Ἔργον
Νικήτας Χωνιάτης – Λόγοι (1-18)
Λόγος 9: Προσφώνηση προς τον αυτοκράτορα Αλέξιο Γ' Άγγελο επί τη επιστροφή του
Εγκώμιο για την επιστροφή του αυτοκράτορα μετά την ειρηνική υποταγή των Περσών και την καταδίκη των εσωτερικών σφετεριστών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος 9: Προσφώνηση προς τον αυτοκράτορα Αλέξιο Γ' Άγγελο επί τη επιστροφή του
Εγκώμιο για την επιστροφή του αυτοκράτορα μετά την ειρηνική υποταγή των Περσών και την καταδίκη των εσωτερικών σφετεριστών.
Τοῦ αὐτοῦ· Λόγος εἰς τὸν αὐτοκράτορα κῦρ Ἀλέξιον τὸν Κομνηνὸν ὑποστρέψαντα ἐκ τῆς ἕως μετὰ τὰς σπονδὰς τὰς μετὰ τοῦ σουλτάνου· προσεχῶς δὲ γέγονε καὶ ἡ ἐπανάστασις κατὰ τοῦ βασιλέως τούτου τοῦ Κομνηνοῦ Ἰωάννου, τοῦ λεγομένου Παχέος· εἷλκε δὲ τὸ πρὸς πατρὸς γένος ἐκ τοῦ μεγάλου δομεστίκου τοῦ λεγομένου Ἀξούχ, ὃς ἦν Πέρσης. Γλυκὺς καὶ ἥλιος μετὰ νέφος, ἡδὺ καὶ ἔαρ μετὰ χειμῶνος κατήφειαν, χαρίεσσα καὶ χύσις θαλάσσης τοῦ κύματος ἀφυβρίσαντος· ἀλλ’ οὐχ οὕτως ἀσπάσια ταυτὶ καὶ ἐράσμια, ὡς ὄψις βασιλέως τὸν τρόπον ἐπιεικοῦς, τὰς χεῖρας μεγαλουργοῦ, περιδεξίου τοῖς ἅπασι καὶ ἠπίου πατρὸς δίκην τὸ ὑπ’ ἀρχὴν περιέποντος, ἄρτι τῶν κοινῶν καμάτων ἐπανιόντος καὶ μεθ’ ἡμέρας πλείους τοῖς ὑπηκόοις ἢ πάλαι Χριστὸς τοῖς Ἀποστόλοις ἐπιστάντος καὶ τὴν μετ’ ἐθνῶν εἰρήνην βραβεύοντος, ἃ τῶν Ῥωμαϊκῶν πρότερον συχνὰ κατέχασκον πόλεων καὶ ὡς ᾅδου στόμια τὰ τούτων ἐπλάτυνον στόματα.
Ὅθεν οὐ μόνον οὗτος παρὼν ἀντάξιος κρίνεται τοῦ παντός, ἀλλά γε καὶ ἀπὼν περὶ πλείστου τοῖς ὑπὸ χεῖρα τίθεται καὶ τῆς ὁθενοῦν ἐπανήκων ἀπουσίας ὑπτίαις χερσὶν ὑποδέχεται καὶ χρηστοτέραις δεξιοῦται προσλαλιαῖς· τοῦτο δὴ ὃ καὶ τὸ γερουσιάζον ἡμέτερον πλήρωμα, θειότατε, πέπονθε, βασιλεῦ, τοῦ σοῦ κράτους ἐξ ἡμῶν ἀπάραντος· μηδὲ γὰρ φέρειν ἔχοντες ἄλλοθί που καὶ πρὸς βραχύ σε διατρίβειν, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τοῦτο μέν, ὡς οὐκ ἔστι καὶ διηγήσασθαι, δυσχεραίνοντες ἠχθόμεθα, τοῦτο δὲ χερσί τε καὶ νεύμασι καὶ τοῖς πρὸς τὸ θεῖον ἱκεσιασμοῖς καὶ γουνάσμασι πρὸς ἑαυτοὺς ἐπεσπώμεθα καὶ ἀνθείλκομεν ἐπιστῆναί τε καὶ ἐποφθῆναι πάλιν ἡμῖν. καὶ πρὸ τοῦ ἀπᾶραί σε μικροῦ ἱμειρόμεθα· οὔπω τῶν ἡμετέρων ὀφθαλμῶν ἀπεκρύβης, καὶ πρὸς ἡμᾶς ἐκαρδιώττομεν ἐπεστράφθαι σε μακροτάτην προθεσμίαν καὶ πλείστην διάστασιν καὶ ὅλον ἀτεχνῶς αἰῶνα καὶ τὰς εὐαρίθμους ἡμέρας συλλογιζόμενοι· οὕτω φιλοβασιλεῖς ἡμεῖς ἐσμέν σοι καὶ φιλαλέξιοι· οὕτως ἰσχυρὸν βασιλέως χρηστότης καὶ οὐδὲν αὐτῇ τῶν ὄντων ἀνθαμιλλᾶσθαι δύναται· οὐχ οὕτω Μακεδόνες περιεῖπον Ἀλέξανδρον καὶ Πέρσαι Κῦρον περιεσπούδαζον καὶ Ῥωμαῖοι Μάρκον πεφιλήκασιν ἐκ ψυχῆς τὸ εὔνουν τῶν κρατούντων ἀγάμενοι, ὡς ἡμεῖς σου, ὦ βασιλεῦ, σχετικῶς ἐξεχόμεθα.
Ἀτὰρ ἐκ τῆς ὑπὲρ ἡμῶν ἀποδημίας ἐπανιόντα σε δεχόμεθά τε ἀσμένως, ὡς ἄλλον τῶν αὐτοκρατόρων οὐδένες πω, καὶ περιχαρῶς οὑτωσὶ προσφθεγγόμεθα πρὸ τῶν ποδῶν σου βάλλοντες ἑαυτοὺς καὶ τὰ τούτων ἀτεχνῶς περιλιχμώμενοι πέλματα· „ὡς ἡμῖν ἐπανῆλθες τὸ γλυκὺ φάος, τὸ μειλίχιον ὄμμα, ἡ γαλήνιος θέα, τὸ πάγκοινον ἀγαλλίαμα· ἦλθες, ἦλθες ὁ τῶν βαρβάρων φοβήτωρ, ὁ τῶν τυράννων λικμήτωρ· ἦλθες ὁ ἐν ἄναξι ποθεινὸς ὡς καὶ ἐν ἄστρασιν ἥλιος φαεινός, <καλὸς> καὶ καθ’ ἑαυτὸν καὶ τοῖς πᾶσιν ἐπέραστος, καλλίων δὲ διὰ τὰ ἐξ ὑπογυίου σοι ἠνυσμένα· ἐπεὶ καὶ ἡ μικρά σοι ἄπαρσις αὕτη ἢ μᾶλλον <εἰπεῖν ἡ> βραχεῖα μετάβασις σωτηριώδεις οὐκ ὀλίγας πράξεις εἰργάσατο.“ Οὔπω καθαρῶς ἐπέβης τῆς Περαίας, ἀλλ’ ἔτι διεπορθμεύου τὸν Ἑλλήσποντον συρόμενον τουτονὶ θαλάττιον ὁλκόν, καὶ φήμῃ ὁ Περσάρχης ἀπτέρῳ καὶ ἀκοῇ ὀρθίᾳ τὴν σὴν παρειληφὼς κίνησιν τὸ σὸν ἀστεροπαῖον ὑπεβλέψατο ὅρμημα, ὡς οὐδὲ κνώδαλα βρυχητίου λέοντος ὑπέπτηξαν ἐρυγήν, καὶ τῶν πρώην ὑπερόγκων ἐνδεδώκει σκεμμάτων καὶ βουλευμάτων· ἥν τε κατὰ Ῥωμαίων στιλβώσας αἰχμὴν ἐσπάσατο, ταύτην ἐνθάψας τῷ κουλεῷ παρὰ δόξαν, ἵνα μὴ ἐν αὐτῇ ἀπολεῖται, ὑπόσπονδος τὸ καινὸν καὶ ἱκέτης ὑπὲρ εἰρήνης ὁ πρὸ τρίτης ἄσπονδος καὶ ὑπέραυχος καὶ τὰ τοῦ Ξέρξου διαπειλούμενος ἄντικρυς αἰφνηδὸν καθεώραται.
οὕτω πάλαι καὶ Θεὸς μεγαλύνεται ἄπρακτον τὸν ὑβριστὴν ἐπαναστρέφων Ῥαψάκην καὶ συγχέων εἰς γλώσσας τὴν ἐπὶ κακὸν τῶν πλείστων συνέλευσιν.
Καλὰ μὲν οὖν σοι, θεοείκελε αὐτοκράτορ, καὶ τὰ μετ’ ἀσπίδος συχνῆς καὶ ἵππου εὐοπλοτάτης τροπαιουχήματα· ἄριστα δὲ οὐχ ἥκιστα πρὸς τοῖσδε καὶ τὰ ἀναίμακτα, ὅσῳ καὶ τὸ βαρβαρικὸν ταπεινοῦταί σοι λόγῳ καὶ ὑποκέκυφε τοῖς βουλεύμασιν, ὡς αἱ νόσοι πάλαι ῥήματι Χριστοῦ ἐδραπέτευον· καὶ ἡ νίκη πρόεισιν ἄδακρυς· καὶ αὐτὸς δὲ ἀνδροκτασίας ἄνευ καὶ θυραυλίας καὶ μώλου τοῦ ἐκ τοῦ θώρακος τροπαιοφόρος ἔχεις ἀκούων· κἀκεῖνα, ὁπόσα καὶ δρᾶν ἤμελλες, εἰ κατὰ βαρβάρων ἀπαίρων τὸν Ἄρεος στρεπτὸν χιτῶνα περιημπίσχου καὶ ἵππον ἀνέβαινες τὸν πολεμιστήριον· οὕτω δεῆσαν καὶ βουλεύμασι μετελθεῖν τὸ πολέμιον καὶ χειρὶ καὶ ὅπλοις αὐτὸ παραστήσασθαι, κατ’ ἄμφω γίνῃ θεόθεν κατορθωτικὸς καὶ ἐνδέξιος· εἰ τοίνυν φύγῃ σου τὸ βέλος ὁ βάρβαρος, ταῖς τῶν λόγων ἄρκυσιν ἁλώσεται δήπουθεν, ῥημάτων βουλόμενος παράπαν εἶναι ἀχείρωτος, ὡς γοῦν εἰς κῶνον τὴν σὴν δολιχόσκιον αἰχμὴν ἐμπεσὼν τανηλεγέα ὕπνον ἐσεῖται καταδαρθών.
Τοιαύτην ἰσχὺν ἀμφιδέξιον Ἀπόλλωνι μὲν μυθίζουσιν Ἕλληνες κίθαριν καὶ λόγχην αὐτῷ ἐγχειρίζοντες, ἡ δὲ βίβλος τῶν Βασιλειῶν ἐπισημαίνεται τῷ Δαυὶδ σοφὸν ἐν λόγοις τοῦτον ἀναστηλοῦσα καὶ τὰς χεῖρας ἐξ ὤμων ἀάπτους φύοντα· οὗ δὴ καὶ τὴν εἰκόνα τὴν σὴν σαφῶς ἀπεξεσμένην ἐν σοὶ θεώμεθα, βασιλεῦ, ὡς εἶναι κατὰ τοῦτο μόνον διαλλάττον τοῦ ἀρχετύπου τὸ ἔκτυπον, ὅτι ὁ μὲν ἐν τοῖς ἀνόπιν χρόνοις γεγένηται καὶ βασιλεύσας πάλαι Παλαιστίνης ἀπογεγένηται, σὺ δὲ τὴν αὐτοκράτορα διέπεις ἀρχήν· ἐπεὶ καὶ εἰ παράλληλα θείημεν Δαυὶδ καὶ Ἀλέξιον, ἄμφω σοφὼ ἐν λόγοις εὑρήσομεν, ἄμφω τὰς χεῖρας θεοδιδάκτω πρὸς πόλεμον, ἀπαραβλήτω τὸ κάλλος τοῦ σώματος, ἀνανθαμίλλω ψυχῆς τὴν εὐγένειαν, ἀνεικάστω τὸ συμπαθὲς καὶ ἀόργητον· καὶ τὸ δὴ μεῖζον, ὥσπερ οὐδαμῶς ὠφέλησεν ἐχθρὸς ἐν ἐκείνῳ, οὔτε μὴν υἱὸς ἀνομίας τοῦ κακῶσαι προσέθετο, οὕτω δὴ καὶ ἐπὶ σοὶ ἅπας ἐπανιστάμενος διακενῆς κακουργεῖ, ὥς τε τῶν προβάντων ἔκ τε τῶν προσφάτων ἠκριβωσάμεθα.
Ἰδοὺ γὰρ ὁ μὲν Πέρσης ὑποπεπτώκει σοι καὶ ταῖς σαῖς ἐπιταγαῖς ὑπεχάλασεν οὐχ ἵππῳ σε Ἀρραβίῳ ἐνοπτρισάμενος ἔποχον οὐδὲ θωρακισάμενον καὶ ξυναγείραντα στρατιάν, ἀλλ’ ἅμα γραμμάτιον ταῖς σαῖς ὑποσημανθὲν εἰλήφει χερσί, καὶ ἅμα λόγχην κατ’ αὐτοῦ χαλκευθεῖσαν τὸν ὑπογραφέα κάλαμον φαντασάμενος, τὸ δ’ ἐρυθρόδανον ὡς αἷμα τῶν αὐτοῦ καταρρεῦσαν σαρκῶν, ὤχρῳ τε συνείληπται καὶ τῷ δέει τὰς φρένας ἀλλοιωθεὶς ὑποπέπτωκε.
Καὶ ὁ μὲν οὕτως· ὁ δέ γε πανώλης ἐκεῖνος ἀποστάτης, ὁ φθόριμος καὶ προκοίλιος, δίκας γενναίας ἐξαυτῆς δοὺς ὧν εἰς σὲ πεπαρῴνηκε, κακῶς ἀπόλωλεν ὁ κακός. οὐχ οὕτως ὁ πρωτόγονος καὶ ἀρχέκακος Σατὰν τῶν οὐρανίων σφαιρωμάτων ἐξάπινα καταβέβληται, ὡς οὗτος ἐν ἀκαρεῖ θρανίδος τῆς ἀρχικῆς κατωκάρα καὶ κύμβαχος ἀνατέτραπται παχέως οὕτω καὶ ἀναισθήτως κατά σου τοῦ χριστοῦ Κυρίου πονηρὸν τεκτηνάμενος σύστρεμμα. φεῦ, φεῦ, πρὸς τίνα τρόπον καὶ κατὰ τίνος ὁ τίς; ὁ μηδὲ καθαρῶς ἐγγενής, ἀλλ’ οἰκογενὴς ὡς πάλαι καὶ Ἰσμαὴλ τοῦ γνησίου καὶ ἐννόμου τῆς βασιλείας ὅρπηκος, ὁ κρεωβριθὴς θύλακος τοῦ εὐήλικος καὶ ὀρθίου κατὰ πύργον Δαυὶδ βλέποντα πρόσωπον Δαμασκοῦ, ὁ δυσειδὴς τοῦ θεοειδοῦς, ὁ πρὸς ἄρσιν μικροῦ καὶ τετραρρύμου δεόμενος ἅρματος, ᾧ πάλαι Ἀβραδάτης πομπευτικῶς ἐπεκάθητο, τοῦ κούφως ἁλλομένου καθ’ ἵππων καὶ σωτηρίαν ἡμετέραν τιθεμένου τὴν ἱππασίαν. εἰ καὶ Σαοὺλ ἐν προφήταις; εἰ καὶ ὁ προγάστωρ ἐν βασιλεῦσι;
Χάρις σοι τοίνυν, θειότατε βασιλεῦ, ὅτι κατὰ τὸν θεόπτην Μωϋσῆν ἀνδρισάμενος τῆς τοῦ ταυροκράνου λατρείας ἡμᾶς ἐξήρπασας, ὃ μωρὸς λαὸς καὶ οὐχὶ σοφὸς Θεοῦ καὶ βασιλέως ἀμφοτέρων κτησαμένων ἐπιλαθόμενος μετὰ μέθην ἀμαθῶς ἐχοάνευσε καὶ κύψας φρενοβλαβῶς ὡς βασιλεῖ προσεφέρετο μὴ εἰδὼς ἐξ ἀβελτηρίας ὡς εἰς τετρημένον πίθον ἀντλεῖ τὰ ἀναγορευτήρια ῥήματα καὶ χρυσοῦν ἐνώτιον ἐν ῥινὶ ὑός, τῷ συώδει ἐκείνῳ τὴν πιμελήν, τὸ σεμνὸν τῆς βασιλείας περιτίθησιν ὄνομα, καὶ ὡς εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ τὸν ἐν ἀνθρώποις μεγάπλευρον ἐκεῖνον βοῦν καὶ πλούσιον τὰς σάρκας τῆς βασιλείας ὁπωσοῦν ἐπιτεύξασθαι. ὡς προσφυῶς οἱ σύρφακες καὶ οἱ ξύγκλυδες, αἱ ἀργαὶ γαστέρες καὶ ὧν ἡ κοιλία θεός, εἰς βασιλέα ἑαυτῶν προεστήσαντο λαιμὸν καὶ φάρυγγα ἄνθρωπον, ἢ τὸ τοῦ πάλαι σοφοῦ, μείζω τοῦ σώματος τὴν κύνα τὴν γαστέρα τρέφοντα· πλὴν ἀποστολικῶς εἰπεῖν, καὶ ταύτην καὶ τούτους καταργήσας ἔχει Θεὸς ἐπιτιμήσει τῇ σῇ εἰς νοῦν ἀδόκιμον παραδούς, ὥστε μὴ ποιεῖν τὰ καθήκοντα.
Ὅτε καὶ ὁ μὲν ἀποστάτης κατὰ τὸν παρ’ Εὐαγγελίοις ἐκεῖνον, οὗπερ εὐφόρησεν ἡ χώρα, μείζονας ἀποθήκας ἐφαντάζετο καὶ βασίλειον στολὴν τῷ νῷ περιήρχετο ἀπολαύσεις τε τῇ ἑαυτοῦ προεχορήγει ψυχῇ πλείους· ὁ δ’ ἐφ’ ἅπασι συνέριθος σὸς καὶ προφύλαξ, ὁ τῆς μεγάλης βουλῆς τῆς τοῦ πατρὸς ἄγγελος, ἐκμυκτηρίζων αὐτὸν τῶν βουλευμάτων, „ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ,“ μόνον οὐκ ἐπέλεγεν ἐφιστάμενος. ἢ καὶ ἄλλως, σὺ μέν, ὦ βασιλεῦ, ὑπανεκρούου τηνικαῦτα μετὰ Δαυὶδ ἐφ’ ὁμοίοις δήπου τοῖς συναντήμασι· „Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο· εἰ ἔστιν ἀδικία ἐν χερσί μου· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός.“ Θεὸς δ’ ὑψόθεν καὶ ἠρέμα σοι ἀντεπῇδε καταψῶν καὶ διακουφίζων τὰ προσέρποντα δυσχερῆ· „ἐπιπέσοι ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.“ ὃ καὶ παρὰ πόδας ἐπηκολούθησε. καὶ νῦν ὡς ἐπ’ ἀτελευτήτῳ τῷ ἔργῳ τῆς τυραννίδος καὶ γλῶσσαι μὲν Κερκώπων κατὰ τῆς κακεργάτιδος στωμύλλονται κεφαλῆς ᾐωρημένης ἄνω ἐς ἁψῖδα μετέωρον· καὶ κορῶναι δὲ οὐχ ἧττον λακέρυζαι παρ’ αὐτὴν ἐφιπτάμεναι κρώζουσιν· ἡ δὲ καὶ αὐτὴ σεσηρυῖα <ὑπ’> ἀνέμου εἰσπνέοντος τὴν οἰκείαν ὀλολύζει παράνοιαν.
Ἀλλ’ εἴης, ὦ βασιλεῦ, καὶ τοὺς ἐντὸς τυράννους χειρούμενος καὶ τοὺς ἐκτὸς βαρβάρους <τ>ροπούμενος· συνάρχοι δέ σοι καὶ συνδεσπόζοι ἡ φερώνυμος τῷ ὄντι βασίλισσα, ἡ καὶ κάλλει μὲν σωματικῷ πασῶν γυναικῶν ὑπερέχουσα, μάλιστα δὲ καὶ ὑπεράγαν ταῖς βασιλίσι τῶν ἀρετῶν καὶ τῷ περιόντι δήπουθεν τῆς συνέσεως. καὶ εἰ μὲν δυνατόν, εἴης ἀθάνατος καὶ ἀκήρατος, ὡς δὲ τοῦτο ἡ βρότειος φύσις οὐ δίδωσι, τοῖς γοῦν ἐκλεκτοῖς ἐκεῖ καταλεγείης παρὰ Θεῷ καὶ συμβασιλεύοις, ᾧ ἐνταῦθα βασιλεύῃ, Χριστῷ ἀπὸ ζωῆς εἰς ζωήν, ἐξ εὐφροσύνης τε εἰς εὐφροσύνην κατὰ Παῦλον μεταπορευσάμενος, ὀψὲ μέντοι καὶ μετὰ κληρονόμον ἔννομον τῆς ἀρχῆς εὐδαίμονά τε παντάπασιν εὐγηρίαν καὶ κράτος εὔθυμον, πολυχρόνιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.