Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Λόγοι (1-18)

Νικήτας Χωνιάτης

Λόγος 4: Επιθαλάμιος για τους γάμους του αυτοκράτορα Ισαακίου Αγγέλου

Εγκώμιο για τους γάμους του αυτοκράτορα Ισαακίου με τη Μαρία της Ουγγαρίας, όπου παραλληλίζεται η ισχύς του με ιστορικά και μυθολογικά πρότυπα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 4 από 18

Τοῦ αὐτοῦ· Ἐπιθαλάμιος ὁπηνίκα ὁ βασιλεὺς Ἰσαάκιος ὁ Ἄγγελος ἠγάγετο εἰς γυναῖκα τὴν θυγατέρα τοῦ ῥηγὸς Οὐγγρίας τοῦ Βελᾶ, ἣ καὶ ὠνομάσθη Μαρία· ἐγράφη δὲ βασιλικοῦ γραμματικοῦ ἔτι ὄντος. Εἰ καὶ μὴ κατὰ νυμφῶνα βασίλειον ἔσταλταί μοι ὁ λόγος, θεοείκελε βασιλεῦ, οὔτ’ ἄμφιον ἐνδιάθρυπτον περικείμενος, οὔτ’ ἀμπεχόμενος χιτῶνα μαλακόν τε καὶ περιρρέοντα, ἀλλ’ οὐ παρὰ τοῦτο τῆς νῦν ἀπέσται κοινοτερποῦς χαρμονῆς, οὐδ’ ὅτι τὴν ἀξίαν λοῖσθος λαμπρότητα, ἕνεκά τε τούτου τέλεον θυραυλήσειε κατεπτηχώς τε καὶ συστελλόμενος.

μὴ κατὰ τὸν εὐαγγελικὸν ἐκεῖνον δυσείμονα ῥιφείη ἑκάς που τοῦ συλλόγου καὶ ποιναῖς ὑπόδικος ἔσεται, οἷς οὐκ ἔχων γάμου περιβολὴν τὸν νυμφῶνα λαθρηδὸν εἰσελήλυθε· μᾶλλον οὖν φαιδρὸς εἰσίοι τὴν παστάδα εὖ εἰδώς σε, τὸν νυμφίον καὶ τὸν τῆς παγκοίνου ταύτης αἰτιώμενον πανηγύρεως, οὐ τοῖς λαμπροῖς μόνον καὶ γαύροις τῶν λόγων ἐκ τοῦ δήπουθεν τὸν θάλαμον ἀναπετάσαντα, τοῖς δὲ μὴ τοιούτοις τὰς θύρας ἐπιζυγώσαντα, ἀλλὰ καὶ τοῖς κατὰ πόδας ὁμοίως ἀνεικότα τὴν πάροδον· ἐῶ γὰρ λέγειν, ὡς εὐδαιμονισθείη ἂν οὑτοσὶ παρὰ σοῦ, τοῦ νυμφίου ἅμα καὶ δειπνοκλήτορος, εἰς τὴν ἱεράν σου ταύτην προσκληθεὶς πανήγυριν, οὐχ ὅτιπερ οἱ τὴν τοῦ λόγου μαρμαίρουσαν ἐνδιδυσκόμενοι δίπλακα τῆς παστάδος τῆς σῆς ὑπελείφθησαν, ὅπερ συμπεπτώκει τῷ εὐαγγελικῷ ἑστιάτορι τῶν ἐπιφανῶν ἐκείνων σκηψαμένων δαιτυμόνων, τοῦ μὲν ἀγρὸν νεώνητον, τοῦ δὲ ζεῦγος ἀροτήρων βοῶν, τοῦ δ’ οἱονδήτι ἐμποδοστάτημα ἕτερον, δραμεῖν πρὸς τὸ ἑστιατόριον, ἀλλ’ ὅτι καὶ αὐτὸν συνεισελθεῖν ἐκείνοις ἐγκέκρικας καὶ οὐκ ἔστιν ἀπ’ ἐλπίδος ἀγλαΐας μετασχεῖν ἐξ ἡλιακῶν σελαγημάτων σῶν κατὰ τὸ ἔμπαλιν ἀναλυόντων καὶ καθ’ οἵαν τινὰ καμπὴν καὶ ἐπάνοδον προσπιπτόντων αὐτῷ.

Ἀλλὰ ταῦτα μὲν ἔστωσαν ἐς τοσόνδε, ἵνα μὴ μακρότερον ἀποτείνοντες λόγον ἔξω πίπτοιμεν τοῦ καιροῦ· ὁ δέ μοι λόγος τὸν θάλαμον εἰσιὼν οὐ κατὰ τὸ ἐξ Ἰθάκης μειράκιον τὴν ἔνδον ἀγασθεὶς λαμπρότητα φθέγγεται· „Ζηνός που τοιοίδε δόμοι καὶ κτέατ’ ἔασιν,“ οὐδὲ κἀκεῖνα τῆς Γραφῆς ἀναλέγεται· „ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου ὡς παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξε Κύριος,“ ὑπερβὰς δὲ ταῦτα πηδᾷ καὶ ἵεται πρὸς πανηγυρισμὸν καὶ τοῖς τελουμένοις οἷον ἐνθουσιῶν χορείαν βούλεται συνιστᾶν, οὐχ οἵαν Κνώσσιοι παρθένοι Δαιδάλῳ ἀσκηθεῖσαν ἐστήσαντο χαριζομένῳ Ἀρεάδνῃ, ὁπηνίκα Θησεὺς ἐξῆλθε λαβύρινθον τὸν δυσέλικτον, ἀλλ’ ἣν ἐν Ἑλικῶνι Μοῦσαι πολλάκις ἐποίησαν, καὶ δρεψάμενος ἄνθη ἐγκωμίων ἐκ λειμώνων ἀκηράτων, ὧν ἐστι φυτηκόμος ῥητορική, τὴν παστάδα καταπάττει ταυτηνὶ τὴν βασίλειον, ὁποῖά εἰσι τὰ τῇδε. καὶ γὰρ ὁ μὲν νυμφίος βασιλεὺς ὡραῖος διαφερόντως παρὰ τοὺς τῶν ἀνθρώπων υἱούς, ἡ δὲ νύμφη βασίλισσα νεᾶνις καλὴ μὲν κομιδῇ καὶ τὴν ἔνδον λαμπρότητα τοῖς ψυχικοῖς ἀπαστράπτουσα κάλλεσιν, ἀρίστη δὲ καὶ τὴν ἔξωθεν εὐφυΐαν, καὶ μῶμος οὐδείς ἐστιν ἐν αὐτῇ, ἣν Θεὸς ἁρμόζει τῷ βασιλεῖ βοηθὸν αὐτῷ κατ’ αὐτόν, μὴ εἶναι μόνον ἐθέλων ὡς ὀλίγῳ πρότερον καὶ ἄϋλον μικροῦ καὶ ἀσώματον, τὸ δ’ ὑπὸ χεῖρα ἡμεῖς εὐφραινόμεθα εὐαγγελικῶς διὰ τὴν τοῦ νυμφίου φωνήν.

Ὢ γλυκείας ταύτης ἡμέρας, ἐν ᾗ νυμφεύεται βασιλεὺς νέος νέαν, ὡραῖος ὡραίαν, ἀνθοῦσαν ἀνθῶν, ὁ ἐκ τριγονίας αὐχῶν τὸ γένος βασίλειον τὴν ἐκ Καισάρων Ἰουλίων τὴν γένεσιν ἕλκουσαν. καὶ ἥλιος ὢν αὐτὸς σελήνῃ συνοδεύει τηλεφανεῖ εἰς φαῦσιν κοινὴν τῷ τῆς βασιλείας καταπηχθεὶς στερεώματι, μηκέτ’ ἀσέληνον νύκτα καταχεῖσθαί οἱ τῶν ἀνακτόρων βουλόμενος· ἣν δὴ χθὲς μὲν καὶ πρώην τοῦ βασιλικοῦ φάους διεστῶσαν οὔκουν ἦν ὁρᾶν ὁλολαμπῆ καὶ πλησίφωτον, νῦν δὲ τῷ ἡλίῳ βασιλεῖ προσεγγίσασα τηλεφανὴς καὶ πάμφωτος ἐσάγαν γεγένηται ἀπεναντίας τῷ νυκτερινῷ τούτῳ μεγάλῳ φωστῆρι.

Οἶμαι γοῦν ὡς τὸ διάφορον ἡμῖν βάρβαρον ταῖς ἡμετέραις ἀχθεσθήσεται τελεταῖς καὶ ταῖς νῦν ἐμπικρανθὲν νυμφεύσεσι κόψεται τὸν τῆς πορφύρας ὑφορώμενον καινισμόν, ὃν μικρῷ ὕστερον ἑορτάσομεν ἡμεῖς τὸ ὑπήκοον, καὶ τοὺς ἐκ ταύτης ὡς ἀπό τινος ὁρίζοντος ἀνατελοῦντας ἑωσφόρους καὶ τὰ φῶτα πλείω τῇ τῶν Ῥωμαίων παρέξοντας, οἰμώζεται δ’ ὡς ἔφθην εἰπεῖν, καθὰ δὴ καὶ τοὺς βατράχους ὁ μῦθος εἴρηκεν ὁ Αἰσώπειος ἡλίου γάμον ἀγάλλοντος, ὡς αὐτίκα τῶν τελμάτων ἀποξηρανθησομένων θερμοτέραις ἀκτῖσι καὶ πλείοσι, σὺν αὐτοῖς δὲ καὶ αὐτῶν ἀπολουμένων ὡς μηκέτ’ ἐμφιλοχωρεῖν ἐχόντων τενάγεσιν. ἐν δὲ τῇ συνόδῳ τῶν δυοῖν τούτων μεγάλων φωστήρων καὶ οἱ τῶν ἀστέρων χοροί (οὗτοι δ’ ἂν εἶεν οἱ μερικοὶ δυνάσται τῆς γῆς καὶ βραχέα γένη διέπειν λαχόντες) διηγήσονται μὲν κατὰ τοὺς Δαυιτικοὺς οὐρανοὺς τὰ μεγαλεῖα, ὅσα ἐφ’ ἡμῖν τετέλεκεν ὁ Θεός, ὑποκύψουσι δὲ καὶ τοῖς ὑπερλάμπουσιν αὐτοὺς φωστῆρσι καὶ ταπεινοτέραν ἐνδείξονται τὴν προσκύνησιν δείσαντες, μὴ ταῖς ἀπλέτοις ὑποκρυβῶσι λαμπρότησι, μηδ’ ὅτι ἀνίσχουσι γινωσκόμενοι, ἢ τέλεον τῆς οἰκείας ἕδρας καταπεσόντες εἰς ἐσχάτην μοῖραν ἀποκυλισθῶσι τοῦ στερεώματος. εἰ δ’ ἐν ὀνείροις ὁ σώφρων Ἰωσὴφ ἑώρα οἱ τοὺς ἀστέρας ὡς ἡλίῳ ἄλλῳ καθυποκύπτοντας, ὕπαρ σοι, τῷ νεωτέρῳ καὶ σωφρονεστέρῳ δήπουθεν Ἰωσήφ, οἱ τροπολογούμενοι ἀστέρες οὗτοι καθυποκύψουσιν.

Ἵνα δ’ ἐκφανέστερον τὰ κατὰ τοὺς νυμφευομένους ὁ λόγος ἐκθῆται, εἰ καὶ τὰ τοῦ ἡλίου, ὅ φασιν, ἐκδηλότερα διηγήσεται, ὁ μὲν νυμφίος νέος, σώφρων, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής, εὐμαθής, ὃν ὁ μὲν Ἀρίστωνος πάλαι ὑπέγραψε καὶ ἐζήτησεν ὡς ἄριστα τὸν βίον εὐδαιμονίσοντα, οὐχ εὗρε δέ, ἀλλ’ ἔστη μέχρι καὶ τῆς σκιᾶς, ἡμῖν δὲ δέδωκεν ὁ Θεὸς ἰδεῖν, καὶ λευκὸς δὲ καθ’ οὕς φησιν ὁ αὐτὸς παῖδας θεῶν, καὶ πυρράκης μετὰ κάλλους ὀφθαλμῶν κατὰ τὸν ἀνδρεῖον καὶ πρᾶον ἄνακτα τὸν Δαυὶδ καὶ κατὰ τὴν ἑαυτοῦ καρδίαν εὑρημένος Θεῷ, σοφὸς ὁμοῦ καὶ ἀνδρεῖος βασιλεύς τ’ ἀγαθὸς καρτερός τ’ αἰχμητής, ἐν σιδήρῳ καὶ λόγῳ πάντα καθιστῶν ἐξ ἀγρίων ἥμερα καὶ πειθοῖ καὶ βίᾳ κηλῶν, Ἑρμοῦ θεράπων καὶ Ἄρεος, τιθασσοὺς καὶ χειροήθεις τοὺς ἀνθισταμένους ποιῶν καὶ τῷ φαρμάκῳ μὲν τῶν βελῶν καὶ τῷ τῶν λόγων δὲ κατακοιμίζων κεστῷ καὶ τῇ ἐκ τούτων δυνάμει καταδημαγωγῶν ἧττον οὐχί· κατὰ γὰρ ἐκείνους τοὺς πάλαι καὶ Μουσῶν λειμῶνα περιχορεύοντας αὐτοκράτορας καὶ δηΐῳ χαίροντας Ἄρεϊ καὶ οἳ πόλεων ἦσαν λαφυραγωγηταὶ καὶ φιλοσοφίᾳ προσεκάλουν τὰ πλεῖστα καὶ πάρεδρον εἶχον αὐτὴν καὶ ἐφέστιον, καὶ οὗτος ἐν ἀμφοτέροις κράτιστος ὢν καὶ μεγακλεὴς ἐπιστὰς τὰ διερρωγότα καὶ διεσπασμένα μέλη τοῦ τῆς βασιλείας σώματος εἰς μίαν συναγήοχεν ἀρτιότητα, στήσας μὲν καὶ μεθ’ ὅπλων τρόπαια, οὐκ ὀλίγα δὲ καὶ πειθοῦς ἀνεγείρας ἀριστεῖα ἀναίμακτα, καὶ σαφῶς τοῖς πᾶσι διατρανώσας ὡς ἄμαχόν τι χρῆμα συνδραμόντα λόγος καὶ χεὶρ καὶ λίαν ἐπέραστον, ὅτι καὶ δισσούμενον κατὰ πλεῖστα, μὴ συνδυαζόμενον ἀγαθόν.

Γεγηρακυῖαν οὖν τὴν τῶν Αὐσόνων ἡγεμονίαν καὶ ἤδη κεκμηκυῖαν παντάπασι βουληθὲν τὸ θεῖον ἀνανεώσασθαι καὶ γῆρας ἀποξῦσαν θήσειν αὖθις σφριγῶσάν τε καὶ ἀκμάζουσαν ἐπιεικῶς μεγίστῃ ψυχῆς ἀρετῇ καὶ ἀλκῇ σώματος ἀξιαγάστου φέρον προσήρμοσε συνακμάσειν τῇ συγκράσει καὶ τῇ συμφύσει ταυτηνὶ προμηθούμενον.

εἰ δὲ δεῖ τι καὶ τῶν θύραθεν ἐπισυνεῖραι τῷ λόγῳ, οὐδὲν ἡ τῶν Ῥωμαίων ἀπεῴκει βασιλεία τῆς παρθενικῆς ἐκείνης νεάνιδος, ἥτις κήτει θαλασσίῳ ἐξέκειτο πρὸς κατάποσιν, καὶ τάχ’ ἂν ἠφάντωτο τέλεον καὶ ᾤχετ’ ἄϊστος ἄπυστος ὑπὸ τὴν πολυχανδεστάτην καταδῦσα γένυν ἐκείνην καὶ δι’ αὐτῆς εἰς τὴν γαστέρα προχωρήσασα τοῦ θηρός, λέγω δὴ τὸν ὠμηστὴν ἐκεῖνον καὶ δυσπρόσιτον τύραννον, εἰ μὴ κατὰ Περσέα καὶ αὐτὸς ἐπιστὰς καὶ εἰς εὔκαιρον ἀφικόμενος ἐξέσωσας αὐτὴν ἐπινοίας τάχιον τὸν βορὸν ἐκεῖνον θῆρα προσουδίσας, τὸν μήτε φορητὸν μήτε μέτριον, οὐ κυνέην Ἅιδου περιβαλόμενος, οὐδὲ κεφαλὴν Γοργόνος κατ’ ἀσπίδα προβεβλημένος καὶ σιδήρῳ ἐνσκευασάμενος διφυεῖ καὶ πρὸς ξίφος χαλκευθέντι καὶ παρεγκλινομένῳ πρὸς δρέπανον καὶ φερόμενος διαέριος, ἀλλ’ ὡς μὲν θεόθεν ἀφιγμένος εἰρήνης πρύτανις ἄγγελος, ὅ σοι καὶ εἰς προσώνυμον προσκεκλήρωται, πτηνὸς ἦσθα καὶ αὐτὸς τῇ θείᾳ κουφιζόμενος χάριτι, ἀντὶ δὲ τῆς λοιπῆς ἀγχεμάχου σκευῆς τῆς ἄνωθεν ηὐμοίρεις ῥοπῆς, πρὸς δὲ τομὴν τοῦ πολλὰ φθάσαντος κακουργῆσαι παλαμναίου θηρὸς τῷ τοὺς ἀσθενεῖς περιζωννύοντι δύναμιν ἐκραταιοῦ καὶ κατίσχυες, ἣν δὴ πανοπλίαν καὶ πολλῷ κρειττονεύουσαν ἴσμεν ἐκείνης τῆς μυθικῆς, ἣν Περσεὺς καινότερον ὥπλιστο.

Οὐκοῦν καὶ θεόθεν αὐτὴν μνηστευσάμενος ὡς καλῶν αὐτὸς κάλλιστα τὰ ἕδνα προσενηνόχεις ἀποσόβησιν ἅπαντος τοῦ λυποῦντος χρονίως καὶ λευκὴν ἐξαπιναίως ἡμέραν ἰδεῖν ἀνθ’ οὕτω κατηφεστάτης καὶ ζοφερᾶς, ἢ κατὰ τὸν Ἰθακήσιον ἐκεῖνον ἥρωα τὸν πολύτλαν ὁμοῦ καὶ πολύμητιν ἀπάρας καὶ αὐτὸς τῆς ἐνεγκούσης καὶ πλείω νόον καὶ πραγμάτων ἐμπειρίαν ἱκανὴν συλλεξάμενος, ὅτι καὶ πολλοῖς προσέμιξας ἔθνεσιν, εἶτα τῇ πατρίδι χρόνιος ἐποφθεὶς καὶ ἀσπάσιος τὴν ἐκ προγονικοῦ κλήρου προσήκουσάν σοι βασιλείαν καὶ ἧς αὐτὸς ἀξιώτερος ἄρχειν τυραννουμένην κακῶς εὗρες καὶ πολλοῖς ἀνέδην βιαζομένην ἐκμανέσιν ἐρασταῖς, οἷα Πηνελόπην ἐκεῖνος μνηστῆρσιν ἀσχήμοσι. βάλλῃ μὲν οὖν καὶ παθαίνῃ τὴν ψυχήν, τὰ κατ’ αὐτὴν δ’ ὅμως διαθήσειν εὖ προορώμενός τε καὶ προσκοπούμενος καρτερεῖς τὴν ἐπὶ τούτοις ὡς ταλασίφρων βάσανον καὶ ὑποκρίνῃ τὸν ἀπαθῆ ἢ γοῦν τὸν μηδόλως τῇ τυραννουμένῃ προσήκοντα, ἕως τῷ ξίφει καθ’ ὥραν χρησάμενος ἐπέθου τοῖς ἐκ τῆς φαύλης συμμορίας καὶ τοὺς μὲν ἐκ μέσου θέμενος, τοὺς δ’ οἷς πεπόνθασιν ἕτεροι μεταδιδάξας τὰ λῴονα, καὶ τοὺς μὲν πραΰνας, τοὺς δὲ καταιδέσας, ἐπὶ πᾶσι δ’ οὖν τῷ φιλανθρώπῳ μᾶλλον ἁπάντων χρησάμενος καθάπερ τινὸς κηλῖδος ἐξεκάθηρας τὰ ἀνάκτορα τὰ τοῦ Ῥωμαϊκοῦ γένους ἀποσκορακίσας φθάρματα.

Καὶ τὰ ἐντὸς εἰς καλλίστην ἁρμονίαν μετενεγκὼν ἐπὶ τοὺς κύκλῳ ταύτης ἀντιζήλους μεταχωρεῖς καὶ ὡς μὲν φεραυγὴς ἥλιος οἷά τινα ὀμίχλην τὴν Λατινικὴν ὁμαιχμίαν διασκεδάζεις καὶ εἰς λαμπρὰν αἰθρίαν ἐξαίφνης μεταποιεῖς τὰ ἡμέτερα, καὶ τὸν ἐκ τῶν Σικελικῶν ἄντρων ἀναδύντα ἄγριον Τυφῶνα καὶ ἡμῖν ἐξ ὀλεθρίων ἐπιπνεύσαντα παρὰ δόξαν κατασιγάζεις καὶ εἰς ἑαυτὸν συντριβέντα συστραφῆναι ποιεῖς, κἂν ἔτι βρέμων δεινὸν ἀσθμαίνῃ πῦρ θυμοῦ τῇ βίᾳ τῶν φθασάντων θλιβόμενος. ὡς δὲ δώρημα τέλειον ὑψόθεν ἡμῖν καταβὰν καὶ τῆς εἰς ἡμᾶς ἱλαρωτέρας κῆρυξ προσνεύσεως τοῦ θείου τὴν ὕβριν καταπαύεις Μωὰβ καὶ τοὺς ὀνειδισμοὺς καὶ κονδυλισμοὺς τῶν υἱῶν Ἀμμών, οἷς τὸ τοῦ Θεοῦ ἅγιον ἔθνος ὠνείδιζον· καὶ Δάκης μέν σοι δουλαγωγεῖται, Δαλμάτης δὲ καὶ Ἰλλυριὸς ταπεινοῦταί σοι, ὑποπίπτει δ’ ὁ Παίων, ὁ δ’ Ἀλαμανὸς σπένδεται, καὶ ὅλως εἰς τὰς πλαγίῳ λόγῳ τοῖς πάλαι φημιζομένας χρυσᾶς ἡμέρας πεπαλινδρόμηκε τὰ ἡμέτερα καὶ εἰκότως.

Εἴ τις γὰρ θεόθεν εἰλήφει τὸ κράτος οὐκ ἐπινοίας ἀνθρωπίνης μεσιτευσάσης, καὶ αὐτὸς αὐτὸ προσειλήφεις, αὐτοκράτορ θεοειδέστατε· εἰ γὰρ καὶ διὰ Θεοῦ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται γράφουσι δικαιοσύνην, ἀλλ’ οὖν ἀριδηλότερον ἐπὶ σοί πως ἡ ἄνωθεν ῥοπὴ καὶ θεία καθυπούργηκε δύναμις, ἀμέσως, ἵν’ οὕτως εἴπω, καὶ ἀναιτίως τὸ πᾶν ἐξανύσασα· καὶ χάρις Θεῷ τῷ εἰς τὰ ἴδια πεψομφότι σε καὶ ὡς πνεῦμα ζωογόνον ἡμῖν ἐπιπέμψαντι καὶ κέρας ἐγηγερκότι σωτηρίας, οὐχ ὅπως ἐν τῷ οἴκῳ τοῦ νέου σοῦ καὶ πράου Δαυίδ, ἀλλὰ κἀπὶ τοῖς πιστοῖς ἅπασι διὰ σοῦ τοῖς εἰς αὐτὸν πλουτοῦσι πεποίθησιν, καὶ λίθον ἐμβεβληκότι ἀκρόγωνον τὰ διεστῶτα συνάπτοντα. ἅμα γὰρ ἐπέστης, καὶ ἅμα τοῖς ἀπ<ωρ>υγμένοις ἐχαρίσω τὸ ζώσιμον καὶ τὸ τοῦ Ἰεζεκιὴλ ἐκαινουργεῖτο ἄντικρυς ἐφ’ ἡμῖν· ὀστᾶ συνήγετο πρὸς ὀστᾶ καὶ τὰ τῆς ἀρχῆς ῥήγματα πρὸς μίαν διαρτίαν συνεπήγνυτό τε καὶ συνηρμόζετο. καὶ τοιοῦτος μὲν ὁ νυμφίος, ἵν’ ἐκ πολλῶν ὀλίγα εἴποιμι, ὅτι μηδ’ ὁ λόγος ἄλλο τι προὔθετο ἢ μόνον ᾆσαι τὰ τῆς σήμερον τελετῆς.

Ἡ δὲ μνηστευομένη σοι, αὐτοκράτορ, ἀρίστη μὲν καὶ τὸ κάλλος, ἐξαισία δὲ καὶ τὴν ὥραν, ἀξία δὲ καὶ τοιῷδε συζυγῆναί σοι ἄνακτι, καλὴ δὲ ἕως σφόδρα καὶ τὴν ἔνδον λαμπρότητα καὶ ποικίλη τῷ κόσμῳ τῶν ἀρετῶν καὶ περιρρεομένη ταύταις καθάπερ τισὶ κροσσωτοῖς, περιφανὴς δὲ καὶ τὸ γένος καὶ τῶν εὖ γεγονότων ὅτιπερ κράτιστον μετά γε σὲ τὸν ἀμύμονα ἄνακτα. ἀναφέρει γὰρ τὰς πρώτας τοῦ γένους καταβολὰς ἐς Καίσαρας Ἰουλίους καὶ Αὐγούστους τοὺς μοναρχήσαντας καὶ εἴ τι τῆς εὐδαίμονος ἐκείνης φύτλης περιβόητον καὶ ἐξαιρετόν· τὸ δὲ προσεχὲς ταυτησὶ γένος τῇ βασιλείᾳ ταύτῃ προσευγενισθὲν ἐπεκτήσατο πλείω τὴν εὔκλειαν καὶ δόξης μετέλαχε μείζονος· ὁ γὰρ ἐκ γένους σοι προσήκων μέγας αὐτοκράτωρ ἐκεῖνος, ὁ μᾶλλον διὰ τὸ τῶν ἀριστοπραξιῶν μέγεθος ἢ τὴν κλῆσιν τὸ θεώνυμον κληρωσάμενος, ἐκ τῆς γενεᾶς ταύτης ἐμνηστεύσατό οἱ γυναῖκα τὴν ἐν γυναιξὶ καλλίστην ἐκείνην, τὸ τοῦ γένους ὄντως ὀσφράδιον.

καλὴ μὲν οὖν ἡ νυμφευομένη σοι νεᾶνις, ὦ βασιλεῦ, καὶ δι’ ἅπερ ὁ λόγος εἴρηκεν (οὐ γὰρ βοῶπις μόνον καὶ χρυσῆ τὸ εἶδος καὶ δολιχόδειρος, ταῦτα δὴ ἃ ταῖς ἑαυτῶν θεαίναις Ἕλληνες ἐπεφήμιζον, ἀλλ’ ὅλη καλὴ καὶ ἕως σφόδρα καλὴ κἀν τῷ κάλλει πασῶν βασιλεύουσα) καλλίστη δὲ καὶ ὅτι σοι παρέστη ἐκ δεξιῶν καὶ τοῦ κάλλους αὐτῆς ἐπεθύμησας, οὗ χάριν καὶ τοῖς ὑπὲρ τοῦ συζυγῆναί σοι λόγοις τὸ οὖς κλίνασα, καθ’ ἣν ᾄδει θυγατέρα Δαυὶδ τοῦ τε οἰκείου λαοῦ ἐπελάθετο καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς ἀπεδήμησεν.

Ἐπὶ τοιούτοις ἡμῖν ἡ πανήγυρις καὶ τοιαῦτα ἑορτάζομεν σήμερον, δύο ἀγαθοποιῶν φωστήρων σύνοδον καὶ συνέλευσιν, οἳ καὶ στηρίζοντες ἅμα καὶ προποδίζοντες τὰς οἰκείας φαύσεις ποιοῖεν τῷ τῆς βασιλείας χρονίζοντες στερεώματι. εἱστίασε μέν ποτε καὶ ὁ βασιλεὺς Ἀλέξανδρος ἑαυτῷ τε καὶ τοῖς φίλοις γάμους μετὰ τὸ Δαρεῖον τὸν Πέρσην ἑλεῖν καὶ ἐς ἀνδρῶνα μὲν ἑκατόγκλινον τὸ δεῖπνον ἐποίει τὸ ἐπιγάμιον, κλίνη δὲ ἦν ἑκάστῳ ἀργυρόπους, χρυσόπους δὲ ἡ αὐτοῦ, ἅπασα δ’ ἐπέπαστο πέπλοις ἁλουργοῖς καὶ ποικίλοις ἐξ ὑφῆς μεγατίμου βαρβαρικῆς. οὐ ταῦτα δὲ μόνα τοῦ δείπνου ἦσαν φιλότιμα, ἀλλὰ καὶ αἱ πεζικαὶ δυνάμεις αἱ ναυτικαί τε καὶ ἱππικαὶ καὶ αἱ παρεπιδημοῦσαι τῷ τότε πρεσβεῖαι εἱστιῶντο ἀθρόαι πολυτελῶς, αἱ μὲν ἀντιπρόσωποι περὶ τὴν προαύλειον, αἱ δὲ κατακλινόμεναι σύνεγγυς. ἐπεὶ δὲ ἦν καιρὸς ἐς δαῖτα παριέναι, προσαλπιστὰ τὰ δεῖπνα ἐγίνοντο, τὸ μὲν συγκλητικὸν ᾀδούσης μέλος τῆς σάλπιγγος, ὅταν παρῄει δειπνήσων Ἀλέξανδρος, τὸ δ’ ἀνακλητικόν, ὅταν ἐσήμαινον ἀπαλλάττεσθαι· ἐφ’ ἱκαναῖς δ’ ἐφεξῆς ἡμέραις θύσας τοὺς γάμους καὶ τοῖς ἐξ Ἰνδικῆς θαυματοποιοῖς τραγῳδοῖς τε καὶ κωμικοῖς ἀνῆκε τὸν θάλαμον.

ἀλλ’ Ἀλέξανδρος μέν, εἰ καὶ τοῖς περὶ τὸν γάμον πολυτελέσι τούτοις ἐκόμπαζε καὶ πολλὴν ἐνεποίει τοῖς συνεστιωμένοις κατάπληξιν, ἀλλ’ οὐ κἀπὶ τοῖς ἄλλοις εἶχε μέγα φρονεῖν μὴ κατὰ τύχην οὖσι τὴν Ἀλεξάνδρου, περὶ δὲ τὰ καιριώτατα ὑποσκάζουσιν· ἥ τε γὰρ νυμφευομένη βάρβαρος ἦν καὶ ζωγρηθεῖσα χθὲς καὶ δορίκτητος, ὅτ’ Ἀλέξανδρος τῆς Ἑλληνικῆς ἐσθῆτος ἀντενεπορπεῖτο τὴν βάρβαρον καὶ ἀξύμφυλον εἰς τὸν πάτριον νόμον παρανομῶν. σοῦ δέ, νυμφίε καὶ βασιλεῦ, λαμπρὰ μὲν καὶ ὅσα περὶ τὸν θάλαμον καὶ πολλῷ τῶν Ἀλεξάνδρου τοῖς ἐχέφροσιν αἱρετώτερα, ὅτι καὶ χρηστοτέρας βασιλείας εἰσὶ σύμβολα καὶ οὐκ ἄντικρυς ὑπερφωνοῦντα φύσιν τὴν βρότειον οὐδὲ πρὸς τὸ βαρβαρικώτερον ἀποκλίνοντα, ἐκεῖνα δὲ πλοῦτος ἀστάτου τύχης μεταφερόμενος καὶ μήπω καθαρῶς Ἀλεξάνδρου γεγενημένα μεταπεπτώκει πρὸς ἕτερον· λαμπρότερα δὲ καὶ τὰ κατὰ τὴν νυμφευομένην σοι βασιλίδα καὶ οὐχ οἷάπερ ἐπ’ Ἀλεξάνδρῳ σχεδιάζοντες ἔπαιζον ἔρωτες ἐν μέσῃ τῇ πολεμίᾳ μιγνύντες τὰ ἄμικτα καὶ συνάπτοντες τὰ ἀσύναπτα, ὁπλισμὸν καὶ θαλιασμόν, αἷμα καὶ πόμα εἰρηναῖον, χάλκεον.

χιτῶνα καὶ στολὴν νυμφικήν, γέλωτα καὶ κλαυθμόν, ἠχὴν ἐνυάλιον καὶ γαμήλιον, σάλπιγγα καὶ φόρμιγγα, Ἀφροδίτην καὶ Ἄρεα, καὶ ὧν ἐδῄου τῆτες τὴν γῆν καὶ παρέλυε τῆς ἀρχῆς, τούτους ἄρτι πρὸς παιᾶνα καὶ ὑμέναιον παρεισφέροντες καὶ αὐτῷ ταύτην παρευνάζοντες σήμερον, ἣν ἡ τύχη χθὲς παρεῖχεν αἰχμάλωτον.

Πήγνυσι δὲ καὶ μῦθος παστάδα Πηλέως καὶ Θέτιδος καὶ ἑστιᾷ τοὺς θεοὺς ἐν ἄντρῳ πετρήεντι περί που ὄρος τὸ Πήλιον· καὶ Ἀπόλλων μὲν ἁρμόζεται κίθαριν φαεινήν, αἱ δὲ Μοῦσαι ἀναβάλλονται καλὸν ἀείδειν, μετ’ οὐ πολὺ δὲ εἰς νεῖκος αὐτοῖς περιίσταται τὸ συμπόσιον· ἡ γὰρ Ἔρις αὐτόκλητος εἰσφοιτᾷ καὶ τὸ μῆλον εἰς μέσον ῥιπτεῖ, κἀντεῦθεν τὸ πᾶν ἀνατέτραπται. τοιαῦτα μὲν καὶ τὰ μυθικά, ἐφ’ οἷς ἐμεγαλαύχουν οἱ ἐκ Πηλέως πάλαι καὶ Θέτιδος· τὰ δὲ νῦν ταῦτα τρισευτυχῆ νυμφεύματα ὑπὲρ τὰ μυθικὰ βελτίω καὶ εὐκλεέστερα· οὐ γὰρ ἄντρον ὧδε καὶ Πήλιον καὶ βαθεῖα ἐρημία καὶ ἀπάνθρωπος ἀναχώρησις, ἀλλ’ αἰγλήεις οἶκος ἀνακτορικός, ἡ δ’ Ἔρις πόρρω που ἀπελήλαται· τί γὰρ αὐτῇ καὶ νυμφῶνι τῷ βασιλικῷ; οὐδὲ τῷ μήλῳ τις ἐστὶν ἐνθάδε πάροδος. ἐκεῖ μὲν γὰρ εἰκότως εἰσερριπτεῖτο· περὶ γὰρ κάλλους ἤριζον ἅπασαι καὶ ἑκάστη βασιλευτέραν ἑαυτὴν εἰς εἶδος ἡγεῖτο καὶ κομίσασθαι τὸ μῆλον δεῖγμα τοῦ νικᾶν ἠγωνίζετο· ἐνταῦθα δὲ τὸ κατὰ πασῶν πρωτεῖον ἡ νύμφη κληρωσαμένη καὶ βασιλίς, ὑπὲρ μὲν Ἀφροδίτην τὸ εἶδος οὖσα καλή, συνετωτέρα δὲ καὶ βασιλικωτέρα Ἥρας καὶ Ἀθηνᾶς, τῇ μὲν Ἔριδι οὐδ’ ἐμβλέψαι τῷ νυμφῶνι βραχύ τι γοῦν συγκεχώρηκε, τὸ δὲ μῆλον ἔχει λαβοῦσα τοῦ κάλλους καὶ τῆς ἀρετῆς ἀναμφήριστον γέρας καὶ διαπρύσιον, δηλονότι τὸ συνάρχειν καὶ συμβασιλεύειν σοι τῷ ἄνακτι καὶ συνδεσπόζειν τῆς σφαιροσχήμου γῆς.

Ἐπεὶ οὖν οὐδ’ οἱ πάλαι νυμφῶνες καὶ θάλαμοι τοῖς ἡμετέροις τούτοις ἀνθάμιλλοι, ἀλλὰ τῶν μὲν ἐπίπαν ἐπιδοξότεροι, τῶν δὲ λίαν εἰσὶ χαριέστεροι, φέρε σκιρτήσωμεν ἐπ’ αὐτοῖς καὶ πανήγυριν ταύτην πασῶν χαρμονικωτέραν στησώμεθα· ἵνα δὲ πλείων εἴη τις ἡ διάχυσις, παρίτω μετὰ τῆς κιθάρας Δαυὶδ καὶ μέλος ᾀδέτω τὸ νυμφικόν, βασιλεὺς πρᾶος καὶ θεοπρόβλητος τῷ πραοτάτῳ καὶ θεοχειροτονήτῳ σοι αὐτοκράτορι, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· σοὶ <γ>ὰρ ᾄδειν ταῦτα τὸν φιλῳδὸν καὶ φιλόψαλμον Δαυὶδ εἴποιμεν ἄν, καλὸν καὶ νυμφίον ἀποκαλοῦντά σε καὶ πορευόμενον ἐκ παστοῦ αἴγλης γέμοντα καὶ μαρμαρυγῆς καὶ γίγαντα διὰ τὸ ταχὺ καὶ ἀνδρεῖον, οἷς χρησάμενος συνερίθοις εἰς τὴν τῆς αὐτοκρατορίας περιωπὴν ἀνέδραμες καὶ τὴν τῆς δικαιοσύνης μετ’ εὐφροσύνης τρέχεις ὁδόν· τὸ δὲ λοιπὸν τοῦ ψαλτῳδήματος, „ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ,“ τὴν τῆς σῆς αὐτοκρατορίας σεμνύνει δύναμιν καὶ τὸ μηδὲν αὐτὴν διαφεύγειν περιλαμβάνουσαν τὸ πᾶν τῇ τῆς εὐποιΐας θερμότητι. θέρεις γὰρ οὐχὶ φλέγεις ἀπὸ τοῦ τῆς ἀρχῆς ὑψώματος καὶ πᾶσι πάρει πάντ’ ἐφορῶν καὶ πάντ’ ἐπακούων, ταῦτα δὴ ἅπερ ὁ αἰσθητὸς οὗτος ὕμνηται παρὰ τοῖς ἔξωθεν ἥλιος.

καὶ Δαυὶδ μὲν τοιοῦτον ᾖσέ σοι τὸν ἐπιθαλάμιον τὰς τῆς ψαλμικῆς κιθάρας ἐπιτρέχων χορδάς· παρελθέτω δὲ καὶ αὐτὸς Σολομῶν κἀκ τοῦ τῶν ᾀσμάτων ᾄσματος ἁρμοζέσθω τὰ πρόσφορα ῥήματα· „ὁ νυμφίος καὶ καλὸς ἐκλελοχισμένος ἀπὸ μυρίων, κεφαλὴ αὐτοῦ ὡς χρυσίον καὶ φάζ, βόστρυχοι αὐτοῦ ὡς ἐλάται, σιαγόνες αὐτοῦ ὡς φιάλαι, φάρυγξ αὐτοῦ γλυκασμός, ὅλος ἐπιθυμία.“ Ἵνα δὲ μὴ ἐλλιπῆ εἴη τὰ χαροποιὰ ταῦτα καὶ ἐπινυμφίδια ᾄσματα, καὶ αὐτῇ τῇ βασιλίδι καὶ νύμφῃ τὰ νυμφικὰ προσᾳδέσθωσαν. καὶ Δαυὶδ μὲν αὖθις τὸ δεκάχορδον ψαλτήριον ἁρμοσάμενος ὑποκρεκέτω λέγων· „Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη“ εἴτε τῷ κόσμῳ τῶν ἀρετῶν τῷ ποικίλῳ τε καὶ παντοδαπῷ, εἴτε τῇ τῆς ἁλουργίδος περιπορπήσει καὶ τῷ βασιλικῷ μοδιόλῳ, οἷς αὐτὴν μετημφίασας τοῖς τῆς βασιλείας ἐξαιρέτοις καθωραΐσας συμβόλοις, ὥσπερ καὶ σὲ πρότερον δόξῃ καὶ τιμῇ Θεὸς ἐστεφάνωσε καὶ ἐχαρίσατό σοι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα πάντα ὑποτάξας ὑπὸ τοὺς πόδας σου.

ὁ δὲ Σολομῶν τὴν αὐτὴν ἣν ἐπὶ σοὶ ἀνελίττων βίβλον, ᾀδέτω καὶ οὗτος ὡραῖον αὐτῇ τὸ μελῴδημα καὶ ἐπαπορῶν οἷον ἐπὶ τῷ νῦν πρώτως ἰδέσθαι τὴν βασιλίδα τὰ σὰ περιπολοῦσαν ἀνάκτορα καὶ ἐπ’ ἀγαθῇ τύχῃ νυμφευομένην σοι· μετῆρας γὰρ ταύτην ὡς ἄμπελον, εἰ καὶ μὴ ἐξ Αἰγύπτου, ἀλλ’ ἐκεῖθεν ὅθεν καὶ τὰς αὐτοῦ θυγατέρας ἄγειν ἐντελεῖσθαί φησι τῷ βορρᾷ διὰ τοῦ προφήτου Θεός. „τίς αὕτη,“ φασκέτω, „ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος;“ εἰ δὲ δεῖ τι καὶ τῶν θυραίων μελῳδημάτων τοῖς θείοις τούτοις παραμῖξαι καὶ ἡμετέροις, ᾀδέτω καὶ Σαπφὼ ἡ ποιήτρια μετὰ χεῖρας ἔχουσα χορδότονον φόρμιγγα· „χαίροις ἁ νύμφα, χαιρέτω δ’ ὁ νυμφίος.“ Ἀλλά, βασιλεῦ, εἴη σοι καὶ τοὺς ὑπεναντίους ἡττᾶν καὶ τοιαῖσδε θαλιάζειν τελεταῖς τὸ ὑπήκοον. καὶ τῶν νυμφευμάτων τούτων καὶ συνδυάσεων σὺ μὲν ἴδοις υἱοὺς κἀκ τούτων αὖθις ἐπιγονὰς ἕως τρίτης καὶ τετάρτης γενεᾶς καὶ γένοιο εὐφραινόμενος ἐπ’ αὐτοῖς, οὐχ ὅτιπερ ἁπλῶς εἰς τὸν κόσμον εἰσήλθοσαν ἄνθρωποι, ἀλλ’ ὅτι καὶ τῶν Ῥωμαϊκῶν ἀλληλοδιάδοχοι σκήπτρων, ἡμεῖς δὲ δεσπότας πατρῴζοντας ἀκριβῶς, ὥστε συνεῖναί σε μεθ’ ἡμῶν ἐς ἀεὶ καὶ μετὰ γῆρας βαθὺ καὶ πιότατον ἐκλιπόντα μὴ ἐκλιπεῖν, οἷα ἑωραμένον ἐν τοῖς ἐκ τῆς ὀσφύος σου ἐκμαγείοις καὶ ἐν διαδοχαῖς οὕτως τὸ κράτος ἀδιάδοχον ἔχοντα.

εὕροι δὲ καὶ ἡ χείρ σου τοὺς ἐχθρούς σου καί σοι γένοιντο αἱ ἡμέραι ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ καὶ τὸ κράτος σου πολυχρόνιον.

Στίχοι τοῦ Χωνιάτου ἐπὶ ταῖς ἀναφωνήσεσι τῶν δήμων, ὁπηνίκα ὁ βασιλεὺς Ἰσαάκιος συνεζύγη τῇ θυγατρὶ τοῦ ῥηγὸς Οὐγγρίας Βελᾶ. Βασίλισσα τῶν ἡμερῶν ἡ σήμερον ἡμέρα, καθ’ ἣν ὁ μέγας βασιλεύς, ὁ σιδηροῦς βραχίων, ὁ γίγας Ἰσαάκιος, ὁ τῶν ἐθνῶν διώκτης, νυμφεύεται τρισευκλεῶς εἰς κοινωνίαν γάμου τὴν ἐκ ῥηγῶν <τῶν εὐγενῶν> καὶ τῶν περιωνύμων, τὴν ἀρεταῖς ἐκλάμπουσαν, ἀνθοῦσαν ἐν τῷ κάλλει, τὴν ὑπεράρασαν ἁπλῶς ἁπάσας ἐν τοῖς πᾶσι, τὴν πανταχοῦ βασίλισσαν, τὴν πανταχοῦ κρατοῦσαν.

Χαῖρε, <ναὶ> χαῖρε, βασιλεῦ, φρικτέ, βαρβαροκτόνε, ἀντίτυπε τοῦ λάμποντος ἐν οὐρανῷ φωσφόρου, ὅσας ἡμῖν φωτοβολεῖ, καὶ τόσας τὰς ἀκτῖνας λάμπεις αὐτὸς ὡς φεραυγής, καταφαιδρύνεις πάντας· ἰδοὺ καὶ δίσκος ἕτερος, χύσις φωτὸς ἑτέρα ἐκ συναφείας σου τῆς νῦν τῆς γαμικῆς ἀστράπτει· ἂν δὲ καὶ φῶτα λάμπουσιν ἔνδοθεν τῆς πορφύρας ἀπὸ τῶν ἄρτι τελετῶν τοῦ βασιλείου γάμου, ὁποῖός σοι φλεγήσεται χορὸς τῶν ἀλλοθρόων.

Χαῖρε, χαριτοβλέφαρε, τῶν γυναικῶν ἀρίστη, ῥηγῶν μεγάλων βλάστημα, παλαιστεφῶν, ἀλκίμων, ἣν δίκην ἀπαστράπτουσαν σελήνης ὁλοκύκλου νυμφεύεται τρισευκλεῶς ἐν νυμφιδίοις λέκτροις αὐτάναξ Ἰσαάκιος Ἄγγελος Αὐσονάρχης, ὁ σκήπτρων τῶν Ῥωμαϊκῶν ἔννομος κληρονόμος· χαῖρε καὶ πορφυρόπαιδας ἀποκυήσοις παῖδας, γενναίους, βριαρόχειρας, ἀλκίμους, πατρομοίους, ὡς φθάσαι τοὺς ἀγγελικοὺς ἀλληλοδιαδόχους ἕως τερμάτων χρονικῶν, ἕως τῆς συντελείας.

Λέγουσι, θεῖε βασιλεῦ, καὶ τὸν ἀντίτυπόν σου τὸν σελασφόρον ἥλιον θύειν ποτὲ τοὺς γάμους καὶ τῶν βατράχων τὴν πληθὺν ἐλεεινολογεῖσθαι, ὡς τῷ πολλῷ πυρσεύματι τῆς ἀκτινοβολίας μελλούσης τῆς ὑγρότητος φθαρῆναι τῶν τελμάτων· ἂν γοῦν τοῖς γάμοις ἥλιος ἐφόβει τοὺς βατράχους, ἀπάρτι τί ποιήσουσιν οἱ τῶν ἐθνῶν δυνάσται γάμους τοὺς σοὺς μανθάνοντες καὶ τὰς παστοπηγίας καὶ προσδοκῶντες ἀπ’ αὐτῶν ἀκτῖνας φαιδροτάτας; ὡσεὶ κηρὸς τακήσονται, καὶ πάντες ἀπολοῦνται.

Ἰδοὺ καιρὸς εὐφρόσυνος καὶ χαρμονῆς ἡμέρα· πάντες ἀγαλλιάσθωσαν, τὰ πάντα μειδιάτω ταῖς ἑορταῖς καὶ τελεταῖς τῶν αὐτοκρατορούντων, καθ’ ἃς ὡραῖος ἐκ παστοῦ προέρχεται νυμφίος αὐτάναξ Ἰσαάκιος Ἄγγελος Αὐσονάρχης καὶ τὴν ὑψίδρομον ὁδὸν τῆς αὐτοκρατορίας ἀγαλλιάσεται δραμεῖν ὥσπερ ἀκάμας γίγας, τιθεὶς ἀπ’ ἄκρων οὐρανοῦ τὴν ἔξοδον τοῦ κράτους καὶ τὴν κατάντησιν αὐτοῦ μέχρι δυσμῶν ἐσχάτων, ὥστε μηδένα τὴν αὐτοῦ θέρμην ἀποκρυβῆναι.

Ναί, ναί, σκηπτοῦχε βασιλεῦ, ναί, ναί, φρικτὲ βαρβάροις, ἐξάπλου καὶ μεγέθυνε μέχρις καὶ συντελείας σειρὰν χρυσῆν προγονικὴν σῆς αὐτοκρατορίας καὶ πρόσθες παῖδας τοῖς παισὶν ὡς νίκας ἐπὶ νίκαις ἀεὶ νικῶν τὰ παλαιὰ καλοῖς τοῖς νεωτέροις, ὅπως τὸ σύμπαν πλήρωμα τοῦ κράτους τῶν Αὐσόνων τοῖς ἐξ ὀσφύος σου σκιρτᾷ, χορεύῃ σου ταῖς νίκαις.

Συνεύχονταί μοι καί φασιν οἱ συμπαρεστηκότες· „Γένοιτο ταῦτα, γένοιτο· γένοιτο, πέρας λάβοι, Θεὲ θεῶν, ὁ βασιλεὺς πάντων τῶν βασιλέων.“