι ἑαυτοὺς λυμήνασθαι, ἀλλὰ καὶ τὸ δάκρυ ῥέειν ἀπαραπόδιστον ὅλως τῷ πυρὶ καὶ ἀδάπανον, καὶ αὖ τοῦτο ἀκατάκλυστον προϊέναι καὶ ἄσβεστον. οὐκοῦν καὶ χεόμενον πολλάκις καὶ ἐπαντλούμενον οὐ μόνον οὐχὶ τὸ τῆς φλογὸς μαραίνει ἀείζωον, ἀλλὰ καὶ πιαίνει μᾶλλον ὡς ἐπιρραινόμενον ἔλαιον ἢ ὡς δημὸς ἀνάπτει τοῦ σκώληκος, ὃν προΐησι μὲν ὁ Ἰνδὸς ποταμός, εἰς πιμελὴν δέ φασι διαλυόμενον καὶ πυρὸς μετρίαν δεχόμενον κίνησιν κἀν τοῖς ὕδασιν αὐτοῖς ἐς τέλος ἀσβέστως ἀνάπτεσθαι.

καὶ ἄλλως δὲ εἰπεῖν, ἐν ἡμῖν ἀτεχνῶς πιστοῦται τὸ πάθημα τῆς Χαρύβδεως· ὡς γὰρ ἐκείνην νῦν μὲν τὸ ὕδωρ οὕτω φασὶ καταβροχθίζειν καὶ ὑποδέχεσθαι ὡς μόνην ἄνυδρον ὑπολείπεσθαι ψάμαθον, νῦν δ’ ἐξερεύγεσθαι τοῦτο καὶ ἀναχέειν εἰς πέλαγος ἀναρροιβδούμενον, οὕτω δὴ καὶ ἡμεῖς τῷ ἀδοκήτῳ τούτῳ συσχεθέντες κακῷ ὅτε μὲν ὡς ἀπ’ ἀμάρας τῶν ὀφθαλμῶν τὸ δάκρυον ἀποθλίβομεν τῆς ἔνδον ἐκθλιβούσης βίας καὶ ἀκοντιζούσης ὑψοῦ καὶ ὡς ἀπὸ μηχανῆς ἐπαφιείσης ἔξωθεν, ὅτε δὲ τοὺς ὀφθαλμοὺς καθ’ ἥρωά τινα Ὁμήρειον ὡς κέρας ἱστῶντες ἢ σίδηρον καὶ τὸν θρῆνον ἀποκρυπτόμενοι εἰς κατάποσιν αὐτὸ μεθιστῶμεν καὶ ὑπορρόφησιν, καὶ γινόμεθα διὰ φιλίαν μύθου θεραπευταὶ καὶ ταῖς οἰκείαις ἀλγηδόσι βεβαιοῦμεν τὰ πάλαι τοῖς ἀνθρώποις ἀμφίλογα.

Ὢ τοίνυν ἀνυποίστου τοῦδε κακοῦ· ὢ βαρυσυμφόρου δεινοῦ· ὃ ἡμεῖς μὲν καταψῶντες οὐ λήγομεν καὶ ἄλλοις ἄλλοτε φαρμάκοις τε καὶ ἐπᾴσμασιν ἀλθαίνειν πειρώμεθα· τὸ δὲ κατὰ τῶν θηρίων τὰ ἀκολάκευτα καὶ νοσημάτων τὰ δυσαπάλλακτα ἐφάλλεται μανικῶς ἀεὶ καὶ προσάλλεται καὶ δυσχεραίνει νοσοκομούμενον. ζηλωτέοι ἐν ἀνθρώποις Διόσκοροι, ὅτι καὶ βιοῦντες ἦσαν φιλάδελφοι καὶ ἀπελθόντες τὸ ζώσιμον διενείμαντο, ἦμαρ παρ’ ἦμαρ ἑσπέριοι καὶ ἑῷοι φαινόμενοι, δύνοντές τε καὶ ἀνατέλλοντες ἑτερήμεροι. ἀλλ’ εἴπερ μὴ κομψεία ἦν μυθικὴ καὶ διανοίας ἀνθρωπίνης ἀνάπλασμα τουτὶ τὸ διήγημα, ἐξῆν δὲ καὶ ἡμᾶς μερίσασθαι τὴν ἑτερήμερον ζωήν τε καὶ ἀποβίωσιν, ἠγαπῶμεν ἂν ἐς Ἅιδου καταγόμενοί τε καὶ ἀναγόμενοι.

Καὶ μὴν τὸν Ἰσραὴλ ὁ θρηνητικώτατος πάλαι προφήτης ὀλοφυρόμενος καὶ τὰς ὁδοὺς ἐπάγεται τῶν θρήνων συλλήπτορας, ἵνα κόψωνταί φησι τοὺς τρυφεροὺς υἱοὺς τῆς Σιὼν ἀπαλλοτριουμένους τῆς ἐνδαπῆς· ἐγὼ δὲ τῶν κοινῶν ἐκείνων συνόδων ἀποξενούμενος τόν τε σοφὸν παρήγορον ἐν τοῖς ἀπροσδοκήτως με θλίβουσιν οὐχ ὁρῶν καὶ τὸν ἀγαθὸν ἀποβαλόμενος σύμβουλον, εἴπω δὲ καὶ συνοδιαστὴν εὐπροσήγορον ὁμοῦ καὶ προήγορον, οὐκ οἶδ’ ὅπως τὴν ζημίαν διαθῶμαι ἢ τίνα συνεργάτην τοῦ πένθους λήψομαι· τὰς ὁδοὺς κατὰ τὸν προφήτην; ἀλλ’ εἰς μάτην καὶ Ἰερεμίας αὐτὰς προσελάμβανε καὶ τῇ ἀπορίᾳ νενικημένος, ὡς ἔοικε, καὶ μὴ ἔχων τὸν ἰσόδακρυν εἰς τὸ κόπτεσθαι· ὥστε οὐ συνεργάσονταί μοι τὸν θρῆνον αἱ ὁδοὶ καὶ αἱ σύνοδοι, εἰ κατὰ πρόσκλησιν προφητικὴν τὸ τοῦ πένθους ἐνδόσιμον λήψονται. ἀλλ’ αὗται μὲν κωφεύσουσι καὶ σιγήσουσι καὶ τοῦ κωκύειν ἔσονται ἀνεπίδεκτοι, ἐμοὶ δὲ προσοιδανοῦσι μᾶλλον τὰς λύπας ἐμπυρεύουσαι τὴν μνήμην καὶ τὰς τῶν χαρίτων γεμούσας ἐντυχίας ἀναμαστεύουσαι.

Εἰ δὲ μή τῳ περίεργος ὁ λόγος δοκεῖ τὰ παγκόσμια καὶ δυσύποιστα μηνύματα παρασυμβάλλων τοῖς μερικοῖς ἀχθεινοῖς καὶ ὡσαύτως ἀεὶ ἔχουσι καὶ γινομένοις, τὸ μὲν ἄμετρον ἐκεῖνο ὕδωρ, ὃ οἱ καταρράκται ἔρρευσαν οὐρανοῦ, τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἰσαρίθμους ὑψόθεν ἀνερρωγός, ἐσέπειτα κοπάσαι λέγεται καὶ σημεῖον δέδωκεν ὁ Θεὸς τοῦ μηκέτι ὕδωρ ἔσεσθαι εἰς κατακλυσμόν, τὸ οἰκεῖον τείνας τόξον ἐν ταῖς νεφέλαις ἄνωθεν· τὸ δὲ νῦν τοῦτο περικρούνισμα, ὅπερ ὡς ἀπὸ σκοπιᾶς ὑπεργείου τῶν ἡμετέρων κάτεισιν ὀφθαλμῶν καὶ τῆς τεσσαρακονθημέρου προθεσμίας ἐπεισρέειν περαιτέρω φιλονεικεῖ ὡς εἰς συναγωγὰς ὑδάτων περιμορμῦρον, ἀναξηραίνεται δ’ ὅμως καὶ τοῦτο καὶ τοῦ προϊέναι εἰς διεκχύσεις ἀνακόπτεται τῇ ἐπιτιμήσει Παύλου τοῦ θεορρήμονος, ὃς εἰς τρίτον οὐρανὸν ἀναβὰς καὶ ὡς τόξον περιαχθεὶς τῷ γύρῳ τῆς οἰκουμένης, ἣν διείληφε τῷ κηρύγματι, μὴ πενθεῖν ἀπαρακλήτως ἐπισκήπτει τοὺς οἰχομένους ἐπίσης τοῖς μὴ ἐλπίδα ἔχουσιν ἀναστάσεως.

διὰ ταῦτα τοίνυν τὸ τοῦ κλάειν ἀόριστον σχάσομεν, καὶ μάλισθ’ ὅτι καὶ εἰς περιστερὰν ὁ πενθούμενος ἐνδίδωσιν ἐκλαμβάνεσθαι, ζήσας μὲν ἀκεραίως καὶ εὐσεβῶς τὰ πρὸς τὸν Θεόν, καὶ νῦν δὲ τῷ εἰς τὴν γῆν ἐπαναστρέφειν, ἐξ ἧς προῆλθεν, ὡς εἰς κιβωτὸν ἄλλην πανδεχῆ ἀντὶ κάρφους φέρων ἐλαίας σημεῖον τὸ σταυρικὸν καὶ τὸ τοῦ Χριστοῦ ῥικνὸν τριβώνιον ἀμπισχόμενος, ἐν οἷς ἡμεῖς εὐέλπιδες τὸ χριστώνυμον, μὴ παρασυρῆναι γοῦν ὑπὸ τοῦ ἕλκοντος ἐκεῖσε πυρόεντος ποταμοῦ τοῦ ῥιγίστου τε Ταρτάρου καὶ τοῦ κρυεροῖο γόοιο.

Ἀλλ’ ὦ τοῦ γένους ἡμῶν καὶ τῆς σωτηρίας ἀρχηγέ· ὦ μεγαποίμην· ὦ νεκρῶν πρωτότοκε Λόγε Θεοῦ, Πατρὶ καὶ Πνεύματι συννοούμενε, μὴ ποιμάναι θάνατος τὸ σὸν λογικὸν θρέμμα ὡς ἐκείνους, οὓς ὡς πρόβατα ἐν Ἅιδου τέθεικας, ἀλλ’ ὡς τῆς σῆς αὐλῆς ἐπίσημον ἀρνειὸν εἰσελάσαις καλέσας κατ’ ὄνομα πρὸς τὰς χλοερὰς νομὰς τῆς Ἐδέμ, καὶ θεατὴν τῶν ἀθεάτων καὶ ἀκουὸν τῶν ἀνηκούστων ποιήσαις σου ἀγαθῶν· καὶ ὁ τὴν τῆς φωνῆς σου βροντὴν τῷ τροχῷ ἐνθέμενος πρότερον, ὁπηνίκα τῶν Αἰγυπτίων ξυνέδεις τοὺς ἄξονας, αὐτὸς σαλπίσας τὸ εἰς ζωὴν ἀναστάσιμον πρὸς τὴν δι’ ἀέρος ἐπελαφρίσαις σου τὸν κείμενον πρόοδον. καὶ ἵλαθι φίλοικτος ὢν καὶ σύγγνωθι, εἴ τι που παρεπλάγχθη τοῦ δέοντος· οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστιν ἄχραντον καὶ ἀκήρατον εὑρεθῆναί τινα, κἂν ἀκροθιγῶς κατὰ σφαῖραν εἴτε μὴν τροχὸν τῶν γηΐνων πραγμάτων ἐφάπτοιτο.