εἰ τοίνυν σοὶ ἔξεστι προστιθέναι, οὐ πολλῷ μᾶλλον ἐμοί, τῷ πρώτῳ θρόνῳ, τῷ κορυφαίῳ, τῷ τὰς κλεῖς τῆς βασιλείας ἐκ διαδοχῆς Πέτρου τοῦ θείου παρὰ τοῦ σωτῆρος πεπιστευμένῳ;“ οὔμενουν. οὐκ ἐγὼ προστίθημι, οὐ μεταίρω αἰώνιον ὅριον, ὃ Χριστὸς ἔθετο καὶ οἱ μετὰ Χριστὸν πατέρες ἡμῶν. οἶδα «μὴ ἐξεῖναι» μήτ’ ἐμοὶ μήτ’ ἄλλῳ τῳ, κἂν μυριάκις ὑπεραυχῇ τὰ ὑπὲρ φύσιν καὶ ὑπεραίρηται ὡς ὁ λέγων· θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ, προστιθέναι τι τῷ λόγῳ Χριστοῦ, τοῦ μόνου ἱκανοῦ τῆς τοῦ πνεύματος θεολογίας ἐξηγητοῦ. ἢ μὴν ὁ εἰς τοσοῦτον ἐξολισθήσας ἐν αὐτῷ τῷ ἐπαρθῆναι, καταβληθήσεται καὶ εἰς χάος ἀπορριφήσεται τὸ ἀπέραντον. τί οὖν; οὐ προσθήκη τὸ „μόνου“; οὐχί, ὁπότε καὶ μὴ ἐκφωνούμενον συννοεῖται. εἰ μὴ γὰρ καὶ ἄλλος ἐν τῇ τριάδι πατήρ, ἀλλ’ εἷς, ὡς ὁ Παῦλός φησι, θεὸς ὁ πατήρ, αὐτόθεν δῆλον, ὅτι καὶ μόνος. ἢ δὸς σὺ πατέρα δεύτερον, καὶ τότε ἀπὸ τοῦ ἑνὸς ἀφαίρει τὸ μόνου. εἰ δὲ καὶ προσθήκη, σὺ ταύτης αἴτιος, ὁ τὴν ὄντως προσθήκην εἰσαγαγών, τὸ „ἐκ τοῦ υἱοῦ“, κἀμοὶ δεδωκὼς ἐξ ἀνάγκης τὴν πρόφασιν τοῦ προσθεῖναι τὸ „μόνου“, πρὸς ἀναίρεσιν τῆς παρὰ σοῦ καινοτομηθείσης προσθήκης. καὶ πῶς προσθήκη ἡ τῆς προσθήκης ἀναίρεσις; ἀλλὰ τί δὴ περὶ τῆς ἐμῆς, ὡς φῄς, προσθήκης λογομαχεῖς;