Ἵνα δ’ ἐκφανέστερον τὰ κατὰ τοὺς νυμφευομένους ὁ λόγος ἐκθῆται, εἰ καὶ τὰ τοῦ ἡλίου, ὅ φασιν, ἐκδηλότερα διηγήσεται, ὁ μὲν νυμφίος νέος, σώφρων, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής, εὐμαθής, ὃν ὁ μὲν Ἀρίστωνος πάλαι ὑπέγραψε καὶ ἐζήτησεν ὡς ἄριστα τὸν βίον εὐδαιμονίσοντα, οὐχ εὗρε δέ, ἀλλ’ ἔστη μέχρι καὶ τῆς σκιᾶς, ἡμῖν δὲ δέδωκεν ὁ Θεὸς ἰδεῖν, καὶ λευκὸς δὲ καθ’ οὕς φησιν ὁ αὐτὸς παῖδας θεῶν, καὶ πυρράκης μετὰ κάλλους ὀφθαλμῶν κατὰ τὸν ἀνδρεῖον καὶ πρᾶον ἄνακτα τὸν Δαυὶδ καὶ κατὰ τὴν ἑαυτοῦ καρδίαν εὑρημένος Θεῷ, σοφὸς ὁμοῦ καὶ ἀνδρεῖος βασιλεύς τ’ ἀγαθὸς καρτερός τ’ αἰχμητής, ἐν σιδήρῳ καὶ λόγῳ πάντα καθιστῶν ἐξ ἀγρίων ἥμερα καὶ πειθοῖ καὶ βίᾳ κηλῶν, Ἑρμοῦ θεράπων καὶ Ἄρεος, τιθασσοὺς καὶ χειροήθεις τοὺς ἀνθισταμένους ποιῶν καὶ τῷ φαρμάκῳ μὲν τῶν βελῶν καὶ τῷ τῶν λόγων δὲ κατακοιμίζων κεστῷ καὶ τῇ ἐκ τούτων δυνάμει καταδημαγωγῶν ἧττον οὐχί· κατὰ γὰρ ἐκείνους τοὺς πάλαι καὶ Μουσῶν λειμῶνα περιχορεύοντας αὐτοκράτορας καὶ δηΐῳ χαίροντας Ἄρεϊ καὶ οἳ πόλεων ἦσαν λαφυραγωγηταὶ καὶ φιλοσοφίᾳ προσεκάλουν τὰ πλεῖστα καὶ πάρεδρον εἶχον αὐτὴν καὶ ἐφέστιον, καὶ οὗτος ἐν ἀμφοτέροις κράτιστος ὢν καὶ μεγακλεὴς ἐπιστὰς τὰ διερρωγότα καὶ διεσπασμένα μέλη τοῦ τῆς βασιλείας σώματος εἰς μίαν συναγήοχεν ἀρτιότητα, στήσας μὲν καὶ μεθ’ ὅπλων τρόπαια, οὐκ ὀλίγα δὲ καὶ πειθοῦς ἀνεγείρας ἀριστεῖα ἀναίμακτα, καὶ σαφῶς τοῖς πᾶσι διατρανώσας ὡς ἄμαχόν τι χρῆμα συνδραμόντα λόγος καὶ χεὶρ καὶ λίαν ἐπέραστον, ὅτι καὶ δισσούμενον κατὰ πλεῖστα, μὴ συνδυαζόμενον ἀγαθόν.