Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 17: Εγκώμιο του νέου ιεράρχη της Φιλιππούπολης

Έπαινος των ποιμαντικών αρετών, της φιλανθρωπίας κατά την περίοδο του λιμού και των αγώνων του ιεράρχη εναντίον των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 17 από 18

Ἦν ὅτε τοῦ φωταγωγοῦ ποιμένος ἡ Φιλίππου αὕτη πόλις ἐσπάνιζε καὶ τὸ τοῦ ἱεροῦ ναοῦ τοῦδε στερέωμα σκότον ἦγε βαθύν· ὃς γὰρ τέως ἀνέτελλεν ἥλιος, ὑφ’ ἑσπέραν ἦλθε τοῦ ζῆν θυέλλῃ Ἅιδου κατασυρείς. ἐντεῦθεν ὅσα τῶν θηρίων ἀνθρωποβόρα καὶ σκότει χαίροντα τοῖς τὴν τύχην ἐπετίθετο χθαμαλοῖς καὶ σαρκῶν ἐνεφορεῖτο ἀνθρωπικῶν ὠρυόμενα μέγα, καταθρασυνόμενα μάλα. ἐπεὶ δὲ ἔδει ἀναζωπυρηθῆναι τὸ φῶς ἀλληλοδιαδόχως ἀδιάδοχον ἀποδισκευόμενον καὶ τὸ τῆς ἐκκλησίας καταπυρσεῦον στερέωμα, σὲ τὸν εὐπερίδρομον δίσκον καὶ ἶσον πάντοθεν τῷ κύκλῳ τῶν ἀρετῶν Θεὸς εὑρὼν ἐντίθησί σοι τὸ αὐτοῦ σκήνωμα εἴτ’ οὖν τὸ τῆς ἀρχιερωσύνης ἀκάματον φῶς καὶ τοῖς ἀφεγγέσι τουτοισὶ τόποις εἰς λαμπτῆρα ἄρας ὑψοῖ, ἢ μᾶλλον, ὡς ἡλίῳ σοι ἐνσκηνῶσαν τὸ Πνεῦμα τὸ ἅγιον (φῶς γάρ ἐστιν ἀσώματον καὶ ἀΐδιον καὶ μὴ κατὰ τὸ αἰσθητὸν τοῦτο φῶς ἀρξάμενον ὕστερον καὶ νύκτα τέμνον ἰσομοίρως καὶ νυκτὶ τεμνόμενον) ἐκπυρηνίζει τοῖς ἐνταῦθα τὸ φῶς, ἐντεῦθεν λύει τὸ σκότος καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀταξίαν διασκεδάζει, καὶ οἱ τῇ νυκτὶ τῶν πραγμάτων παρρησιαζόμενοι θῆρες οὐκ ἐνεγκόντες ἄσπετον ἀθρόον διεκχυθεῖσαν λαμπηδόνα ταῖς αὐτῶν μάνδραις ἐνθάπτονται ὡς τὰ κνώδαλα καὶ ἡσυχίαν ἄγουσιν ἐκ τοῦδε <τοῦ> κρεωβορεῖν.

Τὰ δ’ ἐπὶ τούτοις τὴν ἐκκλησίαν παραλαβών, τὸν ἀμπελῶνα Χριστοῦ, χερσομανοῦσαν καὶ πᾶσιν ἐκκειμένην εἰς προνομὴν διὰ τὸ καθαιρεθῆναι ἢ περιαιρεθῆναι ὃν εἶχε τέως περίβολον, ἀρραγεῖ θριγγίῳ περιφραγμοῖς καὶ ἄβατον ποιεῖς τοῖς ἐκ δρυμοῦ θηρίοις καὶ αὐταῖς ταῖς ἀλώπεξι, δολεροῖς ζῴοις καὶ ὀδωδόσι χαίρουσι σώμασιν, ἃς καὶ μέγα ταῖς ῥαξὶν ἐπιχαινούσας τῇ σφενδόνῃ τῶν λόγων διασκεδάσας πόρρω ποι βάλλεις. εἶτα καὶ τῆς καλλιεργίας ἐπιμέλῃ καὶ ἐξ ἀκάρπου μεταβάλλεις εἰς γόνιμον, καὶ θρηνουμένην κατὰ τὸν γραφικὸν παράδεισον τὸν ὕδωρ μὴ ἔχοντα ποτίζεις ὡς ἀπὸ δωδεκακρούνου χεύματος σοφίας τῆς σῆς. ἀγγελικὸς μὲν γὰρ τὸν τρόπον καὶ τὸν βίον ἀξιοθαύμαστος καὶ ὁ διέπων ταυτηνὶ πρότερον, ἁπλούστερος δὲ ἢ ὥστε καὶ ἤθη ἀνθρώπων ἐξημεροῦν καὶ καταλλήλως τοῖς πᾶσι προσφέρεσθαι ἢ λόγοις ἐπιστήμονος γεωργοῦ ἀνακαθαίρειν καὶ ἀναχωννύειν τὴν ἄμπελον. καὶ ἦν μὲν ἀνδριὰς ἀπεξεσμένος εἰς ἀρετὴν καὶ τύπον ἑαυτὸν ἀρίστων πράξεων προτιθείς, οὐκ ἐκπεπονήκει δὲ καὶ τὰς ὁδοὺς ἀνακόπτειν τῶν λυμαινομένων τὴν ἄμπελον μονιῶν καὶ ὀδοῦσι κατεσθιόντων καὶ συμπατούντων ποσί. σὺ δὲ λόγῳ πολὺς ὢν καὶ τὴν τοιαύτην ἐπιστήμην ἀκριβωσάμενός τε καὶ ἱκανῶς συλλεξάμενος ἐκ τῶν ἔνδοθεν καὶ θυραίων, τῶν πορρωτέρω καὶ ἐγγυτέρω, τῶν ὠδινομένων καὶ ἤδη παρὰ πόδας κακῶν ἐξέωσας ἀρίστως καὶ ὡς οὔπω τῶν πάντων οὐδείς.

Εἰ δ’ εἰσί τινες καὶ τοῖς καλλίστοις ἀντιβαίνοντες ἢ ἀντιπράττοντες, οὐδὲ τοῦτο τῶν πάνυ καινῶν, ἐπεὶ καὶ ἐν ἀμπέλῳ φύεσθαι βάτον μανθάνομεν, καὶ κακηγοροῦσι τὸν γλυκὺν καὶ ἐπέραστον ἥλιον οἱ τοὺς ὀφθαλμοὺς κακῶς διακείμενοι, καὶ δυσχεραίνουσι κατὰ τῶν ἐμμελῶν ὡς μὴ τοιῶνδε φωνῶν οἱ διεφθαρμένοι τὰς ἀκοάς, καὶ ὡς πικρὰ τοῖς ἰκτεριῶσιν ἀδοξεῖται ἡ γλυκύτης τοῦ μέλιτος. ὡς ἔγωγε καὶ πᾶς τις ἕτερος πρὸς ἄλλοις οὐκ ὀλίγοις καὶ τὴν ὑπὲρ τοῦ κερδῆσαι τοὺς πάντας ἢ γοῦν προσαγαγέσθαι τοὺς πλείονας ὑπερηγάσθην σου μέριμναν· προσκόπτει τις, καὶ σὺ ἀθυμεῖς· ἕτερος σκανδαλίζεται, καὶ αὐτὸς εἶ ὁ φλεγόμενος· τοῖς ἀσθενοῦσι συνασθενεῖς, συγκάμνεις τοῖς κάμνουσι. νῦν μὲν γάλα ποτίζεις, νῦν δὲ μυστηρίων μεταδίδως τῶν ὑψηλῶν. μαλακίζῃ τοῖς τραχυνομένοις, τραχύνῃ τοῖς ἁπαλοῖς τὴν διάνοιαν· ἐπιπλήττεις, ἐπιτιμᾷς, ὑπερεύχῃ, ὑπερμαχεῖς. νῦν μὲν ἀφορίζεις, νῦν δὲ ἀγάπην κυροῖς, ῥάβδον ἐπαπειλῇ καὶ προτείνεις πνεῦμα πραότητος, συμπροθυμῇ τοῖς ὀρθῶς ὁδεύουσιν, ἀνακόπτεις τοὺς οὐκ εὔοδα βηματίζοντας. ηὔξω πολλάκις κατὰ Παῦλον καὶ ἀνάθεμα εἶναι ὑπὲρ τῶν κατὰ πνεῦμα ὠδινομένων σοι, ὡς ἐκεῖνος τῶν κατὰ σάρκα τῷ διαπύρῳ τῆς ἀγάπης φλεγόμενος· ἐνεκαυχήσω πολλάκις ταῖς ἀσθενείαις, ἐνεκαλλωπίσω τοῖς ἐκ ψευδαδέλφων κινδύνοις καὶ ταῖς ἐκ τῶν ἔγγιστα θλίψεσι τὸν ὑπὲρ τούτων ἁπάντων ἀπεκδεχόμενος στέφανον.

Οὐδὲ γὰρ ἐνέλιπέ σοι Ἐλύμας, υἱὸς διαβόλου, τὰς τοῦ Κυρίου διαστρέφων ὁδοὺς ἢ σκόλοψ τῇ σαρκὶ σατὰν ἄγγελος, ἀλλ’ ἦσαν οἳ καὶ κατὰ σοῦ εἰκαίως μεμελετήκασιν (καὶ Μωσέως κατεξανέστησαν πρότερον οἱ περὶ τὸν Δαθάν τε καὶ Ἀβειρὼν καὶ τοῦ Δαυὶδ ὁ πατραλοίας Ἀβεσαλὼμ καὶ ὁ ἀγχίνους Ἀχιτόφελ, ὁ ῥέκτης καὶ συνίστωρ τοῦ πονηροῦ συστρέμματος) καὶ οὐ μόνον εἰς ὕψος ἀνομίαν ἐφθέγξαντο, ἀλλὰ καὶ αὐτῆς ἀπεῖργον μάλα ἀναιδῶς σε τῆς πόλεως, ὡς τῆς Σαλὴμ πρότερον τὸν Δαυὶδ οἱ ἀνάπηροι. ὃ καὶ θαυμάσας πολλάκις οὔπω ἱκανῶς τεθαύμακα· οὐ γὰρ ἐν χερσὶν ἔχων τοὺς ἀνταποδιδόντας σοι πονηρὰ ἀνταποδίδως τούτοις ἀνθόμοια, ἢ διαστῆναι τὴν γῆν καὶ καταπιεῖν αὐτοὺς ἱκετεύεις, ἢ χιονωθῆναι λέπραις αἰτεῖς ὡς ἡ τοῦ Μωσέως ὅμαιμος Μαριὰμ κατὰ Μωσέως μόνον γογγύσασα, εἰ μή τις ἐνταῦθα λέπραν τὴν αἰσχύνην ἐθέλει καλεῖν, ἣ τὰ πρόσωπα αὐτῶν μετὰ βραχὺ συνεκάλυψεν· οὐδ’ ὡς Ἠλίας ἕλκεις ἄνωθεν πῦρ, ἀλλ’ εἰδώς, οἵου τυγχάνεις πνεύματος, πράου δηλαδὴ καὶ ἀνεξικάκου, καὶ τὸν ἐμὸν καὶ σὸν μιμούμενος Ἰησοῦν, ὃς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν, ἀφῆκας ἅπαν πλημμέλημα, οὐ τῷ μέν, τῷ δ’ οὔ, ἀλλὰ πᾶσι κοινῶς, οὐ ζητῶν τὸ ἑαυτοῦ, τὸ δὲ τῶν τέκνων ζητῶν, ἅπερ ἐν Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγέννησας, κἂν ἀπέστησαν ἠγνοηκότα φύσιν τὴν υἱϊκήν.

ἐνηγκαλίσω δὲ καὶ ὡς ἀπολωλότας υἱούς, καὶ νεκρωθέντας τῷ ἀπὸ σοῦ μακρυσμῷ πάλιν ἐμφυσήσας πνεῦμα πραότητος ἀνεζώωσας.

Καὶ ὁ μὲν παλαιὸς νόμος οὐδὲ τοὺς ἐν σώματι μώμους ἀνεξετάστους ἐᾷ, ἀλλὰ καὶ τοὺς ἱερωθησομένους τελείους εἶναι καὶ τοιαδὶ τὰ θύματα βούλεται, μηδ’ εἰς τὸ ἱερὸν εἰσιέναι, ὅστις ἢ ψυχὴν ἢ σῶμα μὴ καθαρός. οὐ τοσοῦτον δ’ οἶμαι τῆς κατὰ τὸ σῶμα ἤπερ τῆς κατὰ ψυχὴν πεφρόντικεν ἀρτιότητος· τί γὰρ πρὸς τὸν ὑποσκάζοντα τὼ πόδε καὶ παραβλῶπα καὶ ἀριστερόχειρα, εἴπερ ἡ πλάστρια φύσις οὕτως αὐτὸν ἐκεράμευσε; σὺ δὲ καὶ τοὺς βάλλοντας πόρρωθεν μώμους καὶ ναοῦ Θεοῦ συνεχώρησας καὶ ἱερῶν προσψαύειν χερνίβων καὶ κιγκλίδων θείων ἐγγύτερον ἵστασθαι, οὐδὲ πλεκτῷ φραγελλίῳ διώκεις ὡς διδασκαλοκαπήλους ἐξ ἱεροῦ, λόγῳ δὲ πιθανῷ μαλάττεις καὶ τῷ ἡμέρῳ τοῦ τρόπου καὶ ἀοργήτῳ μεταμείβεις εἰς χρηστοήθειαν, ὡς μηκέτι δεηθῆναι καιροῦ κατὰ τὴν ἔνοχον συκῆν ἐκείνην τομῆς ἐγκαλουμένην τὸ ἄκαρπον, ἀλλὰ παρὰ πόδας καρπὸν πνευματικὸν ἐνεγκεῖν.

Ταῦτα μὲν δὴ τοιαῦτα καὶ οὕτως ἔχοντα· τῆς δὲ φρονήσεως οὐκ ἔστιν ὅστις λόγος ἐφίκοιτο. τίς μὲν γὰρ ὀξύτερος ἐπιβαλεῖν πράγμασι; τί δὲ τῶν σῶν ὑποθηκῶν εὐστοχώτερον ἢ εὐεπηβολώτερον ἕτερον, ὃν καὶ κοινὸν σύμβουλον πάντες πεποίηνται; ἴσημι δὴ καὶ αὐτὸς πολλάκις ὠφελημένος ὑποθημοσύναις ταῖς σαῖς· τοῦ γὰρ σοφοὶ οἱ ὀφθαλμοὶ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ νοῦν ὁρᾶν καὶ νοῦν ἀκούειν πιστεύομεν, ὥστε καὶ μαντεῖον, κατὰ Σολομῶντα, ἐν χείλεσι σοῖς. καὶ ὃ δὲ τούτων οὐκ ἔλαττον, τίς εὐεντευκτότερος ἢ ἐν συνουσίαις λογικαῖς χαριέστερος, μηδὲ δύσκολος τὸν τρόπον καὶ Τίμων ἄλλος μισάνθρωπος, μήτε βλέπων τιτανικὸν καὶ ὀργίλον ἢ αὐτοβορέας ἄντικρυς. οὐδ’ ἁπαλοὶ μὲν οἱ σοὶ λόγοι καὶ ὑπὲρ ἔλαιον, αὐτὸς δὲ καὶ βολίδων εἰς τὸ πλήττειν ὀξύτερος· οὐδὲ μεταπλάττεις πρὸς τὸ σεμνὸν καὶ ὑπέρογκον σεαυτὸν ὡς οἱ πάλαι τοῖς κωμικοῖς δορυφορήμασι βρενθυόμενοι, νῦν μὲν ὑψιβρεμέταις καὶ ὑπερνεφέσι παραβαλλόμενος, νῦν δὲ πτήσσων ὡς τὰ λαγώδια καὶ πιθήκειόν τι βλέπων καὶ ἀγεννὲς καὶ καιροῖς καὶ πράγμασι συμφερόμενος, ἀλλ’ ἐν οὐ μένουσι μένον τὸ ἦθος αὐχῶν καὶ ταῖς ἐμβολαῖς τῶν συμπιπτόντων καθάπερ τις πέτρα παράλιος ἀπεριτίνακτος ἑστηκώς. καὶ οὔτε μονήρης ἡ δίαιτα καθάπερ τοῖς λύκοις, οὔτε ἀμιξία καὶ ὑπεροψία πεφίληται, οὐδ’ ὕθλος σοι πολὺς ἐπικουρῆσαι δεομένῳ καὶ κατοικτειρῆσαι δακρύοντα.

οὐδὲ κατὰ τοὺς κυμινοπρίστας σμικρολογῇ τοὺς γνίφωνάς τε καὶ κίμβικας δυσγρίπιστος ὢν ἢ τοκογλυφῶν ἀγεννῶς καὶ μηδ’ αὐτὸν ἀποσειόμενος τὸν ῥύπον τοῦ ὀβολοῦ, ἀλλὰ τὴν μέσην καὶ βασιλικωτάτην ἀναλεγόμενος καὶ πένητας οἰκτείρεις ὡς πένητας καὶ πλουσίους πείθεις τῷ καθ’ ἑαυτὸν ὑποδείγματι μὴ πάντως τρυφῇ χαρίζεσθαι, ἐναποτιθέναι δὲ καὶ ταῖς ἐκεῖθεν ληνοῖς, μηδὲ διὰ τὸν ὑβριστὴν κόρον καὶ χειμῶνος μέσου ζητεῖν ἐμπίπλασθαι ῥόδων ἢ τὰ μύρα καταπίνειν καὶ οὐκ ὀσφραίνεσθαι.

Καὶ ἵνα μικρὸν ἐνδιατρίψω καλλίστῳ μοι διηγήματι, ὀπίσω τῶν ἐπιθυμιῶν ἡμῶν ἐπορεύθημεν, ἐξέστημεν ἱερεὺς ὁμοῦ καὶ λαός, καὶ τὸν αὐτάγαθον ἐκ τοῦ κατὰ φύσιν, λέγω δὴ τοῦ ἐλέου, ἐπὶ τὸ παρὰ φύσιν, λέγω δὴ τὴν ὀργήν, ἐκινήσαμεν. καὶ διὰ τοῦτο λιμοῦ βάσανος κατειλήφει τὴν καθ’ ἡμᾶς καὶ λιμὸς ὁ τῶν πάλαι θρυλλουμένων βαρύτατος, ὡς ἐντεῦθεν κατὰ συστοιχίας τοὺς ἐνδεεῖς παριόντας μὴ πλουσίων μόνον θύρας ἐκτρίβειν, ἀλλ’ ἤδη καὶ τῶν ἀπὸ τῆς ἐφημέρου ἐργασίας ἀποζώντων χειρωνάκτων. ἡ δὲ πόλις αὕτη, ἐῶ γὰρ καὶ τὰ ἐν ταῖς λοιπαῖς οἰμώζειν κακά, στεναγμάτων γέμουσα ἦν· ἀγυιαὶ δὲ καὶ στενωποὶ πλήρεις τῶν ἐρριμμένων καὶ ἀνατετραμμένων ὑπὸ λιμοῦ· πολλοὶ δὲ καὶ ἐπὶ κοπρίας ἐξέκειντο αἴθριοι· ἦσαν δ’ οἳ καὶ νεύμασι μόνοις καὶ χειρῶν ἐκτάσεσι τὸν ἐκ τῶν παριόντων ἐφεῖλκον ἔλεον τῆς φωνῆς ἐπιλιπούσης τῇ ἀσιτίᾳ, οὐκ ὀλίγοι δὲ καὶ φωνῶν λειψάνοις ἐπετραγῴδουν τὰ ἑαυτῶν. προϊὸν δὲ τὸ δεινὸν καὶ λαμπρῶς ἤδη ἐπικείμενον οὐ κατὰ σύνδυο καὶ σύντρεις αὐτοὺς ἐπεβόσκετο, ἀλλ’ ὢ τοῦ οἰκτροῦ καὶ δάκρυα θέλοντος πράγματος ὁμοῦ καὶ θεάματος, σωρηδὸν τῆς ἐνθάδε ζωῆς ὑπαπιόντες ἐξέκειντο καὶ κατὰ πληθύας ἀπετίννυον τὸ χρεὼν ὁμοῦ καὶ λιμοῦ καὶ ψύχους καταδαπανῶντος αὐτούς, ὥστε τὴν ἰσχὺν μὲν ἐπιλιπεῖν τοῖς τὰ τῶν τεθνεώτων ἐκκομίζουσι σώματα, αὐτοῖς δὲ τοῖς σώμασιν εἰς τάφον μικροῦ τὴν γῆν, οὕτω μέγα ἦν τὸ κακόν.

Τί δὲ ἡμεῖς, οἱ ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος καὶ τῇ μιᾷ εἰκόνι τετιμημένοι, οἱ προσκυνοῦντες ὥσπερ τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὡς οἱ πάλαι τὰ ἐκ τούτων ἰνδάλματα, ἀληθέστερον δ’ εἰπεῖν, προσθήκην τῆς θεόθεν ζητοῦντες πληγῆς διὰ τὸ ἀνάλγητον καὶ πᾶν εἶδος θεϊκῆς κινήσεως καθ’ ἑαυτῶν ἐπισπώμενοι; ἐνετρυφῶμεν ὥσπερ ταῖς ἀδελφικαῖς συμφοραῖς, δέον τοῖς ἑτέρων μᾶλλον κακοῖς τὰ ἑαυτῶν εὖ διατίθεσθαι. πολλοὶ δὲ καὶ τούτων, μάλιστα οἱ τὰς τῶν καιρῶν δυσκολίας τηροῦντες καὶ μηδὲν πέρας εἰδότες κτήσεως, εὐπορίας εἶναι καιρὸν ταῦτα οἰόμενοι ἀπέκλεισαν τὰ ὦτα τοῖς τῶν πτωχῶν στεναγμοῖς, ὡς αἱ ἀσπίδες τοῖς τῶν ἐπᾳδόντων φαρμακεύμασιν, ὡς βλέπειν μὴ βλέποντας καὶ ἀκούοντας οὐκ ἐνωτίζεσθαι. ἀλλ’ ὁ κατὰ Χριστὸν αὐτὸς συμπαθὴς ὁ ποιμὴν ὁ καλὸς καὶ τὴν ψυχὴν ὑπὲρ τῶν θρεμμάτων τιθεὶς οὐ φέρεις τῶν πλουσίων τὸ ἀφιλόστοργον, οὐ στέγεις τὸ περὶ τοὺς ὁμογενεῖς ἀκαμπές, ἀπειλεῖς αὐτοῖς τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον βῆμα καὶ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, τὸν ἀθάνατον ἐνσείεις τοῖς ἀσπλάγχνοις καὶ ἀκόρεστον σκώληκα· τὰς ἀντιδόσεις καταλέγεις, τὸν μερισμὸν τῶν μονῶν, τοὺς χλοεροὺς καὶ σκιώδεις τόπους, τὴν ἄνετον βιοτὴν τοῖς ὅσοι σκορπίζουσι τὰ ὄντα καὶ διανέμουσι πένησι.

παραινεῖς μὴ ἐγκλεισαμένους ταῖς κοιτίσι τὸ χρυσίον ἀπρόϊτον κατέχειν ὥσπερ τὴν Δανάην ὁ πάλαι Ἀκρίσιος, μηδ’ ἐμπίπλασθαι μὲν αὐτοὺς ὥσπερ τοὺς λέοντας ἢ τῶν λύκων τοὺς μονιούς, μὴ μεταδιδόναι δὲ καὶ τοῖς ἐλαχίστοις, μηδὲ διὰ τὸ τῆς γαστρὸς ἀπαιδαγώγητον καὶ ἄνισον ἐν παντὶ οὐκ ἄλλως τι τῶν ἔνδον τοῖς πενομένοις προΐεσθαι, εἰ μὴ φθειρὶ ζέσῃ μὲν ὁ σῖτος, ὁ δὲ οἶνος ὀξυνθῇ καὶ τῆς οἰκίας ἕκαστον ἀποβληθῇ δι’ ἐκτροπήν, ἀλλ’ εἶναι μεταδοτικὸν καὶ κοινωνικὸν οἷς κἀν τοῖς μετρίοις ἡ χάρις ἀείμνηστος καὶ ὡς κάμηλος ὁ μύρμηξ προσδέχεται.

Μάλιστα δὲ εἰδὼς ὡς ὁ διδάξας καὶ ποιήσας μακάριος, συναγαγὼν τοὺς τραυματίας λιμοῦ μεταδίδως τῶν περιβλημάτων, στέγης, τῶν πρὸς τὸ ζῆν, καὶ πολλάκις τῆς ἡμέρας ἐπισκεπτόμενος οὐκ ἀπηξίους καὶ τὰ τραύματα αὐτῶν μικροῦ περιπτύσσεσθαι. καὶ τούτῳ τῷ τρόπῳ τὰς τῶν ἐχόντων διανοίξας καρδίας χαλκέῳ ἐν κεράμῳ, τῇ ἀσπλαγχνίᾳ, κατὰ τοὺς Ἀλωέως παῖδας συνισχημένας διατρέφεις φιλοτίμως τὰ λιμηρὰ τῶν ταλαιπώρων ψυχάρια καὶ μετόχους τῶν τῆς γῆς ποιεῖς ἀγαθῶν τοὺς ἀγύρτας τούτους καὶ μολοβρούς, ἢ μᾶλλον τρέφεις δι’ αὐτῶν τὸν Χριστόν, ὃς τοῖς πενομένοις τὸ οἰκεῖον ἔχρησε πρόσωπον. καὶ γίνῃ νέος σιτοδότης φιλότιμος οὐ τοῖς πρότερον καιροῖς συγκομισάμενος τὰ γεώργια καὶ χρησάμενος αὐτοῖς ἀφθόνως εἰσέπειτα, γεωργῶν δ’ ἀγεωργήτως αὐθημερὸν καὶ λόγοις καὶ παραινέσεσι καὶ τῷ καθ’ αὑτὸν σιτοφορῶν ὑποδείγματι, λόγοις ἐκείνοις, οὓς ἔγωγε ῥόδων ἁβροτέρους, ἰύγγων καὶ λωτοῦ θελκτικωτέρους, πυκτίδος ἐμμελεστέρους καὶ Σειρήνων αὐτῶν καὶ ἀμβροσίας κρείττονας εἴποιμι ἄν, ἢ μάλιστα τῆς τελευταίας ἐκείνης αὐχοῦντας σάλπιγγος δύναμιν (τὰ γὰρ νεκρὰ πρὸς εὐποιΐαν φρονήματα ἐκ τῶν σημείων τῆς ἀσυμπαθείας ἀνήγειραν) ἢ Κυρίου βροντῶσαν ἐπὶ ὑδάτων φωνήν, τῶν προσηλωμένων τῇ ἐνταῦθα καθύγρῳ ζωῇ καὶ πράγμασι τοῖς δίκην ὕδατος παρατρέχουσι.

τοιοῦτόν σοι καὶ τοῦτο, ἀρχιερέων μέγ’ ἔξοχε, μεγαλοπρεπῶς ἅμα καὶ θεϊκῶς ἐξήνυσται.

Ἀλλὰ τί δράσαιμι, ὦ παρόντες; ἐς γὰρ πέλαγος ἀχανὲς καὶ οἷόν φασι τὸ Ἀτλαντικὸν ἀρίστων πράξεων ἐμπεσὼν καὶ πολλοῖς διαύλοις μεγαλουργημάτων φορούμενος οὐκ ἔχω μέν, τίνα κατὰ ῥοῦν φέρεσθαι τούτων ἐάσαιμι, τίσι δὲ προσνηξάμενος ἐς λιμένα φθάσω σιγῆς. ἢ πανδαισίας προκειμένης κατορθωμάτων παντοδαπῶν λιχνεύομαι περὶ τὰ ψαιστά· τῶν πλακούντων ἅψασθαι βούλομαι, τούτων ἐφίεμαι, ἐκείνων οὐ θέλω ἀφίστασθαι· ἐξέχομαι τῶν ἐγγύς, παραπολαῦσαι τῶν πόρρωθεν γλίχομαι, καὶ τῷ πολυειδεῖ τῶν καλῶν ἐπισπώμενός τε καὶ ἀντισπώμενος κινδυνεύω κατακόρως ἐμπλησθῆναι μηδέ τινος. ἄλλοις οὖν ἄλλα παρεὶς ἐς ἀπόλαυσιν ἢ διήγησιν ἓν ἢ καὶ δύο ἔτι ἐπιμνησθεὶς τοῦ λέγειν παύσομαι.

Ὁρῶν γὰρ ὁ τῆς εὐσεβείας οὑτοσὶ πρόμαχος τὴν τοῦ Φιλίππου ἐπαρχίαν καὶ τὴν προκαθεζομένην ταύτης μητρόπολιν ὅτι μάλιστα διακειμένην κακῶς ἐκ τοῦ κατὰ συμμορίας αὐτῇ ἐμπλατύνεσθαι τοὺς ἐκ τῆς τῶν Ἀρμενίων αἱρέσεως καὶ τῷ καθαρῷ τῆς ἐκκλησίας σίτῳ καὶ πονηρὰ συναναβαίνοντα σπέρματα καὶ τῇ νόσῳ ἑαυτῶν τοὺς συγχυτικοὺς ἐγκαυχωμένους καὶ ἐμπομπεύοντας καὶ εἰς τοσοῦτον ἀπονοίας προβαίνοντας, ὡς ἀναμὶξ τοῖς ὀρθοδόξοις οἰκεῖν καὶ ἐπισκόπων ἑαυτοῖς ἐπιφημίζειν ὀνόματα καὶ διδάσκειν καὶ κηρύσσειν παρρησίᾳ τὰ ἑαυτῶν ἕωλα δόγματα, μέσην πλήττεται τὴν καρδίαν, ἐκκάεται τῷ ζήλῳ τῆς εὐσεβείας, οὐ θρηνεῖν ἀνέχεται καθ’ ἑαυτόν. μὴ φέρων δ’ ὁρᾶν τὸ κακὸν ἀδιόρθωτον παρρησιάζεται τὴν ἀλήθειαν, παραφαίνει τὴν ἔνδοθι ταραχήν, οὐ δίδωσιν ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ τοῖς κροτάφοις ἀνάπαυσιν, ἕως οὗ λύσιν εὕρατο τοῦ κακοῦ.

συναγαγὼν γὰρ τοὺς ἐκ τῆς αἱρέσεως λογίμους καὶ οἷς ἡ κλεὶς τῆς ἀπάτης, οὐδὲ γὰρ εἴποιμι τῆς γνώσεως, ἐγκεχείριστο, διαλέγεται τὴν εὐσέβειαν, διδάσκων ἕνα Υἱὸν καὶ Κύριον τὸν Χριστὸν ἐν δυσὶ ταῖς φύσεσι καὶ μιᾷ τῇ ὑποστάσει θεολογεῖν τε καὶ προσκυνεῖν, παθητὸν σαρκί, ἀπαθῆ τῇ θεότητι, ἀόρατον καὶ ὁρώμενον, ἐπίγειον καὶ οὐράνιον, καὶ ἄλλο μὲν καὶ ἄλλο δογματίζειν τὰ ἐξ ὧν καὶ ἐν οἷς ὁ Σωτήρ, οὐκ ἄλλον δὲ καὶ ἄλλον οἴεσθαι αὐτόν (τὰ γὰρ ἀμφότερα ἓν τῇ κράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος) μηδὲ συγχέειν τὰς φύσεις, ὥστε καὶ πάθος περιάπτειν τῷ ἀπαθεῖ καὶ ἀνωτέρω πάθους παντός, ἀλλ’ ἀσυγχύτως ἡνωμένας τηρεῖν, εἴπερ μέλον αὐτοῖς εὐσεβεῖν. καὶ ἅμα λέγων ὥσπερ ἀγχεμάχοις ὅπλοις ταῖς ἐκ τῶν θείων γραφῶν μαρτυρίαις ἔπληττε, τὸ τῶν δογμάτων αὐτῶν διασύρων καὶ κωμῳδῶν παρέγγραπτον καὶ καταμελιτῶν τοὺς λόγους καὶ δυναμῶν τῇ πειθανάγκῃ τοῦ Πνεύματος καὶ τῇ χάριτι καὶ συνελαύνων ἅπαντας εἰς εὐσέβειαν.

Ἀκούομεν οὖν τοὺς Σκύθας τοὺς ἁμαξεῖς τῷ παρ’ αὐτοῖς τοξικῷ φαρμάκῳ χρίειν τὰ βέλεμνα παραμιγνύντας ἅμα καὶ βρότον ἀνθρώπειον, καὶ ταῦτα εἶναι κακὸν ἀπαραίτητον καὶ θανάτῳ σύνδρομον τὴν βολήν. τὰ δὲ σὰ ταῦτα, θειότατε ἀνθρώπων, ῥήματα οὐκ εἰς Ἅιδου ἦσαν κατάγοντα, οὐδ’ εἰς θάνατον ὕπνωσαν, καθ’ ὧν ἐπαφείθησαν, ἀλλὰ τῷ πυρὶ χαλκεύσας τοῦ Πνεύματος καὶ πτερώσας τῷ κούφῳ καὶ ὑψιπετεῖ τοῦ νοὸς καὶ φαρμάξας τοῖς λογίοις τῶν θείων ἀνδρῶν τῶν τὴν ἡμετέραν λογογραφησάντων εὐσέβειαν, οὕτως ὡς ἀπὸ τόξου κύκλου τῆς εὐστρόφου ἐπαφῆκας καὶ ῥήτορος γλώσσης σου. καὶ ἔχομεν ἰδοὺ μεγαλοπρεπὲς ὄντως τὸ θήραμα καὶ τοῦ θείου Πνεύματος ἄξιον καὶ ὃ τῇ τοῦ Χριστοῦ τραπέζῃ προσφυὲς καὶ ἀσπάσιον· οὐ γὰρ ἕνα ὡς Ἡρακλῆς ἀνεσκολοπισμένον ἐπὶ Καυκάσου ῥαχίᾳ πετρῶν καὶ κακῶς τὸ ἧπαρ ὀρνέῳ κειρόμενον ἐξέσωσας ἐπιστάς, ἀλλὰ μυριάδας ἀνθρώπων μετὰ πολλοὺς τοὺς διδασκάλους λαχόντας σοι τὴν αὐτὴν τῆς τῶν ψυχῶν αἰχμαλωσίας ἀπελυτρώσω, ὡς εἶναι καὶ ὑπὲρ τὸν Πέτρον σοι τὸ κατόρθωμα (ἵλεως δὲ ὁ ἀκραίμων εἴη μοι τῶν ὀπαδῶν τοῦ Χριστοῦ, τοῦ γὰρ αὐτοῦ κἀκεῖνα καὶ ταῦτα καρπὸς Πνεύματος)· ὁ μὲν γὰρ δημηγορήσας τρισχιλίους εἷλεν εὐθὺς καὶ τῇ σαγήνῃ συνειλήφει τῆς πίστεως, σὺ δὲ δυσχειρώτους καὶ πλείους πολλῷ, ὅσῳ καὶ τῷ τῆς γνώμης ὑφάλῳ καὶ οὐχ ἁπλῷ νήχονται τῆς πλάνης αὐτὰ τὰ μυχαίτατα.

εἰ δὲ καὶ ὡς Ἰακὼβ τὸν ἐπὶ τουτῳὶ τῷ ἔργῳ μακαρισμὸν καὶ τὴν ὄντως εὐλογίαν ἐκαρποφόρησας παραμίξας βίαν πειθοῖ, ὡς ἐκεῖνος τῷ λείῳ τὸ λάσιον, καὶ τὸν εἰς τὴν πίστιν ἀμβλυωπὸν λαὸν ἐντεῦθεν ἐπτέρνισας δογμάτων τράπεζαν παραθέμενος, ὁποῖα ἡ Ῥεβέκκα ἐκκλησία εἶχε δαιτρεύσασα, οὐδὲ τοῦτο πόρρω τῶν ὑποθημοσυνῶν τῶν τοῦ Πνεύματος· οὐκ ἐς ἀεὶ γὰρ ψυχωφελὲς μαλακίζεσθαι, ἀλλ’ ἔστιν οὗ καὶ ἀνδριστέον ὑπὲρ Θεοῦ καὶ πολεμητέον ἐπαινετῶς κατὰ τοῦ Παύλου τὰ τακτικὰ εἰρήνης πρόξενον πόλεμον. ἔνθα γὰρ τὸ διὰ λόγου πείθειν καὶ παραινέσεων λῆρος ἄντικρυς καὶ ὕθλος πολὺς καὶ ἡ σύριγξ οὐδὲν ὀνίνησιν ᾄδουσα, ἀποστολικῇ ῥάβδῳ πορευτέον, ἐκεῖ καὶ ἐπισκεπτέον τοὺς ἀλιτραίνοντας.

Ἆρον οὖν ὁ θέλων κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ θέασαι τὰ λογικὰ πρόβατα, ἃ Γραφικῶς εἰπεῖν ἀνέβησαν ἐκ τοῦ λουτροῦ καὶ ἃ μὴ τῆς αὐλῆς ταύτης χθὲς καὶ πρότερον ὄντα· εἰ γὰρ ὄρη καὶ ἐρημίας ἀποπλανώμενα νοσερᾶς ἐγεύοντο πόας καὶ θολεροῦ μετεῖχον ὕδατος. νῦν ἀκηκοότα τῆς διδασκάλου φωνῆς ὑπὸ μίαν ποίμνην καὶ ποιμένα ἕνα γεγόνασιν εἰς τόπον πνευματικῆς χλόης κατασκηνούμενα καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενα. ὡς ἔγωγε οὐρανοῦ μὲν ἀπεικάσας ἔχω πολλάκις τῷ στερεώματι τὸν μέγαν καὶ περικαλλῆ τοῦτον ναόν, ἀστέρων δ’ ἀπειροπληθέσι φέγγεσι τὸ τῆς ἐκκλησίας ἱερώτατον πλήρωμα, ὧν οἱ μὲν ἑῷα λάμποντες μεγέθει οὐρανίῳ τούτῳ καταπεπήγασι λόγον ζωῆς ἐπέχοντες καὶ τοὺς ὅσοι κατ’ ἐμὲ γεώδεις τὸ φρόνημα καταστράπτοντες, οἱ δὲ κνεφαῖοί τε καὶ ἑσπέριοι ὄντες διὰ τὸ τῆς αἱρέσεως ἔκθεσμον καὶ πόρρω τῆς ἀπλανοῦς ταύτης ἀποπλανώμενοι· νῦν λαμπροὶ καὶ οὗτοι λαμπρῶς ὡς ἐξ ὁρίζοντος ἑῴου παμφαίνουσιν, οὐ λουσάμενοι κατ’ ὠκεανὸν τὸν τὴν γῆν περιζωννύντα ξύμπασαν ποταμόν, τῷ δὲ τοῦ Πνεύματος ἐλλαμπρυνθέντες χρίσματι καὶ χαρίσματι.

Ἀλλ’ ἅμα εἶπον νεών, καὶ τῷ τούτου κάλλει περιαστραφθεὶς τὴν διάνοιαν οὐχ ὅ φασιν ἀπὸ ῥινός, ἀλλ’ ἀπ’ ὀφθαλμῶν ἕλκομαι· ὃν ὑπὸ σοὶ Βεσελεὴλ μόνῳ ἔπηξε Κύριος καὶ οὐκ ἄνθρωπος, μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον· οὗ καλὸν μὲν καὶ τὸ τοῦ μήκους πρὸς τὸ πλάτος εὔρυθμον καὶ τὸ τοῦ ὕψους ἀμφοῖν ἀνάλογον καὶ τὸ τῆς ὀροφῆς δὲ ἀκοσμήτως, ἵν’ οὕτως εἴπω, κεκοσμημένον οὐχ ἧττον ἄγασθαι ἄξιον. τὰ δὲ τῶν ἁγίων μορφώματα καὶ αὐτοῦ τοῦ δι’ ἡμᾶς ἐνανθρωπηκότος Θεοῦ ἡδεῖαν ἀποπάλλει αὐγὴν καὶ φωτίζει τὸ τῆς ψυχῆς λογιζόμενον καὶ τὸ ἐναργὲς αὐτῶν καὶ τὸ ἀκριβὲς σὺν τῷ ἀληθεῖ πᾶσαν ὑπερπέπαικε χαρμονήν. ἡδὺς μὲν καὶ λειμὼν τοῖς τῶν ἀνθέων θάλλων ποικίλοις χρώμασιν, ἡδίων δὲ οὖτος ναὸς ἀθάνατον πλουτῶν τὴν ἔνθεον ἀγαλλίασιν καὶ ἀειθαλὴς ὢν ὡς παράδεισος ἐκεῖνος, ὃν ἐφύτευσε Κύριος κατὰ ἀνατολάς· τὰ γὰρ ἐν λειμῶσι λείρια μόνον ἑστιῶντα τὸν ὀφθαλμὸν τὴν ὥραν ἀπαλλάττει καὶ ἀπανθεῖ μαραινόμενα, τοῦ δὲ ἡ λαμπρότης καὶ ἐς βάθος ἔχει τὸ ψυχικὸν τὴν καλλονὴν διαβαίνουσαν.

Εἰς δὴ τοιοῦτον καὶ τοσοῦτον τέμενος τίς οὐκ ἂν προθυμηθείη τῶν σεβομένων τὸν Κύριον ἄρασθαι θυσίας καὶ εἰσπορεύεσθαι καὶ ἀνθομολογεῖσθαι τῷ πλάσαντι καὶ ποιήσαντι; εἰ γὰρ ἐν χειροποιήτοις οἰκεῖν ἀξιοῖ φῶς μὲν ἀναβαλλόμενος ὡς ἱμάτιον, ὡς δὲ θρόνῳ χρώμενος οὐρανῷ, τὴν δὲ γῆν αὐχῶν ὑποπόδιον, καὶ ἐν τούτῳ πάντως ἐμπεριπατεῖν τε καὶ οἰκεῖν εὐδοκεῖ, πῶς δ’ ἂν ἐν ὀλίγῳ τὸν ἐπὶ τῷ τηλικούτῳ ἔργῳ σου μόχθον καὶ τῆς δαπάνης τὸ πολὺ παραστήσαιμι; κἀν τούτῳ γὰρ ἐξᾶραι λάχος τὸ σὸν διανοηθεὶς τῷ καὶ τέμενος ἔχειν περιφανὲς καὶ περίδοξον καὶ πλεῖον τὸ ἐκκλησιαζόμενον ὑποδεχόμενον, οὔ τινος ἐφείσω τῶν πρὸς ἀνέγερσιν, καὶ τὸ τοῦ Ἰακὼβ Θεοῦ σκήνωμα καὶ τόπον εὑρεῖν γλιχόμενος, ὥσπερ σητὶ τῇ μερίμνῃ τὴν αἰσθητικὴν καρδίαν ἐκδαπανᾷ καὶ τοῖς βλεφάροις οὐ δίδως ἀνάπαυλαν. καὶ τῆς μὲν ἀντιτύπου τῶν οὐρανίων πηγνυμένης πάλαι σκηνῆς οἱ μὲν χρυσόν, οἱ δὲ ἄργυρον, οἱ δὲ τιμίους λίθους εἰσέφερον· ἦσαν δὲ τῶν γυναικῶν αἱ μὲν βύσσον κεκλωσμένην, αἱ δὲ καὶ νενησμένον προσάγουσαι κόκκινον· καὶ ἑκάστου, ὃ ἂν τύχοι ἔχων, προσενεγκόντος, τοῦ μὲν μεῖζον, τοῦ δὲ ἔλαττον, πέρας ἀπειλήφει τὰ τῆς σκηνῆς.

σὺ δὲ μηδένα ἔχων τὸν συμμογοῦντα ἢ συμμετέχοντα δαπάνης ἢ φροντισμάτων ἢ συμπροθυμούμενον τὸ φαυλότατον ἢ καὶ τὸ τούτου ἔτι εὐτελέστερον καὶ παντί που πρόχειρον ἀποδεχόμενόν σε τῆς προθυμίας ἄρχῃ σὺν Θεῷ τοῦ ναοδομεῖν, οὐκ ἀργοῖς μόνον λίθοις ὡς Σολομῶν, ἀλλὰ καὶ ἑτέρᾳ πάσῃ δυσπορίστῳ καὶ σπανίῳ ὕλῃ πρὸς τὸ ἔργον χρώμενος· ὁ δὲ ἀνενδεὴς ὤν, ὡς πιστεύομεν, καὶ τὸ χρυσίον ἔχων καὶ τὸ ἀργύριον τὰ πρὸς δαπάνην ἀνεπαισθήτως σοι χορηγεῖ καὶ ἀνθρωπίνης ἐπινοίας ἀνιστᾷ τάχιον κάλλιστον ὧν εἶδον μετὰ τοὺς ἐν τῇ καλλιπόλει καὶ βασιλίδι πόλει περιφανεῖς.

Εἰ δέ τις καὶ κατάπαυσιν ἐνταῦθα τῆς ἱερᾶς προσαπαιτεῖ κιβωτοῦ καὶ ὀφθαλμοῖς ἰδέσθαι ποθεῖ καὶ χείλεσιν ἁγνοῖς περιπτύξασθαι, οὐδὲ τοῦ καλοῦ τοῦδε ἀποπεσεῖται, οὐδ’ ἀπέλθῃ μὴ τυχὼν τῆς ἐφέσεως. ἐγγὺς γὰρ ἡ τὸ μάννα φέρουσα τῆς ζωῆς τοῦ ἁγιάσματος κιβωτός, ἡ Παρθένος καὶ Μήτηρ, ἡ κοινὴ σώτειρα, τὸ οἰκουμενικὸν ἀγαλλίαμα, ἡ τοῦ προπατορικοῦ πτώματος ἐπανόρθωσις, ἡ τὴν φύσιν ἡμῶν οὐρανώσασα, ἣν ὁ καθ’ ἡμᾶς ἱερὸς Ἀαρών, καὶ Θεοῦ καὶ ἀνθρώπων μέσος ἱστάμενος, φέρων ἀνέθηκας, πάγκαλόν τι χρῆμα καὶ λαμπρὸν δοχεῖον τοῦ Πνεύματος· τὴν πολιάδα ταύτην φημί, τὸ ἀπρόσμαχον ὄντως προπύργιον ἀκαθαίρετόν τε περιχαράκωμα τῶν ἐκ τοῦ ὀνόματος καλουμένων τοῦ ταύτης υἱοῦ καὶ Θεοῦ.