Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κατὰ Ἀρμενίων καὶ Λατίνων περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Η κατάργηση του νομικού πάσχα και το νέο μυστήριο

Αναφορά στον εορτασμό του πάσχα από τους Ιουδαίους και η οριστική αντικατάσταση των στοιχείων της Παλαιάς Διαθήκης από τον Χριστό, ο οποίος παραδίδει το νέο πάσχα με ένζυμο άρτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 3 από 4

Ὅτι δὲ ἀληθείας ἔχεται τὰ εἰρημένα, βεβαίως συμμαρτυρεῖ μοι τῷ λόγῳ καὶ ὁ μέγας Ἐπιφάνιος Κύπρου ἐξ Ἰουδαίων γεγονὼς οὕτως εἰς τὸν περὶ πίστεως πονηθέντα λόγον αὐτοῦ γράφων περὶ τούτων ὁμοίως. Ἐν τρισὶν ὕλαις, φησίν, ἐποίουν τὸ πάσχα οἱ Ἰουδαῖοι, ἐν τρισὶν ἀρεταῖς καὶ ἐν τρισὶ μάρτυσι κατὰ τὸν παλαιὸν νόμον. Ὕλαι μέν εἰσι τρεῖς, αὐτῶν τὰ εἴδη ταῦτα· ὁ ἀμνός, τὰ ἄζυμα καὶ πικρίδες· ἀρεταὶ δὲ τὸ περιεζωσμένους ἐσθίειν τὸ πάσχα καὶ τὸ ὑποδήματα εἰς τοὺς πόδας ἔχειν καὶ βακτηρίας ἐν ταῖς χερσίν· μάρτυρες δὲ τρεῖς· ἀρχιερεῖς (καὶ) γραμματεῖς σὺν πρεσβυτέροις καὶ νομικοῖς παρὰ τραπέζαν ἱστάμενοι διὰ ποτηρίου τινὸς σαλευομένου τὴν τῆς σελήνης ἀκριβῶς ἀπόχυσιν κατεμάνθανον, εὐθὺς γενομένης διὰ σάλπιγγος χύσεως μεγάλης εἰς σημεῖον, ὅτι πάσχα κυρίου ἐστί. Μετὰ γοῦν τὸ ἀκοῦσαι τὴν φωνὴν τῆς σάλπιγγος ἄνευ ἄρτου ἐποίουν τὰ ἄζυμα ἡμέραις ἑπτά· πλὴν οὐκ εἶχον ἐξουσίαν πρὸ τοῦ σημείου τοῦ διὰ ποτηρίου καὶ πρὸ τοῦ σαλπίσαι ἀμνὸν ἢ ἄζυμον ἢ πικρίδας ἑτοιμάσαι εἰς τὸ φαγεῖν τὸ πάσχα, καθὼς ἐν τῷ νόμῳ γέγραπται·

Σαλπίσουσι σάλπιγγι ἐτησίως ἐν τῷ πρώτῳ μηνί· καὶ ἐν τῷ Δαυίδ· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ τῆς ἑορτῆς ὑμῶν. Εὔσημον ἡμέραν λέγει τὴν διὰ τοῦ σαλευομένου ποτηρίου ἐν σημειώσει γινομένην, ὃ καὶ Ἰουδαῖοι ζητοῦσιν, ὡς ὁ Παῦλός φησι.

Θέλων οὖν ὁ κύριος καὶ τὰ τῆς ἑορτῆς καταργῆσαι τῶν Ἰουδαίων, τὸν ἀμνόν, τὰ ἄζυμα, τὰς πικρίδας, αὐτό τε τοῦτο τὸ ἱσταμένους καὶ περιεζωσμένους, ὑποδεδεμένους τοὺς πόδας καὶ μετὰ βακτηρίας ἐσθίειν τὸ πάσχα, ἔτι δὲ καὶ τοὺς τρεῖς αὐτῶν μάρτυρας νομικοὺς τοὺς τὸ πάσχα διὰ τοῦ σημείου τοῦ ποτηρίου ἐκείνου σαλπίζοντας, κωλύει κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ εἰς τεσσαρεσκαιδεκάτην καὶ ἥμισυ ἡμέραν γενέσθαι τὴν τῆς σελήνης ἀπόχυσιν, κατὰ τὴν ἐξ ἀρχῆς αὐτῆς συνήθειαν ὀφειλούσης γενέσθαι τῆς ἀποχύσεως κατὰ τὴν πέμπτην ἡμέραν τῆς ἑβδομάδος τοῦ μηνὸς ἐκείνου, ἐν ᾗ καὶ ἡ ιδʹ τῆς σελήνης ἡμέρα ἔτυχε καὶ ἐν ᾗ ὁ Χριστὸς ὁ κύριος καὶ θεὸς ἡμῶν ὑπὲρ τοῦ ἀναπεσεῖν παρέδωκε διὰ τοῦ ἄρτου καὶ τοῦ ποτηρίου τοῖς αὐτοῦ μαθηταῖς τὸ μυστήριον τῆς καινῆς διαθήκης καὶ τοῦ ἰδίου πάσχα ἄνευ ἀμνοῦ, χωρὶς ἀζύμων (καὶ) ἐπὶ πικρίδων (οὔπω ἦσαν ταῦτα παρὰ τῶν Ἰουδαίων εὐτρεπισθέντα), μεταβαλὼν τὰ τῆς παλαιᾶς εἰς τὴν νέαν διαθήκην, οἷον φέρε εἰπεῖν τὸν ἀβρααμικὸν καὶ σαρκικὸν νόμον εἰς τὸν πνευματικόν, τὸν τῆς χάριτος, [τὸν ἀμνόν, ὃς παρὰ τῶν Ἰουδαίων ἐσφάζετο, εἰς] τὸν ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνόν, ὅστις ἦν ἐκεῖνος, τὰ τῆς νεκρώσεως ἄζυμα εἰς τὸν ζωτικὸν καὶ ἐπουράνιον ἄρτον, τὰς πικρίδας εἰς τὸ ζωηφόρον πάθος αὐτοῦ.

Ἐν μὲν γὰρ τῷ εἰπεῖν τὸν κύριον· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν, τῆς ὥρας δηλονότι φθασάσης τοῦ πάθους αὐτοῦ, τὸ οἰκεῖον ἐκάλεσε πάσχα· ἐν δὲ τῷ μὴ τηνικαῦτα τὸ σημεῖον διὰ τοῦ ποτηρίου ἐκείνου (γενέσθαι), κατήργησε τὸν ἀμνόν, τὰ ἄζυμα καὶ τὰς πικρίδας· πρὸ γὰρ τοῦ γενέσθαι τὸ σημεῖον καὶ πρὸ τοῦ σαλπίσαι οὐκ ἦν νενομοθετημένον ἑτοιμάσαι ταῦτα καὶ τὸ πάσχα φαγεῖν. Διὰ τοῦτο ὁ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῆς πέμπτης, ἐν ᾗ ἔμελλεν ἡ τῆς σελήνης γενέσθαι ἀπόχυσις καὶ οὐκ ἐγένετο, παρέδωκεν ἀναπεσὼν τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς καὶ τὸ νομικὸν καταργήσας κατέπαυσεν.

Οἱ οὖν Ἰουδαῖοι τὴν ψῆφον ἀπολελωκότες τοῦ πάσχα διὰ τὸ μὴ τὸ σημεῖον κρίσει γίνεσθαι τοῦ θεοῦ, μετὰ τὸ ταφῆναι τὸν κύριον ἐν τῇ ἑσπέρᾳ τῆς παρασκευῆς ἔφαγον παρανόμως τὰ ἄζυμα, ὡς εἶναι δῆλον ἐντεῦθεν, ὅτι τῇ πέμπτῃ ἐκείνῃ ἄρτος ἦν, καὶ οὐκ ἄζυμα· ὃν καὶ ἀντίτυπον τοῦ σώματος αὐτοῦ παρέδωκεν ἡμῖν διὰ τῶν αὐτοῦ μαθητῶν ἐσθίειν τοῖς χριστιανοῖς οὕτως εἰπών· λάβετε, φάγετε, τοῦτο ἔστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Ἀλλὰ καὶ ἅπασα γραφὴ ἄλλο τὸν ἄρτον εἶναι λέγει καὶ ἄλλο τὸ ἄζυμον. Ἐπὶ μὲν τοῦ Ἀβραὰμ σάτα λέγει τὰ τρία, ἐπὶ δὲ τοῦ Λὼτ ἄζυμα. ὁ δὲ Μωυσῆς καλέσατε, εἶπε, Ῥαγουὴλ ἵνα φάγῃ ἄρτον. Οὕτως ἐστὶ τὸ ἔθος τῆς θείας γραφῆς· οὔτε τὸν ἄρτον ἄζυμον λέγει οὔτε τὸ ἄζυμον ἄρτον. Ἔτι τί ἂν ἐμποδῶν ἐγένετο τοῖς εὐαγγελισταῖς τοῦ εἰπεῖν· λαβὼν ὁ κύριος ἄζυμα εὐλογήσας καὶ κλάσας ἐδίδου τοῖς μαθηταῖς; ἀλλὰ διὰ τὸ μὴ τότε εἶναι ἄζυμα (οὔπω γὰρ παρὰ τῶν Ἰουδαίων ἡτοιμάσθη) λαβών, εἶπον, ἄρτον εὐλόγησεν.