Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 18: Έπαινος της ορθοδοξίας και της γνήσιας φιλίας

Επιστολιμαίος λόγος περί της αληθινής, ανιδιοτελούς φιλίας, των καρπών της αγάπης και του χριστιανικού ήθους απέναντι στον φθόνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 18 από 18

Οὐκ ἀκόμψως δὲ καὶ σὲ παραβαλεῖ τις τῇ κιβωτῷ· μάννα γάρ, ἄρτον οὐράνιον, τὰ θεῖα στέγεις διδάγματα, ὧν αἱ συναγωγαὶ τῶν Ἀρμενίων μεταλαχοῦσαι λίαν ἡδύνθησαν καὶ ὑπὲρ μέλι καὶ κηρίον τὸν οἰσοφάγον κατεγλυκάνθησαν ἐκ τῆς ἐρήμου τῆς αὐτῶν αἱρέσεως ὡς εἰς ἄλλην Παλαιστίνην, τὴν ὀρθόδοξον πίστιν, ἐνσκευασάμεναι. τοιοῦτόν σοι καὶ τοῦτο τὸ ἔργον θεοτερπὲς καὶ ὡς ἐπίπαν θεσπέσιον Φιλίας δὲ εἰ μὲν μὴ τὸ ἀκραιφνὲς καὶ δόλῳ ἄμικτον εἶχον θαυμάζειν, ἐθαύμασα ἂν τὸ διάπυρον, πῶς προκινδυνεύειν αἱρῇ τῶν φίλων καὶ ὑπερθύεσθαι· εἰ δὲ μὴ τὸ διάπυρον, τὸ ἀκραιφνὲς δήπουθεν ἄν. ἐπεὶ δὲ ἀμφότερα, τὸ ἐν ἀμφοτέροις κάλλιστον ἐπαινέσομαι. εἰ γὰρ φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ, οὐδένα ἐς φιλίαν ὑπερφυέστερον οἱ φιλογνώμονες ἕξουσι. Πυλάδαι μὲν οὖν καὶ Ὀρέσται, Μολιονίδαι τε καὶ Πειρίθοες καὶ Θησεῖς παρὰ ποιηταῖς καὶ συγγραφεῦσι θρυλλοῦνται καὶ περιᾴδονται, φίλοι πολλῷ τῶν ἄλλων πιστότεροι κοινωνίᾳ συμφορῶν συγκραθέντες καὶ συγκάμνοντες ἀλλήλοις ἀεὶ τὰ χείρω τε καὶ μὴ μεριζόμενοι καὶ ἀμελοῦντες τῶν ἰδίᾳ καὶ καθ’ αὑτούς, ἐξελόμενοι δὲ τῶν κοινῇ συνοισόντων.

καὶ αὐτὸς δὲ τὸ φιλέταιρον καὶ βέβαιον καὶ πιστὸν πρὸς τὴν εὔνοιαν ἀσπάζεσθαι καὶ διώκειν διατεινόμενος οὐδὲν τῶν ἀνδρῶν ἐκείνων ὑποδεέστερον φίλος ἄριστος καὶ Σκυθικὸς ἄντικρυς γλίχῃ κικλήσκεσθαι. τοῦτον δ’ ἂν εἴποιεν οἱ Σκύθαι Δάμονα φίλιον, ὅτι καὶ ἐν τούτῳ τὸ φιλεῖν ἀκραιφνῶς ὁρίζεσθαι δεῖ, τῷ μὴ κοινωνεῖν μὲν τῶν ἡδέων, ὅταν κατ’ οὖρον ὁ πλοῦς φέρηται, εἰ δέ τι μικρὸν ἀντιπνεύσειε τὸ τοῦ βίου κλυδώνιον, κινδύνοις μέσοις ἐναφιέναι καὶ προτροπάδην οἴχεσθαι ἢ κατὰ τοὺς ὀνείρους ἀφίπτασθαι· καταπροδιδόντος γὰρ μᾶλλον τὸ ἔργον καὶ παρασίτου καὶ κόλακος φιλοῦντος διὰ κόρον γαστρὸς ἢ φιλίαν πρεσβεύοντος καὶ τὸν φιλούμενον διαπτύοντος ὥσπερ τῶν σκευῶν τὰ μετὰ χρῆσιν ἀτιμαζόμενα ἢ γοῦν τὰ ὑπὲρ ὧν αἱ ἁψῖδες ἐρείσματα, ὑφαιρούμενα μετὰ τὴν πῆξιν καὶ παραρριπτούμενα. ὥσπερ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου οὐ δίκαιοί εἰσι παρὰ τῷ Θεῷ, καθὼς ὁ τῶν ἐθνῶν διδάσκαλος Παῦλος διαρρήδην βοᾷ, οἱ δὲ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, κἀν τοῖς εὐαγγελίοις ὁ ἀψευδέστατος κέκραγεν οὐχὶ τοὺς προσφωνοῦντας αὐτῷ· „Κύριε, Κύριε“, εἰς βασιλείαν εἰσελεύσεσθαι οὐρανῶν, τοὺς δ’ ὅσοι τὸν βίον πρὸς τὸ ἐκείνου ῥυθμίζουσι βούλημα, οὕτω καὶ τῶν φίλων ἐκεῖνος βέλτιστος, ὁ μὴ διά τι τοῖς πλησίον ἢ τοῖς ὑπερέχουσιν ἀναχεόμενος ἢ κλήσει μόνῃ τὸ φιλεῖν ὁριζόμενος.

ὁ γὰρ τοιοῦτος φίλος εἴη ἂν μάλιστα τοῦ καιροῦ καὶ θηρατὴς αὐτῷ τῶν πρὸς ἔφεσιν, ὃν καὶ οἱ ἄκρῳ λιχανῷ τῆς ἡδονῆς ἀπογευσάμενοι τοῦ φιλεῖν, οὐμενοῦν οἱ κατά σε πολλοῦ φιλίαν τιμώμενοι, τοῦ σίμβλου τῶν φιλούντων ὅσα καὶ κηφῆνα κόθουρον διαγράφουσιν, οἷα μάτην μὲν τὸ τῆς φιλίας γλυκύτατον ὄνομα καθὰ κηρίον μέλιτος ἀναλίσκοντα, οὐδὲν δὲ πρὸς ἐργασίαν τοῦ βελτίστου πράγματος παρεισφέροντα.

Τοιοῦτος, ὦ φιλότης, καὶ ἐς φιλίαν ὢν εἶλέ με κατὰ κράτος καὶ πρὸς ἑαυτὸν ἐφειλκύσατο, ἀδούλωτον μὲν ἄλλως ὄντα καὶ οὐδέ τινι τῶν ἁπάντων ὅτι μὴ φιλίας δεσμοῖς εὐχείρωτον. καὶ αὐτὸς μὲν τὴν κατὰ Θεὸν ἀγάπην ἀπέτεκεν, ἐμοὶ δ’ εἰς φῶς προῆλθεν ἡ ἀνταγάπησις, ἵνα πρὸς ἀλλήλων ὁρῶσαι συναύξοιντο. ἀγάπης γὰρ ἄνευ ἀνταγάπησις οὐδαμοῦ καὶ ταύτης χωρὶς ἀναυξὴς καὶ ἀνόνητος, εἰ μή τις εὐαγγελικῶς βιοτεύων καὶ τὸ ἐχθραῖνον φιλεῖ μηδὲ τελωνικῶς τὸν ἀσπαζόμενον ἀντασπάζεται. φασὶ δὲ καὶ τὴν Ἀφροδίτην γεννῆσαι μὲν τὸν Ἔρωτα, μὴ εἰς ἡλικίαν δὲ προβαίνειν αὐτὸν καὶ τῆς φυσάσης ἄξιον εἶναι τὸ κύημα· ὑποθήκῃ δὲ Προμηθέως ἐκφῦσαι καὶ τὸν Ἀντέρωτα καὶ οὕτως προβῆναι τοῦτον κἀκεῖνον ὡς ἔρνος ἀναδραμεῖν καὶ πτεροφυῆσαι ἄμφω καὶ τῆς ἄλλης εὐπορῆσαι σκευῆς. ὥστε καὶ δυσὶ χθές τε καὶ πρώην βλέποντες ἡμεῖς ὀφθαλμοῖς καὶ ὠσὶ τοσούτοις ἐνωτιζόμενοι, νῦν διπλασίῳ ταῦτα προσεκτησάμεθα καὶ πολύχειρές ἐσμεν κατὰ τὸν Βριάρεων· ἑκάτερος γὰρ δύο τέως ἔχοντες αὐτὰς καὶ ἑτέρας δύο προσεξεφύσαμεν νῦν, καὶ ὡς τὸν Γηρυόνην οἱ πάλαι γραφεῖς ἐνεδείκνυντο, πλείονας τὰς κεφαλὰς αὐχοῦμεν τῶν φυσικῶν.

ἵνα δὲ κἀκεῖνο τῶν τοῦ Παύλου εἴποιμι· ὅτε δοῦλοι τῆς ἁμαρτίας ἤμεθα (καλῶ δὲ ἁμαρτίαν τὴν προτέραν διάστασιν), ἐλεύθεροι ἦμεν τῆς δικαιοσύνης εἴτ’ οὖν τοῦ φιλικοῦ χρήματος, νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῇ δικαιοσύνῃ, ἔχομεν τὸν καρπὸν ἡμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.

Εἰς κόρακας οὖν ἐρρέτω τὸ ἀπὸ τοῦδε ἡ καλουμένη λυκοφιλία καὶ τιμωμένη μὲν καὶ τιμῶσα χείλεσι, καρδίας δὲ πόρρω ἀπέχουσα· παρίτω δὲ καὶ κοσμείτω τὰ καθ’ ἡμᾶς, ἣν μὴ τὸ ἑαυτῆς φησιν ὁ μέγας Παῦλος ζητεῖν μηδὲ ζηλοῦν μηδ’ ἀσπάζεσθαι τὴν φυσίωσιν ἢ περπερεύεσθαι. ἀποπεμπέσθω δὲ εἰς μεγακήτεα πόντον καὶ κατ’ ἠλιβάτων ἐκτινασσέσθω πετρῶν τὸ ἀρχαῖον καὶ πρῶτον κακόν, ὁ φθόνος, ἡ δαπάνη τῆς φιλίας, ὁ πρώτως ἀπὸ τῶν ἐχόντων ἀρχόμενος, εἶτα μηδὲ τῶν πόρρω φειδόμενος, τὸ ἐπίβουλον πρᾶγμα καὶ χείριστον καὶ εἴπερ τι τοῖς καλλίστοις ἐπιφυόμενον.

βούλομαι δὲ ἀπεῖναι καὶ τὸ μικρόψυχον ἢ μικρόλυπον (συμπνίγει γὰρ καὶ ταῦτα τὸν σῖτον τῆς φιλίας καὶ οὐκ ἀνίησιν ἄνω φέρεσθαι· εἰσὶ γὰρ εἰσί τινες, οἳ παρεμπεσόντος μικροῦ τινος θυμαλγοῦς εὐθὺς ἀποπηδῶσι τῶν ὁμοψύχων καὶ ὁμοσκήνων τὴν χθές, εὔριποι καὶ εὔθρυπτοι τὰ ἐς φιλίαν ὄντες οἷα τὰ τῶν κεραμέων χυτρίδια, καὶ μέγα κεκράγασι καὶ διάτορον ὡς πρῖνος καιόμενος· ἢ γοῦν ὀβολοῦ παρεισριφέντος ἀντεμβριμῶνται μάλα γενναίως καὶ ἀντιφέρονται παραγκωνιζόμενοι ἀλλήλους καὶ ὠθιζόμενοι καθὰ περὶ κρεαδίων καὶ ὀστέων τὰ Μελιταῖα καὶ ὀργίλα κυνίδια, καὶ ἀλεκτρυόνων μέν εἰσιν ἐριστικώτεροι, ἁρπακτικώτεροι δὲ τῶν μυγαλῶν) προσίεσθαι δὲ καὶ τὴν παρρησίαν καὶ τὸν ἐν πταίσμασιν ἔλεγχον, ὡς τό γε δι’ εὐφήμου γλώττης φέρειν ἀεὶ τὰ πραττόμενα καὶ ἐπιρρωννύειν ἀνδρεῖον εἶναι τοῖς χείροσιν ἐχθίστου μᾶλλον ἔργον ἀνδρὸς καὶ ξίφος εἰς τὸ πλήττειν παρέχοντος ἢ καταποντίζοντος καὶ πυρσὸν αἰθέριον φλέγοντος ἐν τῇ τῶν πραγμάτων νυκτί, ἐν οἷς λιμὴν μὲν οὐκ ἔστιν εὐάγκαλος, προσνενεύκασι δὲ μᾶλλον ὕφαλοι πέτραι καὶ τραχεῖς διερρώγασι σκόπελοι συντρίβοντες τὰ κύματα καὶ διαλύοντες εἰς ἀφρούς.

Οὕτω καὶ τούτοις φιλητέον ὁμοίως καὶ τοιαύτην πορευτέον φιλίας ὁδόν, στενὴν μὲν ἄλλως καὶ ἀνάντη τῷ φαινομένῳ, τῷ δὲ ὄντι πρὸς πλατυσμὸν ἐξάγουσαν καὶ τέλος συμπείθουσαν προκινδυνεύειν τῶν φιλτάτων καὶ τὴν ψυχὴν εὐαγγελικῶς τιθέναι ὑπὲρ αὐτῶν. τὸ δ’ ἑτέρως ἀσπάζεσθαι χαιρέτω μακράν, οὐ γὰρ ἑτέραν παρὰ ταύτην τὴν φιλίαν ὁ τοῦ φιλεῖν ὅρος καὶ κανὼν ἐπίσταται· μηδὲ εἴην τῆς μερίδος ἔγωγε τῶν εἰρηνικὰ μὲν προσδιαλεγομένων, ὑπὸ δὲ γλῶσσαν ἐντρεφόντων τὸν τῆς ἀπεχθείας ἰόν, ἢ ποικίλον τι καὶ πολυγύμναστον κακὸν καὶ τῇ κακοτεχνίᾳ τῆς φιλίας ἐκτραχηλιάζον ἁπλοϊκόν, ἢ ὡς πίθων κολακικὸς χαίρων ταῖς ὀπώραις καὶ τοῖς πέμπουσιν ἐπαγόμενος, ἢ οἴνῳ ἁλωτὸς ὡς ἐλέφας καὶ σάτυρος καὶ τὸν φίλον ἐκ τοῦ πίνειν θηρώμενος, ἢ ὡς ὄρνεον πτερωτὸν διὰ κόκκον σπέρματος παγίδος κατατολμῶν, ἢ ὡς οἱ λίχνοι μύες ἐφέσει δημοῦ τῇ γαλεάγρᾳ χειρούμενος. μηδ’ ἐσοίμην ἔρωτί τινος τῶν ἐν τῷ βίῳ οὑτωσὶ δαμαζόμενος, ὡς προκαλεῖσθαι μὲν τὸ δῆθεν ἐρώμενον εἰς ἕνωσιν φιλικήν, ὡς οἱ ὄφεις τὰς μυραίνας, ὡς λέγεται, εἶτα τῇ χρείᾳ τοῦ καιροῦ καὶ τοῖς πράγμασιν ἀπαγχόμενος ἐξεμεῖν μὲν ἐπὶ πέτρας τὴν ἀπέχθειαν, ὅσα καὶ ἰὸν ἐκεῖνοι θανάσιμον, καὶ φιλίως συμπλέκεσθαι καὶ συμφέρεσθαι, μετὰ δέ γε τὸ ἐμπλῆσαι τὸν ἔρωτα καὶ τυχεῖν οὗ χάριν ταῦτα καὶ καταπέπρακται τὸ ἐμεθὲν αὖθις ἀναρροφᾶν καὶ δάκνειν ὥσπερ καὶ πρότερον.

οὔτε γὰρ ἔξεστι Θεῷ δουλεύειν καὶ Μαμωνᾷ, οὔτε φιλίαν καὶ ἔχθραν οἰκονομεῖν ἐν ταὐτῷ, καὶ λεληθέναι τοὺς βάπτοντας ὅλως ἐς νοῦν (πολλοῦ γὰρ δεῖ τὸν παντέφορον ὀφθαλμὸν παρελθεῖν καὶ πρᾶξιν καὶ διανόημα σταθμοῖς δικαίοις ὑπάγοντα), κἂν γὰρ τοῦ αὐτοῦ καὶ τάδε φασὶ καὶ τάδε καὶ ἴσασιν ἄμεινον, ὅσοι τὰ φιλοσοφίας μεμύηνται, ἀλλ’ ὁ τῆς φιλίας δεσμὸς ὁμοῦ φιλεῖν καὶ μισεῖν ἢ ὅλως <οὐκ> οἶδεν ἢ γοῦν προσίεται.

Ἀλλ’ ἴσως μὲν οὐκ ἐπικενῆς ταῦτα καὶ μάτην ὁ νοῦς ἐξετόξευσε. τὸ δὲ νῦν ἔχον οὐ φιλοσοφεῖν περὶ φιλίας προὐθέμεθα, ἀλλὰ προσφωνῆσαι μὲν ὡς ἐξ ἐφόδου σοι τὰ πρὸς ἔπαινον, ἁγιώτατε καὶ σοφώτατε. σὺ γὰρ ὡς ἐν Σαρδίῳ λίθῳ χρυσὸν συμμάρψας ἔχεις ταυτὶ τὰ τέως τοῖς πολλοῖς ἀσύναπτα, ἀγαλλιασθῆναι δὲ κἀν τοῖς νῦν ὡς ἀντιρρόποις τοῖς πρότερον. οἱ γὰρ τοῦ ἑνὸς γεγόναμεν ἓν καὶ ἀλλήλοις συμπαθεῖς καὶ ὁμόφρονες εἰς μίαν συμφυΐαν τε καὶ συνάφειαν τῷ θείῳ συναρμολογούμενοι Πνεύματι, ὑπὲρ ὧν καὶ θύσομεν Θεῷ χαριστήρια τῷ συνάψαντι καὶ πρώην τὰ διεστῶτα καὶ σπεισαμένῳ τοῖς ἀσπόνδοις ἡμῖν, καὶ νῦν δὲ βραβευσαμένῳ τὸ συνελθεῖν ἢ καὶ ἐπανελθεῖν κρεῖττον ἢ κατὰ τὰς ἡμετέρας εὐχὰς καὶ τὰς τῶν ἄλλων ἐλπίδας καὶ ἀμετάπτωτον ἐμμόνως διαφυλαξομένῳ τὸ τῆς φιλίας καλόν, ἢ ὥστε καὶ ἐσαῦθις εἰς ταλαιπωρίαν μίσους ἰδεῖν ἐν τῷ ἐμπαγῆναι ἡμῖν ἐκ τῶν τοῦ πονηροῦ σκανδάλων θλίβουσαν ἄκανθαν, ἢ γοῦν τῆς νόσου τῆς προτέρας μεταλαβεῖν βραχύ τι παραπολαύσαντας τοῦ τῆς ὑγιοῦς φιλίας γλυκάσματος.

Εἴπερ δὲ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν κατὰ τὸν λόγον τὸν θεϊκὸν ἀποψυγήσεται μὲν τῶν πολλῶν ἡ ἀγάπη, παρὰ πόδας δὲ ὡς παγὶς ἐπελεύσεται ὅσα ἐφεξῆς ἠπείληται πάνδεινα καὶ αὐτῶν τῶν ὑπὲρ γῆν σωμάτων ἁπτόμενα, ὡς πεσεῖσθαι μὲν τοὺς ἀστέρας ἐξ οὐρανοῦ, σελήνην δὲ καὶ ἥλιον οὐ δώσειν τὸ φέγγος αὐτῶν, πάντως τὸν πληθυσμὸν ἀνακόπτων τῆς ἀνομίας καὶ τοῦ μὴ ἀποψυγῆναι τὴν ἀγάπην ἐπιμελόμενος καὶ τοῦ κοινοῦ μὲν εἴπερ τις πεφρόντικας ἀγαθοῦ.

Καὶ σοὶ δὲ αὐτῷ δήπου περιποιῇ τὸ ἀείφωτον (ἡλίῳ γὰρ ὑπὸ τοῦ λόγου παρείκασαι φθάσαντος) καὶ τοῖς ἄστρασι, τῷ κλήρῳ τῷ σῷ, καὶ σελήνῃ, τῇ ἐκκλησίᾳ ταύτῃ, τὸ εὐφεγγὲς ἐκ σοῦ προσλαμβανούσῃ τὸ φῶς. καὶ εἴης ἐς μακρὸν τὸ τῆς ἐκκλησίας καταφωτίζων στερέωμα οὐ λοξὴν καὶ παρεγκεκλιμένην ὁδὸν ὡς ὁ αἰσθητὸς οὗτος ἥλιος διερχόμενος, ἀλλ’ εὐθυπορῶν ὡς ἔνι μάλιστα, ἢ καὶ μὴ κατ’ εὐθυωρίαν μέν, ἡλιακῶς δ’ οὖν πορευόμενος καὶ τῇ ἀνίσῳ πορείᾳ τὸ ἶσον καὶ συνοῖσον καταπραττόμενος· οὐχ ἵνα Γαβαωνῖται κακῶς πάσχοιεν, μικρὸν ἔθνος καὶ μικρὰν παρεμβολὴν ἐκθλῖβον τὸν Ἰσραήλ, ἀλλ’ ἵνα τὸν ἀνταρκτικὸν τουτονὶ πόλον κρύει τοῦ ἀκοῦσαι λόγον Κυρίου πηγνύμενον διδασκαλίας ἐνθέου διαθερμαίνοις φωτί, ἀνέφελος μὲν ἀνατέλλων καὶ αἰγλήεις ὡς τὰ πολλά, εἰ δ’ οὖν καὶ τῶν ἐπισκοτούντων κρείττων γινόμενος καὶ θείας γνώσεως ἐκπυρηνίζων φωτοβολήματα ἐπὶ δικαίους καὶ ἀδίκους πλημμελῶς τε καὶ θεαρέστως βιώσκοντας, τούς τε κἀκείνους ὁμοίως τῷ πυρὶ τῶν θείων ἀναζωπυρῶν διδαχῶν. τοῦτο δὲ καὶ ὁ παρεστὼς συνεύχεταί μοι λαὸς καί φησι· γένοιτο, γένοιτο.