Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 15: Προσφώνηση προς τον Θεόδωρο Λάσκαρη για τη νίκη στον Μαίανδρο

Εγκωμιαστικός λόγος που υμνεί την ανδραγαθία του αυτοκράτορα και την αποφασιστική του νίκη κατά των Περσών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 15 από 18

Τοῦ αὐτοῦ· Εἰς τὸν βασιλέα κῦρ Θεόδωρον τὸν Λάσκαριν, ὅτε ἐφόνευσε τὸν σουλτάνον Ἰκονίου· ἐξεδόθη δὲ σαφηνείας πλῆρες τὸ παρὸν προσφώνημα διὰ τὴν τῶν ἀκροατῶν ἀσθένειαν. Νῦν ἡμέραν τὴν ἡμέραν ἀκραιφνῶς λογιζόμεθα, νῦν τὸν ἥλιον ἥλιον, νῦν φῶς ἐλευθερίας καθαρῶς ἐβλέψαμεν ἅπαντες· ἐπανήκεις γάρ, μεγαλουργὲ βασιλεῦ, ἐκ τῶν Περσικῶν σου καμάτων φαυσιβολώτερος ἡλίου νέφος πολεμίων διεσκεδακὼς τετριγὸς καθ’ ἡμῶν δεινὸν καὶ ὀλέθριον. καὶ τῷ μὲν δοκεῖν ἕν τι καταγωνισάμενος ἔθνος, τῷ δὲ ὄντι μυρίαις πανσπερμίαις ἐθνῶν ἀνθαμιλλησάμενος Πέρσας ἐστρόβησας, Ἰκονιέας ἐκλόνησας, Ἄρραβας ἔτρεψας, τοὺς τὴν Μέσην τῶν ποταμῶν κατοικοῦντας κατεπολέμησας μάχῃ μιᾷ καὶ τοῖς ἔργοις σου τῶν χειρῶν. τί γοῦν καὶ φήσομεν ταυτηνί σου τὴν ἐπανάλυσιν; οὐδὲν ἀλλ’ ἢ πάντως ἐξ ὕψους ἀνατολὴν καὶ θειοτέραν ἐπισκοπήν· μᾶλλον μὲν οὖν ἐπιδημίαν Θεοῦ πρὸς ἡμᾶς, εἰ καὶ μὴ τῇ φύσει, τοῖς δ’ οὖν λαμπροῖς ἀριστεύμασι καὶ τοῖς ὑπερφυέσι σου κατορθώμασιν. „Ἀλλὰ τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὄντως Θεὸς ἐκδικήσεων Κύριος· ὄντως Θεὸς παρρησιαζόμενος Θεὸς ὁ ἡμέτερος.“ φθέγξομαι γὰρ τὰ Δαυιτικὰ ταῦτα ῥήματα ὡς προσφυᾶ καὶ ἐφάρμοστα τοῖς νεαροῖς σου τούτοις μεγαλουργήμασιν.

ἅμα γὰρ ἐπὶ τὸν Μαίανδρον ποταμὸν ἐπεβίβασας τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά, καὶ ἅμα τὰς τῶν βαρβάρων ὁμαιχμίας διέλυσας· καὶ ἄνδρες μὲν ἐκτείνοντο πρόμαχοι καὶ συνείχοντο ἵπποι πολεμιστήριοι καὶ χάρακες ἐσκυλεύοντο καὶ χρήματα διηρπάζοντο, τὸ δὲ λοιπὸν τοῦ στρατεύματος συλληφθὲν δέει κατὰ πρόβατα σφαγῆς διεσκίδνατο. ὡς εὐδαίμων οὖν καὶ σώτειρα Ῥωμαίων ἡ ἱππασία σου· ὡς εὐδαιμονεστέρα δὲ καὶ ἡ στρατηγία σου· ὡς τρισμακάριος σὺ καὶ τρισμέγιστος παρὰ βασιλεῦσι πᾶσι καὶ ἀρχηγοῖς νικήσας ἔθνη τὰ ἐς δεῦρο ἀνίκητα καὶ πολεμικὰς φάλαγγας συγκόψας τροπαιουχεῖν μεγαλαυχούσας ἀεί· ὅσον γὰρ ἦν τὸ Περσικὸν ἱππικὸν τὸ καὶ τοῖς ὅπλοις ἀστράπτον καὶ μικροῦ ἀερούμενον τοῖς ποδηνέμοις ὀχήμασιν· ἐπὶ δὲ τούτοις ὅσον τὸ τοξικόν, ὅσον τὸ δορυφόρον, τὸ ῥαβδοφόρον, τὸ σισυροφόρον ψιλόν, ὅση δὲ καὶ ἡ σκευοφόρος κάμηλος καὶ ἡ τοῦ πολέμου παντοία παρασκευή.

Εἶπεν ἄν τις πρὸς τὸ πλῆθος ἀπιδὼν τῆς παρεμβολῆς καὶ τὸν ἐπιφερόμενον ἐκείνῃ πλοῦτον τὸν ἄπειρον ἐν ἵπποις καὶ ἐν ἅρμασιν ἀναρίθμητον, ἐν δ’ ἱματισμοῖς χρυσοϋφέσι καὶ πολυτελέσι σκεύεσι καὶ τῇ λοιπῇ θεραπείᾳ τοῦ σώματος καὶ τὸ τῆς ψάμμου παμπληθὲς ὑπερβαίνοντα, μὴ τοὺς ἐξ Ἄγαρ ἐξιέναι πρὸς Ἄρεα, ἐς δὲ τὴν Εὐρώπην μετοικίζεσθαι πάντας τοὺς Ἀσίας οἰκήτορας διά τι προσπεσὸν θεόπεμπτον μήνυμα· εἰ καὶ νῦν ταῦτα πάντα ὅσα καὶ ἀχυρμιά τις ἐξ ἅλωνος θερινῆς ἀπελήλαται. οὐδὲ γὰρ οὕτω Τρῶας ἐφόβησεν Ἀχιλλεύς, ὡς σὺ τὸ Περσικὸν ἐνέκλινας μυρίανδρον στράτευμα. ἠγωνίσατο καὶ Δαυίδ, ἀλλὰ καθ’ ἑνὸς βαρβάρου τοῦ Γολιάθ, καὶ τούτῳ τὴν κεφαλὴν ἀφελόμενος ἐν μυριάσιν ἀνδρίσασθαι ταῖς χορευτρίαις νεάνισιν ᾔδετο. πλὴν ἐπεπήδησέ τις καὶ τῷ Δαυὶδ ἀλλόφυλος, παρεστὼς δὲ Ἀβεσσὰ τὸν κίνδυνον ἀπεκρούσατο· καὶ πᾶς ὁ στρατὸς πρὸς τὸν Δαυὶδ ἐξεβόησεν· „οὐκέτι πορεύσῃ ἐς πόλεμον, ἵνα μὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ.“ σὺ δὲ οὐ πρὸς ἕνα ἡμιλλήσω, ἀλλ’ ὅλας παρατάξεις ἐκλόνησας, τέλος δὲ καὶ θάνατον ἔβαλες εἰς κεφαλὴν τοῦ παρασπόνδου καὶ κομπάζοντος τὰ ὑπέραυχα, καὶ οὐδ’ ὅσα Ξέρξης ἠλαζονεύετο καθ’ Ἑλλήνων θάλασσαν ἀπογαιῶν καὶ ἤπειρον θαλαττῶν καὶ ζοφῶν τὸν ἥλιον βέλεσι καὶ ποταμοὺς ξηραίνων ταῖς πόσεσι.

Τίνα σοι τοίνυν κλῆσιν ἁρμοδίως ἐφεύροιμι; καλέσω σε Περσοκτόνον; ἀλλ’ οὐ τοῦτο καὶ μόνον σοι ἐπεγένετο· Πολιορκητήν; ἀλλὰ καὶ νίκας ἐπανείλου μεγάλας ἱππομαχίᾳ· Σωτῆρας; ἀλλ’ οὐ μόνον τὸ οἰκεῖον ἐξέσωσας, ἀλλὰ προσκατηγωνίσω καὶ τὸ ἀλλότριον. πόσῳ σὺ θαυμάζεσθαι ἀξιώτερος ὑπὲρ τὸν Μακεδόνα Ἀλέξανδρον. μεγαλεγχειρητὴς μὲν γὰρ κἀκεῖνος καὶ φιλοκίνδυνος, ἀλλὰ νικήσας Δαρεῖον, οὐχὶ καὶ Δαρεῖον ἑλεῖν δεδύνηται. μᾶλλον μὲν οὖν καὶ Ἰνδοῖς μαχόμενος ἐτοξεύθη διὰ τοῦ θώρακος εἰς τὸ στῆθος καὶ πνεῦμα ὁμοῦ τῷ αἵματι ἐκ τοῦ τοξεύ<ματος> ἐξεπνεῖτο· καὶ ἴλιγγος αὐτὸν καὶ λειποψυχία κατέσχε καὶ πίπτει ἐπὶ τὴν ἀσπίδα ξυννεύσας· τάχα δ’ ἂν καὶ χερσὶν ἑάλω βαρβάρων καὶ τὴν κεφαλὴν ἀπετέτμητο, εἰ μὴ περιβάντες οἱ Μακεδόνες πεσόντι καὶ ἄλλος ἐπ’ ἄλλῳ προασπίσαντες ἀνήγειράν τε τοῦ πτώματος καὶ τοῦ κινδύνου ἐξέσωσαν.

καὶ σὺ δέ, μεγαλοκινδυνότατε βασιλεῦ, κατ’ Ἀλέξανδρον ἀνδραγαθιζόμενος βέβλησαί πως καὶ καταβέβλησαι μυρίων ἕνα διειληφότων· ἐκ δὲ τοῦ αὐτίκα διαναστάς, ὡσεὶ παρεμβολαῖς ἀγγέλων ἀνεκουφίζου ἢ Χριστὸν αὐτὸν συμπαρεστῶτα εἶχες καὶ ἀνορθοῦντα καὶ ἀνιστῶντά σε, καὶ εἱληθεὶς ὑπὸ τῇ ἀσπίδι ἀνεπινόητος καὶ πάλιν ὁπλίτης αὐτενέργητός τε καὶ αὐτεπάγγελτος κατὰ τοῦ Περσάρχου κεχώρηκας· καὶ πεζομάχος ὤφθης ὁ ἱππομάχος καὶ πλήττων ἐς κνήμας ἵππον τὸν ἐριαύχενα καὶ καθαιρῶν τὸν ἀναβάτην καὶ ἀναιρῶν πολλῷ τοῦ Βρασίδου νεανικώτερος, ὃς ἐξελκύσας δόρυ τοῦ σώματος αὐτῷ τούτῳ τὸν βαλόντα ἠμύνετο. ὅθεν τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καὶ τὸ μνημόσυνον αὐτοῦ μετ’ ἤχους ἀπώλετο· καὶ νενίκηται ὁ νικητὴς καὶ καταμεμάχηται ὁ μαχητὴς καὶ ἑάλωκεν ὁ δυσάλωτος, ὁ δὲ πολεμοχαρὴς κατηδάφισται, καὶ εἶδεν ἥλιος μέχρι καὶ ἐς ἡμᾶς ἀθέατον θέαμα, εἰς γῆν πεσόντα πτῶμα παγχάλεπον καὶ ἀνέγερτον καὶ τὴν κεφαλὴν ἀπαρασσόμενον τὸν τὴν πρὸς ἥλιον πᾶσαν μεγαλαυχοῦντα χειρώσασθαι καὶ τὰς ἡμετέρας πόλεις ὡς εἰς χῶμα καθελεῖν φρυαττόμενον, τοὺς δ’ ἐν αὐταῖς οἰκοῦντας ὡς ἐγκαταλελειμμένα ᾠὰ καὶ νοσσιὰν ἔρημον ἀρεῖν φανταζόμενον.

Τί τῆς ἡμέρας ἐκείνης γλυκύτερον; τί τῆς θέας ἐκείνης χαριέστερον; Χριστὲ βασιλεῦ, τῆς μεγαλωσύνης σου καὶ τῶν καινῶν σου θαυμασίων καὶ τεραστίων τῶν νεαρῶν καὶ τῆς ἀρρήτου πρὸς ἡμᾶς προμηθείας σου. ὁ γὰρ θανατῶν σὺ καὶ ζωογονῶν, κατάγων εἰς Ἅιδου καὶ ἀνάγων, ὡς εἰς ῥοπὴν τρυτάνης τὰ καθ’ ἡμᾶς ὑποκλίνας πράγματα καὶ πᾶσαν ἀγαθὴν ἀπαγαγὼν προσδοκίαν αἴφνης ὑπὲρ λόγον εἰς τὴν ἐναντίαν μετέστησας πλάστιγγα. ἀνατέτραψαι γάρ, βασιλεῦ, καὶ τοῦ ὀχήματος ἀπεσφαίρισαι μόνος τὸν ὑπὲρ ὅλων δεχόμενος κίνδυνον καὶ πρὸς ἕνα πολέμαρχον τοῦ βαρβαρικοῦ παντὸς ἐπιβρίσαντος· ἀλλὰ τῷ σῷ πτώματι πάντες ἡμεῖς ἀνέστημέν τε καὶ ἀνωρθώθημεν· „ὅταν“ γάρ φησι, „πέσῃ, οὐ καταρραχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.“ Πλὴν καὶ τοῦτό σου τὸ ἀέθλευμα χριστομίμητον ἀληθῶς. καὶ Χριστὸς γὰρ συμπλακεὶς τῷ τῆς φύσεως ἡμῶν πολεμήτορι καὶ πτῶμα τὸ ἐντάφιον ἑκουσιασάμενος κἀκεῖθεν ἀναθορὼν ὡς ἐς γῆν καθεῖλε Σατὰν τὸν ἀρχέκακον καὶ λαμπρότερος ἐκ τοῦ παθεῖν εἰς τὴν οἰκείαν ἀρχὴν εἰσελήλυθε· καὶ σὺ πρῶτος ἐμβαλὼν τοῖς πολεμίοις καὶ μόνος μυριάσι καταφράκτοις ἀντιταξάμενος ὠσθεὶς ἀνετράπης τοῦ πεσεῖν, ὁ δὲ Κύριος ἀντελάβετό σου; καὶ κυκλώσαντες ἐκύκλωσάν σε οἱ βάρβαροι, ἠμύνω δὲ τούτους τῷ τοῦ Κυρίου ὀνόματι.

ἀκολούθως οὖν καὶ βασιλεὺς ὑψηλότερος κατὰ Χριστὸν ἡμῖν ἐπανέζευξας καὶ εἰσέτι ἀποσῴζων τοὺς ὑπὲρ ἡμῶν ἐπενεχθέντας σοι μώλωπας καὶ διδοὺς φιλαγάθως τῷ βουλομένῳ ψηλαφῆσαί σε καὶ εἰπεῖν· „ὁ κύριός μου καὶ αὐτοκράτωρ μου.“ ὅθεν καὶ θαρρούντως φαμέν, ὡς τῷ σῷ μώλωπι πάντες ἡμεῖς ἰάθημεν καὶ ὅτι τὴν σὴν ψυχὴν τῶν ὅλων ἀντίλυτρον δέδωκας.

Ἀκούω τῆς ἱστορίας δι’ ἐπαίνου καὶ κρότου πολλοῦ τιθεμένης ἐς δεῦρο μαχητήν τινα τὴν κλῆσιν Καλλίμαχον, ἐφ’ ὃν οἱ Πέρσαι πᾶσαν μὲν φαρέτραν ἀνέῳξαν, πάντα δ’ οἰστὸν ἐξεκένωσαν· ὁ δὲ καὶ θανὼν ἀκαθαίρετος ὡρᾶτο περιτοξευθεὶς καὶ νεκρὸς ἀδοξῶν πεσεῖν καὶ ζῶν ἐν μόνῳ τῷ σχήματι καὶ ψυχῆς μεμονωμένῳ σώματι, ἀποσοβῶν ὡς πρώην τὸ βάρβαρον τοῖς τῶν βελῶν πτεροῖς κουφιζόμενος. ἀλλὰ τί μοι πρὸς σέ, βασιλεῦ θειότατε, τὸ ἕως καὶ νῦν περιώνυμον τοῦτο καὶ διατοξεύσιμον παντὶ τοῦ Καλλιμάχου κατόρθωμα; οὐ γὰρ βλήμασι μόνον παρεστήσω τὸ σὸν ἀνδρεῖον παράστημα, ἀλλ’ ὅλης Ἀσίας τοξεύματα καὶ δόρατα κραδαινόμενα καὶ κορύνας ἀνατεινομένας χαλκήρεις ἐπὶ τὸ σὸν δεξάμενος σῶμα ἀντέσχες ὡς ἀδάμας καὶ ἄκμων ῥαιστῆρσιν ἀνάλωτος· εἶχες γὰρ τὸν Χριστὸν ἐπὶ τὴν σὴν σκιάζοντα κορυφὴν ὡς καὶ Δαυὶδ ἐν πολέμοις πρότερον· „ἐπεσκίασας“, γάρ φησιν, „ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.“ καὶ ὁ μὲν βάρβαρος οὐκ ᾤετο μόνον, ἀλλὰ καὶ ἐπεβόα τρανότερον ἐν χερσὶν ἔχειν σε ἤδη καὶ μικροῦ τὰ νικητήρια ἔθυε· καὶ ὅπου τὸ ὑπὲρ ἡμῶν σου πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοί, οἱ περὶ ἐκεῖνον μεγιστᾶνες, ἠθροίζοντο, εἰ καὶ καθ’ ἑαυτῶν καὶ ἀνοήτως ἐπεποτῶντό σοι καὶ δίκην κολοιῶν ἐγάρυον ἄκραντα διακενῆς πτερυγίζοντες.

ὁ γὰρ διεὶς ἐπὶ σταυροῦ τὰς χεῖρας ὡς πτέρυγας ἡμέτερος Θεὸς ὁ Χριστὸς ὡς ἐπὶ τῶν αὐτοῦ σε μεταφρένων ἀνέλαβε καὶ ὡς κόρην ὀφθαλμοῦ διεφύλαξεν, ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, καὶ εἰς Θεὸν ὑπερασπιστήν σοι γέγονε συμποδίσας τοὺς ἐπανισταμένους ἐπὶ σὲ ὑποκάτω σου καὶ στήσας ἐν εὐρυχώρῳ τοὺς πόδας σου, ὡς ἐπὶ σοὶ δέξασθαι πέρας κἀκεῖνα τὰ Δαυιτικὰ κρούματα· „αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.“ Ὡς ἀξίαν γοῦν τοῦ φιλοβασιλέως Χριστοῦ καὶ σοῦ τοῦ φιλοχρίστου βασιλέως τὴν κρίσιν ὁ πόλεμος εἴληφεν· ἔδει γὰρ καὶ Χριστὸν ὑπερκεῖσθαι Μωάμεδ ὅλους ποταμοὺς ληροῦντος ῥοφᾶν τὴν παρ’ αὐτῷ τιμωμένην καμηλοθήλειαν καὶ πᾶσαν αἰσχρουργίαν τοὺς ἐκ τῆς Ἄγαρ διδάσκοντος, καὶ βασιλέα εὐσεβῆ καὶ φιλόθεον ὑπερτερῆσαι τοῦ τῆς ἀνομίας υἱοῦ καὶ ταγμάτων ἀρχηγοῦντος πανασεβῶν. τίς ἀπ’ αἰῶνος τοιοῦτον ἤκουσε τρόπαιον; τίς οὕτως ἐν ἀκαρεῖ τὰ Περσῶν καθεῖλε φρυάγματα; τίς εὐμαρῶς ἐχειρώσατο ἄνδρα Περσάνακτα ὑπὲρ μὲν ἀστέρας τὴν ἵππον ἐλαύνοντα, τὴν δ’ ἀσπίδα πεδιάδας ὅλας καλύπτουσαν ἔχοντα; σὺ μόνος ἄρα καὶ πρῶτος, οἶμαι δὲ καὶ ὕστατος, θειότατε βασιλεῦ, τὸ μεγαλοπρεπὲς τοῦτο καὶ θεοπάροχον τετέλεκας τρόπαιον· ἔδει γὰρ ὡς Θεοῦ δωρήματι, καθὼς καὶ ἡ κλῆσις ἐπισημαίνεται, καὶ Θεόν σοι κατορθοῦσθαι μεγαλουργήματα.

καὶ γένος μὲν τὸ Αἰγύπτιον διὰ Μωσέως πρὶν μαστιγούμενον ἓν τῶν καινοπρεπῶν ἐκείνων ἔργων καὶ θεϊκῶν δάκτυλον Θεοῦ κατωνόμασεν· ἰδοὺ δὲ καὶ ἡμῖν διὰ σοῦ κατὰ Μωσέα καινουργοῦντος τὰ ὑπὲρ ἔννοιαν ἔργον τοῦτο θεοπρεπὲς ἐκτετέλεσται, οὐ δάκτυλος μόνον Θεοῦ κληθησόμενον, ἀλλ’ οὕτω καὶ εἰς φόβον καὶ εἰς θάμβος τοῖς ἁπανταχῇ γενησόμενον ἔθνεσιν, ὡς ὑπ’ ἐκπλήξεως ἕκαστον τῷ οἰκείῳ ἐπιθεῖναι στόματι δάκτυλον· βαλὼν γὰρ ἐπὶ κεφαλὴν ἀνόμου θάνατον ἐξήγειρας μὲν καὶ ἕως τραχήλου δεσμοὺς τῶν ἐκείνου δυναστῶν, ἀφείλου δὲ καὶ κεφαλὴν τὴν κομπάζουσαν περιοδεῦσαι καὶ διελθεῖν χώρας καὶ πόλεις ἡμετέρας καὶ πορφυρῶσαι ταύτας τοῖς αἵμασι, καὶ εἰς κοινὸν διέπεμψας γελοιῶδες ἐπίχαρμα πηριδίῳ ἱππικῷ ἐντεθεῖσαν καὶ σεσηρυῖαν δεινὸν καὶ μεμυκυῖαν τοὺς ὀφθαλμοὺς καὶ τὴν γῆν τῷ οἰκείῳ μολύνουσαν αἵματι.

Λαμπρὰ μὲν οὖν καὶ τὰ χθὲς καὶ πρὸ τρίτης σου κατορθώματα, βασιλεῦ, ὅσα θάλαττα καὶ γῆ διενείμαντο, καὶ ἀεὶ τοῦ προτέρου λαμπρότερον τὸ μετέπειτα· τὸ δὲ νῦν τοῦτο τρόπαιον μεγαλειότερον τῶν πάντων τροπαίων σου, καὶ οὐ τῶν σῶν μόνον τροπαίων, ἀλλὰ καὶ τῶν ὁτεδὴ κατορθωμάτων παλαιγενέσι βασιλεῦσι καὶ στρατηγοῖς, ἵνα μὴ λέγω ἀσύγκριτον καὶ οἶον οὐδέπω τις τῶν μεγαλοδυνάμων βασιλέων διήνυσε. ταῦτα τοῦ σταυροῦ τὸ σημεῖον, ἐν ᾧ καὶ αὐτὸς ἐφράχθης καὶ ὃν τοῖς σοῖς ὁπλίταις ὑπέθου αἴρειν εἰς σύσσημον. ὅθεν καὶ κατὰ τὸν μέγαν ἤκουσας Κωνσταντῖνον· „ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου“. τοῦτό σοι τὸ ὅπλον ῥάβδος ἐσεῖται δυνάμεως ἐξαποστελλομένη σοι ἐκ Σιὼν καὶ ὑποχείριον θήσεται τὴν τετραπέρατον γῆν· τοῦτο τοῖς σοῖς ποσὶν ὑποθήσει πάντα ἐχθρὸν καὶ πολέμιον, ὅσος ἑῷος, ὅσος ἑσπέριος· ἥκασι γάρ, εἴ τι καὶ προβλεπτικῶς φθέγγεσθαι χρή, ἡμέραι τῆς ἐκδικήσεως· ἥκασι καιροὶ τῆς ἀνταποδόσεως· καὶ δεῖ τὰ τῆς ταλαιπώρου τέκνα Περσίδος πρὸς τὴν πέτραν τὸν Χριστὸν ἐδαφίζεσθαι, ἀνταποδίδοσθαι δὲ αὐτῇ καὶ ὃ ἡμῖν πολλάκις ἀνταπέδωκεν ἀνταπόδομα.

Ἐπὶ τοιούτοις ἡμεῖς τὸ ὑπήκοον κατορθώμασι, βασιλεῦ μεγαλόνικε, περικροτοῦντες γεγήθαμεν καὶ ὡς δῶρον ἀληθῶς θεοδώρητόν <σε> τρισασπασίως ὑποδεχόμεθα καὶ τοῖς σοῖς ἄθλοις ἐναβρυνόμενοι παιανίζομεν καὶ περισκιρτῶμεν ἑόρτια τοῖς σοῖς ἀγωνίσμασι· ζητοῦμεν καὶ τοὺς ὑπὲρ ἡμῶν ἰδέσθαι σου μώλωπας καὶ χείλεσι τὰ στίγματα περιπτύξασθαι, οὐχ ὅτι παρ’ ἡμῖν τις διστάζων καὶ δίδυμος τὴν γνώμην καὶ δύσπιστος, ἀλλ’ ὅτι καὶ Χριστὸς ἔχαιρε ψηλαφώμενος καὶ μαθητοῦ χερσὶ πολυπραγμονούμενος· ὥσπερ πρὸ μικροῦ τὴν τῆς ἱερᾶς σου κεφαλῆς ἐνοπτρισάμενοι κόρυθα τὰ τῆς σῆς ὑπὲρ ἡμῶν ἀγωνίας σύμβολα φέρουσαν μεθ’ ἡδονῆς ἐνηγκαλισάμεθα καὶ περιχαρῶς ἠσπασάμεθα.

Ἀλλὰ βασιλεῦ, εἰ μὲν δυνατόν, εἰς αἰῶνα ζῆθι τὸν ἅπαντα καὶ ἀθάνατον ἔστω τὸ κράτος σου· εἰ δ’ ἡ φύσις ἡ βρότειος τοῦτο οὐ βούλεται, ἐς πολιὰν πολιᾶς ἐλάσαις καὶ γῆρας ἔσχατον καὶ τρισεύδαιμον, νίκας νίκαις ἐπισυνάπτων καὶ τροπαίοις ἐπιστοιβάζων τρόπαια, παρὰ μὲν πᾶσι τοῖς ὁπουδήποτε βασιλεύουσιν ἀπαράμιλλος ὢν καὶ ἀσύγκριτος, ἑαυτῷ δὲ συγκρινόμενος καὶ νικῶν ἑαυτὸν καὶ ἀεὶ τὰ παρῳχημένα τρόπαια τοῖς ἐνεστῶσιν ὑπερβάλλων μεγαλουργήμασι, καὶ φοβῶν καὶ νικῶν οὐ μόνον τὸ πρὸς ἕω βάρβαρον, ἀλλὰ καὶ τὸ δυσμόθεν ἐπισφρῆσαν ἡμῖν πολυσπερὲς καὶ ἀλλόγλωττον γένος· καὶ εἴης αὐτὸς ὁ προσδοκώμενος ἐλευθερωτὴς τῆς λογίμης πόλεως Κωνσταντίνου καὶ ὁ ἐπανάγων Ζοροβάβελ. ταῦτα δὲ καὶ τὸ παρεστηκὸς ἐπεύχεται, κράτος σοι θεόθεν αἰτούμενον ἄνοσον, εὔθυμον, ἀήττητον, πολυχρόνιον.