Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 1: Προσφώνηση προς τον αυτοκράτορα Ισαάκιο Άγγελο

Εγκωμιαστική προσφώνηση προς τον Ισαάκιο Άγγελο για την έναρξη των στρατιωτικών επιχειρήσεων εναντίον των Σκυθών και αναγγελία της νίκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 1 από 18

ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΛΟΓΟΙ Τοῦ σεβαστοῦ λογοθέτου τῶν σεκρέτων καὶ ἐπὶ τῶν κρίσεων, γεγονότος δὲ καὶ ἐφόρου Νικήτα τοῦ Χωνιάτου προσφώνημα εἰς τὸν βασιλέα κῦρ Ἰσαάκιον τὸν Ἄγγελον· ἐγράφη δὲ ἄρτι γεγονότος αὐτοῦ κριτοῦ τοῦ βήλου. Ἀπαίρεις ἐξ ἡμῶν ἐκστρατεύων κατὰ βαρβάρων, θεοείκελε βασιλεῦ, καὶ ἡμεῖς ἑαυτῶν ἀφιστάμεθα τῷ τοῦ σοῦ κράτους πόθῳ κάμνοντες. ἀεικινήτως γὰρ ἔχων ὡς ὁ τῆς ἡμέρας οὗτος λαμπτὴρ ἥλιος βραχὺ τῆς καθ’ ἡμᾶς διιππασάμενος ζώνης μεταβαίνεις ἐκ τῆσδε πρὸς πόλον τὸν βόρειον τὴν ἐκεῖσε βαρβαρικὴν διασκεδάσων ἀχλὺν καὶ φλογόεις τῷ ἀντάρτῃ κατὰ κορυφῆς γενησόμενος· ἐπεὶ καὶ ὅπερ ἐν φαινομένοις ἥλιος, τοῦτ’ αὐτὸς ἐν ἡμῖν ζωογόνος τε καὶ φαυσίβιος. ἢ γοῦν μὴ καθαρῶς ἀποψήσας τοὺς ἱδρῶτας τῆς θεοεικέλου σου μορφῆς καὶ τὴν Ἄρεος σκευὴν ἀποθέμενος καὶ κοσμήσας ἀνακτορικὸν βῆμα καὶ πολυτελῆ θρόνον βασίλειον, μηδ’ ἀνοχεύσας τῶν φροντίδων, ἃς ὑπήνεγκας τὰς Ἀλαμανικὰς δολοφροσύνας ἀποκρουόμενος, αὖ πάλιν ἐν αἰθρίᾳ παννυχίζεις καὶ φέρεις τὸν σίδηρον πανημέριον.

Καὶ χθὲς μὲν καὶ πρὸ τρίτης βασιλικῆς μεγαλονοίας ἔργον εἶναι οἰηθεὶς προκαταληφθῆναι τὰς δι’ Ἴστρου καθ’ ἡμῶν ἐκβολὰς τῶν Σκυθῶν, τὸ ἐννόημα ἔργον ἐποίησας· καὶ ὁ τῆς Προποντίδος πορθμὸς μικροῦ τοῖς σκάφεσιν ἀπεγαιοῦτο τὰ νῶτα ὑπ’ αὐτῶν καλυπτόμενος· καὶ ἔχει ταῦτα οὐριοδρομήσαντα Ἴστρος ὁ βαθυδίνης περὶ τὰς αὐτοῦ νησῖδας σαλεύοντα. καὶ ὁ ποταμὸς οὗτος κροτεῖ ψαλμικῶς ὀψὲ καὶ μετὰ πολλοὺς τοὺς ἡλίους Ῥωμαϊκοῖς τυπτόμενος ἐρετμοῖς, μικρὸν δ’ ὅσον καὶ τὰς τῶν βαρβάρων φωνὰς καὶ ἐπιτρίψεις ἀράμενος αἱματόεις εἰς Πόντον ἐσεῖται προρέων τὸν Εὔξεινον τοῖς ἔθνεσι, δι’ ὧν ὁλκῷ σύρεται, τὰς σὰς ἀριστουργίας διατρανούμενος, ὥσπερ φωνῇ τῇ ἐξ αἱμάτων βαρβαρικῶν τοῦ ῥεύματος βαφῇ χρώμενος καὶ τοῖς βαρβάροις οἷον ὑποφωνῶν τοῖς φοινικοῖς τὴν καθ’ ἡμῶν φονίαν ὁρμὴν καὶ τελείοις αἱμάτων ἀνδράσιν ἀφελέσθαι τὰ κατὰ Ῥωμαίων πονηρὰ διαβούλια καὶ διαλεχθῆναί σοι τὰ πρὸς εἰρήνην τῷ θεοειδεῖ ἄνακτι καὶ πρὸς τὴν ταύτης μεταβαλέσθαι λευκότητα, ἵνα μὴ αὐτοὺς κατέδηται μάχαιρα.

Καὶ πρώην μὲν οὖν, οὔπω δὲ πάνυ πρώην τοιούτοις ἔργοις προσανέκεισο τῷ μὲν δοκεῖν ἐκεχειρίαν ἄγων, τῷ δὲ ὄντι πρὸς νοῦν διαπονούμενος θειοτέρως καὶ ταῖς ὑπὲρ ἡμῶν φροντίσι βαλλόμενος· νῦν δὲ καὶ στρατιὰν ἄγεις κατὰ βαρβάρων συνεπαγόμενος τὰς ὑπὲρ Ἀρχιμήδη ἐκεῖνον ἐκπονηθείσας σοι πετροβόλους μηχανὰς τούς τε ὀρυκτῆρας καὶ τοὺς κριούς, καὶ εἴ τι ἄλλο κατερείπειν ἔχει πυργόβαριν.

Καλὰ μὲν οὖν καὶ ὅσα κατὰ γῆν σοι καὶ θάλατταν προκατώρθωτο, καλλίω δέ, σὺν Θεῷ δ’ εἰρήσθω ὃ λέγεται, καὶ τὰ ἐπ’ ἀγαθῇ τύχῃ Ῥωμαίων ὅσον οὐδέπω τελεσθησόμενα· καὶ γὰρ <γῇ> ὁμοῦ καὶ ὕδατι μερίσεις τὰ κατορθώματα, καὶ διὰ πυρὸς καὶ ὕδατος, λέγω δὴ τῆς καυστηρᾶς μάχης καὶ τοῦ ποταμίου ῥεύματος, βασανισθέντες οἱ βάρβαροι τέλος ἀπειπόντες τὸν τοῦ σοῦ κράτους ζυγὸν ὑπέλθωσιν ὡς ἀναψυχήν. ταῦτα δέ μοι φαντάζεσθαι δίδωσιν οὐκ ἄλογος ἔφεσις καὶ ἐλπὶς ἀόμματος καὶ ἀτέλεστος, ἀλλ’ ἡ περὶ ἡμᾶς ἐπισκοπὴ τοῦ Θεοῦ καὶ τὸ σὸν ἐν μάχαις γενναῖον καὶ ἀεὶ κατορθωτικόν. ἐπειδὴ καὶ ἅπερ πρότερον τῷ Δαυίδ, ἀτεχνῶς καὶ σοὶ θεόθεν ἐπήγγελται νῦν καὶ τετέλεσται· καὶ οὔτε ἐν σοὶ ἐχθρὸς ὠφελεῖ, οὔτε υἱὸς ἀνομίας προστίθησι τοῦ κακῶσαί σε. οὐκοῦν καὶ ἣν μετὰ τὰς λαμπρὰς νίκας καὶ μάχας ἐπὶ τῶν πρώην αὐτοκρατόρων τὸ ὑπὸ χεῖρα εἶχε διάχυσιν, ταύτην ἡμεῖς αὐχοῦμεν καὶ πρὸ τοῦ τοῖς βαρβάροις ἐπιστῆναί σε μαχεσόμενον οὐκ ἐπ’ ἔλαττον ἧς καρπούμεθα ἡδονῆς μετὰ τὴν σὴν ἐκεῖθεν ἐπάνοδον.

ἴσμεν γάρ, ἴσμεν τῷ συνεθισμῷ τῶν τροπαίων καὶ τῷ γε ἐπὶ σοὶ τῆς νίκης ἀμεταμείπτῳ, ὡς καὶ τῆς νῦν μελετωμένης κατ’ ἀντιπάλων συμπλοκῆς πέρας ἐσεῖται δήπουθεν δεξιόν, καὶ διπλῆν εὐφροσύνην ἐφ’ ἑκάστῃ σου τῶν πράξεων ἄγομεν, ἀρχομένῃ τε παιανίζοντες καὶ ληγούσῃ κροτοῦντες χαρμόσυνα· ὥστε εἰ μὴ τοῦτ’ αὐτὸ μόνον τὸ ἐξ ἡμῶν ὁποσονοῦν σε διίστασθαι μέσης τῆς καρδίας καθήπτετο, ἅπαντα ἂν τὸν τῆς σῆς κατὰ βαρβάρων ἐκδημίας χρόνον πανήγυριν ἤγομεν.

Τί γὰρ ἂν καὶ δράσειεν ὁ μαστιγίας καὶ τρίδουλος τοῦ ἀληθοῦς δεσπότου κατ’ αὐτοῦ ἐπιόντος σου, νικητικώτατε βασιλεῦ; ἢ τί ποιήσειε χύτρα πρὸς λέβητα; πάντως ἐρεῖ μὲν τοῖς ὄρεσι πεσεῖν ἐπ’ αὐτὸν καὶ τοῖς βουνοῖς καλύψειν αὐτόν, ἐφ’ ὧν ἐχρηστηρίαζε τὰ ἀπόρρητα. ἐξερευνηθήσεται δὲ καὶ καταληφθήσεται ὑπὸ τῶν σῶν στρατευμάτων, ὅσα καὶ ὑπ’ ἀγαθῶν θηρευτῶν τοῖς θάμνοις ἐνθαπτόμενον κνώδαλον. ἔτι βραχὺ καὶ ζητηθήσεται ὁ τόπος αὐτοῦ καὶ οὐχ εὑρεθήσεται, κἂν κατὰ τὸν Ἑωσφόρον ὁ δαιμονόληπτος θήσειν τὸν θρόνον ἐκόμπασεν ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν καί σοι τῷ ἀντιθέῳ ἄνακτι Σατὰν καὶ ἀντίθρονος ἔσεσθαι.

Ἀλλὰ φιλοχριστότατε βασιλεῦ καὶ τῶν πώποτε αὐταρχησάντων μετὰ τοῦ ἐπικρατοῦς φιλοκινδυνότατε ὁμοῦ καὶ μεγαλοκινδυνότατε, ἐπειδήπερ ὅλῳ ῥυτῆρι κατὰ τῶν βαρβάρων ὁρμᾷς ἀνταποδώσων αὐτοῖς τὸ ἀνταπόδομα αὐτῶν πολλαπλάσιον καὶ οὐκ ἀπάγουσί σε τῆς ὑπὲρ ἡμῶν ταυτησὶ προθέσεως οὐ κάματοι καὶ ἀγῶνες ἀγχώμαλοι, οὐκ ἐπιτολὴ Κυνός, οὐ Σειρίου φλόγωσις, οὐκ ἀποτόμων καὶ δυσεμβόλων ὕψη ὀρῶν, οὐ στενὴ καὶ ἀνάντης ὁδοιπορία, οὔτε τι τῶν ἁπάντων ἕτερον, τὸ γοῦν παρ’ ἡμῖν ταύτας σοι τὰς προπεμπτηρίους φωνὰς προσᾴδομεν τὸ ὑπήκοον· ἐξαποστείλαι σοι Κύριος βοήθειαν ἐξ ἁγίου, ὄρη ὁμαλίζων, εὐπόρευτα τιθεὶς τὰ δυσπόρευτα, πύλας χαλκᾶς συντρίβων καὶ μοχλοὺς συνθλῶν σιδηροῦς· ἡμέρας ὁ ἥλιος μὴ συγκαύσαι σε, μηδὲ ἡ σελήνη νυκτός· εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε, γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὁ τοῦ Κυρίου ἄγγελος σὺ καταδιώκων καὶ ἐκθλίβων αὐτούς· ἐπιπέσοι ἐπ’ αὐτοὺς φόβος καὶ τρόμος· ἔθνος γάρ εἰσι βουλὴν ἀπολωλεκός, ἐκπορνεῦσαν ἐν τοῖς ἐπιτηδεύμασι σφῶν Θεοῦ τε σωτῆρος τῇ παραβάσει τῶν ὅρκων ἀφεστηκὸς καὶ βασιλέως ἰσοθέου πολλάκις καταψευσάμενον καὶ τὸ ὅλον σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν.

Καὶ συμπεράνας τὰ κατὰ τοὺς ἀποστάτας καὶ τοὺς ἀντιπόρθμους αὐτοῖς Σκύθας κατὰ τὴν βούλησιν τῆς ἐν χειρὶ Θεοῦ, βασιλικώτατε, καρδίας σου, ἐπαναζεύξαις ὁ ἡμέτερος δημαγωγὸς κατὰ τὸν πάλαι Μωσῆν ὅλος θεοειδὴς ἐκ τῶν τοῦ Αἵμου τεμπῶν ὡς ἐξ ἑτέρου Σινᾶ, τὰς τῶν βαρβάρων ψυχὰς ἀπολαξεύσας εἰς τὸ εὐτύπωτον ὅσα καὶ ἐγχειριδίῳ τῷ σῷ φοβερῷ δόρατι καὶ τὸν τῆς προτέρας δουλείας νόμον ἐγχαράξας αὖθις αὐταῖς ὡς ἐν ἄλλαις λιθίναις πλαξί· καὶ παρασταίη σοι ἐκ δεξιῶν νίκη μεγάλη τε καὶ περιφανὴς ὡς ἄλλη τις εὐδαίμων βασίλισσα, ὡς ἂν ἡμεῖς τὸ ὑπὸ χεῖρα τὸ ταύτης πρόσωπον λιτανεύσωμεν, οὐχ οἱ τοῦ λαοῦ πλούσιοι μόνον, ἀλλ’ ἤδη καὶ ὁ σύρφαξ ὄχλος καὶ ξύγκλυς κοινῶς τελοῦντες τὸν θρίαμβον· ἐπὶ δὲ τούτοις ὁ θρόνος σου εἴη εἰς τὸν αἰῶνα, καὶ αἱ ἡμέραι σου ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, καὶ τὸ κράτος σου πολυχρόνιον.

Τοῦ αὐτοῦ· Ἐπαναγνωστικὸν εἰς τὸν πατριάρχην καὶ τὴν σύνοδον· ἐγράφη δὲ ἔτι ὄντος αὐτοῦ γραμματικοῦ βασιλικοῦ καὶ συνεκστρατεύοντος βασιλεῖ. Χάρις καὶ πάλιν Θεῷ τῷ καὶ κατὰ τῶν ἀνθεστηκότων καὶ ἀλλοτρίων υἱῶν τῶν Σκυθῶν ἐπιφιλοτιμησαμένῳ νῖκος τῇ βασιλείᾳ μου· εἴη δὲ ηὐλογημένον καὶ τὸ αὐτοῦ ὄνομα, τοὺς ἐχθρούς μου διδόντος νῶτον καὶ πάντα πολέμιον ταπεινοῦντός μοι· ὁ γὰρ παντοκρατορικῇ περιέπων τὴν βασιλείαν μου δεξιᾷ ἐν πολέμῳ, ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ, ἐν τοῖς ἔνδον καὶ θυραίοις κακοῖς, τοσοῦτον ἐμεγάλυνε τοῦ ποιῆσαι μετ’ αὐτῆς ἔλεος, ὡς ἔτι τὴν ἐπὶ τοῖς προτέροις αἴνεσιν αὐτοῦ τῷ στόματι φέρουσαν καὶ μήπω καθαρῶς εὐχαριστήσασαν ἐπ’ αὐτοῖς, ἑτέροις κατὰ πόδας καινοτέροις ὑψοῦν καὶ κατὰ βαθμίδωσιν ἀνάγειν οἷον τοῖς μείζοσιν, ὡς μὴ εἶναι ὅτε οὐχί.

Πρότριτα μὲν γάρ, καθάπερ φθάσαντες ἐνηχήθητε εἰς ἀκοὴν ὠτίου ἀνελιχθέντων τῶν χαροποιῶν ἐκείνων καὶ εὐαγγέλων γραμμάτων τῆς βασιλείας μου, ἡνίκα ἡ τῶν πόλεων βασιλὶς παιάνων ἔμπλεως ἦν καὶ παρὰ στενωποῖς τε καὶ ἀγυιαῖς ἐθύετο Θεῷ χαριστήρια, ἐφ’ ὑψηλὰ ἐτίθει τοὺς πόδας μου καὶ πάντα βουνὸν ἐταπείνου τῇ βασιλείᾳ μου μετατιθεὶς εἰς εὐθέα τὰ σκολιὰ καὶ παρέχων εὐπόρευτα τὰ δυσπόρευτα, καὶ ψηλαφητὸν οἷον τοῖς ἀποστάταις σκότος κατεσκεδάζετο τῷ ποιοῦντι κατὰ τὸν προφήτην ὄρθρον καὶ ὀμίχλην καὶ ἐπιβαίνοντι ἐπὶ τὰ ὕψη τῆς γῆς. καὶ οἱ μὲν τῶν ὑπεναντίων μαχαίρας ἔργον γενόμενοι ἔκειντο κατὰ βοσκήματα σφακελίζοντες, οἱ δὲ δεσμοὺς ἕως τραχήλου ὑπήνεγκαν καὶ δραπέταις οἰκέταις ἐπίσης ᾐκίζοντο, οἱ δὲ φυγῇ τὴν σωτηρίαν πριάμενοι, τέλος ἐλέῳ περισωθέντες τῆς βασιλείας μου, ἃ δι’ εὐχῆς οὐκ ἤλπιζον ἔχοντες, ταῦτα καὶ ὑπὲρ εὐχὴν ἀπροσδοκήτως ἐλάμβανον.

Καὶ χθὲς μὲν καὶ πρὸ τρίτης τοιούτοις ἐθαυμάστωσε Κύριος τὰ ἡμέτερα· τὰ δὲ νῦν πάντα, εἰ μὴ καινότερα, τοῖς γοῦν προλαβοῦσι κατάλληλα καὶ Θεοῦ περὶ ἡμᾶς κηδεμονίαν ἐμφαίνοντα· ὅσῳ καὶ ἡ τῶν τότε βαρβάρων ὁμήγυρις αὖθις ἀπιδοῦσα πρὸς ἔργα νεώτερα τοῖς αὐτοῖς οἷς καὶ πρότερον περιπέπτωκε δυσπραγήμασι καὶ οἱ κατ’ ἐπικουρίαν ἔξωθεν αὐτοῖς συναράμενοι κακοὶ κακῶς συναπώλοντο. ὁ γὰρ δαιμονόληπτος τῷ ὄντι Πέτρος, ὁ κακῇ μοίρᾳ τῶν κατὰ τὸν Αἷμον οἰκούντων βαρβάρων καὶ φὺς καὶ τραφεὶς καὶ εἰς ἀποστασίαν ἰδών, ὡς μὴ ὤφελε, τὴν δίκην τῇ προτεραίᾳ διαδρὰς καὶ παραλόγως διασωθεὶς τὸν σύνοικον αὐτῷ μιμεῖται δαίμονα· οὐ φέρει τῶν συνήθων διατριβῶν, ὡς ἐκεῖνος τοῦ ἀνθρωπείου σώματος, ἀποσπώμενος· οὐκοῦν καὶ τὸν ἐν ποταμοῖς γλυκεῖαν θάλασσαν Δάννουβιν διελθὼν ἀνδράσι χοιρώδεσι τοῖς Σκύθαις συμμίγνυται, φθέγγεται ὅσα οἱ βουλομένῳ ἦν. ἦσαν δὲ ταῦτα· ὡς ἡ μὲν βασιλεία μου ἤδη γέγονε παλιμπόρευτος καὶ ὁ Ῥωμαϊκὸς οἴκαδε στρατὸς ἐπανέζευξε, φρουρὰ δέ τις περὶ τὰ κατὰ τὸν Αἷμον ἐγκαταλέλειπται φρούρια μόνη μὲν πρὸς μόνους τοὺς ἐκεῖ ἀπρόσμαχος, εἰ δὲ καὶ αὐτοὶ συναρήξαιεν, οὐκ ἀρκέσουσα.

καταλέγει καὶ μισθὸν ἐπὶ τούτοις αὐτοῖς (ὁ δὲ ὡς λίαν τῇ γνώμῃ τῶν βαρβάρων συμβαίνων τε καὶ ἀσπάσιος) διεκχυθῆναι μὲν ἀπραγμόνως τῶν τοῦ Αἵμου τεμπῶν, ἀναπετασθῆναι δὲ καὶ Πύλας τὰς Σιδηρᾶς, καὶ τὸ Μακρὸν Τεῖχος ἀπαρεμποδίστως ἐκείνους παραδραμεῖν καὶ διὰ στενῆς ταύτης καὶ δυσεξόδου παρόδου εἰς πλατυσμὸν προελθεῖν καὶ καταδραμεῖν τὰς χώρας τῆς βασιλείας μου, κἀντεῦθεν τὰ δράγματα Ῥωμαίων τίλλειν τοῖς ξίφεσι καὶ τὰς κτήσεις αὐτῶν ληίζεσθαι, μὴ κάρπωμα διδόντας τοῖς ἡγεμόσι τῆς ὁδοῦ, μὴ κατατιθεμένους μίσθωμα· αὐτὸν δὲ ὡς ἀλάστορα δαίμονα αἵμασι καὶ θρήνοις διακεχύσθαι χριστιανῶν καὶ θέλγειν ἐντεῦθεν τὸ τῆς ψυχῆς ἡδόμενον.

Καὶ ὁ μὲν Πέτρος τοιαῦτα τοῖς Σκύθαις καὶ ἐπηγγείλατο καὶ ἐφθέγξατο· οἱ δὲ ὡς ἕρμαιον τὰς τοῦ ἀποστάτου εἰσηγήσεις δεξάμενοι ἀγεληδὸν καὶ κατὰ τὰς ἐαρινὰς μελίσσας ὡρμήθησαν. ἔθνος δέ εἰσιν οὗτοι ἀσεβὲς ὁμοῦ καὶ πολυσεβὲς καὶ χειροτονοῦν θεὸν τὸ πρώτως ὀφθέν· πτωχικὸν μὲν καὶ σισυροφόρον, μαχιμώτατον δὲ καὶ βίον τὴν λῃστείαν ποιούμενον καὶ θανάτου παντὸς ὑπεροπτικόν· σκευὴ δὲ αὐτοῖς ἐν πολέμῳ γωρυτὸς ἐπὶ τῆς ἰξύος ἐγκάρσιος καὶ τόξον παλίντονον· ἐνστάντος δὲ τοῦ μάχεσθαι καιροῦ, ἱππασμὸς ὁμοῦ καὶ βοὴ καὶ βολή· ἐπιόντας ὑποφεύγουσι καὶ ἀπιόντες φθάνουσι καὶ παρὰ τὴν φυγὴν αὐτὴν ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις βάλλουσι· τῷ δ’ αὐτῷ ἵππῳ φέρβονταί τε καὶ φέρονται.

Εἰ χιλιάδας οὖν ἀριθμηθέντες καὶ παραμείψαντες τὸν Αἷμον ταῖς ἐπὶ τῶν αὐτοῦ κρασπέδων ἡμετέραις προσβάλλουσι κωμοπόλεσιν· ἡγεμόνες δὲ αὐτοῖς τῆς ὁδοῦ καὶ τῆς μάχης συλλήπτορες οἱ ἐκ τῶν Βλάχων ἀπιδόντες εἰς τὸν πρότερον ἔμετον, οἱ μεταστραφέντες εἰς τόξον στρεβλόν, εἰς οὓς ὡς εἰς πετρῶδες καὶ ἄνικμον γήδιον ἡ βασιλεία μου τὸν ἔλεον σπείρασα τὴν τούτου ἀνηνύτως πεποιήκει καταβολήν, ἡ ἄπιστος αὕτη καὶ μοιχαλὶς γενεά, ἡ ὡς δάμαλις παροι<στ>ρήσασα, ἡ ὑβρίστρια, ἔφ’ ἣν καὶ Θεὸς ὁ τῶν ἐκδικήσεων Κύριος οὐ χρονιεῖ παρρησιαζόμενος ὡς μηκέτι τῶν ἀνοσίων ἔργων αὐτῆς ἀνεχόμενος. λεηλατοῦσιν οὖν τὰ ἐν ποσί, πᾶν εἶδος κακῶν ἐπάγουσι, σφάττοντες, ἀπόλλοντες, πυρὸς τιθέμενοι παρανάλωμα· ἐν δὲ τῷ καὶ θᾶττον ἀκοῆς κατὰ τῶν ἡμετέρων παρεμβαλεῖν χωρῶν μηδένα γενναῖον ἐκ τοῦ σχεδὸν ἀντίπαλον ἐφευρίσκοντες ἐμπλατύνονται καὶ κατὰ τῶν ἐν τοῖς πεδίοις συγκτήσεων, καὶ γίνονται καὶ τούτων τινὲς ἀνάστατοι παρ’ αὐτῶν.

Μαθοῦσα δὴ ταῦτα ἡ βασιλεία μου ἀγαθὸν οὐδὲν ἐπὶ τοῖς μέλλουσι προορωμένη καὶ ὡς εἰς κίνδυνον ἐλαύνει τὸν ἔσχατον τὰ παρὰ τῶν ἐθνῶν γινόμενα τουτωνί, τῇ ἀκοῇ τῶν ἀπευκταίων ἐπισυνάπτει τὴν ἔξοδον, μηδ’ ἀσπάσασθαι τὰ ἐξιτήρια ἢ δεξιὰν γοῦν φθάσασα ἐμβαλεῖν, οἷς ἔδει καὶ τοῦτο ποιῆσαι τὴν βασιλείαν μου, εἴτ’ οὖν ἐπηῦχθαι παρ’ ὑμῶν αὐτοψεὶ μετὰ βελτίονος τῆς νίκης ἐπανελθεῖν, ἀλλὰ τὰ τῆς ἀποδημίας, καθάπερ καὶ ὑμεῖς ἴστε, ὡς εἶχεν εὐθὺς σχεδιάσασα μηδὲ τοὺς ἐπὶ τῆς θεραπείας αὐτῆς ἀναμείνασα· ἡ γὰρ μέριμνα τοῦ ἔθνη ἄνομα εἰς τὴν τοῦ Θεοῦ κληρονομίαν καὶ δι’ αὐτοῦ τῆς βασιλείας μου εἰσελθεῖν οἷά τις δαλὸς ἐπίπρα τὴν βασιλείαν μου· ἀμέλει καὶ συνήλγει τοῖς κακουμένοις κἀν τῷ ἀπεῖναι καὶ τοῖς πάσχουσι κακῶς ὑπὸ βαρβάρων συνεπαθαίνετο. καὶ ἡ μὲν βασιλεία μου συντείνειν ἠβούλετο τὴν πορείαν καί, εἰ οἷόν τε ἦν, τέτρασιν ἡμέραις καταλήψεσθαι τοὺς βαρβάρους ἠπείγετο καὶ συμβαλεῖν αὐτοῖς ἐπὶ συμμάχῳ Θεῷ ἐγλίχετο· οἱ δὲ συνεπόμενοι ταύτῃ βραχεῖς τὸν ἀριθμὸν προσγενεῖς καὶ τὸ ἄλλως ὑπουργικὸν ἐπέσχον τῆς συντόνου ὁρμῆς, μὴ ἐξεῖναι σφίσι τῇ βασιλείᾳ μου συμπορεύεσθαι φήσαντες, οἷα τῶν σκευοφόρων ἡμιόνων καὶ τῶν ἵππων, οἷς ἐποχοῦνται, τληπαθησάντων, καὶ αὐτῶν δὲ ἀποκναιόντων πρὸς παρασάγγας τοσαύτης ὁδοῦ.

Οὕτως οὖν σχολαίτερον μὲν τῆς προθυμίας, συντονώτερον δὲ τῶν συνήθων ἡμερησίων σταθμῶν μέχρι καὶ ἐς αὐτὴν τὴν Ἀλλαγὴν διοδεύσασα (κτησείδιον δέ ἐστιν αὕτη κατὰ τὴν Θρᾴκην κείμενον, παραρρεῖ δὲ αὐτῇ ποταμὸς Ταυρόκανος ὄνομα) ἀγγελιαφόρῳ περιτυγχάνει, ὃς οὐκ ἐκ περιόδων οὐδὲ κυκλούμενος τοῖς λόγοις, ἀλλὰ βραχυλογῶν ἐφθέγγετο φάλαγγα Κομάνων κατὰ Βαστέρνας αὐλίζεσθαι. καὶ ἡ βασιλεία μου σημάνασα τῇ σάλπιγγι μὴ περαιτέρω πορευθῆναι τὴν σκηνὴν αὐτῆς τῷ ἐπιλοίπῳ μὲν τῆς ἡμέρας ἐκείνης χρᾶται πρὸς παρασκευὴν τῶν παρευρεθέντων εὐαριθμήτων στρατιωτῶν μεταδοῦσα ἵππων ταχυπόδων τοῖς μὴ ἔχουσι· τῇ δ’ ἐπιούσῃ, ἦγε δὲ τότε ὀγδόην ὁ παρὼν ὀκτώβριος μήν, οὐδ’ εἰς βραχὺ γοῦν ὑπερθεμένη πρωϊαίτερον τῆς κατὰ τῶν ἐναντίων φερούσης ἅπτεται τὰ ἱππάσιμα μόνον ἐπαγομένη· οὔτε γὰρ σκηνὴ βασίλειος, οὔτε κλίνη χρυσόπαστος, οὔτε σκίμπους βασιλικός, οὔτε πέπλοι χρυσοϋφεῖς συνεπήγοντο· ἀλλ’ εὐζωνότερον ὡς εἶχεν ἐπήλαυνε τῷ τάχει τὴν ἀπόδρασιν τῶν πολεμίων φθάσαι θέλουσα.

ἀλλ’ ἦν, ὡς ἔοικε, τὸ βάρβαρον καὶ προσβαλεῖν ὀξὺ καὶ ἀποδρᾶναι ταχύτερον καὶ ἀκοῇ μόνῃ τῷ δέει ἐκθνῇσκον, ὡς ἔδειξεν· ὑπὸ γὰρ τῆς ἀπτέρου φήμης ἐνωτισθέν, ὡς ἐγγὺς αὐτῶν καὶ κατὰ πόδας ἡ βασιλεία μου ἔπεισι, προτροπάδην καὶ ἀκόσμως ὡς ἑνὶ ῥυτῆρι καὶ πνεύματι ἔφυγον τρέχοντες τὸν περὶ ψυχῆς καὶ ἀγαπητὸν κρίνοντες, εἰ τὰς ἡμετέρας χεῖρας διαδράσουσι κακῶν ἀθιγεῖς. ἡ γοῦν βασιλεία μου τὰ κατ’ αὐτοὺς οὕτως ἔχειν ἐκ τῶν ἀποσταλέντων ὀπτήρων καταμαθοῦσα τῇ συλλογῇ τῶν στρατευμάτων ἔτι μᾶλλον προσανέχουσα ἦν. τοίνυν καὶ μέρος δασαμένη τῆς στρατιᾶς καὶ τῷ πανσεβάστῳ σεβαστῷ γαμβρῷ τῆς βασιλείας μου κυρῷ Ἀνδρονίκῳ τῷ Καντακουζηνῷ παραδοῦσα καὶ πρὸς φυλακὴν τῶν κατ’ Ἀγχίαλον χωρῶν τῆς βασιλείας μου τοῦτον ἐκπέμψασα τῆς εἰς Βερρόην ἀγούσης εἴχετο εὖ διαθησομένη καὶ τὰ ἐκεῖ.

Ἀλλ’ οὔπω παρασάγγας διηνύκει τέσσαρας, καὶ ἕτερος ἄγγελος τῇ βασιλείᾳ μου πρόσεισι χλωρὸς ὑπὸ δέους καὶ τὸ ἆσθμα συχνάκις ἀνακαλούμενος κἀπὶ τοῦ προσώπου φέρων τὸ τῆς ἀγγελίας κακόν· καὶ ἔλεγε καὶ αὐτὸς ἁπλῶς καὶ σαφῶς Σκυθῶν ἔφοδον περίπου τοὺς χιλίους γεγονέναι κατὰ τὸν Λαρδέαν μὴ εἰδὼς ὃ ἐλάλει· οὗτοι γὰρ καὶ ὑπὲρ τοὺς ἑξακισχιλίους ἦσαν, ὡς ἐσύστερον δέδεικται. αὖθις οὖν ἐκκλίνασα ἣν ἐβάδιζε, τὴν εἰς τοὺς πολεμίους ἐτράπετο, μηδὲ καθαρῶς τῶν ἀγγελλομένων κατακοῦσαι προσμείνασα, τὸ τοῦ σταυροῦ δὲ σημεῖον διατυπώσασα ἑαυτῇ καὶ τοῖς παροῦσιν ἕπεσθαι διαγγείλασα· ἕρμαιον γὰρ τὴν τῶν βαρβάρων ἡγεῖτο θρασύτητα καὶ πεποιθυῖα ἦν τῷ Θεῷ, ὡς καὶ παρὰ πρώτην ἐμβολὴν αὐτοὺς ἡττήσασα διαχρήσεται. εὐθὺς οὖν εἰς μοίρας τὸ παρατυχὸν στρατιωτικὸν διελοῦσα καὶ τὸ μὲν τῷ περιποθήτῳ ἐξαδέλφῳ τῆς βασιλείας μου τῷ πρωτοστράτορι κὺρ Μανουὴλ τῷ Καμύτζῃ, τὸ δὲ ἄλλοις συμπαρεῖναι κελεύσασα, καὶ Διελθοῦσα ὑπὲρ τοὺς πεντήκοντα σταδίους καταλαμβάνει περί τι χωρίον τὸ βάρβαρον αὐλισθὲν καὶ τὴν λείαν κύκλῳ παραθέμενον· ἦν οὖν τὸ μὲν πλῆθος τῶν ἀπαγομένων ἀνθρώπων ὑπὲρ χιλιάδας τὰς ιβʹ, τὸ δὲ τῶν ζῴων ὑπὲρ ἄστρων τὴν πολυπλήθειαν, ὡς μέχρι καὶ τῶν ἓξ σταδίων τὴν σειροειδῆ τούτων ἀπαγωγὴν ἐκτείνεσθαι, ἡνίκα διακεκινήκει τὸ βάρβαρον τραπόμενον εἰς φυγήν.

ὡς δὲ ἐθεασάμεθά τε καὶ ἐθεάθημεν, παραδόντες οἱ Σκύθαι τὴν αἰχμαλωσίαν τοῖς κατ’ ἐπειγωλὴν ἀπάξουσιν αὐτήν, ἐν τοῖς ἔμπροσθεν οἱ λοιποὶ τοῖς ἡμετέροις συμπλέκεσθαι ἤρξαντο ὑποφεύγοντες ἅμα καὶ ἐπιτιθέμενοι, ὥσπερ δὴ τρόπος αὐτοῖς ἐν τῷ μάχεσθαι. ἤνυον δὲ οὐδέν· τὸ γὰρ ἡμέτερον παντοίοις ὁπλομαχίας εἴδεσι κατ’ αὐτῶν ἐπιὸν καὶ ἐκ τόξων αὐτοὺς ἀνῄρουν καὶ διέπειρον δόρασι καὶ γυμνοῖς τοῖς ξίφεσιν ὡς δράγματα κατέβαλλον ἐπὶ γῆς· καὶ τέλος ἀπογνόντες τὴν σωτηρίαν ἀνὰ κράτος ἔφευγον μὴ μόνον τῆς ἀπαγωγῆς τῶν σκύλων οὐδένα λόγον θέμενοι, ἀλλὰ καὶ τὰ οἰκεῖα προσαποβαλλόμενοι· ἦν γὰρ ἰδεῖν ἵππον μὲν ἐνταῦθα ἄνετον Σκυθικόν, ἐκεῖθι πῖλον παρερριμμένον, ὧδέ που ἀναβολέα, ἀναξυρίδα σύνεγγυς· ὑπὸ γὰρ δέους εἰς τὸ ταῦτα δρᾶν συνηλάθησαν· παρετάθη δὲ αὐτῶν ἡ ἐπιδίωξις καὶ ἀναίρεσις καὶ ὑπὲρ σταδίους ἑξήκοντα.

Καὶ τάχ’ ἂν τελέως ἀναίμακτον τρόπαιον ἡ βασιλεία μου ἔστησε μηδένα τῶν αὐτῆς ἀποβαλομένη καὶ οὐδὲ πυρφόρος διέσωστό τις τῶν πολεμίων, εἰ μὴ τὸ μὲν ἡμέτερον ἀναθαρρῆσαν κατὰ σύνδυο καὶ σύντρεις καὶ ὀλιγίστους ὀπίσω τῶν Σκυθῶν κατέθεον σποράδες τοὺς βαρβάρους διώκοντες, καὶ ταῦτα τῆς βασιλείας μου πολλάκις ἀνακαλεσαμένης αὐτοὺς καὶ κατὰ συνασπισμόν τε καὶ συνδρομὴν ὑποθεμένης ποιεῖσθαι τὰς συμπλοκάς, τοῖς δὲ ἡττημένοις Σκύθαις ἑτέρα τις μοῖρα κατὰ τύχην ἐπεβοήθησε ξύμφυλος εἰς χιλίους καὶ ἔτι πρὸς ποσουμένη καὶ ἐπιθεμένη ἀπροόπτως τοῖς ἐκ τῶν ἡμετέρων ἀσυντάκτως ἐπιδιώκουσιν· ἐκ γὰρ δὴ τῆς τούτων ἀπροσδοκήτου βοῆς τε καὶ ἐπελεύσεως ὁ τῆς βασιλείας μου στρατὸς διαταραχθεὶς πτοίας ἐπέπληστο καὶ τὰ νῶτα μετέβαλεν· οἱ δὲ ἐπέκειντο ἤδη λαμπρῶς καταθέοντες καὶ γυμνώσαντες τὰ ξίφη καὶ τοῖς ἵπποις ἐγκελευσάμενοι κατέφερον οἷς ἂν προσεπέλαζον· κἂν εἰς χείριστόν τι τὰ τότε μετήμειπτο καὶ ἀντίποινα ἂν ἐπεπόνθειμεν ὧν ἐδράσαμεν, εἰ μὴ μέγα τι καὶ ἀθρόον ἡ βασιλεία μου ἐκβοῆσαι τοῖς συνεπομένοις βραχέσιν ὑπέθετο καὶ τῇ κατ’ αὐτῶν ὁρμῇ καὶ τῷ δούπῳ τῶν ἀσπίδων τὸ βάρβαρον κατεβρόντησε καὶ ἀγαθὸν καὶ τούτοις τέλος ἐπέθηκεν· ἐκ γὰρ τῶν βασιλικῶν σημείων, ὁπόσα εἰς δρακόντειον θέαν εἰκόνισται, παρεῖναι διεγνωκότες τὴν βασιλείαν μου καὶ τὴν κατ’ αὐτῶν οὐχ ὑποστάντες ἐπέλευσιν μεταστραφθέντες ἀκόσμως ἐδραπέτευον, διασπαρέντες ἄλλος ἄλλοθι καὶ θήραμα τοῖς ἐκ τῶν ἡμετέρων εὐίπποις ἐκκείμενοι προχειρότατον.

τότε τοίνυν καὶ εἷς ἐκάκου πολλοὺς καὶ δύο τοῖς ὑπὲρ ἀριθμὸν τὸν δέκατον ἐπετίθεντο· καὶ εἰ μὴ νὺξ ἐπελθοῦσά τινας διεσώσατο, οὐδ’ ὁ τὴν τοῦ κακοῦ ἀγ<γ>ελίαν ἀποκομίσων ὑπολέλειπτο ἄν.

Τὰς δ’ ἐπὶ τούτοις θεοκλυτήσεις ὑπὲρ τῆς βασιλείας μου τῶν ἀπαγομένων μὲν εἰς δουλείαν ἐκ τῶν ἡμετέρων συγκτήσεων, ἀπολαβόντων δ’ αὖθις ἦμαρ ἐλεύθερον, πῶς ἐν βραχεῖ τις καὶ διηγήσαιτο; ἐθεάσατό τις τῷ τότε καὶ δάκρυον ὑπεκκρουόμενον γέλωτι καὶ γέλωτα δακρύοις ὑπεξιστάμενον καὶ πάθει μεθιστάμενον πάθος· οἶδε γὰρ οὐ μόνον λύπη δάκρυ γεννᾶν, ἀλλὰ καὶ χαρὰ παράλογος τὴν ὁδὸν ὀχετηγεῖν τοῖς δακρυρροήμασιν. ηὐλόγησε δὲ τὸν Θεὸν καὶ παρθένος φυγοῦσα Σκύθην διακορήσοντα καὶ γυνὴ τὴν κοίτην οὐχὶ ῥυπάνασα καὶ παῖς καὶ πρεσβύτης καὶ ἔφηβος δουλείας ἀνειμένοι βαρβαρικῆς· εἰ δὲ παρὰ τῷ Δαυὶδ καὶ κτήνη πρὸς ὑμνῳδίαν παραλαμβάνονται, οὐδ’ αὐτὰ κοινῆς ὑμνολογίας ἀπεῖναι εἶπέ τις ἄν, βουθοίναν ἐξαλύξαντα βάρβαρον καὶ κρεωβόρον οὐχ αἱμάξαντα μάχαιραν. ταῦτα ὁ τῶν θαυμασίων Θεός, ὁ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἐπιστρέφων οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, ἀλλ’ ἐν βραχίονι ὑψηλῷ· δεξιὰ γὰρ Κυρίου καὶ νῦν ἐποίησε δύναμιν, ὃς τῷ οἰκείῳ δίδωσι δόξαν ὀνόματι καὶ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων οὐ τέλεον ἀφίησιν εἰς μαστίγωσιν.

Τούτων οὖν τῆς χαρᾶς κοινωνοὺς ὑμᾶς ποιοῦσα ἡ βασιλεία μου τῷ παρόντι ἐπιτροχάδην ἐπιδεδήλωκε τὰ συμβάντα γράμματι, ἵν’ ἔχοιτε μὲν εἰδέναι ὅσαπερ καὶ γεγόνασι, λιτάζησθε δὲ συντονωτέρως τὸ θεῖον καὶ ὑπὲρ μειζόνων τῶν κατορθώσεων· δύνανται γὰρ εὐχαὶ δικαίων καὶ χειρῶν ἁγίων ἐκτάσεις τρέπεσθαι μυριάδας, ὡς ἂν ἀσεβῶν μὲν σπέρμα μὴ παύσαιτο ἐκτριβόμενον, ζήσωσι δὲ βίοτον ἀστασίαστον οἱ Θεῷ διὰ πίστεως πλησιάζοντες· ἐπεὶ καὶ τὸ νῦν τελεσθὲν ὑμεῖς μὲν θεόθεν ᾐτήσασθε, αἱ δὲ χεῖρες τῆς βασιλείας μου ἐξειργάσαντο.