Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 16: Λόγος για την είσοδο της νηστείας

Προτρεπτικός λόγος προς τον κλήρο, τον στρατό και τον λαό για πνευματική εγρήγορση, ελεημοσύνη και άσκηση μέσω της νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 16 από 18

Τοῦ αὐτοῦ· Εἰς τὴν εἴσοδον τῆς νηστείας. „Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ·“ ἐκ τῶν Δαυιτικῶν κρουμάτων ἡ βασιλεία μου τὸ τῆς νηστείας ἀναβαλεῖται διάγγελμα. χρεὼν γὰρ δήπου βασιλεῖ φιλοθέῳ καὶ φιλοψάλμῳ κατ’ ἴχνια βαίνειν ὀριγνωμένην καὶ τὰ πρὸς αἶνον Θεοῦ συνεπᾴδειν τούτῳ καὶ ψυχῶν ἐπίσης μετιέναι κατάρτισιν, ἃς θεόθεν πεπίστευται, ὡς τὰ ῥήματα ταῦτα παρίστησιν· „Υἱὲ ἀνθρώπου, σκοπόν σε τέταχα τοῦ Ἰσραήλ.“ εἶεν ἂν αἱ νήστιμοι τῶν ἡμερῶν πύλαι καλούμεναι προσφυῶς εἰς ἑπτὰ μὲν εἰσόδους τὰς ἑβδοματικὰς περιόδους διευρυνόμεναι καὶ κατὰ μικρὸν ἀλλήλαις ὑπεξιοῦσαι, εἰς δ’ ἐξομολόγησιν Κυρίου τοῖς εἰσιοῦσιν ἀνακλινόμεναι· ὡς γὰρ τὸ χρῆμα τῶν πυλῶν διαιρόμενον τὴν ἔνδον χαρίζεται πάροδον, οὕτω καὶ νηστείας ἐπείσβασις ὁδός ἐστιν εἰς ζωήν, πρόοδος εἰς μετάνοιαν, πρὸς δέος Θεοῦ στοιχείωσις. κατὰ τοῦτο δ’ οἶμαι νηστεία τὸν ἑπταδικὸν τῶν ἡμερῶν κύκλον ἀπείληφεν, ὅπως δι’ αὐτῶν τὸ τῆς ψυχῆς ἁγνίσωμεν τριμερὲς καὶ τῆς τῶν ἀρετῶν τετρακτύος ἀντιληψόμεθα, ἅπερ εἰς ἑπτάδα διέσχισται.

Διὰ ταῦτα τοίνυν, ὦ σχοίνισμα καὶ λάχος ἐμόν, ὦ λαὸς Θεοῦ περιούσιος καὶ κλῆρος ἠγαπημένος, εἰσέλθωμεν διὰ τῶν τῆς νηστείας πυλώνων διαστελλομένων ἤδη καὶ οἶον προκαλουμένων εἰς τὴν εἴσω πάροδον. μηδεὶς δὲ τὸ τεθλιμμένον αὐτῶν ὁρῶν καὶ τὸ ἀπλατὲς καὶ τὸ δυσπρόσοδον ἀναβαλλέσθω τὴν εἴσδυσιν ἢ γινέσθω παλίσσυτος, ἀλλ’ εἰδώς, ὡς στενὴ μὲν ἡ ὁδὸς ἡ ἀπάγουσα πρὸς ζωὴν καὶ ὀλίγοι αὐτὴν εὑρίσκουσι, πλατεῖα δὲ ἡ πρὸς ἀπώλειαν οὐδὲ δύσπορος, ἀναδυέσθω μηδόλως, ἀλλὰ χωρείτω χαίρων τὸ μετὰ τὴν πάροδον εὐρύχωρον φανταζόμενος καὶ τὴν ἐνδεχομένην ἐνθένδεν ἀναψυχήν, καὶ ὡς εἰς μέθεξιν ζωῆς προχωρήσειεν, ἣν τὸ ξύλον τοῦ σταυροῦ ἀναδίδωσι.

Καὶ ταῖς μὲν πύλαις τῆς νηστείας περιχαρῶς οὕτω καὶ μετ’ εὐελπιστίας ἐπενθλιβώμεθα, τὰ δὲ ψυχικὰ ταμεῖα ὑπεισιόντες, ὡς ἡ τοῦ σωτῆρος Χριστοῦ καθήγησις βούλεται, τὰς αἰσθήσεις ὡς θύρας ἐπιζυγώσωμεν, τὸν δὲ νοῦν ἐπόπτην αὐταῖς ἐπιστήσωμεν, ὡς οὕτως τῷ ἐν τῷ κρυ<πτῷ> βλέποντι Πατρὶ συγγενώμεθα, καὶ ὅ γε πάντως φιλοστοργίαν πατρικὴν ἐνδεικνύμενος περανεῖ τὰς ἐντεύξεις, καὶ μάλιστα εἰ μὴ κατὰ τοὺς ἐθνικοὺς βατταρίζοιμεν, τὴν δ’ οὐρανῶν βασιλείαν αἰτοίμεθα, ᾗ κατὰ σκιὰν τὴν ἐν σώμασιν ἐφέπεται ἢ συμπρόεισιν, ὅσα τῶν ἐγγείων ἀγαθῶν ἀνθρώποις ἀξιοφίλητα. οὕτως εὔχρηστον χρῆμα νηστεία καὶ πρὸς ἀρετὴν ἐφόδιον ἀπαραίτητον.

Εἰ παράδεισον ποθεῖ τις θεάσασθαι, αὕτη ἡ πύλη Κυρίου, δι’ ἧς εἰσέρχονται δίκαιοι· εἰ τῷ σταδιάρχῃ Χριστῷ ἀρέσαι προὔθετο καὶ τὸν κατὰ δαιμόνων ἀνδρίσασθαι πόλεμον, τίνα πανοπλίαν κραταιοτέραν νηστείας περιβαλεῖται ἢ ὅπως ἀγωνιεῖται νομιμωτέρως μὴ ταύτην ἑλόμενος; ἡδὺ μὲν γὰρ καὶ βασιλεῖ χαιρησιμάχῳ θέαμα στρατὸς κατάφρακτος ἅπας, καὶ μυρία μὲν ἵππος πολλάκις, ἀσπὶς δὲ οὐκ ἐλάττων, τοῦτο μὲν ἰσχυρὰ τοῖς βραχίοσι, τοῦτο δὲ ταῖς προθυμίαις ἀκάματος· ἥδιον δὲ πολλῷ μᾶλλον καὶ χαριέστατον τῷ τῶν ἡμετέρων ἀρχηγῷ ψυχῶν ὁμήγυρις εὐσεβοφρόνων λαῶν, συνδρομὴ ἁγιόλεκτος, στρατολογία θεοσυνάσπιστος, κούφη μὲν νηστείᾳ καὶ εὔζωνος, τοῖς δὲ ὅπλοις φραγνυμένη τοῦ Πνεύματος, καὶ καθάπερ εἰς στρατόπεδον συνιοῦσα τὰς τοῦ Κυρίου αὐλὰς καὶ τούτῳ τὴν αἴνεσιν ἀλαλάζουσα. ταύτης τῆς παρεμβολῆς μέρος εἶναι καὶ ἡ βασιλεία μου γλίχεταί τε καὶ εὔχεται· φαλαγγαρχεῖν γὰρ καὶ τὰ πρῶτα τῆς παρατάξεως φέρεσθαι μέγα καὶ ὑπὲρ αἴτησιν ἤγηται, ὅτι μηδὲ νηστείᾳ κατήρτισται, μηδ’ ἀκριβῶς ἐφώπλισται τοῖς τοῦ Πνεύματος τεύχεσιν, ἃ χαλκεύουσιν ἀρεταὶ καὶ διαπλέκει τῶν ἐντολῶν Χριστοῦ τήρησις.

Ἀλλὰ γὰρ ἐπειδὴ νηστείας και<ρὸς καὶ> στρατὸς ἡμεῖς ἔνθεος, Χριστοῦ ἐκλόγια, φάλαγξ πνευματοκρότητος, μηδεὶς ἔστω τοῦ συνθήματος ταύτης ἀνήκοος ἢ δειλανδρήσας τὸν ἀγῶνα ἢ ῥίψασπις φανείς, ἢ γοῦν ἀγεννῶς πρὸς τρυφὴν αὐτομολήσας, ὡς οἱ κύνες πρὸς τὸν ἕωλον ἔμετον. εἰ γὰρ τοῖς πάλαι τὸ στάδιον εἰσιοῦσί τε καὶ ἐγγραψαμένοις οὐκ ἦν ἀκίνδυνον τὸ πρὸ τῆς ἀγωνίας ἐκεῖθεν μεθίστασθαι, πόσην ἄρα τὴν αἰσχύνην καὶ τὸν ψυχικὸν ὄλεθρον ὑποστήσεται ὁ πρὸς τὸ παγκράτιον τῆς νηστείας μαλακισθεὶς καὶ νῶτα στρέψας τοῖς φιλεχθροῦσιν ἡμῖν δαίμοσι; δέδια, μὴ τῶν ἀγγέλων ἐνώπιον ἀρνηθήσεται καὶ γενναίας δίκας ὑφέξει τῆς ἐμπαθοῦς καὶ γνώμης καὶ προαιρέσεως οὕτω διαπραξάμενος, ὡς ἐπὶ τῶν αἰσθητῶν μαχησμῶν ὁ γραφεὶς λειποταξίου καὶ τῶν καταλόγων διαγραφείς· ὃ μὴ γένοιτο· ἀλλ’ εἴημεν πάντες νηστεύοντές τε καὶ κρατιστεύοντες. τοῦτο δὲ καὶ τὸν κατὰ τῶν ἐπεισφρησάντων δυσμόθεν ἡμῖν βαρβάρων κατευθυνεῖ πόλεμον, ὅς ἐστιν ἐν χερσί, καὶ τὰ πρῶτα φέρειν χαρίσαιτο κατ’ ἐκείνους ἑλομένους ὁπλίζεσθαι καὶ στρατεύεσθαι, οὓς ψαλμογραφεῖ Δαυὶδ οὑτωσί πως ὑποκρέκων τὸ ἐγχείριον δεκάχορδον ὄργανον· „αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.“

Εἰ δ’ ἀρχὴν καὶ θέμεθλον καὶ πύλην μετανοίας καὶ εἴσοδον τὴν νηστείαν προϋπεθέμεθα, οὐκ ἂν ὁ μὴ ταύτην ἐπανελόμενος ἐκκλινεῖ μὲν ἀπὸ τοῦ κακοῦ, τοῦ δ’ ἀγαθοῦ τὴν ἐργασίαν ἀνθέλοιτο, ἐπεὶ οὐδ’ ὁ τὰς ὑποβεβλημένας βαθμίδας ὑπεραλλόμενος, τῶν δ’ ἀνόπιν ἀποπειρώμενος περὶ τὸν ὕπατον βατῆρα στήσεται. νηστείαν δέ τις ἐκφαυλίζων καὶ τῶν αὐτοῦ φατνωμάτων ἀποπεμπόμενος, ὅπως ἀποσταίη παθῶν; πάθεσι δὲ ὑποκύπτων οὔμενουν τῷ γαστριοίκῳ ἀντιβήσεται δαίμονι, δαίμονι δὲ σπενδόμενος τῶν Χριστῷ στρατηγουμένων ἀποβληθήσεται· εἰπεῖν δὲ καὶ οὕτως, ὁ τὴν νηστείαν περιιστάμενος δῆλον ὡς δυσχερανεῖ καὶ δεινὰ πάσχειν οἰήσεται τῶν ἐργωδεστέρων ἐντολῶν ἁπτόμενος, ὅτι μηδ’ ὁ τῇ αὐλαίᾳ ἐπεγχρίπτειν οὐδαμῶς προθέμενος καὶ τὰ προσκήνια πατεῖν ἀπειπάμενος ἐπιβῆναι ἄν ποτε τῶν ἀδύτων τινὸς αἱρετίσαιτο· καὶ αὗ ὁ μὴ τιμητικῶς ἔχων πρὸς ἅπαν διαφέρον τῇ ἀρχαιότητι, πῶς οὐ παρὰ φαῦλον τὰ μεθεπόμενα θήσεται;

Τί δ’ ἂν εὕρῃ τις νηστείας πρεσβυγενέστερον, ὁπόσα εἰς ψυχῆς ὠφέλειαν διαβαίνουσιν; ἅμα γὰρ παρήχθη παράδεισος χειρῶν Θεοῦ καλλιέργημα καὶ διήρτισται ἄνθρωπος, καὶ ἅμα νηστείας εἰσῆκται καθήγησις· ἡ δὲ ἦν ἡ ἀπαστία τοῦ ξύλου τῆς γνώσεως. τίς οὖν τὴν ἥλικα ἀνθρώποις παρόψεται οὐδὲ προσπλακεὶς ἡδέως ἐπιστᾶσαν προσπτύξεται καὶ προσείπῃ τὰ εὔφημα, ὅσα καὶ βασίλειαν ὁθενοῦν ἐποφθεῖσαν ἀξιοθέατόν τινα καὶ παγκλέϊστον, οἷα μὲν θυσάνους περιηρτημένην τὰς ἀρετάς, οἶα δ’ ἐσθῆτα περικειμένην χρυσόπαστον τὴν ἀμέθεκτον κηλίδων ἀπάθειαν. εἰ ταύτην ἐφυλάξαμεν, οὐκ ἂν τοῦ ξύλου τῆς ζωῆς ἀπηνέχθημεν οὐδ’ ἀκάνθας ἡμῖν καὶ τριβόλους ἡ γῆ ἐπανέτειλε· παραβλεψάμενοι δὲ καὶ τροφῆς παρηκόου γευσάμενοι πᾶσι τοῖς χειρίστοις ὑποπεπτώκειμεν, ἀπαλλοτριωθέντες τῆς μετ’ ἀγγέλων διαγωγῆς καὶ Θεῷ μακρυνθέντες, εἶτα καὶ τὸ σκύτινον τοῦτο καὶ θνητὸν καὶ ἀντίτυπον ἄμφιον περιθέμενοι, ὃ δεῖ μὲν ὡς δορὰν περιπλύνειν δάκρυσιν ὀδωδὸς ἀεὶ τῆς συγγενοῦς θνητότητος, δεῖ δὲ καὶ περιξέειν νηστείᾳ πρὸς ἐγγραφὴν τῶν παλαιῶν ἐκείνων ἐθίμων, ἃ Θεὸς ὑπέθετο τῷ προπάτορι. ἐντεῦθεν κατακλυσμοὶ παγκόσμιοι ἀνερράγησαν, γλῶσσαι συγκέχυνται καὶ παντοίων ἔθνεα Κηρῶν διείληφε τὸ περίγειον· τί μὴ λέγω, ὅτι τῷ ἡμῶν παραπτώματι καὶ τὴν κτίσιν συνδιεφθείραμεν;

καὶ γηρῶντα μὲν οὐρανὸν καὶ ὡσεὶ περιβόλαιον ἑλισσόμενόν τε καὶ ἀλλασσόμενον, πολιουμένην δὲ τὴν γῆν, τὴν δὲ θάλασσαν χρόνῳ ἐκλείπουσαν ἡμῖν ἐπίσης δεδείχαμεν, καὶ τὸ μὲν ῥόδον ἠκανθώσαμεν, τὸ δὲ κατ’ εἰκόνα πάθεσι συνεχώσαμεν.

Ὦ χρῆμα νηστείας θεόσδοτον· ὦ συνοχὴ τῶν βελτιόνων, ἀποχὴ τῶν χερειόνων· ἀθανασίας δότειρα, παραδείσου φυλάκισσα, τῶν ὁρατῶν καὶ νῷ μόνῳ ληπτῶν σύνδεσμε· ὦ Θεοῦ πρὸς ἀνθρώπους καταλλαγή, χρονίων ὀμοργμάτων ἀπαλλαγή· νοὸς νῆψις, ψυχῆς ῥύψις, πταισμάτων ἄφεσις, σαρκὸς πρὸς τὸ πνεῦμα μετάθεσις. τί ἄν σε φήσας ἀξίως εἴποιμι; διὰ σὲ νόμος, προφῆται, μυρία ἄττα θεϊκὰ διατάγματα, ὧν τέλος τὸ σκοπιμώτατον τὸ ἐκτριβῆναι δὴ τὴν κακίαν, τὴν οὕτως ὑπὸ σοῦ μόνης ἀφαντουμένην πρότερον, ὡς μηδ’ ὁποία τίς ἐστιν ὅλως γινώσκεσθαι, καθ’ ὅσον ὁ γενάρχης χρόνον σοὶ προσανέχων τῆς ἀπειρημένης ἐξέκλινε βρώσεως. διὰ σέ, τὸ μεῖζον, οὐρανοὺς κλίνας ὁ περιάξας σφας ὡς ἁψῖδα ἐπὶ τὸ πλάσμα τῶν αὐτοῦ χειρῶν κατελήλυθε καὶ μήτραν ὑποδὺς παρθενεύουσαν, προαγνισθεῖσαν τῷ Πνεύματι, καὶ φανεὶς Ἀδὰμ δεύτερος ἐπανείλετο νηστείαν, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων καὶ πείθων ἡμᾶς δι’ ἐγκρατείας τὴν προτέραν εὐκληρίαν ἀναδιφᾶν.

Ἣν τοίνυν ἀπολωλεκότες ἐξώσθημεν τῆς Ἐδέμ, ταύτην ἐπανῃρημένοι κατ’ ἐπάνοδον ἐπαινετὴν καὶ θεάρεστον ἐπανάλυσιν ἀναλάβωμεν αὖθις παράδεισον, καὶ τὸν μὲν γάστριδα βίοτον παροψόμεθα ὡς τῆς πρώτης ἐκείνης διαγωγῆς ἀφέστιον καὶ παρέγγραπτον, ὥς τε καὶ τὴν οὐκ ἐφ’ ὅσον χρὴ καὶ ὅτι μὴ δεῖ τοῦ οἴνου ἐμφόρησιν, εἴπερ δυσχερὲς ἐνίοις τὸ παντάπασιν ἀμετάληπτον. ἄρνες δὲ καὶ βόες καθαροὶ τὴν συνείδησιν καὶ τὰ εἰς ἀρετὴν ἐργατικοί τε καὶ μογεροὶ ἔμοιγε τῷ λέοντι βασιλεῖ ταῖς ἀνθρωποπρεπέσι που φαγίαις συνεστιάθητε. χρεὼν δὲ τὸν νηστεύοντα μὴ πλήκτην εἶναι, μὴ μάχιμον, μήτ’ ἀλλότρια παρανοσφιζόμενον, μηδ’ ἐν βρώσει ἄρτου τὸν ὑποπεπτωκότα λεὼν ἐσθίοντα, μηδὲ ποσὶ μὲν ἐφεστάναι νεῷ Κυρίου καὶ ᾄδειν τὰ ἱλαστήρια ῥήματα, τὸν δὲ νοῦν ἔχειν ἑτέρωθι λύοντα τὸ πτερὸν καὶ τοῖς μὴ καθήκουσιν ἐφιζάνοντα, ὡς αἱ μῦαι τοῖς μώλωψι καὶ ταῖς κοπρίαις τὰ ἰλυόβια· ἐπὶ δὲ θρύπτειν ἄρτον πεινῶσι, διδόναι περιβλήματα τοῖς ἀχίτωσι, βιαίων συναλλαγμάτων διαλύειν στραγγαλιάς, καὶ πάνθ’ ὁμοίως μετιέναι θεοφιλῶς, ὁπόσα καὶ ἡμῖν αὐτοῖς ὑφ’ ἑτέρων δρᾶσθαι βουλόμεθα.

αὕτη προσφιλὴς νηστεία τῷ νηστείας Θεῷ, ὡς τό γε θατέρᾳ μὲν χειρὶ σιτία διαθρύπτειν λιμώττοντι, τῇ δ’ ἑτέρᾳ δρύπτειν καὶ τύπτειν εἰς θάνατον ἢ φιλονείκως προσφέρεσθαι ἢ θοἰμάτιον ὑφαιρεῖν τοῦ πάρεγγυς σιτεύοντός ἐστι πρὸς ἀπώλειαν, οὐχ ἑστιῶντος εἰς σύστασιν σώματος.

Ἐπεὶ δὲ ψυχῇ καὶ σώματι συνδεδέμεθα, καταλλήλως ἀμφοῖν προσφερώμεθα καὶ ψυχῇ μὲν ὅσα πανευδαίμονι βασιλίσσῃ καὶ μέρει κρείττονι τὰ πλείω καὶ κυριώτερα χαριζώμεθα, τῷ δ’ ὑπουργικῷ τουτωὶ σώματι τὰ προσφυᾶ τε καὶ ἐνδεέστερα· εἰ δέ τινες τοῦ διανεμητικοῦ δικαίου σφαλλόμενοι παραλλὰξ τὰς τῆς ψυχῆς καὶ σώματος φιλοφροσύνας διατιθέασι περὶ τὰς ἁδροτέρας καὶ ψυχῇ ἁρμοδίους δόσεις σμικρολογούμενοι καὶ φειδωλοὶ γινόμενοι παροχεῖς, εἰ μὲν ἐξόν, τῆς ἀνίσου ταύτης μεθαρμοσθήτωσαν διαδόσεως, εἰ δ’ οὖν, μηδὲ τῶν λεπτῶν κερμάτων τοὺς προσαίτας ἀποστερείτωσαν. ἀγαθὸν καὶ τόδε τέτυκται· οὐδὲ γὰρ τὸ φαυλότατον ἐν τοῖς τοιούτοις παρὰ φαῦλον Θεῷ, μικρὸν δ’ ἐπὶ σμικρῷ καταθέμενον καὶ θαμὰ τοῦτο ἐρδόμενον μικροῦ καὶ εἰς πύργον Δαυὶδ ἀρθήσεται, ἐφ’ οὗ χίλιοι θυρεοὶ ἀπῃωρῆσθαι ἱστόρηνται πρόσωπον Δαμασκοῦ βλέποντες. εἰ δὲ καὶ φιλόσοφος δόξα ἐκ ψαμμίων καί τινων ἀτόμων ἀδήλων διὰ βραχύτητα συγκρινομένων ἀλλήλοις τὸ πᾶν συνίστασθαι παραδίδωσιν, ἐκ τοῦ δήπουθεν ἄρα καὶ βασιλείας οὐρανῶν εἶεν ἂν ἀρχιτέκτονες αἱ σμικροφυεῖς δόσεις, ὁπόσαι διανέμονται πένησι.

μέγα γὰρ τὸ χρῆμα τῆς ἐλεημοσύνης παρὰ Θεῷ καὶ οὕτως εὐπρόσδεκτον, ὡς καὶ θανάτου κατακαυχᾶσθαι καὶ τῶν ἄλλων κρειττονεύειν ἀρετῶν· οἷα γὰρ καὶ Δανιήλ, ὁ τῶν ἐπιθυμιῶν ἀνήρ, τῷ Ναυουχοδονόσορ ὑποτιθέμενος εὕρηται· „ἐν ἐλεημοσύναις ἀπόλουσαι τὰς ἁμαρτίας σου, βασιλεῦ, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων.“ εἰ δ’ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς ἔμελλεν ἐκεῖνος ἀπομόρξασθαι τὰς κηλῖδας, ὁ μὴ Θεῷ λατρεύων ἀφιέναι ἁμαρτίας ἔχοντι καὶ βαρείας ὁπλοφόρους ἴλας ἀγηοχὼς κατὰ τῆς Σιὼν καὶ ταύτην ἐς χῶμα θέμενος, ὅπως οὐχ ἡμῖν ἀνήσει τὰ παραπτώματα περισπουδάζουσι τὸν οἰκτίρμονα;

Εἴη τοῦτο δ’ οἶμαι καὶ τὴν τῶν ἀφρόνων πέντε παρθένων ἐκ τοῦ νυμφῶνος ὁρᾶν ἀπόπεμψιν καὶ τὴν „οὐκ οἶδα ὑμᾶς“ οἰκτροτάτην φωνὴν <ἀκούειν> τὸ τὴν παρθενίαν μὴ σῴζειν δύνασθαι καθαρῶς διεζευγμένην τοῦ ἐλεεῖν· ἐπειδήπερ ὁ παρθενεύειν ἑλόμενος, χρήμασι <δὲ> δουλούμενος μηδ’ ἐπαρκῶν τοῖς δεομένοις ἐκ τῶν ἐνόντων, ἀσύγγνωστος ἐν ἀνθρώποις καὶ πολλοστὸς παρ’ ἐναρέτοις κριθήσεται, ὡς τὸ μὲν δύσεργον, τὴν παρθενίαν, κατωρθωκὼς καὶ τὸν δριμὺν καὶ τυραννικὸν ἔρωτα τῶν σωμάτων ἄγξας, τῇ δὲ τοῦ χρυσίου καταπαλαισθεὶς ὠχρότητι πρὸς οὐδὲν εὔχρηστον ὁρῶντος τοῖς παρθενεύουσιν ὅτι μὴ τὴν κομιδὴν τῶν πενήτων καὶ τὴν παράκλησιν. ἄριστον μὲν γὰρ καὶ παρθενία καὶ τῆς τῶν ἀγγέλων πολιτείας ἀντίμιμον, ἡ δ’ ἐλεημοσύνη θεοφιλέστερον καὶ πολλῷ τοῖς μετιοῦσι κερδαλεώτερον, εἴ γε μὴ μόνον οὐρανῶν βασιλείαν βραβεύειν ἴσησιν, ἀλλὰ καὶ τὴν ἀμοιβὴν πολλαπλασίῳ χαρίζεσθαι.

Εἰ δὲ καὶ βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ καὶ φαγόντες οὐ περισσευόμεθα, εἴη ἂν πάντως ἐκ τοῦ ἐναντίου τὸ νηστεύειν Θεῷ παριστῶν καὶ περίσσειαν ἔχον ψυχῆς σώτειραν. εἰ δὲ καὶ θεὸς ἡ κοιλία πάλαι παρὰ τοῖς ἔθνεσι καὶ τὰ προσκυνούμενα παρ’ ἐκείνων δαιμόνια τοῖς πάθεσιν ὡρᾶτο συνήγορα, ὥσπερ τὰ τῶν ἐθνῶν θρησκεύματα διεπτύσαμεν καὶ τῷ Χριστῷ προσεδράμομεν, οὕτω καὶ τὴν παρὰ σφίσι θεουμένην γαστέρα συγκαταργῶμεν ταῖς μαγγανείαις τῶν βρώσεων, ἵνα μὴ ἐντεῦθεν τοῖς πάθεσιν ὑποκύπτοντες τοῖς δαιμονίοις ἁλισκώμεθα θύοντες· εἰ γὰρ καὶ πάλαι κατωλιγωρήκειμεν εἰδώλων, οὐδέναις εἰκόσιν αὐτὰ σεβαζώμεθα.

ἀλλ’ οὖν ὁ μὲν τρεχέδειπνος καὶ γάστρις καὶ τὴν τοῦ λαιμοῦ θεραπείαν ἐς ἀεὶ μετιὼν τῷ βουθοίνᾳ Ἡρακλεῖ δοκεῖ πως προστίθεσθαι καὶ δεσμόχειρ ἀτεχνῶς αὐτῷ παρίστασθαι· ὁ δὲ τὸν θυμὸν τρέφων κατὰ τοῦ πλησίον ἀκαταστόρεστον προσνένευκεν Ἄρεϊ, ἀλλοπροσάλλῳ θεῷ καὶ φιλέριδι· ὁ δ’ ἀσελγής τε καὶ κίναιδος καὶ τῶν ἑταιρίδων ὁμιλίαις κεπφούμενος, καὶ ὡς μὲν βοῦς ἐπὶ σφαγήν, ὡς δὲ κύων ἐπὶ δεσμοὺς ἀγόμενος καὶ σπεύδων ὡς εἰς παγίδα ὄρνεον καὶ μηδόλως εἰδὼς ὅτι τὸν περὶ ψυχῆς τρέχει, λέληθεν ἑαυτὸν τὴν Ἀφροδίτην τιμῶν καὶ συνοργιαστὴς αὐτῆς καθιστάμενος, ἐν οἷς προστέτηκε τοῖς τῇ δαίμονι ταύτῃ θυμήρεσι· τὸ δὲ πλέον, τὰς τῶν παθῶν οὗτοι στήλας ἐς ψυχὴν καθιδρύοντες καὶ τῷ νῷ διηνεκῶς περιφέροντες καὶ τοῖς τούτων ἐπιστάταις θεοῖς ἄλλον τρόπον ἀνιστῶσι πανείκελα εἴδωλα. τοιαύτην οἶμαι καὶ Ναυουχοδονόσορ ἀγαλματοποιήσας εἰκόνα τοῖς Ἀσσυρίοις εἰς προσκύνησιν ἔστησεν, ἣ τοῖς μὲν ὑγροδιαίτοις καὶ λατρευταῖς παθῶν καὶ λιχνευταῖς εἰς σέβας ἐξέκειτο, τοῖς δὲ νηστευταῖς Θεοῦ παισὶν εἰς κατάγελων.

Ὅτι δὲ κόρος πατὴρ ὕβρεως, ὕβρις δὲ μήτηρ ἀσελγείας, ἐκ δὲ ταύτης εἰδωλολατρεία πρόεισιν, οἱ λεῲ ἐκεῖνοι τεκμήριον, οἳ τὴν μὲν ἐρυθρὰν θάλασσαν ἀβρόχως ἐπέζευσαν νεφέλῃ μὲν ἡμέρας, νυκτὸς δὲ στύλῳ πυρὸς ὁδηγούμενοι· καταβαπτισθέντες δὲ ταῖς μέθαις καὶ κόρου τῷ βυθῷ καταδύντες τοῦ σῴζοντος καὶ τρέφοντος Θεοῦ ἐπελάθοντο. ἀμέλει καὶ θεοὺς ἀνεδίφουν προσφάτους, οὓς οὐκ ᾔδεσαν οἱ πατέρες αὐτῶν· κακὸν δ’ ἐπὶ κακῷ προστιθέντες εἶτα καὶ ταυρόκρανον ἐχοάνευσαν καὶ ὡς θεῷ προσέπιπτον τῷ ἰνδάλματι εἰς νοῦν παραδοθέντες ἀδόκιμον, ὥστε μὴ ποιεῖν τὰ καθήκοντα. ἃ δὴ φυλαττόμενοι παθεῖν, ὅσα καὶ κόρηθρον τὴν νηστείαν ἐγχειριζόμενοι, τὴν τοῦ σώματος οἰκίαν τῶν περιττῶν ἀποσαρῶμεν τημελημάτων· ἢ οὐκ οἴδατε ὅτι Θεοῦ ἐσμεν ναοί; ὅσης τοίνυν τῆς φιλοκαλίας δεόμεθα, ἵνα μὴ τῆς ἐν ἡμῖν τοῦ Πνεύματος παρουσίας ἀναξίως φανείημεν ἔχοντες.

Εἰ δὲ καὶ φθερεῖ Θεὸς τὸν φθείροντα τὸν αὐτοῦ νεών, ὥς φησι Παῦλος ὁ τῶν ἐθνῶν διδάσκαλος καὶ ῥήτωρ τῶν ἐκκλησιῶν διαπρύσιος, τὴν ἀφθορίαν μεταδιώκειν χρεών, ἧς ἄνευ οὐδεὶς τὸν Κύριον ὄψεται. πρωτουργὸν δ’ αὐτῆς αἴτιον ἡ νηστεία, κατὰ μὲν τὴν Σολομώντειον σοφίαν ὡς ἑπτὰ στύλους τοὺς ἑβδομαδικοὺς ὑποθεῖσα καιροὺς καὶ τὸν ἑαυτῆς οἶκον δειμαμένη, ὡς δὲ τράπεζαν τὸ κατὰ Χριστὸν ἱστῶσα μυστήριον καὶ θῦμα τὸ παντὸς τοῦ κόσμου καθάρσιον τοῖς δαιτυμόσιν ἑαυτῆς παρατιθεῖσα. οὗτοι δέ εἰσιν οἱ μερίδα τοῖς ἑπτὰ διδόντες διὰ τῆς τῶν ὄντων σκορπίσεως καὶ μηδὲ τὸν ὄγδοον ἀτημελῆ παριππεύοντες, ὁποῖον ἄν τις καλεῖν βούλοιτο εἴτε τὴν εὔσημον ἡμέραν τῆς Χριστοῦ ἀναστάσεως, δι’ ἣν καὶ τὸ νηστεύειν ἐπανῃρούμεθα, εἴτε τὸν ἀοίδιμον ἐκεῖνον καὶ μέλλοντα, τὸν μὴ χρόνων περιόδῳ τεμνόμενον μηδὲ κυκλιζόμενον ταῖς ὥραις μηδ’ ἀντιπεριιστῶντα ταῖς νυξὶ τὰς ἡμέρας, ἀλλὰ μακραίωνα καὶ ἀΐδιον, πρὸς ὃν ἡμῖν τὸ πολίτευμα καὶ καθ’ ὃν ἅπας Θεῷ παραστήσεται, γέρας εἴτε δίκας τῶν βεβιωμένων ἀποληψόμενος, κἂν βασιλεὺς οὗτος εἴη, κἂν στρατιώτης, κἂν σοφίας ἴδρις, κἂν ὁποιανδὴ τῶν ἐν βίῳ τεχνῶν μέτεισιν.

Ἐπεὶ γοῦν προηγός ἐστιν ἐς τόνδε τὸν αἰῶνα νηστεία τοῖς ἅπασι, τῶν ἰχνῶν αὐτῆς ἐφαπτόμενοι ὁ μὲν τὰς χεῖρας δεδειγμένας εἰς πόλεμον καὶ πρὸς εὐποιΐας αὐτὰς μαθητεύθητι, μηδ’ ἐγκολπίους τὰ πολλὰ φέρε κατὰ τοὺς ἀπαλάμνους καὶ ἄχειρας, ἀλλ’ ἔκτεινον τοῖς αἰτοῦσιν ὡς εὐεκτικὰς ἐς τὴν πρόεσιν· καὶ τὴν μὲν ἀμφήκη μάχαιραν καὶ τὸ τῆς λόγχης σιδήριον βάψον δάκρυσι καὶ στόμωσον οὕτω τῆς βαφῆς ἀκριβέστερον, τὸ δὲ σῶμα ὡς ὄχημα σίτισον τὴν τῶν παθῶν ἐγκράτειαν αὐτῷ παραθέμενος πιαντικωτέραν οὖσάν τινα καὶ πρὸς εὐτράφειαν εὐφυεστέραν τῶν ὅσα τῆς ἡμέρας πολλάκις τοῖς πολεμιστηρίοις συμβάλλεις κτήνεσιν, ὡς εἶεν εὔσαρκα. οὕτω καὶ οἱ πάλαι νικηταὶ ὁπλιζόμενοι τὰ καινὰ τρόπαια ἵστων κατὰ κράτος ἐκτρεπόμενοι τὸ πολέμιον· καὶ μάρτυς Δαυὶδ ἐν οἷς οὑτωσὶ φθέγγεται· „Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. ἵππος γὰρ ἑτοιμάζεται εἰς παράταξιν, παρὰ Κυρίου δὲ ἡ βοήθεια.“ ἡ δὲ θεόθεν ἀρωγή τε καὶ σύναρσις ὅπως ἂν ἐπισταῖεν τοῖς πρὸς ὅπλα ἔχουσιν, ἂν μὴ καὶ τὴν πνευματικὴν ὁπλενδυσίαν μετίωσι καὶ τὴν μὲν προσευχὴν ὡς θυμίαμα κατευθύνωσιν, ὡς δ’ ἑσπερινὴν θυσίαν τὰς χεῖρας αἴρωσιν εἰς Θεόν; ὅτι μηδ’ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ, ἀλλ’ ἐπὶ τοῖς φοβουμένοις αὐτὸν καὶ πεποιθόσιν ἐπὶ τὸ αὐτοῦ ἔλεος.

εἰ γὰρ ἄλλως εἶχεν, οὐκ ἂν ὁ τὴν ἰσχὺν ἀνυπέρβλητος Σαμψὼν εἰς χεῖρας ἀλλοφύλων προεδίδοτο τὸν Ναζιραῖον ψευσάμενος, οὐδ’ ὑπὸ παιδαρίσκου προβατέως ἔπιπτε Γολιάθ, ὁ τοὺς βραχίονας σθεναρὸς καὶ τὴν αἰχμὴν βαρυσίδηρος, οὐδὲ Μωσῆς ἐκτάσει χειρῶν τὰς χιλιάδας ἐτρέπετο, οὐδ’ ἂν σφῆκας εἶχε προηγήτορας τοῦ στρατεύματος ὁ μετὰ τοῦτον ἀρχηγετῶν Ἰησοῦς. τοὺς μὲν οὖν ἐμοὺς ὁπλίτας οὕτως ἀμφιμάχους εἶναι ποθῶ καὶ τοιούτοις ἂν εὐξαίμην ἀμφιδεξίοις περιρρεῖσθαι στρατεύμασιν.

Οἱ δὲ τῆς λοιπῆς μερίδος, οἱ μὲν ἱερεῖς καὶ ἑαυτοὺς ἱερεύσατε τῇ νεκρώσει τοῦ σώματος, οἱ δὲ τῆς μοναδικῆς μερίδος μὴ ἐς Μάρθαν καὶ Μαρίαν δυάζετε τὴν ψυχὴν καθάπαξ τοῖς ἐν κόσμῳ ἀποταξάμενοι, ἀλλὰ τὸ μοναδικὸν αὐτῆς ἀξίωμα τηροῦντές ἐστε ἀσυνδύαστον καὶ ἄλλος ἄλλην τῶν ἀρετῶν ἕλεσθε. καὶ ὡς ἔστιν ἰδεῖν ἐπὶ παρατάξεως οὓς μὲν δοράτια σείοντας, ἑτέρους πέλυκας ἐπὶ τῶν ὤμων ἑτεροθήκτους ἀνέχοντας, οὕτω κἀπὶ τῆς πνευματικῆς ταύτης παρεμβολῆς ὁ μὲν πανημέριον νηστείαν, ὁ δὲ προσευχὴν ἐπίμονον, ὁ δὲ κατάνυξιν καὶ στηθῶν ἐπιτίμησιν, ὁ δὲ μετάδοσιν τῶν ὄντων, ὁ δὲ δακρύων σπονδήν, ὁ δ’ ἄλλο τι τῶν εὐαρέστων Θεῷ εἰσενέγκατε, ὡς ἂν οὕτω καὶ τὸν τὴν πνευματικὴν ὁπλοφορίαν ἡμᾶς ἀπαιτοῦντα Θεὸν θεραπεύσοιτε κἀμὲ τὸν ἐπὶ τῶν σκήπτρων ἡδυνεῖτε ταῖς ὑμετέραις ἀρεταῖς ἐγκαυχώμενον, εἴπω δὲ καὶ συναρεῖσθε τῶν καμάτων καὶ τῶν ἀγώνων τῇ βασιλείᾳ μου, οἵτινες ἡμῖν πολυσχιδεῖς ἀνερρώγεσαν, ἐπεὶ καὶ ἤχησαν οἱ ἐχθροὶ καὶ πολλαχόθεν προσέβαλλον· ὥστε κἀκεῖνά μοι ἔπεισιν ὑμῖν ὑποθέσθαι, ἃ τοῖς μύσταις Χριστός, τὰ δέ ἐστι· „καὶ ὁ μὴ ἔχων μάχαιραν ἀγορασάτω“· εἴη δὲ ἀνθυπενεγκεῖν ὑμᾶς τὰ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου καὶ φθέγξασθαι πρὸς τὴν βασιλείαν μου· „Κύριε, ἰδοὺ ὧδε μάχαιραι δύο“, καὶ ταύτας εἶναι τὴν μὲν νηστείᾳ χαλκευθεῖσαν καὶ Πνεύματι, τὴν δὲ σιδήρῳ καὶ κώπῃ φραττομένην καὶ στομουμένην πυρί.

Εἰ γὰρ οὕτως ὁπλιζοίμεθα καὶ οὕτως παραταττοίμεθα, ἡμεῖς μὲν ἐσοίμεθα ἂν Θεῷ εἰς λαόν, εἰς δὲ Θεὸν οὗτος ἡμῖν, καὶ ὃν τρόπον διενοήθη τοῦ κακῶσαι ἡμᾶς αὐτὸν παροργίσαντας, οὕτως ἱλεωθεὶς εὖ ἡμᾶς δράσειεν οὐδὲ παραβολὴ διηνεκὴς καὶ ὄνειδος ἀμετάπτωτον ὀφθείημεν ἐν τοῖς ἔθνεσιν. ἀλλὰ τὸν μὲν ἀπὸ βορρᾶ τῆς καθ’ ἡμῶν στήσει φορᾶς, ὡς αὐτὸς ἐπίσταται μόνος, ἀφ’ ἧς αἱ μὲν Θρᾳκῷαι πόλεις ἡμῶν εἰς καθαίρεσιν, τὸ δ’ ἐνοικοῦν πλῆθος εἰς ἀπαγωγὴν καὶ προνόμευσιν καὶ ταύτην χρονίαν καὶ χειρίστην τῶν πώποτε· τὸ δὲ πάγχαλκον καὶ φόνιον στράτευμα, ὅπερ ἐξ ἑσπέρας ἡμῖν εἰσεκώμασε καὶ τῆς ἡμῶν ἐπέβη πατρίδος καὶ σκύλευμα καὶ πυρὸς ἀνάλωμα ταύτην ἔθετο, εἰς τέλος ἐκτρίψειεν ἀνταποδιδοὺς δίκην καὶ ἐξολόθρευσιν. τί γὰρ τῶν ἀσεβῶν ἔργων οὐ μεθ’ ὑπερβολῆς καὶ φιλοτίμως εἰργάσατο ἢ ποίαν πράξιν ἀθέμιτον παρῆλθεν ἀτέλεστον; ὢ τίς ἂν Ἰερεμίας ἀξίως ταῦτα ὀδύραιτο θρήνους εἰδὼς ἐξισοῦν πάθεσιν; οὕτω δ’ ἀναιδές ἐστι τῷ προσώπῳ καὶ χαλκομέτωπον καὶ κόρον οὐδαμῶς αἱμάτων λαμβάνον, οὐδ’ ἐφ’ οἷς δρᾷ κακῶς καλῶς μετάμελον κτώμενον, ὥστε τῆς δυσμῆς ἐκπεσὸν αἰσχίστως καὶ μικροῦ πανωλεθρίαν κατακριθὲν ὑπὸ βαρβαρωτέρων ἑαυτοῦ γενῶν Σκυθικῶν, αὖ πάλιν κατ’ ὄφιν τὴν κεφαλὴν συντριβέντα τὸ οὐραῖον ὑποκινεῖ καὶ πρὸς ἕω κατακολπίσας ἃς οἰκοῦμεν πόλεις προνομεύειν ἐπιζητεῖ κέρδους τὰς ψυχὰς ἀλλαττόμενον.

Πρὸς γοῦν τοιαύτην ὁμαιχμίαν, ὅλην αἱμοχαρῆ, ὅλην παλαμναῖον φθόνον καὶ μῖσος ἄσπονδον καθ’ ἡμῶν τρέφουσαν, μεθαρμοσθῆναι δεῖ καὶ ἡμᾶς καὶ γενναῖα μὲν ἀνειληφέναι φρονήματα, χαλκεῦσαι δὲ τὰς ψυχὰς πυρὶ δικαίου θυμοῦ, καὶ τὸ μὲν δόρυ θῆξαι, τὰς δὲ χεῖρας τονῶσαι, καὶ τὸν ἵππον εἰς παράταξιν ἑτοιμάσασθαι καὶ μηδαμῶς ἀναβαλέσθαι τὴν ἔξοδον. οὐ γὰρ ὁπλισόμεθα, ὡς τὰς πόλεις τῶν ὑπεναντίων ληψόμεθα, ἀλλ’ ὅπως τὰς ἡμῶν αὐτῶν ἐκσώσωμεν. εἰ δὲ τὸ πολέμιον ἀφειδοῦν ἑαυτοῦ γλίχεται προσβαλὸν ἡμῖν ἁρπάσαι καὶ θῦσαι καὶ ἀπολέσαι καὶ τὴν ψυχὴν ἀπὸ σκύλων ἐμπλῆσαι, πόσῳ ἡμεῖς δικαιότερον κατ’ αὐτῶν ἐπίωμεν ἂν τὰ σφέτερα διαφυλαξόμενοι; μὴ δὴ τοίνυν καθ’ ἡμῶν τὴν ἐκείνων ὁρμὴν ἀναμείνωμεν, ἀλλ’ ἡμεῖς ἐκείνους σὺν τῷ ἀσφαλεῖ προφθάσωμεν. ἔχει τι τὸ προλαβεῖν τὸν ἐχθρὸν πλεονέκτημα, ὥσπερ τὸ προληφθῆναι ἀμπλάκημα· ὁ μὲν γὰρ προεμβαλὼν ἢ τὸν ἀντίπαλον ἀπαρασκεύως ἔχοντα κατειληφὼς τοῦ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ ἐξέκρουσεν ἢ τῷ γενναίῳ λήμματι καὶ τῷ εὐθαρσεῖ τῆς συρρήξεως τὸ ἐκείνου περιέψυξε φρύαγμα καὶ πρὸς ἀντιπαράταξιν ἐδεδείχει νωθέστερον. ἡμῶν δὲ καὶ τὸ θεῖον ἀντιλήψεται δήπου τοῦτο μὲν ὡς τὰ ἐς πίστιν εὐσεβεστέρων, τοῦτο δ’ ὅτι τοῖς ὑπερόφρυσιν ἀντιτάσσεται, τοῖς δὲ ταπεινόφροσι χάριν δίδωσι, καὶ μάλιστα ἢν οἱ μὲν ἐπανέλωνται ... ...

βαρβάροις χρόνιοι ταῖς μείζουσιν ὀκνοῦσιν τῶν ὑποθέσεων ἐγχειρεῖν.

Ἐπαινετέος γὰρ ὁ τοξότης ἐκεῖνος Ἰνδός, ὁ τὴν βολὴν διὰ τὸ βραχὺ ἀνάσκητον ὑπερθέμενος καὶ μᾶλλον θανεῖν ἑλόμενος εὐκλεῶς ἢ μὴ προέσθαι τὸ βέλος ἐπιτυχῶς. διὰ ταῦτα τοίνυν ὀλίγα ἐκ πολλῶν ἀποκνίσας, ἐς ὅσον τὸν φίλιον διὰ τούτων παραγυμνῶσαί σοι, τοῦ λέγειν πεπαύσομαι.