Ἔργον
Νικήτας Χωνιάτης – Λόγοι (1-18)
Λόγος 3: Εγκώμιο προς τον αυτοκράτορα Ισαάκιο Άγγελο
Πανηγυρικός λόγος για τις στρατιωτικές επιτυχίες του αυτοκράτορα έναντι των επαναστατών και των βαρβάρων στη Δαλματία και τον Αίμο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος 3: Εγκώμιο προς τον αυτοκράτορα Ισαάκιο Άγγελο
Πανηγυρικός λόγος για τις στρατιωτικές επιτυχίες του αυτοκράτορα έναντι των επαναστατών και των βαρβάρων στη Δαλματία και τον Αίμο.
Τοῦ αὐτοῦ· Λόγος εἰς τὸν βασιλέα κῦρ Ἰσαάκιον τὸν Ἄγγελον· ἐγράφη δὲ καὶ οὗτος προσεχῶς καὶ ὁπηνίκα τοῦ βήλου γέγονε κριτής. Ἡλίου μὲν τάχος καὶ δύναμιν ὁ προφήτης καὶ βασιλεὺς θαυμάζων Δαυὶδ „Καὶ αὐτός“, φησίν, „ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.“ ἐγὼ δέ, θειότατε βασιλεῦ, τοὺς σοὺς δρόμους καὶ περιδρόμους καὶ τοὺς περὶ τὴν τετραμερῆ κοσμικὴν κατάστασιν ἑλιγμούς, οὓς ἔτεμες τὸ τῆς αὐτοκρατορίας ἅρμα ἐλαύνων, ἐν θαύματι μεγίστῳ τιθέμενος τὰ αὐτὰ μετὰ Δαυὶδ ᾄδειν προάγομαι· ἠγαλλιάσω γὰρ καὶ αὐτός, ὁ ταχὺς ὡς γίγας, ὁ καλὸς ὡς νυμφίος, τὰ ἐκ διαμέτρου διελθεῖν ἀντικείμενα, θέρων μὲν τὰ ἡμέτερα, φλέγων δὲ τὰ ἀντίπαλα· ἀμφότερα γὰρ διὰ τὴν πρὸς Θεὸν ἰσχύεις οἰκείωσιν, ἐπεὶ καὶ Θεὸς αὐτὸς τοῦτο κἀκεῖνο πέφυκέ πως καὶ λέγεται· οὐ γὰρ μόνον φῶς ἐστι τὸ φωτίζον πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον, ἀλλὰ καὶ πῦρ ἐκ προσώπου αὐτοῦ προπορεύεται καὶ φλογίζει κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.
Καὶ τοίνυν, ὦ τοῦ κράτους φωσφόρε, ὡς ἐκ παστοῦ νυμφίος ἢ ὡς ἐκ λίμνης περικαλλοῦς ἥλιος τῆς βασιλίδος ταύτης ἀνορούσας τῶν πόλεων καὶ τὸν ἑῷον ἀναβὰς ὁρίζοντα τὴν Ἀλαμανικὴν αὐτίκα στρατιὰν ὅσα καὶ παχὺ ταῖς τῶν ὅπλων στεγανότησι νεφῶδες σύστημα τῶν σῶν ἀκτίνων ἔθηκας πάρεργον, ἐκτοπίσας αὐτὴν ὁρίων Ῥωμαϊκῶν καὶ διαλύσας ὡσεὶ καπνὸν καὶ δρόσον ἑωθινήν, ἐκεῖθεν δὲ πρὸς τὸ καθ’ ἡμᾶς αὖθις τοῦτο μεταπορευσάμενος κλίμα καὶ γλυκὺς ἡμῖν μετὰ νέφος, τὴν Ἀλαμανικὴν παρεμβολήν, ὡς οὔποτε ἐπιστὰς καὶ στηρίξας ἐπὶ βραχὺ πρὸς πόλον ἐτράπου τὸν βόρειον, ἔνθα καὶ ἀνεζωπύρησας μὲν τὰ ἡμέτερα οἷα χειμῶνι τοῖς προσοίκοις βαρβάροις συνεσταλμένα, αὐτοῖς δὲ τοῖς κατὰ τὸν Αἷμον ἀντάρταις προπέμψας ἀκτῖνα φλογόεσσαν τὰ ἐκείνων καὶ δεδορκότα ἐσκότωσας βλέφαρα. οὐκοῦν τὸν προσέρποντα κίνδυνον ἐκδιδράσκοντες μὴ ὡς πῦρ ὀφθῆναί σε τούτοις ἱκέτευσαν ἢ γοῦν ἐπαφεῖναι κατὰ κάθετον τὰς ἐκ τῶν ὅπλων ἀκτῖνάς σου· τὸ δὲ δὴ μείζονος θαύματος ἄξιον, τὴν ἐπικεχυμένην τῇ θεοειδεῖ μορφῇ σου χάριν μὴ φέρουσι καθορᾶν, ὡς οὐδὲ τὴν Μωσέως ὄψιν ὁ παλαιὸς Ἰσραήλ, οἷόν τι παραπέτασμα τὸ σὸν φιλάνθρωπον αὐτοῖς αἰτησαμένοις προέτεινας, καίπερ εἰδὼς ἀδίκους καὶ πονηροὺς κἀπὶ τὸ ἴδιον πάλιν καὶ πάλιν ἐξέραμα κυνηδὸν ἐπιστρέψοντας.
ὅμως οὖν Θεοῦ φιλανθρωπίαν μιμούμενος τὸ φλόγεον συστείλας χύμα τοῦ κράτους σου ἡμερωτέρων λαμπηδόνων μετέδωκας, ἢ καὶ ἄλλως εἰπεῖν, ἅμα τὰς τοῦ Αἵμου ἀκρωρείας αἱ σαὶ λαμπηδόνες κατηύγασαν, καὶ τὸ ἀποστατικὸν αὐτίκα φῦλον καὶ οἱ τόξοις πίσυνοι Σκύθαι, οἱ καὶ χεῖρας κατὰ σοῦ ὁπλισάμενοι, ὡς ἀγροῦ θηρία τὰς μάνδρας αὐτῶν ὑπέδραμον ἀγεννῶς καὶ ὡς ὄφεις τὰ τῶν ἐχιδνῶν γεννήματα οὗτοι τὴν μέλλουσαν ὀργὴν ὑπεκκλίνοντες εἰς ὑπογείους κατέδυσαν χηραμούς. ἀμέλει τοι καὶ τὸ ἐκεῖσε ἡμέτερον ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας διεκχεόμενον ἕωθεν οὐδένα ἔχει δέος αὐτῷ ἐπισείοντα.
Ὁποῖον δέ σου καὶ τὸ περὶ τὴν ἑσπέριον χώραν τῶν Δαλματῶν κατάντημα, θεοειδέστατε βασιλεῦ· φοβερὸν τῷ ὄντι καὶ τοῦτο καὶ πέρα λόγου καὶ ἀφηγήσεως. ὡς γὰρ πῦρ ἀφανιστήριον οὐχ ὡς σέλας φαυστήριον τοῖς ταλαιπώροις Δαλμάταις ἐποφθεὶς συνέτριψας ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, καὶ θυρεοὺς κατέκαυσας ἐν πυρί, ἀκριβέστερόν τε πυρός, ὃ κατακαίει δρυμόν, τὰ ἐκεῖσε ἠφάντωσας. ἐντεῦθεν ὁ πρὸς ἅπασαν κακίαν εὐτύπτωτος Νεεμὰν ὡς κηρὸς τακεὶς ἀντανῃρέθη, καὶ πλούσιος ὢν τὴν ψευδορκίαν καὶ καθημέραν ὅσα καὶ ὄψῳ λαμπρῶς αὐτῇ ἐνευφραινόμενος στένει καὶ ὀδυνᾶται τῇ φλογὶ τῶν τληπαθειῶν, ἣν αὐτὸς ἑαυτῷ νηπιωδῶς ἐκαμίνευσε· καὶ δεῖται μὲν τοῦ ἄκρῳ δακτύλῳ δροσίσοντος, μηδένα δὲ τὸν οἰκτιζόμενον ἔχων διὰ τὴν τῆς ἀποστασίας διάστασιν, ἣν αὐτὸς ἑαυτῷ ἀπεμήκυνε τὸν οἰκεῖον ἀτεχνῶς τεκταινόμενος ὄλεθρον, γοερὸν οἰμώζει τεφρούμενος· καὶ παιδευθεὶς ὑπὲρ ἀνομίας καὶ τῶν ἐπαλλήλων παρασπονδήσεων δέδιεν, ἰδού, μὴ καὶ δίκην ἀράχνης ἐκτακῇ τὴν ψυχήν, καὶ ὡς ἐν ῥάβδῳ ποιμανθεὶς σιδηρᾷ τῷ σῷ γενναίῳ ὁπλιτικῷ τὴν κατὰ σκεῦος κεραμέως ὑποβλέπεται σύντριψιν.
Οὐ διὰ ταῦτα τοίνυν ὁ ἀσύμβουλος κἀντεῦθεν ἑαυτῷ πολέμιος Νεεμὰν ἐπιτρίψεων ἄξιος, ἀλλὰ καὶ ὅτι ῥομφαίαν ἐσπασμένην ἰδὼν καὶ μαχαιροφοροῦντα ξίφος περίμηκες ἄμφηκες τὸν ἀγγελοειδῆ σε τὴν μορφὴν αὐτοκράτορα κατ’ ἐκεῖνον τὸν τῆς θείας δυνάμεως ἀρχιστράτηγον τὸν ὀφθέντα πάλαι τῷ Ἰησοῦ, δέον δουλικωτέραν ἀπονεῖμαι προσκύνησιν καὶ λύσαντα τὸ τῆς σατραπείας ὑπόδημα καὶ γυμνὸν ἄτερ προσδραμόντα τῆς τῶν Δαλματῶν ἀρχῆς ἐφάψασθαί σου τῶν ὡραίων ποδῶν καὶ θερμοῖς αὐτοὺς περιπλύναντα δάκρυσιν „τί τῷ σῷ οἰκέτῃ προστάσσεις;“ περιπαθῶς ἀναφθέγξασθαι, ὁ δὲ τοιοῦτον μὲν οὐδὲν διεπράξατο, θανατῶν δὲ ἄντικρυς ἢ τῷ ἀνελπίστως ἐπιστῆναί σε κατ’ αὐτοῦ τῶν φρενῶν ἐκκρουσθεὶς ὡς ἄλλου διέκειτο πάσχοντος, καὶ τὸ τῶν δούλων ὑπογράφων κακόηθες ἐπιέναι κατ’ αὐτοῦ τὸν δεσπότην μαθών σε τἄλλα παραγκωνισάμενος ὅλος τοῦ δραπετεύειν γίνεται τῇ συνειδήσει πληττόμενος καὶ δεδιώς, μήπως δοίη δίκας ἁλοὺς ὧν κακῶς εἰς τὸν δεσπόζοντα πεπαρῴνηκεν· ὅθεν αὐτὸς μὲν ἀπὸ προσώπου τοῦ σοῦ μακρυνόμενος φυγὰς ᾤχετο κἀν ταῖς ἐρημοτέραις τῶν ἐρήμων αὐλιζόμενος οὐδ’ οὕτω χρησταῖς ἐλπίσιν ὑποθερμαίνεται, καραδοκῶν δὲ κἀκεῖσε τὴν ὅσον οὐδέπω ἐπιδίωξιν καὶ ἀνεύρεσιν τῷ ἔνδον κριτηρίῳ βασανίζεται.
Καὶ ὁ μὲν τοιαύταις κολάσεσι καὶ διαδρὰς ἐκδίδωσιν ἑαυτόν, τὸ δέ γε κατὰ τῶν ἐπιόρκων ἐπιποτώμενον δρέπανον, τὸ βριθὺ καὶ μέγα καὶ στιβαρόν, τῇ Δαλματίᾳ ὑψόθεν ἐπικαταρραγὲν διὰ σοῦ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ἐπὶ ψεύδει ὀμνύοντος καὶ συνετέλεσεν αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίθους αὐτοῦ· τὸ γὰρ παμφάγον πῦρ, ὃ κατὰ τῶν ἐκεῖσε οἰκοπέδων βληθῆναι προσετετάχεις, οὐ μόνον τῶν δρυφάκτων λαβόμενον εἰς κόνιν θερινὴν αὐτὰ καταφαγὸν ἀπελέπτυνεν, ἀλλὰ καὶ τοὺς λίθους αὐτοὺς συνετέλεσεν· ἡ δὲ τῶν πεσόντων πληθύς, ἡ δὲ τῶν ἀνδραποδισθέντων μοῖρα μέτρον ἅπαν καὶ ἀριθμὸν ὑπερπέπαικεν· ἀριθμήσω αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· οὐ γὰρ ἦλθες εἰρήνην ἐκεῖσε βαλεῖν, ὡς ἔδειξας, ἀλλὰ μάχαιραν διιστῶσαν ἀπ’ ἀλλήλων τὰ τῷ φίλτρῳ συνημμένα πρότερον. ἀμέλει τοι καὶ τὸ μὲν ἔταξας εἰς σφαγήν, τὸ δὲ εἰς ζώγρησιν, καὶ τὸ τῆς Γραφῆς εἰπεῖν, πᾶσα κεφαλὴ εἰς πόνον ἐκεῖ καὶ πᾶσα καρδία εἰς λύπην· ἡ γῆ ἔρημος, αἱ πόλεις πυρίκαυστοι.
τάχα δὲ καὶ διὰ τὸ μὴ εἶναι τοὺς κατοικοῦντας ἦν ἂν ἡ Δαλματία μόνοις ἀνέμοις οἰκήσιμος ἢ φίλον ἐνδιαίτημα ἐχίνοις, εἰς ἔλεγχον δήπουθεν προδηλότατον τῶν σκληροκαρδίων βαρβάρων καὶ ῥᾳόνων πάντα πονεῖν, εἰ μὴ ὁ ταπεινοφρονῶν σὺ κατὰ τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, τοῦτο δὴ ὃ καὶ Δαυὶδ ἑαυτῷ προσμαρτύρεται, οὐ τὰ νήπια μόνον ἀπαθῆ διεφύλαττες, ἀλλά πως καὶ τοὺς ὡπλικότας τὰς χεῖρας κατὰ Ῥωμαίων καὶ μάχην ὑποστάντας ἐνώπιον, οὐκ ἀεὶ γὰρ τοῖς τῶν ἀποστατῶν σπλάγχνοις βάπτων τὸ ξίφος, ἀλλ’ ἑκοντὶ καὶ ἄχραντον αὐτὸ διασῴζων καὶ τοὺς ἄλλους πείθων οὕτω τολυπεύειν τὸν πόλεμον.
Οὐ γὰρ ἐν τῇ βασιλείῳ σκηνῇ κατὰ τοὺς πάλαι καθήμενος αὐτοκράτορας δι’ ὀπτήρων ἐδιδάσκου τὰ κατὰ πόλεμον, ἀλλ’ αὐτουργὸς ἐγίνου τῆς μάχης καὶ δόρυ κραδαίνων καὶ σπάθην χειριζόμενος προεκινδύνευες τοῦ στρατεύματος. „Στήτω ὁ ἥλιος κατὰ Γαβαών,“ τοὺς ἀλλοφύλους τροπούμενος ὁ τοῦ Ναυῆ ἐπέταττεν Ἰησοῦς· νῦν δὲ ὁ ὄντως Ἰησοῦς τῷ ἡμετέρῳ φωσφόρῳ δεσποτικῶς ἐγκελευσάμενος ἐπί τινος τῶν ἐκεῖσε στῆναι γηλόφων καταφανῆ σε τοῖς βαρβάροις τιθέντος, τὸν οὐ τοσοῦτον τοῖς βασιλείοις ὅπλοις ἀπαστράπτοντα, ὅσον ταῖς στρατηγικαῖς μεθόδοις καὶ τῷ γενναίῳ τῆς ψυχῆς παραστήματι, τὰ ἐκ τοῦ πολέμου δεινὰ τοῖς Δαλμάταις ἐπέτεινε καὶ χρονιωτέραν πεποιήκει τὴν κατ’ αὐτῶν ἐπιδίωξιν.
ἀλλὰ καὶ οἱ τὰς λόχμας τῶν ὀρῶν ὡς σκέπην κραταιὰν ἀγαπητῶς ἐνδυσάμενοι, μετ’ οὐ πολὺ καὶ οὗτοι ἁλισκόμενοι καὶ ἀνδραποδιζόμενοι οὐκ εἰς τέλος σώζουσαν τὴν ἐπὶ τοῖς ὄρεσι πεποίθησιν εὕραντο· ἐκεῖνα γάρ, βασιλεῦ, τὰ προφητικὰ κατὰ καιρὸν ὑποφωνήσας τοῖς ἀποστάταις· „ἰδοὺ ἐγὼ ἀποστελῶ πολλοὺς θηρευτὰς καὶ θηρεύσουσιν ὑμᾶς ἐπάνω ὄρους παντός,“ διαφῆκας θηρεύειν αὐτοὺς τὸ στρατόπεδον· οἱ δὲ τὰ τῶν βαρυστόνων Δαλματῶν ἴχνη ἀναλεγόμενοι οὐ σύνδυο καὶ σύντρεις, ἀλλὰ κατὰ χιλιοστύας ἀγεληδὸν ὡς εἰς σταθμοὺς εἰσήλαυνον τὰς σκηνάς, ὥστε ἅ φησι περὶ τῆς ὀρτυγομήτρας ὁ φιλῳδὸς καὶ φιλόψαλμος Δαυὶδ οὑτωσὶ διεξιών· „Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χνοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. καὶ ἐπέπεσον ἐν μέσῳ τῆς παρεμβολῆς κύκλῳ τῶν σκηνωμάτων αὐτῶν,“ ταῦτα ἦν ἰδεῖν καὶ τότε ἀτεχνῶς καινουργούμενα διὰ τῆς σῆς χειρός, θεοειδέστατε βασιλεῦ.
αἱ γὰρ συχνὸν ἤδη χρόνον ἀπόσιτοι τροπαίων καὶ τοῦ νικᾶν τοὺς ἀντιπάλους διαμείνασαι νήστιδες δυνάμεις Ῥωμαϊκαὶ καὶ ἐρήμους κατορθωμάτων ὁδοὺς πολλὰς διοδεύσασαι ἅμα τοιαῦτα βρώματα ᾔτησαν ταῖς ψυχαῖς αὐτῶν, καὶ ἅμα σύ, ὁ καὶ Μωσέως ἐνθεώτερος δημαγωγός, φιλοτίμως αὐτὰς εἱστίακας, οὕτω δ’ ἀταλαιπώρως καὶ τῶν ἐκ τοῦ πολέμου καμάτων ἀνεπαισθήτως, ὡς εἰ μὴ αὐτοί περ ἦσαν οἱ συλλεξάμενοι, ἀλλ’ ἕτεροι προηυτρεπικότες τὸ δεῖπνον αὐτοὺς μετὰ ῥᾳστώνης ἐνευωχεῖσθαι παρεισκεκλήκασι.
Ναὶ γὰρ δὴ καὶ οὕτως ἔχει τὰ τοῦ κατορθώματος, αὐτοκράτορ· αὐτὸς κεκοπίακας ὀλοθρεύων τὸ βάρβαρον, εἰς δὲ τοὺς σοὺς κόπους τὸ στρατιωτικὸν εἰσεληλυθὸς ἐσαγήνευσε τὸ πολέμιον· τὸ δὲ πῇ μὲν ζωγρούμενον δεσμοὺς ἕως τραχήλου ὑπέφερε, πῇ δὲ τοῖς ὕδασιν ἀκοντιζόμενον διεφθείρετο. εὐκοπώτερον οὖν ἐστιν ὑετῶν σταγόνας ὑποπεσεῖν ἀριθμῷ ἢ γοῦν ἐκείνους τῷ λόγῳ περιληφθῆναι, ὅσους ὕδωρ ἐξετίναξας τὸ ποτάμιον· καὶ γὰρ ἐξέτεινας τὴν δεξιάν σου καὶ ὕδωρ τοὺς βαρβάρους κατέπιεν, καὶ οὓς μικρῷ πρότερον διεκφυγόντας τὸν κίνδυνον οὐκ εἶχεν ὡς χόρτον διαξιφιζομένους ἡ γῆ, τούτους τὸ ὕδωρ ἐνεκολπίσατο βαρβαρικῶς ἀλαλάζοντας καὶ τὰς αὐτῶν φωνὰς ἐπάρας ὁ ποταμὸς μέλος ἐνεδίδου ταῖς ὄχθαις τε καὶ ταῖς σκοπιαῖς, οὐχ οἷον τὰ μελιχρὰ τῶν ποιμένων αὐλήματα, γοῶδες δὲ καὶ οἰκτρόν, καὶ αὗται δὲ ταῖς τῶν βαρβάρων παρακολουθοῦσαι φωναῖς καὶ ἀντίδοσιν ποιούμεναι πρὸς αὐτὰς ἄγριον τὸ τῆς ἠχοῦς ὑστερόφωνον εἶχον καὶ οἵῳ Δεῖμός τε Φόβος τε καὶ ἄλλων ἔθνεα Κηρῶν ἐπιγάννυται.
καὶ ποιητικὸς μέν τις ἀνὴρ εἶπεν ἂν τῷ τότε ὡς κατὰ τὸν Τρωϊκὸν Ξάνθον φωνὴν ὁ ποταμὸς ἀφιεὶς ὁ Μοράβος τὸν ἥρωά σε τὴν ἰσχὺν ἱκέτευεν αὐτοκράτορα ἐξ ἐκείνου τοὺς Δαλμάτας ἄγειν καὶ ἀναιρεῖν, οἰκτείρων τὸν ἐγχώριον ὄχλον ἐναποψύχοντα, ἐγὼ δὲ καὶ αὖθις ἐκ τῶν τοῦ Δαυὶδ ῥημάτων τὸν ἔπαινον πλέκων σοι εἴποιμ’ ἄν, ὡς ποταμὸς ἐκεῖνος ἐκρότει χειρὶ ταῖς ἑαυτοῦ δίναις ὀλέθριον ἐγκυβιστώντων καὶ σφακελιζόντων τῶν Δαλματῶν, καὶ ἀναχαιτισθεὶς τὸ ὕδωρ τῷ πολλῷ τῶν φθειρομένων ἑσμῷ τὴν Ἰορδάνειον στροφὴν ἐμιμήσατο, ἢ γοῦν ἀναστοιβασθεὶς ὑπὸ τοῦ τῶν ὀλλομένων ἑσμοῦ καὶ κατ’ εὐθυωρίαν προρέειν οὐκέτι δυνάμενος ἄνω τὴν πορείαν παροιμιακῶς ἐπεπόνητο καὶ τὴν τῶν βαρβάρων ὑπογράφων σκαιότητα, δι’ ἣν κατὰ καρκίνους ὀρθὰ βαδίζειν οὐκ ἔμαθον, ὀπισθόρρους ἐφέρετο.
Καὶ Ξέρξης μὲν ἀπεγαίωσε θάλασσαν καὶ ἐθαλάσσωσεν ἤπειρον καθ’ Ἑλλάδος ἄγων στρατιὰν ἀνάριθμον· καὶ Ἀννίβας δὲ ὁ Καρχηδόνιος νικῶν τοὺς πάλαι Ῥωμαίους ἐζεύγνυ ποταμοὺς τοῖς τῶν πεσόντων σώμασι καὶ δι’ αὐτῶν ὡς διά τινος λιθοστρώτου περαιούμενος ζεύγματος ἐφόβει καὶ οὕτως τὸ ἀνθιστάμενον· ἀλλὰ βαρβαρικὰ ταῦτα καὶ ἀπονοίας ἔμπλεω ἔργα καὶ τὴν φύσιν ὑπερφωνοῦντα καὶ θεσμὸν ἐκφεύγοντα τὸν ἀνθρώπινον. σὺ δέ, κράτιστε, τοιοῦτον μέν τι καὶ κομπάσαι οὔκουν καὶ δυνάμενος ἐδικαίωσας, οὐδ’ ἐπῆρας τὴν θεόθεν νίκην εἰς ἔμπληκτον τοιόνδε γαυρίαμα, ἀλλ’ ἀφῆκας τῷ αὐτοφυεῖ σώματι καλλωπίζεσθαι πόρρω τὸν ἐπίθετον κόσμον καὶ τὰς κομμώσεις βαλόμενος.
Τότ’ ἄν τις τὸν ποτάμιον ῥοῦν τῷ λύθρῳ τῶν βαρβάρων ἰδὼν μολυνόμενον οὐδὲν ἂν ὑποστειλάμενος ἔφησεν ὡς καὶ Μωσαϊκῶς διὰ στοιχείων τοὺς ἀποστάτας ἐκόλασας εἰς αἷμα μεταμείψας αὐτῶν τὰ ὀμβρήματα, ὅπως μὴ πίωσι, καὶ ὡς δι’ ἐρυθροδάνου τούτου, εἰς ὅπερ τὸν τοῦ ὕδατος ὁλκὸν μετέχρωσας, ἡμῖν μὲν τὴν ἐκ τῶν βαρβάρων ἐλευθερίαν ὡς ἐν καλάμῳ ὑπεσημήνω τῷ σῷ φοβερῷ δόρατι, αὐτοῖς δὲ τοῖς ἀλλοφύλοις πορφύρεον ἐκαλλιγράφησας θάνατον, καὶ βαφεὶς ὁ πούς σου ἐν αἵματι ἐξ ἐχθρῶν σου, δυνατέ, ὅσα καὶ σπαρτίον κόκκινον τὴν Δαλματίαν γεωμετρήσας Ῥωμαίοις ἐκληροδότησεν.
Ἡδὺ μὲν οὖν Αἰγυπτίοις θέαμα ὁ χρυσορρόας Νεῖλος καὶ εὔσταχυς ὅρια πελαγίζων καὶ τὴν ἐσομένην εὐετηρίαν τοῖς πήχεσι παρέχων τεκμαίρεσθαι, ἥδιον δὲ ἡμῖν ἡ τοῦ Δαλματικοῦ πρόσχωσις ποταμοῦ ἐκ τῆς τῶν ἀπολωλότων ἔνδον τούτου στοιβῆς καὶ ἡ ἐντεῦθεν εἰς τρόπαια ἐπανάβασις, ὅτι καὶ τοιόνδε θέρος πολέμου ἀμήτου ἀσταχύων πολλῷ τιμαλφέστερον καὶ δράγματα πιπτόντων φαύλων ἀνδρῶν εἰς κολωνὸν αἰρόμενα σίτου θημωνίας ὑπερφερέστερα.
Οὐκοῦν καὶ τὰ χθὲς καὶ πρώην καθ’ ἡμῶν φρυαττόμενα ἔθνη ἀλλόγλωττα ὠδῖνες ἔλαβον σήμερον φόβος τε καὶ τρόμος ἐπέπεσεν ἐπ’ αὐτὰ τῆς ὠκυπτέρου φήμης παραπεμψάσης σφίσιν ὅσα εἰς κακὸν στηρίξας τὴν χεῖρά σου τοῖς Δαλμάταις τετέλεκας. αὐτός γε μὴν ὁ τῶν Γηπαίδων ῥὴξ εἰς φιλοτιμίαν τὴν ἀνάγκην περιιστῶν καὶ ἀφορμῆς εὐπροσώπου τῆς καθ’ αἷμά σοι ἀγχιστείας δραξάμενος ἐρᾷ τὴν νικοποιὸν ἀσπάσασθαι δεξιάν, τῷ μὲν δοκεῖν ἐκτίνων ἑκουσίαν προσκύνησιν, τῷ δὲ ὄντι προφθάνων τὸ τῆς τύχης εὐόλισθον, καὶ ὃ μετὰ βραχὺ ἄκων, τοῦτο νῦν ἀποτιννὺς ἐθελοντηδόν.
οὐκοῦν τὸν Ἴστρον διαπεραιωσάμενος, ὃν εἶχεν ἐνωτισάμενος φιλοχριστότατον ὁμοῦ καὶ μεγαλουργότατον ἄνακτα, τοῦτον ὀφθαλμοῖς οἰκείοις παρειληφὼς καὶ καθάπερ ἀκήκοεν οὕτως ἐνοπτρισάμενος, τὴν ἀρχικὴν ὀφρὺν ἀπωσάμενος ὑπηκόου δίκην ἀπονέμει προσκύνησιν ἐκεῖνά σοι μετὰ δώρων ἐπευφημῶν ἄντικρυς, ἃ καὶ Ἀβραὰμ ηὐλόγηται πρότερον τὴν τοῦ Χοδολλογόμορ συγκόψας δύναμιν, „εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι·“ περιαθρήσας δὲ τὴν εὐφυΐαν τοῦ σώματος ἀκριβέστερον καὶ τὸ ἐν μέρεσι καὶ μέλεσιν ἠκριβωκὼς ἀξιέραστον καὶ τῇ ἀλληλουχίᾳ τοῦ ὅλου σύμφωνον Δαυιτικὸν ἐγνώρισεν αὐτοκράτορα μετὰ τοῦ πυρρακίζειν καὶ κάλλος ὀφθαλμῶν προβαλλόμενον· ἐπεὶ δὲ τῷ σωματικῷ χαρακτῆρι καὶ τὸ ψυχικὸν ἀνεμάξατο κάλλος καὶ γνοὺς εἶχε συνετὸν καὶ πολεμιστὴν καὶ σοφὸν ἐν λόγῳ καὶ τὸν Κύριον μετὰ σοῦ, ταῦτα δὴ ἃ περὶ τοῦ Δαυὶδ ἡ τῶν Βασιλειῶν δέλτος διέξεισιν, ἐνταῦθα τὸ θαῦμα εἰς δέος μεταβαλὼν ἔτι μᾶλλον τὴν εἰς τὸ σὸν κράτος ὑπόβασιν εἵλετο.
καὶ οὐ μόνον ὡς Μωϋσῇ Ἰοθὸρ οὐδέν σοι συνεισήνεγκεν οὗτος διὰ παραιφάσεως, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελημένος εἰς αὐτὴν τὴν σατράπευσιν παλίμπους γίνεται κῆρυξ περίτρανος τῶν σῶν θαυμασίων τοῖς Γήπαισι προσδραμούμενος καὶ τὴν σὴν εἰς αὐτοὺς προευτρεπίσων διάβασιν καὶ διατρανωσόμενος τὸν ὀπίσω καὶ παρὰ πόδας αὐτῷ ἐλευσόμενον ἰσχυρότερόν τε εἶναι κατὰ πολὺ καὶ βασιλεύειν τῶν ἁπάντων δήπουθεν ἀξιώτατον, καὶ οὗπερ αὐτὸς διὰ τὸ τῆς σατραπείας χθαμαλόν τε καὶ περιπέζιον τὸν σφαιρωτῆρα λύειν ἀμηχανεῖ δεδιὼς τὸ ἐν χειρὶ πτύον καὶ τὸ δόρυ ὡς ἀξίνην ὑποβλεπόμενος, δηλονότι τὴν διχοτομοῦσαν καὶ διαιροῦσαν αὐτοκρατορικὴν ἰσχὺν τὰ παράσπονδα καὶ μὴ τῶν ἐθνῶν.
Ἐντεῦθεν τὸ ῥεῖθρον Ἴστρος ὑπέστρωσε καὶ φλοίσβου ἄτερ καὶ κύματος εἰς Γηπαίδων χώραν παρέπεμψε, Γήπαιδες δὲ αὐτοὶ ἄλλος ἄλλοθεν καὶ μάλα ἄλλος καὶ ὁμοῦ ὁπόσον γεραρὸν καὶ ἀπόλεκτον τῇ ὄχθῃ συνελθόντες τοῦ ποταμοῦ πρὸ τῆς ἀποβάθρας καὶ μετ’ αὐτὴν <τ>ὴν ἀπόβασιν πλατεῖ καὶ ἀνεῳγότι στόματι ἀνευφήμουν σε καὶ μόνον οὐ κύριον αὐτῶν ἀνηγόρευον, αὐτοῦ καὶ ταῦτα παρόντος τοῦ σφῶν ἡγεμόνος καὶ μὴ μόνον τοῖς δρωμένοις οὐ δυσκολαίνοντος, ἀλλὰ καὶ συνδιατιθεμένου τοῖς λοιποῖς τὴν ἀνάρρησιν. ὄντως ἤκουσται νῦν τὰ ἀνήκουστα καὶ τεθέαται τὰ ἀθέατα, Ἴστρος ἀμαχεὶ διαπλωϊζόμενος, γόνυ κάμπτοντες Γήπαιδες ἀνδροφονίας ἄτερ καὶ ὁπλισμοῦ, καὶ βασιλεὺς Ῥωμαίων ὡς κοινὸς δεσπότης ὑπὸ τούτων φιλοφρονούμενος.
Καὶ γῆν μὲν καὶ ὕδωρ ἐξ Ἑλλάδος Ξέρξης πάλαι αἰτῶν καὶ οὕτω καταλῦσαι τὸ χρόνιον μῖσος ἐπαγγελλόμενος οὐ μόνον οὐκ εἶχεν ἐντελὲς τὸ ζητούμενον, ἀλλὰ καὶ οἱ πρέσβεις κατὰ φρεάτων ἐπὶ κεφαλὴν ἐπωσθέντες εἰς γῆν καὶ ὕδωρ, ἐξ ὧν συνετέθησαν, ἀνελύθησαν· σὺ δέ, μεγαλουργὲ βασιλεῦ, οὐ κυάθῳ ὕδατος, οὐδὲ βώλακι γῆς παρὰ Γηπαίδων δεξιωθεὶς ἐπανέζευξας, ἀλλ’ ἐπὶ τὴν αὐτῶν ἐπιβαλὼν τὸ ὑπόδημα καὶ ἐποπτεύσας βασιλικῶς καὶ πᾶσαν ἐπελθὼν ὀφθαλμῷ καθὰ τὴν Παλαιστίνην ὁ Ἀβραάμ, ὃ δὴ καὶ τῆς ἐς ὅσον οὐδέπω τελεωτέρας τῶν Γηπαίδων καταδουλώσεως προχάραγμά τι φαμὲν καὶ προκέντημα, ὥσπερ ἄρα τὴν δι’ ὀφθαλμῶν Ἀβραὰμ τῆς Χαναὰν κατασκόπευσιν τῆς εἰσέπειτα καταδρομῆς καὶ χειρώσεως ἐχέγγυον ἀναφαίρετον.
Τοιοῦτος ἡμῖν ἐκ τῶν ὑπογυίων καμάτων ἐπανήκεις, ὧ βασιλεῦ, μυρία μὲν καὶ τὰ μεθ’ ὅπλων στήσας τρόπαια, οὐκ ἐλάττω δὲ καὶ τὰ ἀναίμακτα· ὃ γὰρ ἔθνος οὐ νόμῳ παρεστήσω πολέμου, τοῦτο διὰ τοῦ ἐκτριβέντος σιδήρῳ σωφρονεῖν ἠνάγκασας, ὃ δ’ ὅπλοις ὑπηγάγου καὶ δόρασιν, οὕτως ἐστὶν ὑπόσπονδον, ὡς τῇ ὑστεροβουλίᾳ ἐπιμεμφόμενον ἄχθεσθαι, ὅτι μὴ ἑκοντὶ ἀλλ’ ἀναγκαστῶς τὸν τοῦ σοῦ κράτους ὑπαυχένιον φέρει ζυγόν.
Καὶ οἱ μὲν ἑσπέριοι βάρβαροι εὔχονται εἰς τὴν ἕω διαβῆναί σε καὶ τοῖς ἐκεῖσε πολεμίοις συμπλέκεσθαι, ὡς ἂν ἀδεῶς αὐτοὶ καὶ ἡσύχως βιώσκωσι μὴ τὸ τῆς σῆς ἐνοπτριζόμενοι κόρυθος μέτωπον, μήτε μὴν τὴν ἐκεῖθεν ἐκπαλλομένην αἴγλην ὑπειδόμενοι ὅσα καὶ πυρὸς ἀκάματον ἐρωήν, οἱ δὲ περὶ τὴν ἕω τοῖς κατὰ τὴν ἑσπέραν προσέχειν τὸν νοῦν ποτνιῶνται, αὐτοῖς δὲ μηδόλως ἐπιστρατεύειν σε· ὡς γὰρ καὶ χεῖρα ζῶντος Θεοῦ τὰς σὰς παλάμας δεδίασι, μάτην δὲ ὅμως κἀκεῖνοί τε καὶ οὗτοι τὴν σὴν κατ’ αὐτῶν ἐπέλευσιν ἀπευχόμενοι ἀλλήλοις ἀνταποπέμπονται· ἃ γὰρ καὶ βεβούλευται Κύριος, ποία τις ἀνθρώπων ἐπίνοια διασκεδάσαι δυνήσεται; βεβούλευται δὲ πάντως, ὡς θαρρούντως ἡμεῖς πεποίθαμεν τὸ ὑπήκοον καὶ αὐτοὶ δὲ οἱ βάρβαροι προφοιβάζονται, μηδένα τῶν ἐχθρῶν ὠφελήσειν ἐν σοί, καὶ ὡς θήσεις τὰ ὀχυρώματα αὐτῶν δειλίαν καὶ τὰς ἐπαύλεις εἰς ἐρήμωσιν. καὶ ὅλαι πόλεις βαρβαρικαὶ καὶ ὅλα στρατεύματα τῷ σῷ κράτει καθυποκύψουσιν, ὅτι Κύριος ἀντιστήριγμά σοι καὶ ἱστῶν ἐν εὐρυχώρῳ τοὺς πόδας σου.
Καὶ ἡμεῖς μὲν ἐκ τῶν ἤδη γεγονότων καὶ ἐνεστώτων καὶ τὰ ἐσόμενα τεκμαιρόμενοι τοιαῖσδε χρησταῖς ἐλπίσιν ὑποθαλπόμεθα καὶ τὰς ἐκβάσεις τούτων τάχιον ἰδεῖν τὸ θεῖον ἱκεσιάζομεν, Θεὸς δ’ ἐπακούοι μὲν τῶν εὐχῶν, διδοίη δὲ καὶ πέρατι τὰς ἐλπίδας· καὶ ὁ πάλαι κατὰ τὴν γραφὴν τὰ ἔθνη διαμερίσας καὶ κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ τὰ τούτων ὅρια θέμενος, οὖτός σοι τὴν τῶν ἁπάντων ἐθνῶν δοίη διεξαγωγὴν καὶ κυβέρνησιν, αὐτός τε τῆς μεγάλης βουλῆς τῆς πατρικῆς γενόμενος ἄγγελος ἐπ’ ἐσχάτων ἐνδὺς τὸ ἡμέτερον δι’ ἡμᾶς καὶ τὰ ἔθνη πάντα κλῆρον ἴδιον πατρόθεν λαβὼν καὶ σοὶ τὴν τούτων ἀρχὴν τῷ θεοειδεῖ ἀγγέλῳ παγκρατῆ παρασχόμενος, παρ’ οὗ σοι καταλλήλως μεγέθει τῷ τῆς ἀρχῆς καὶ ἡ ζωὴ παρατεθείη ἐς μήκιστον καὶ τὸ κράτος εἴη σου πολυχρόνιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.