Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικήτας Στηθᾶτος

Η έλευση του Πνεύματος κατά την Πεντηκοστή και η διανομή των χαρισμάτων

Χρήση αναλογιών για την παρουσία του Αγίου Πνεύματος και διάκριση της υποστατικής του επιδημίας από τη χρονική μετοχή των πιστών στις θείες ενέργειες και τα χαρίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 4 από 5

ἆρ’ οὐχ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν, ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ τοῦ ἡλίου πρόδρομος ἑωσφόρος, ὁ πρόδρομος τοῦ βασιλέως στρατιώτης, ὁ πρῶτος ἀπόστολος καὶ μετὰ σαρκὸς ἄγγελος τοῦ θεοῦ καὶ κῆρυξ ἐρημικὸς τοῦ τῆς μετανοίας βαπτίσματος καὶ τῆς πατρικῆς φωνῆς αὐτήκοος καὶ τὸν υἱὸν καὶ σωτῆρα Χριστὸν αὐτός τε ἰδὼν καὶ τοῖς ἄλλοις δείξας, τούτου δὲ καὶ βαπτιστὴς καὶ συγγενὴς κατὰ σάρκα καὶ τοῦ πνεύματος θεατής; οὗτος οὐ τακτέος ἐν πρεσβυτέροις; οὐ πιστευτέος; ἤκουσας καὶ τούτου τὴν περὶ τοῦ πνεύματος μαρτυρίαν, ὅτι ἐκ τοῦ πατρὸς προϊὸν ἐπὶ τὸν υἱὸν ἐν αὐτῷ μένει καὶ ἀναπαύεται. τὸ γὰρ ἅπαξ αὐτῷ θεαθὲν τοῦ ἀεὶ ὄντος ἐστὶ φανέρωσις. οὐ γὰρ ἦν ποτε χωρὶς τοῦ πνεύματος οὔθ’ ὁ πατὴρ οὔτε μὴν ὁ υἱός, ἀλλ’ ἀεὶ μένον ἐν τῷ πατρὶ τὸ πνεῦμα καὶ ἀεὶ πρόεισιν ἐξ αὐτοῦ καὶ μένει ἐν τῷ υἱῷ. πρεσβύτεροι δὲ πάντως καὶ οἱ ἀπόστολοι οἱ τοῦ ἀπ’ ἀρχῆς ὄντος αὐτόπται καὶ ὑπηρέται οἱ τῆς τε ἄλλης διδασκαλίας καὶ τῆς τοῦ πνεύματος θεολογίας αὐτήκοοι καὶ παρ’ αὐτῆς σοφισθέντες τῆς αὐτοσοφίας, εἶτα δὲ καὶ παρὰ τοῦ πνεύματος καὶ ὑπομνησθέντες πᾶσαν τὴν ἀλήθειαν.

καὶ τούτων τῶν μὲν ἤκουσας ἤδη, τῶν δὲ καὶ νῦν ἄκουσον· αὐτίκα γοῦν Πέτρος, ὁ τοῦ χοροῦ κορυφαῖος τῶν ἀποστόλων, συνῳδὰ τοῖς εἰρημένοις περὶ τοῦ πνεύματος, ἀποφθέγγεται οὐ σὺν Μάρκῳ μόνον, ᾧ τὸ κατ’ αὐτὸν ἐκδέδωκεν εὐαγγέλιον, ἀλλ’ ἤδη καὶ σὺν τοῖς ἕνδεκα, στόμα κἀκείνων γενόμενος, ὁπηνίκα σταθεὶς μετὰ τὴν τοῦ πνεύματος ὑποδοχὴν τὴν φωνὴν ἐπῆρε, πρὸς τοῖς ἄλλοις περὶ τοῦ κυρίου λέγων καὶ ταῦτα· τῇ οὖν δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεε τοῦτο, ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. ἰδοὺ οἱ δώδεκα· κοινὸς γὰρ ὁ λόγος, ὡς εἴρηται, παρὰ τοῦ πατρὸς λαβεῖν τὸν υἱὸν τὸ ἐπηγγελμένον πνεῦμα· καὶ προχύσαι μεταδοτικῶς σαφῶς ἀποφαίνονται. εἰ δ’ ἦν ἐκπορευόμενον ἐξ αὐτοῦ, αὐτὸς ἂν αὐτὸ παρ’ ἑαυτοῦ καὶ παρὰ τοῦ πατρὸς λαμβάνων ἐδίδου· εἰ μὴ πάλιν τὸν μὲν υἱὸν συγχυτικῶς ἑνῶν τῷ πατρί, τὸν δὲ κατὰ Νεστόριον ὑποστατικῶς διαιρῶν τοῦτον ἐξ ἐκείνου λαμβάνοντα τὸ πνεῦμα λέγεις διδόναι. μετὰ τοῦ καὶ ἕτερόν σοι προσυπαντᾶν ἐντεῦθεν ἄτοπον· λέγω δὴ τὸ διπλοῦν ἐξ ἀνάγκης εἶναι τὸ πνεῦμα, τὸ μὲν ἐκ τοῦ πατρός, τὸ δ’ ἐκ τοῦ υἱοῦ προερχόμενον—ἵνα μὴ μόνον ὁ υἱός, ἀλλὰ καὶ τὸ πνεῦμα διχοτομῆταί σοι—καὶ ἔτι τὸν πατέρα μὴ τέλειον καὶ ὅλως ἀφ’ ἑαυτοῦ προάγειν τὸ πνεῦμα.

εἰ μὲν γὰρ ὅλον τὸ ἓν πνεῦμα καὶ τέλειον ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τίς ἡ χρεία τοῦ τοῦτο καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι; εἰ δ’ οὖν, ἀλλὰ σὺ τὰς ἀτοπίας συνάγαγε. „Ἀλλὰ πλήρωμα“, φησί, „τοῦ υἱοῦ τὸ πνεῦμα. ἐκ δὲ τοῦ πληρώματος αὐτοῦ, φησὶν Ἰωάννης ἐν τῷ κατ’ αὐτὸν εὐαγγελίῳ, ἡμεῖς πάντες ἐλάβομεν. τὸ οὖν ἐκ τοῦ πληρώματος αὐτοῦ, τί ἂν διαφέροι τοῦ ἐξ αὐτοῦ λέγειν ἢ καὶ παρ’ αὐτοῦ λαμβάνειν; δῆλον γάρ, ὅτι λαμβάνομεν αὐτοῦ διδόντος. καὶ ἔπινον, φησὶν ὁ ἀπόστολος Παῦλος, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. καὶ πάλιν· ἓν πνεῦμα πάντες ἐποτίσθημεν. εἰ οὖν τὸ πνεῦμα πόμα, τὸ δὲ πόμα ἐκ τῆς πέτρας, ἡ δὲ πέτρα ὁ Χριστός· τὸ πνεῦμα ἄρα ἐκ τοῦ Χριστοῦ.“ ναί, τὸ ὡς πόμα νοούμενον πνεῦμα καὶ τὸ ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ μεταδιδόμενον ἡμῖν, λέγοιτ’ ἂν ἐκ τοῦ Χριστοῦ ὡς καὶ διὰ τοῦ Χριστοῦ. ἀλλ’ οὐ τοῦτο ἦν τὸ παντελὲς καὶ ὑπερτελὲς πνεῦμα, τὸ ὅλον πλήρωμα τοῦ Χριστοῦ. ἐκεῖνο γὰρ ἐκ μόνου τοῦ πατρὸς ἐκπορεύεται ὡς διὰ πλειόνων δέδεικται. μένον δὲ ἐν τῷ υἱῷ, εἰκότως καὶ πλήρωμα τοῦ Χριστοῦ ἐστί τε καὶ λέγεται. καὶ ἁπλῶς πνεῦμα Χριστοῦ ὡς καὶ δυνάμεως καὶ σοφίας πνεῦμα. Χριστὸς δὲ θεοῦ καὶ δύναμις καὶ σοφία· μᾶλλον δέ, ἵνα σαφέστερον διαρθρωθῇ τὸ λεγόμενον, οὕτω ῥητέον. πηγὴ λέγεται ὁ πατήρ.

ἐμέ, γάρ φησιν, ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ ἐν τῷ Βαρούχ· τί ἐστιν Ἰσραήλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. ὁ δὲ υἱὸς ποταμός· ὁ ποταμός, γάρ φησι, τοῦ θεοῦ ἐπληρώθη ὑδάτων. λείπεται δὴ πρὸς ἀναλογίαν τὸ πνεῦμα λέγεσθαι ὕδωρ· οὕτω γοῦν καὶ εἴρηται ὕδωρ ζῶν καὶ ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον. ἐκ μὲν οὖν τῆς πηγῆς καὶ ὁ ποταμὸς γεννᾶσθαι καὶ τὸ ὅλον ὕδωρ ἐκπορεύεσθαι λέγεται. καὶ πλήρωμα δὲ τὸ ὕδωρ τοῦ ποταμοῦ ὡς καὶ τῆς πηγῆς λέγεται. ἐκ δὲ τοῦ ποταμοῦ μέρος μέν τι τοῦ ὕδατος ἀρρύεσθαι καὶ πίνειν φαίημεν ἄν· ὅλον δὲ τὸ ὕδωρ οὐκ ἂν ῥηθείη ὥσπερ ἐκ τῆς πηγῆς, οὕτω καὶ ἐκ τοῦ ποταμοῦ πορεύεσθαι. λέγει τοιγαροῦν ὁ Χριστός, ὁ ποταμὸς τοῦ θεοῦ, ὁ πεπληρωμένος τῶν ὑδάτων τοῦ ὅλου πνεύματος· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. καὶ τοῦτον ἑρμηνεύων τὸν λόγον ὁ εὐαγγελιστὴς ἐπάγει· τοῦτο δὲ εἶπε περὶ τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. καὶ ἵνα μάθῃς, ὡς οὐ περὶ τοῦ συναϊδίου πατρί τε καὶ υἱῷ, τοῦ ὅλου καὶ ὑπερτελοῦς πνεύματος λέγει, ἀλλὰ περὶ τῆς πνευματικῆς δωρεᾶς, τῆς μελλούσης δίδοσθαι τοῖς πιστεύουσι μετὰ τὴν τοῦ πνεύματος κάθοδον, προσεπάγει· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον.

τὸ μὲν γὰρ ἦν καὶ προῆν ἐξαϊδίου παρὰ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐν τῷ υἱῷ ἀναπαυόμενον. οὔπω δὲ ἦν οὔτ’ αὐτὸ αὐτοπροσώπως ἐπιδημῆσαν ἐν γῇ, οὔτε ἡ διανομή τε καὶ δωρεὰ τῶν χαρισμάτων, ἅπερ αὐτὸ ἐνεργεῖ κατὰ τὸ εἰρημένον· ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. προστίθησι δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν τέως οὐ παρῆν· ὅτι, φησίν, ὁ υἱὸς οὐδέπω ἐδοξάσθη. ἔδει γὰρ πρῶτον ὑπὲρ ἡμῶν τὸν ἀμνὸν τοῦ θεοῦ τυθῆναι, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ κατάκριμα τῆς ἀρᾶς λυθῆναι, καὶ τότε τυχεῖν ἡμᾶς καὶ τῆς τοῦ πνεύματος δωρεᾶς· πρῶτον τὸν υἱὸν πληρῶσαι τὴν κατ’ αὐτὸν οἰκονομίαν καὶ δοξασθῆναι τῷ πάθει καὶ τῇ ἀναστάσει καὶ εἰς ἑαυτὸν ἐπανελθεῖν, καθὰ καὶ ὁ δεύτερος θεολόγος ἐπεσημήνατο, καὶ τότε καὶ αὐτὸ τὸ πνεῦμα φανεροῦν ἡμῖν ἑαυτὸ ἀπὸ σωματικῆς τε καὶ αἰσθητικῆς ὀπτάνσεως ἀπαρξάμενον, καθὼς ἐχωροῦμεν τὴν πρώτην γνῶσιν αὐτοῦ παραδέχεσθαι.

ὅπερ καὶ «οὐσιώδη» παρουσίαν ὁ αὐτὸς ὀνομάζει πατήρ, συγκρίνων πρὸς τὴν προτέραν καὶ κοινὴν αὐτοῦ μετὰ τοῦ πατρὸς καὶ υἱοῦ πανταχοῦ παρουσίαν καὶ διαφορὰν ταύτης τε κἀκείνης τοσαύτην διδούς, ὅσην «ἂν εἴπῃ τις» αὐτοῦ τινος φανερῶς παρόντος καὶ ἐνεργοῦντος αὐτοπροσώπως πρὸς ἀπόντα μὲν καὶ διὰ τοῦτο μηδὲ φαινόμενον, διὰ δὲ τῆς οἰκείας ἐνεργείας ἀναλόγως παραδεικνύμενον ἢ ἀμυδρότερον ἢ ἐναργέστερον· ὡς ἔστιν ἰδεῖν καὶ μὴ φαινόμενον τὸν τεχνίτην ἀπὸ τοῦ οἰκείου τεχνήματος. ὅθεν καίτοι πάντα τῇ οὐσίᾳ πληροῦν αὐτὸ καὶ πληρωτικὸν εἶναι κόσμου κατὰ τὴν οὐσίαν ἐν ἄλλοις ἀποφαινόμενος, πρὸς ἔνδειξιν τοῦ πανταχοῦ πάντοτε παρεῖναι αὐτὸ μετὰ πατρὸς καὶ υἱοῦ τῶν ὁμοουσίων καὶ ἀχωρίστων καὶ τὰ πάντα πληροῦν ἀμιγῶς, ἀχράντως, ἀοράτως, ἀπεριγράπτως· ὅμως ἐν τῷ «εἰς τὴν πεντηκοστὴν λόγῳ» νῦν φησιν αὐτὸ παρεῖναι καὶ ἐνεργεῖν «τελεώτερον, οὐκέτι ἐνεργείᾳ παρὸν ὡς πρότερον, οὐσιωδῶς δὲ καὶ ὡς ἂν εἴπῃ τις συγγινόμενόν τε καὶ συμπολιτευόμενον».

οὐκ αὐτὸς ἀντιφθεγγόμενος ἑαυτῷ, νῦν μὲν κατ’ οὐσίαν, νῦν δὲ οὐκ οὐσιώδεις λέγειν τὰς πρότερον παρουσίας τοῦ πνεύματος· ἀλλὰ τὴν νῦν συγκρίνων, ὡς ἔφημεν, πρὸς τὰς πρότερον καὶ ταύτῃ τὸ πλέον διδούς· ὡς αὐτῆς αὐτοπροσώπως αὐτίκα τῆς τοῦ πνεύματος ὑποστάσεως ἐπιφοιτησάσης τοῖς ἀποστόλοις καὶ σωματικῶς ἐμφανισθείσης—σωματικαὶ γὰρ αἱ γλῶσσαι—καὶ οὕτω λοιπὸν «συγγινομένης αὐτοῖς καὶ συμπολιτευομένης», ἐκδηλότερόν τε καὶ γνωριμώτερον ἤπερ πρότερον. ἐπεὶ καὶ οὐσία λέγεται μὲν καὶ τὸ καθόλου τε καὶ κοινὸν ὡς ὁ καθόλου ἄνθρωπος καὶ ἡ ἀνθρωπότης, λέγεται δὲ καὶ τὸ καθ’ ἕκαστόν τε καὶ ἄτομον ὡς οὗτος ὁ ἄνθρωπος ὁ Πέτρος τυχὸν ἢ ὁ Παῦλος—ἣν καὶ πρώτην καὶ μάλιστα κυρίως οὐσίαν ὁ περιττὸς τὴν ἔξω σοφίαν Ἀριστοτέλης φησίν, ὡς οὐκ ἐπινοίᾳ κατὰ τὴν καθόλου φανταζομένην, ἀλλὰ πραγματικῶς καὶ ὄντως ὑφισταμένην καὶ φανερῶς κατανοουμένην καὶ ὁρωμένην—τὸ πνεῦμα τοίνυν τὸ ἅγιον πληροῖ μὲν ἀεὶ τὰ πάντα καὶ πάρεστι πανταχοῦ κατὰ τὸ κοινὸν τῆς θείας οὐσίας μετὰ πατρὸς καὶ υἱοῦ τῶν ὁμοουσίων, καὶ κατὰ τοῦτο τῆς οὐσίας τὸ σημαινόμενον ἀχωρίστων· ἀχώριστος γὰρ ἦ θεὸς ἡ τριὰς καὶ ἅμα πανταχοῦ καὶ οὐδαμοῦ χωρητή· καὶ οὐκ ἔστιν εἰπεῖν, ὅπου τὸ πνεῦμα παρῆν πρότερον ὑποστατικῶς, εἰ μὴ μετὰ πατρὸς καὶ υἱοῦ.

τηνικαῦτα δὲ τοῖς ἀποστόλοις ἐν τῇ ἑορτῇ τῆς πεντηκοστῆς «οὐσιωδῶς» ἐπεδήμησεν, οὐκέτι κατὰ τὸ κοινὸν μόνον τῆς οὐσίας, τὸ ἐκ τῆς ἐνεργείας ἐπινοούμενόν τε καὶ θεωρούμενον, ἀλλὰ σαφῶς καὶ κατὰ τὸ ἰδικόν, ἤγουν αὐτὴ τοῦ πνεύματος ἡ ὑπόστασις. οὐδὲ γὰρ ὁ πατὴρ οὐδὲ ὁ υἱός, ἀλλ’ αὐτὸ τὸ πνεῦμα σωματικῶς ὁραθὲν ἐν εἴδει πυρίνων γλωσσῶν καὶ διαμερισθέν. τὴν μὲν οὖν ἀόρατον αὐτοῦ καὶ ἀσώματον καὶ ἀπερίγραπτον καὶ τὸ ὅλον θείαν καὶ κοινὴν μετὰ πατρὸς καὶ υἱοῦ παρουσίαν «ἐνέργειαν» προσεῖπεν ἐνταῦθα ὁ θεολόγος, διὰ τὸ ἐκ τῆς ἐνεργείας μόνης καταλαμβάνεσθαι· τὴν δὲ καὶ «σωματικῶς» ὁραθεῖσαν καὶ «τελεώτερον» καταληφθεῖσαν, ἐν τῷ καὶ αὐτὴν αὐτίκα παρεῖναι τοῦ πνεύματος τὴν ὑπόστασιν, «οὐσιώδη» ὠνόμασεν. προσέθετο δὲ τὸ «ὡς ἂν εἴπῃ τις»· ἢ πρὸς τὸν Ἀριστοτέλην ἀποτεινόμενος—τὴν πρώτην οὐσίαν καὶ κυρίως καὶ μάλιστα λέγοντα τὸ καθ’ ἕκαστον καὶ ἕν, ὡς αὐτός φησιν, ἀριθμῷ καὶ ἄτομον, ὃ καὶ παρ’ ἡμῶν ὑπόστασις λέγεται—ἢ δῆλον ὡς κυριολεκτῶν, οὕτω ταύτην ὠνόμασεν· ὁπότε μηδ’ ἄλλο τι τῶν θειωδῶς καὶ ὡς αὐτὸ καθ’ ἑαυτὸ πέφυκεν ἢ νοηθῆναι ἢ ἐκφρασθῆναι παρ’ ἡμῶν δύναται. ἀλλ’ εἴ τι περὶ ἐκείνων λέγομεν, ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων μεταφέρομεν ἐκεῖ τὰ ὀνόματα. ἢ γοῦν τῷ «οὐσιωδῶς» προσεπήγαγεν ὁ θεολόγος τὸ «ὡς ἂν εἴπῃ τις τοῦτο», καὶ πρὸς τὸ «ἐνέργεια» «νοοῖτ’ ἂν» συνεξακουόμενον.

οὔτε γὰρ τὸ «ἐνέργεια» κυρίως οὔτε τὸ «οὐσιωδῶς» λέγεται, ἀλλ’ ἑκάτερον «ὡς ἂν εἴποι τις» παραμετρῶν πρὸς ἀλλήλας τὰς παρουσίας τοῦ πνεύματος· πλὴν ὅτι πρότερον μὲν «ἀμυδρότερον» διεφαίνετο, αὖθις δὲ «ἐκτυπώτερον», ὕστερον δὲ καὶ «τελεώτερον». ἀλλὰ γὰρ οὕτω μὲν κατὰ τοῦτον τὸν θεολόγον παρεῖναι ἀεὶ πανταχοῦ κατὰ τὴν οὐσίαν τὸ πνεῦμα λέγεται καὶ μὴ παρεῖναι «οὐσιωδῶς» πρότερον, ἀλλ’ ἢ ἐν «ἐνεργείᾳ» μόνον, νῦν δὲ καὶ «οὐσιωδῶς». οὕτω δὲ καὶ οὔπω πρότερον εἶναι κατὰ τὸν πρώτιστον θεολόγον. οὕτω δὲ καὶ διὰ τούτων δῆλον καθέστηκεν, ὡς οὐκ αὐτὸ ἐκεῖνο τὸ ἅγιον πνεῦμα τὸ ὅλον ὅλου πλήρωμα τοῦ Χριστοῦ οὕτω τοῖς μετόχοις τοῦ Χριστοῦ μεταδίδοται, ὥσπερ ἐκ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐν τῷ υἱῷ ἀναπαύεται. ἢ γὰρ ἂν οὕτω καὶ οὗτοι Χριστοὶ καὶ ἦσαν καὶ ὠνομάζοντο; καὶ οὐ μέτοχοι τοῦ Χριστοῦ, πρὸς ὃν καὶ εἴρηται τό· ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως, ἵν’ οὕτως εἴπῃ χρίσμα τὸ πνεῦμα. πρόκειται δὲ καὶ τό· παρὰ τοὺς μετόχους σου, πρὸς ἔνδειξιν τοῦ· μὴ τοῦτ’ αὐτὸ τὸ τοῦ Χριστοῦ χρίσμα καὶ πλήρωμα, τοῦθ’ ὅλον καὶ τοῖς μετόχοις τοῦ Χριστοῦ μεταδίδοσθαι, ἀλλ’ ἀπορροίας τινὰς ἐκ τούτου μετουσίας. διὸ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ, φησὶν ὁ θειότατος εὐαγγελιστής, ἡμεῖς πάντες ἐλάβομεν.

Καὶ ὁ μέγας Παῦλος ἑνὶ ἑκάστῳ, φησίν, ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἶτα τὴν τοῦ Χριστοῦ δωρεὰν ἐξαπλῶν· αὐτός, φησίν, ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες—δηλονότι οὐχ ἕκαστος καὶ καθ’ ἕνα, ἀλλ’ ἀγαπητόν, εἰ καὶ πάντες—εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν ἐπίγνωσιν τοῦ υἱοῦ τοῦ θεοῦ, ὅπερ ἐστὶν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. καὶ πάλιν ἑτέρωθι· ἑκάστῳ δέδοται, φησίν, ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἑτέρῳ δὲ διακρίσεως πνεῦμα, ἑτέρῳ δὲ γένη γλωσσῶν. πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. δόματα οὖν λαμβάνομεν ἐκ τοῦ πνεύματος τοῦ πληρώματος τοῦ Χριστοῦ, οὐκ αὐτὸ τὸ πνεῦμα καὶ πλήρωμα.