Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Χωνιάτης – Πανοπλία δογματική

Νικήτας Χωνιάτης

Σκοπός και μεθοδολογία της συγγραφής

Ιστορική αναδρομή στην εμφάνιση των αιρέσεων, κριτική αποτίμηση προγενέστερων αιρεσιολογικών κειμένων και έκθεση του σχεδίου και της δομής του παρόντος έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Χωνιάτης

—

Κεφάλαιο 5 από 5

Ὃ δέ με πολλάκις ᾔτησας, τοῦτο καὶ δὴ ἀσπασίως παρέχω σοι, συλλογὴν ποιησάμενος πασῶν αἱρέσεων, δῶρον οὐδενὸς τῶν παρ’ ἀνθρώποις τιμίων ἐλαῦνον ὕστατον, ἀλλὰ πολλῷ τιμηέστατον πάντων κρινόμενον παρ’ οἷς ἡ εὐσέβεια τῶν ἄλλων προτίθεται καὶ τὸ ἐπίστασθαι, οἵαις χρεὼν τὸ θεῖον δόξαις τιμᾶν, καὶ τούτων ἐκείνοις μάλιστα, οἳ πολλὰς ἀνελίττειν βίβλους καὶ οὕτω τὰ περὶ τῶν αἱρέσεων εἰδέναι μὴ ἔχουσιν ἢ μὴ ἐνευκαιροῦντες τῇ ἀναγνώσει ἢ ἑτέρως τῶν κατὰ σκοπὸν ἐκκρουόμενοι.

Ὁ μὲν οὖν Κῶος Ἱπποκράτης περὶ τῆς φιλανθρώπου τέχνης διαλεγόμενος χαριέντως διέξεισιν οὑτωσί· “εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεεν.” ὁ δ’ ἐραστὴς εὐσεβείας καὶ τῷ πολυσχιδεῖ τῶν αἱρέσεων τὴν ψυχὴν παθαινόμενος εἴπῃ ἂν οὐκ ἀπᾳδόντως, ὡς εἰ ἐμείναμεν ὅπερ ἦμεν μηδὲ παρείδομεν ἃ ἐνετάλθημεν, ἕνα ἂν ᾔδειμεν Θεὸν καὶ πρὸς αὐτὸν συνενεύομεν ἀνεπίστροφοι τῶν ὧδε δεικνύμενοι τὸν ἐκ πηλοῦ ἡμᾶς διηρτικότα καὶ λόγῳ τὸ πᾶν συστησάμενον. νῦν δὲ τῷ ἀρχεκάκῳ συμβούλῳ χρησάμενοι τῆς ἐν παραδείσῳ διαγωγῆς ἀπερρίφημεν καὶ τῆς ὄψεως Θεοῦ ἀπηνέχθημεν. ἀμέλει καὶ τῷ κακῷ ἕτερον ἀεὶ χείριστον ἐκκορυφοῦντες καὶ τὸ Θεῷ ἁρμόδιον σέβας καὶ τὴν δόξαν καὶ τὴν προσκύνησιν στοιχείοις καὶ κνωδάλοις καὶ κακοδαίμοσιν ἀνθρώποις ἀπεκληρώσαμεν εἰς νοῦν παραδοθέντες ἀδόκιμον, ὥστε τὰ μὴ καθήκοντα δρᾶν. οὐκοῦν ἡ μία τῶν ἁπάντων φωνὴ καὶ τὸ ἓν χεῖλος εἰς γλώσσας συνεχέθημεν πλείονας καὶ ἡ τοῦ θείου ἑνιαία τιμὴ εἰς πολλαπλασίονα τῶν γλωσσῶν διαμεμέρισται τμήματα, ὡς μηδὲν εἶναι τῶν περὶ Θεοῦ λεγομένων πολυπλοκώτερον· ἄλλα μὲν γὰρ ἄλλοις καὶ ἄλλοις ἀσύμφωνα τούτοις καὶ ἑτέροις ἐναντία σφίσι καὶ τούτοις ὑφ’ ἑτέρων ἀντίδοξα παρὰ πολλῶν ἐκδέδοται καὶ δεδόξασται.

Τῷ τοι καὶ πλεῖστοι μὲν τῶν πάλαι θεοσόφων ἀνδρῶν λόγῳ τὰς αἱρέσεις δεδώκασι, πλὴν οὐ πάντες πάσας ἔνι συγγράμματι διειλήφασι καὶ τούτων κατέδραμον· ἀλλὰ Θεοδώρητος μέν, ὁ τὰ θεῖα φιλοπονώτατος, κατάλογον αὐτῶν ποιησάμενος, ὥσπερ καὶ πρὸ τούτου ἕτεροι, ἐκείνας προθελύμνους ἐξέτεμεν καὶ ὡς δωμάτων χόρτον πυρὶ παρέπεμψεν, ὅσας ὁ κατ’ αὐτοὺς ἀνέφυσε χρόνος ὡσεὶ καὶ φθοροποιὰ κώνεια. ἡ δὲ δέλτος, ἥτις Δογματικὴ Πανοπλία ὠνόμασται, τῶν μὲν παλαιτέρων αἱρέσεων βραχύν τινα λόγον ἔθετο, ἐκ δὲ τοῦ Λίβυος Σαβελλίου καί τινων ἀνόπιν γενομένων καταρξάμενος τὰ μὲν ἐπ’ ἀνατροπῇ τούτων εἰρημένα πρὸς τῶν πατέρων ἐν πλείσταις περικοπαῖς παρέθετο, παρῆκε δ’ ὅλως εἰπεῖν καὶ ὅθεν τούτων γεννήτορες ὥρμηντο καὶ ποίᾳ βιοτῇ ἐχρήσαντο.

Αὐτὸς δ’ ἔγωγε τῇ σῇ χαριζόμενος εὐσεβείᾳ, ἅμα δὲ καὶ τῆς σῆς προθέσεως στοχαζόμενος τάς τε παλαιφυεῖς αἱρέσεις συγγράψομαι μετὰ καί τινων ἡμετέρων ἀντιθέσεων εὐσυνόπτων καὶ σαφηνείας ἐχομένων, ἔπειτα δὲ παραθήσομαι ὧν ἡ δογματικὴ σέλις ἐμνήσατο, ἔτι γε μὴν οὐδ’ αὐτῶν ἀφέξομαι τῶν τὰς αἱρέσεις συνθεμένων ἀνδρῶν, ἵν’ ἔχῃς εἰδέναι μὴ μόνον ἃ κατὰ Θεοῦ ἐξερεύξαντο οἱ σοφοὶ τοῦ αἰῶνος τούτου βλάσφημα ῥήματα εἰς οὐρανὸν τὸ στόμα θέμενοι, ἀλλὰ καὶ ὅθεν εἷλκον τὴν γένεσιν καὶ οἵαν σπάρταν ἔλαχον. ἐφεξῆς δὲ καί τινων καιρίων ἄλλων συλλογὴν ἐργάσομαι, ὅπως μίαν ἀνελίττων βίβλον τῷ πολυειδεῖ τοῦ συγγράμματος χαίρῃς κἀκ τούτου ἐρανίζῃ πανάκειαν τοῖς ὀλεθρίοις ἀντίμαχον δόγμασιν. ἔνθεν τοι καὶ τοῦ λέγειν ἐνθένδε ἄρξομαι.