Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Κατὰ Ἀρμενίων καὶ Λατίνων περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Εισαγωγή και η πνευματική διάσταση του ευχαριστιακού άρτου

Η μαρτυρία των Ευαγγελίων υπέρ της χρήσης ενζύμου άρτου κατά τον Μυστικό Δείπνο και η οντολογική αντιπαραβολή μεταξύ της νεκρής φύσης των αζύμων και του ζώντος άρτου της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΣΤΗΘΙΑΙΟΥ ΚΥΡΟΥ ΝΙΚΗΤΑ ΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΣΤΟΥΔΙΤΩΝ ΚΑΤΑ ΑΡΜΕΝΙΩΝ ΚΑΙ ΛΑΤΙΝΩΝ (ΚΑΙ) ΠΕΡΙ ΕΝΖΥΜΩΝ ΚΑΙ ΑΖΥΜΩΝ. Εἰ φιλοσοφώτερον ἔχοντες βίον ἐν τῇ χώρᾳ τῶν Φράγγων καὶ Ἀρμενίων καὶ ἄλλων πλείονα τὴν γνῶσιν αὐχοῦντες, λόγον καὶ περὶ ἀζύμων ἀκούσατε εἰς πέμπτην τούτων ὑμῖν ὁμιλίαν ἀπο... πλάνην ἐλέγξαι καὶ τὸ ἄτοπον τοῦ πράγματος γνωρίσαι ὑμῖν καὶ τὸ τοῖς πιστοῖς ἀνοίκειον εἰς θυσίαν τῆς καινῆς διαθήκης, ὡς ... [οἷόν τε], στηλιτεῦσαι· τὸ μετ’ ἀζύμων τῆς παλαιᾶς διαθήκης ἐστίν.

Οὐ γὰρ ἄζυμον λαβὼν ὁ κύριος εὐχαριστήσας ἔκλασε καὶ τοῖς μαθηταῖς ἔδωκεν, ἀλλ’ ἄρτον, ὡς οἱ τέσσαρες εὐαγγελισταὶ καὶ ὁ θεῖος Παῦλος μαρτυρεῖ ὁ ἀπόστολος. Ὑμεῖς οὖν πόθεν τὰ ἄζυμα ἐσθίειν ὡς ἀντίτυπα τοῦ σώματος Χριστοῦ παρελάβετε, πάσης τῆς τῶν πιστῶν ἐκκλησίας ἄρτον εἰς θυσίαν τῷ Χριστῷ προσφερούσης; Ἀπὸ τοῦ Χριστοῦ ἢ τῶν ἀποστόλων αὐτοῦ; Μὴ γένοιτο. Οὐδαμοῦ γὰρ εἴρηται ἐν ταῖς θείαις γραφαῖς ἢ ἐν τῷ εὐαγγελίῳ, ὅτι ὁ Χριστὸς ἐν τῇ νυκτί, ᾗ παρεδίδοτο, ἔλαβεν ἄζυμον, ἀλλὰ ἄρτον, ὡς εἴρηται, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε· λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Οὕτω δὲ καὶ ὁ θεῖος Παῦλος ἔχμα τοῦ εὐαγγελίου περὶ τούτου φησί. κρίνατε ὑμεῖς ὅ φημι· τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Συνήκατε, ἄρτον εἶπεν ὃν ἐσθίομεν, ἀντίτυπον τοῦ σώματος τοῦ Χριστοῦ, καὶ οὐκ ἄζυμον.

Εἰ οὖν ἔτι τῶν ἀζύμων μετέχετε, πρόδηλον ὑπὸ τὴν σκιὰν τοῦ παλαιοῦ νόμου ἐστὲ καὶ τραπέζαν Ἰουδαίων ἐσθίετε, οὐχὶ δὲ θεοῦ λογικὴν καὶ ζῶσαν, καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἀνθρώποις ἐπιούσιόν τε καὶ ὁμοούσιον, καθὼς τὸν περιούσιον ἄρτον ἐξαιτεῖσθαι ἄνωθεν ἐδιδάχθητε. Οὐ γὰρ σάρκα Χριστοῦ ἐσθίομεν τοῦ τελείου ἀνθρώπου καὶ τελείου θεοῦ ζῶσαν τῇ σαρκὶ ζώσῃ τῷ ἐμψύχῳ θεοῦ καὶ ἀζύμοις νεκροῖς οὖσι τῶν θεοκτόνων Ἰουδαίων.

Ἔμψυχός ἐστιν ἡ οὐσία τοῦ ἡμετέρου φυράματος, ἣν ὁ λόγος ἀνέλαβε τοῦ θεοῦ καὶ ὑπόστασις αὐτῇ γέγονεν. Ὁ οὖν ἀζύμων μετέχων οὐ τὸν ἡμῖν ὁμοούσιόν τε καὶ περιούσιον ἄρτον ἐσθίει τοῦ σωτῆρος [καὶ κυρίου] ἡμῶν τοῦ Χριστοῦ. Τὸ γὰρ ἄζυμον δῆλον καὶ ἄψυχον, ὡς καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐκδηλότερον ἐκδιδάσκει. Προκαταβληθεῖσα γὰρ ἡ ζύμη ἐν τῷ φυράματι τοῦ ἀλεύρου καὶ συμφυραθεῖσα αὐτῷ καὶ κατὰ τὸ ὅλον ζύμη ἀποτελεσθεῖσα δυνάμει τινὶ ζωτικῇ ἐκθερμαίνει αὐτὴν καὶ κινητὴν οἷα δὴ ζῶσαν ἐργάζεται, ὅπερ ἐν ἀζύμῳ ζύμῃ τῶν Φαρισαίων, ἣν καὶ φεύγειν ὁ λόγος ἡμῖν ἐπισκήπτει, [οὔτε ἐγένετό ποτε] οὔτε μὴν καθόλου γενήσεται.

Οὐκοῦν ὁ τὰ ἄζυμα ἐσθίων ἐν τῷ σκότει [τοῦ] νόμου περιπατεῖ καὶ οὐ κοινωνίαν ἕξει μετὰ τοῦ Χριστοῦ τοῦ ὄντος ἐν τῷ φωτὶ τῆς αὐτοῦ καινῆς διαθήκης καὶ χάριτος. Οἱ γὰρ ἐν τῷ φωτὶ περιπατοῦντες τῆς χάριτος ἄρτον ἐσθίουσι τοῦ σώματος Χριστοῦ καὶ τὸ ἄχραντον αὐτοῦ μετὰ ὕδατος πίνουσιν αἷμα, ὡς ἐκ τῆς θείας ἐκείνου πλευρᾶς ἔῤῥευσε· καὶ οὗτοι μετὰ Χριστοῦ τοῦ θεοῦ καὶ μετ’ ἀλλήλων ἔχουσι κοινωνίαν, καθαριζόμενοι ἀπὸ πάσης ἁμαρτίας. Τὸ δὲ ἄζυμον οὐκ ἄρτος· οὐ γὰρ ἄρτιον οὐδὲ αὐτοτελές ἐστιν, ἀλλ’ ἐλλιπές, ἡμιτελές, δεόμενον τοῦ πληροῦντος, τῆς ζύμης. Ἄρτος δὲ ἄρτιος, αὐτοτελής, τέλειος καὶ πληρέστατος, ὡς τὸ ὅλον ἔχων ἐν ἑαυτῷ, δηλαδὴ τοῦ πληρώματος. Εἰ δέ τις τὸ ἄζυμον καὶ ἐγκρυφίαν καλέσειεν, ὃν Ἠλίας ποτὲ τῇ Σουναμίτιδι ἐξῃτήσατο, ἢ κολλύριον, ὃ τὰ παρ’ ἡμῖν νήπια κολλίκια κοινῶς ὀνομάζουσιν, οὐ διαμάρτῃ τοῦ πρέποντος.