Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κατὰ Ἀρμενίων καὶ Λατίνων περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Η απόρριψη του μωσαϊκού Νόμου και η ιστορική τεκμηρίωση

Ανάλυση της παρουσίας του Αγίου Πνεύματος στον ευχαριστιακό άρτο, καταδίκη της εμμονής στις ιουδαϊκές διατάξεις και χρονολογική τεκμηρίωση ότι δεν υφίσταντο άζυμα κατά την τέλεση του Μυστικού Δείπνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 2 από 4

Καὶ ὅρα μοι τὴν τῶν ἀμφοτέρων ποιότητα, τοῦ λόγου τῇ διαιρέσει προσχών. Ἐν τοῖς ἀζύμοις οὐδεμία τίς ἐστι ζωτικὴ δύναμις (νεκρὰ γάρ εἰσιν)· ἐν δὲ τῷ σώματι τοῦ Χριστοῦ τρία τὰ ζῶντα καὶ ζωὴν παρέχοντα τοῖς αὐτὸν ἀξίως ἐσθίουσι, τὸ πνεῦμα, τὸ ὕδωρ καὶ τὸ αἷμα, ὡς καὶ αὐτὸς ὁ τοῦ Χριστοῦ ἐπιστήθιος Ἰωάννης συμμαρτυρεῖ μοι τῷ λόγῳ οὕτω λέγων.

Τρεῖς δέ εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα, τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσι, δηλονότι εἰς τὸ σῶμα τοῦ Χριστοῦ· ὃ καὶ κατὰ καιρὸν τῆς τοῦ κυρίου σταυρώσεως δῆλον γέγονεν, ὁπηνίκα τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς ἀχράντου πλευρᾶς αὐτοῦ ἔῤῥευσε, λόγχῃ νυγείσης αὐτοῦ τῆς σαρκός· τὸ δὲ ζῶν ἅγιον πνεῦμα ἔμεινεν ἐν τῇ τεθεωμένῃ σαρκὶ αὐτοῦ, ἣν ἐσθίοντες ἡμεῖς ἐν τῷ μεταβαλλομένῳ ἄρτῳ διὰ πνεύματος ἁγίου εἰς σάρκα Χριστοῦ ζῶμεν ἐν αὐτῷ ὡς ζῶσαν καὶ τεθεωμένην σάρκα ἐσθίοντες.

Οὕτω δὲ καὶ τὸ αἷμα τὸ ζῶν καὶ θερμότατον αὐτοῦ πίνοντες μετὰ τοῦ ἐκκενωθέντος ὕδατος ἐκ τῆς ἀκηράτου πλευρᾶς αὐτοῦ καθαιρόμεθα πάσης ἁμαρτίας καὶ ζέοντος πληρούμεθα πνεύματος· θερμὸν γάρ, οἱαδὴ ἐκ τῆς πλευρᾶς τοῦ κυρίου, τὸ ποτήριον πίνομεν, ὅτι δὴ ἐκ ζώσης σαρκὸς καὶ τοῦ θερμοτάτου πνεύματος Χριστοῦ θερμότατον τὸ αἷμα ἡμῖν καὶ τὸ ὕδωρ ἐξέβλυσεν, ὅπερ ἐν τοῖς τὰ ἄζυμα ἐσθίουσιν οὐκ ἔχει χώραν γίνεσθαι.

Σαρκὶ τοίνυν σταυρωθεὶς ὁ εἷς τῆς ἁγίας τριάδος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, μὴ παθούσης αὐτοῦ τῆς θεότητος, παρέδωκεν ἡμῖν ἐσθίειν διὰ τοῦ ἄρτου τὴν σάρκα αὐτοῦ τὴν ἐν ἁγίῳ πνεύματι ζῶσαν, οὕτως εἰπών· „λάβετε, φάγετε, τοῦτο ἔστι τὸ σῶμά μου.“ Τί οὖν ὑμῖν [καὶ τῷ νόμῳ]; τὰ ἀρχαῖα παρῆλθε. Παύλου ἄκουε τοῦ λέγοντος· ἰδοὺ γέγονε τὰ πάντα καινά. Εἰ δὲ καὶ πάλιν τὰ ἄζυμα ἐσθίειν βούλεσθε, τί μὴ καὶ περιτέμνεσθε; Χριστὸς περιετμήθη· τί μὴ καὶ καθαρίζεσθε, Παύλου καὶ τοῦτο πράξαντος; καὶ τὰ ἄλλα πάντα παρατηρεῖτε τῶν παλαιῶν, ὡς οἱ καὶ τὰ τοῦ νόμου ποιοῦντες, δι’ οὓς τὸ ὄνομα τοῦ θεοῦ ἐν τοῖς ἔθνεσι βλασφημεῖται, ὡς γέγραπται. Εἰ δὲ διὰ νόμου τῆς καινῆς διαθήκης ὁ νόμος ἐξεβλήθη ὁ παλαιός, περιττὸν τὰ ἄζυμα, περιττὸν τὰ ἄλλα πάντα.

Πόθεν οὖν ὑμεῖς ἔχετε ταῦτα ποιεῖν τὴν παράδοσιν; Ἀπὸ τῶν ἀποστόλων; Οὐχί. Οὐδαμοῦ γὰρ εἶπον οἱ κορυφαῖοι τῶν ἀποστόλων περὶ ἀζύμων οὐδὲ παραδεδώκασι ταῦτα τῇ τοῦ θεοῦ ἐκκλησίᾳ φανερῶς ἢ μυστικώτερον γράφοντες. Καὶ ὅτι ὁ λόγος οὐ ψεύδεται, ἄκουσον τοῦ ἀποστόλου Παύλου τρανώτερον λέγοντος. Ἐγὼ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτί, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον (ὁρᾷς, ἔλαβεν ἄρτον φησί, καὶ οὐκ ἄζυμον) καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

Πότε δὲ ταῦτα παρὰ τοῦ κυρίου ἐγένετο; ὅτε [τε] αὐτὸν ἔδει παθεῖν, πάντως ἔφρασε Παῦλος. Ἐπεὶ γὰρ ἔδει παθεῖν αὐτὸν κατὰ τὴν ἡμέραν αὐτὴν τοῦ νομικοῦ πάσχα, καθ’ ἣν ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐθύετο, ἔμελλε δὲ γενέσθαι τὸ πάσχα παρὰ τῶν θεοκτόνων παρασκευῇ ἡμέρᾳ (ὥς φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης· ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡμέρα τοῦ σαββάτου), ἐν ᾗ τότε καὶ ἡ τεσσαρεσκαιδεκάτη τῆς σελήνης κατὰ τὸν πρῶτον μῆνα ἐν τῷ ͵εφλδʹ ἔτει ἐμπεσεῖν ἔτυχε· κύκλος γὰρ ἦν ιηʹ τοῦ ἡλίου καὶ εʹ τῆς σελήνης· ἵνα πρὸ τῆς παραδόσεως φθάσῃ τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσών, ὀψὲ τῇ πέμπτῃ καὶ περὶ τὰς ἀρχὰς τῆς νυκτός, ἔφαγε μέν, ἀλλὰ τὸ οἰκεῖον τηνικαῦτα πάσχα πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀναπεσεῖν αὐτόν· οὐ γὰρ ἦν τοῦτο νενομοθετημένον, ἐπειδὴ καὶ ἱσταμένους καὶ ὑποδεδεμένους καὶ περιεζωσμένους ἐκέλευσεν ἐσθίειν τὸ πάσχα μετὰ σπουδῆς τοῖς Ἰουδαίοις ὁ νόμος. Καὶ κατέπαυσε μὲν πληρώσας τὸ πάσχα τὸ νομικόν, παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου. Ἴστε οὖν, ὅτι ἀπὸ τοῦ Χριστοῦ ἢ τῶν ἀποστόλων αὐτοῦ τὰ ἄζυμα ἐσθίειν ἢ προκομίζειν οὐ παρελάβετε, ἐπειδὴ οὔτε ὁ Χριστὸς αὐτὸς ὁ θεὸς ἡμῶν κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἔφθασε φαγεῖν τὰ ἄζυμα μήπω παρὰ τῶν Ἰουδαίων ἑτοιμασθέντα οὔτε οἱ ἀπόστολοι παρέδωκαν ὑμῖν ὅπερ οὐ παρέλαβον.

Ὅτι δὲ τὰ ἄζυμα κατὰ τὴν πέμπτην ἐκείνην οὐκέτι ἦσαν, δῆλον, τρισκαιδεκάτης οὔσης τῆς σελήνης· κατὰ τὴν ιεʹ αὐτῆς νενομοθετημένον ἦν τὰ ἄζυμα γίνεσθαι, ὥσπερ καὶ ὁ ἀμνὸς κατὰ τὴν ιδʹ θύεσθαι, καθ’ ἣν ἐτύθη ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Εἰ βούλεσθε, πρὸς πίστωσιν τῶν εἰρημένων ἀκούσατε καὶ τῆς νομοθεσίας Μωσέως, τί περὶ τοῦ πάσχα καὶ τῶν ἀζύμων νενομοθέτηκεν. Αὖται, φησίν, ἑορταὶ τῷ κυρίῳ καὶ αὐταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. Ἐν τῷ πρώτῳ μηνί, ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς ἀναμέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ· καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. Ἰδοὺ καὶ ἀπὸ τῆς νομοθεσίας Μωσέως ἐμάθετε, ὅτι οὐκ ἦν τότε ἄζυμα, ὅτε μετὰ τὸ δειπνῆσαι κατὰ τὴν ἡμέραν τὴν πέμπτην ὁ Χριστὸς παρέδωκε διὰ τῆς τοῦ ἄρτου κλάσεως τὸ τῆς καινῆς διαθήκης μυστήριον. Πρὸ γὰρ τῆς ἑορτῆς τῶν ἀζύμων τοῦτο πεποίηκε [κατὰ τὴν ιγʹ ἡμέραν τοῦ μηνός·] τῇ γὰρ ιεʹ ἡμέρᾳ τοῦ μηνός, ὡς ἔχει ἡ νομοθεσία τοῦ Μωσέως, ἦν ἑορτὴ τῶν ἀζύμων καὶ ὁ Χριστὸς τῇ παρασκευῇ σταυρωθεὶς κατὰ τὴν ιδʹ τοῦ μηνὸς [ὅτε τὸν ἀμνὸν θῦσαι ὤφειλον οἱ Ἰουδαῖοι,] τὸ σάββατον κατὰ τὴν ιεʹ τοῦ μηνός, ὅτε ἦν ἡ ἑορτὴ τῶν ἀζύμων, ἐν τῷ τάφῳ ἔκειτο τεθαμμένος. Ἀζύμων οὖν μὴ ὄντων πρὸ τῆς ἑορτῆς τῶν ἀζύμων (ἐν ὅλῳ γὰρ τῷ ἐνιαυτῷ ἑπτὰ ἡμέρας καὶ μόνας ἤσθιον αὐτὰ οἱ Ἰουδαῖοι) ποῦ εὑρέθησαν τότε ἄζυμα, ὅτε μετὰ τῶν μαθητῶν τὸ δεῖπνον ἔφαγεν ὁ κύριος καὶ μετὰ τὸ δεῖπνον παρέδωκε διὰ τοῦ ἄρτου τὸ μυστήριον τῆς καινῆς διαθήκης αὐτοῦ; Πότε δὲ ἔφαγεν αὐτά; μετὰ τὸ σταυρωθῆναι καὶ ταφῆναι καὶ ἐν αὐτῷ τῷ τάφῳ;

Οὐκ ἐκκαλύπτεσθε τὸ ἀπίθανον ἐννοοῦντες καὶ τὸ ἀνακόλουθον τῆς φύσεως τῶν πραγμάτων;