Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Περὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως κατὰ Λατίνων

Νικήτας Στηθᾶτος

Έλεγχος της λατινικής διδασκαλίας και διάκριση εκπορεύσεως από την αποστολή

Αναίρεση της διδασκαλίας περί εκπορεύσεως και εκ του Υιού μέσω της ορθής ερμηνείας των χωρίων για την πέμψη του Παρακλήτου και της διάκρισης μεταξύ αιώνιας εκπόρευσης και χρονικής αποστολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 2 από 5

Λατῖνοι δὲ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ λέγοντες ἐκπορεύεσθαι, τὸ ἓν ἐκ τῶν δύο λανθάνουσιν ἑαυτοὺς δογματίζοντες. οὐκ οἶδ’, ὅπως οἱ τὸν σταυρὸν αἴρειν αὐχοῦντες μὴ ἀκολουθοῦντες ὀπίσω τοῦ τῶν πτωχῶν εὐαγγελιστοῦ, τοῦ ἑνὸς ἡμῶν καὶ μόνου καθηγητοῦ καὶ τῶν ἀποῤῥήτων τῆς θεότητος μυστηρίων ἐξηγητοῦ, τοῦ μονογενοῦς υἱοῦ, τοῦ τὸ συγγενὲς εἴτ’ οὖν ὁμοφυὲς αὐτοῦ πνεῦμα οὐ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ πατρὸς ἐκπορεύεσθαι θεολογήσαντος. ἀλλὰ ἀντιπρόσωποι χωροῦντες καὶ κατὰ στόμα προσυπαντῶντες καὶ ἀναίδην ἀντιφθεγγόμενοι καὶ τῇ δοκούσῃ μικρᾷ προσθήκῃ, ἣν τῇ ὁμολογίᾳ τῆς πίστεως ἐπεισάγουσι, τά τε θεόφθεγκτα ταῦτα ῥητὰ περιγράφοντες καὶ τὴν ὅλην πίστιν τῶν χριστιανῶν ἀνατρέποντες· οὔτε τὸ ἓν ἔτι τοῖν δυοῖν εἶναι ἀρχὴν ἐῶντες, ἀλλ’ ἔμπαλιν τὰ δύο τοῦ ἑνὸς ἀνοήτως προτάττοντες καὶ δυαρχίαν ἀντὶ μοναρχίας ἐπὶ τῆς μοναδικῆς καὶ ὑπερηνωμένης τριάδος παραδοξάζοντες καὶ τήν τε Σαβελλιανὴν συναλοιφὴν εἴτ’ οὖν σύγχυσιν τήν τε Ἀρειανὴν κατατομὴν καὶ διαίρεσιν τῆς τριάδος ἀνανεούμενοι. τὴν γὰρ πατρικὴν ἰδιότητα, καθ’ ἣν ὡς μόνος θεαρχικὸς αἴτιος ὁ πατὴρ τὸ πνεῦμα προβάλλεται, πατρὶ καὶ υἱῷ συμμερίζοντες συγχέουσι, μήτε τὸν πατέρα μόνον ἐῶντες εἶναι πατέρα μηδ’ ὅλον πατέρα μήτε τὸν υἱὸν ἔτι μόνον εἶναι υἱὸν μηδὲ τὸ ὅλον υἱόν. πῶς γὰρ εἷς πατὴρ ὁ μὴ μόνος;

ὅλος δὲ πῶς ὁ παρὰ τοσοῦτον, ὅσον ἀφῄρηται παρὰ τοῦ υἱοῦ τῆς πατρικῆς ἰδιότητος; ἢ πῶς υἱὸς μόνον ἢ τὸ ὅλον ὁ υἱός, ὁ μὴ μόνον γεννώμενος, ἀλλά τι καὶ τοῦ πατρικοῦ σφετεριζόμενος ἰδιώματος; ἢ ὁ μὲν σύνθετος ἐκ δυοῖν τοῖν ἰδιωμάτοιν, ἅτερος δὲ πατὴρ παρὰ μέρος· ἢ ἓν ἅμα τὸ συναμφότερον, τερατῶδες οἷον καὶ ὁμοίως καὶ τοῦτο σύνθετον ἐκ διαφόρων ἰδιωμάτων τῆς πολυειδοῦς βλασφημίας. τὸ δὲ ἐκ τούτοιν πνεῦμα, ποῦ ἂν τάξειαν, εἰ μήτε γεννᾶν μήτε προβάλλεσθαι δώσουσιν, ὧν ἓν ὁποτερονοῦν κοινὸν ἔχειν πρὸς τὸν πατέρα κατ’ αὐτοὺς ἀνάγκη τῷ «ἓν εἶναι μετ’ αὐτοῦ» μέλλοντι; ἢ δηλονότι κατωτέρω καταβαλοῦσι καὶ τῆς μοναδικῆς καὶ ἁπλῆς παντάπασιν ἐξορίσουσι φύσεως— οὐδὲ γὰρ ἄλλως ἓν τὸ ἐκ δυοῖν προϊὸν οὔθ’ ἁπλοῦν τὸ ἐκ τοῦ συνθέτου ὁποτέρου τῶν εἰρημένων—ἢ ταύτην τὴν ἀτοπίαν ἐκκλίνοντες, καὶ αὐτὸ γεννᾶν ἢ προβάλλεσθαι φήσουσιν. ἀλλ’ εἰ μέν τι τῶν δύο, ἐξ ὧν αὐτό, —σαφῶς ἰδού—κατὰ τῆς τριάδος ὅλης τὴν σύγχυσιν διαπλέκουσιν· εἰ δ’ ἕτερόν τι παρὰ ταῦτα· εἰ μὲν ὁμοούσιον τούτοις κἀκεῖνο καὶ οὕτως ἕν, οὐκέτι λοιπὸν τριάς, ἀλλὰ τετρὰς ἔσται τὸ πρεσβευούμενον. μᾶλλον δὲ κἀκεῖνο δώσουσιν ὡσαύτως ἢ γεννᾶν ἕτερον ἢ προβάλλεσθαι· καὶ τοῦτο εἰς ἄπειρον.

εἰ δ’ ἄλλης οὐσίας, αὐτοὶ τὰ ἑξῆς παραινέτωσαν· πλήν, εἰ μήτε μείζονος μήτε ἴσης, δῆλοι πάντως εἰσί, τῷ ἐλάττονι γεννήματι τοῦ πνεύματος ἢ προβλήματι καὶ αὐτὸ συγκατασπῶντες τὸ πνεῦμα. οὕτω σαφὴς ἡ θεομαχία· οὕτω πάντοθεν ἀπὸ τῆς τριάδος τὸ ἓν καὶ τὸ ὅλον αὐτοῖς ἀπελήλαται, ἢ μὴν ἐξίσταται καὶ ἑαυτῆς ἡ τριάς. „Ἀλλ’ οὐ δύο,“ φησί, „πατὴρ καὶ υἱός, ἀλλ’ ἕν. ἐγὼ γάρ, φησί, αὐτὸς ὁ υἱός, καὶ ὁ πατὴρ ἕν ἐσμεν. ἐξ ἑνὸς δὲ τὸ ἓν πνεῦμα λέγειν οὐδὲν ἄτοπον, ἀλλὰ μᾶλλον καὶ ἀναγκαῖον. εἰ γὰρ ἐκ τοῦ πατρὸς φῶμεν τὸ πνεῦμα, ἐκ δὲ τοῦ υἱοῦ μὴ φῶμεν ἐκπορεύεσθαι, ἀντιφθεγγόμεθα τῷ υἱῷ λέγοντι· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. οὐ γὰρ ἓν ταῦτα, ὧν ἐκ μὲν τοῦ ἐκπορεύεται, ἐκ δὲ τοῦ οὐκ ἐκπορεύεται.“ μενοῦν γε, φαμέν· καὶ ἓν καὶ οὐχ ἕν. τῇ μὲν φύσει εἴτ’ οὖν οὐσίᾳ —ἢ ὡς ἄν τις ἐθέλοι καλεῖν τὴν ὑπερφυῆ καὶ ὑπερούσιον τῆς θεότητος ὕπαρξιν—ἓν ὁ πατὴρ καὶ ὁ υἱός, πρὸς δὲ καὶ τὸ πνεῦμα· πρόσωπα δὲ εἴτ’ οὖν ὑποστάσεις οὐχ ἕν, ἀλλὰ τρία· ὧν τὸ ἓν ἐκ τῶν δύο λέγειν καὶ πάνυ ἄτοπον. εἰπὲ γάρ· πῶς λέγεις; ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἢ ἐκ τῆς μιᾶς φύσεως ἐκπορεύεσθαι τὸ πνεῦμα;

ἐκ τοῦ πατρὸς πάντως καὶ τοῦ υἱοῦ, δηλονότι ἐκ τῶν δύο προσώπων, τὸ ἕν; —προσώπων γὰρ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ὀνόματα. —εἰ δὲ λέγεις, ἐκ πατρὸς μὲν καὶ υἱοῦ—πλὴν οὐχ ὡς προσώπων, ἀλλ’ ὡς ἓν ὄντων τῇ φύσει—τί κωλύει μὴ τοῖς δυσὶ προσώποις καὶ τὸ τρίτον συνάπτοντα, ἐπεὶ καὶ τὰ τρία τῇ φύσει ἕν, οὕτω λέγειν· «ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος», ἵνα καὶ ἐξ ἑαυτοῦ τὸ πνεῦμα δῷς ἐκπορεύεσθαι; καὶ πάλιν· ἐπεὶ καὶ τὸ πνεῦμα καὶ ὁ πατὴρ ἕν, τί μὴ κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκ τοῦ πνεύματος γεννᾶσθαι φῂς τὸν ἐκ τοῦ πατρὸς γεννώμενον υἱόν; σὸν δ’ ἂν εἴη καὶ τὸν πατέρα λέγειν οὕτως—ἀλλ’ ἐπὶ κεφαλήν σου ἡ βλασφημία—ἔκ τε τοῦ υἱοῦ καὶ τοῦ πνεύματος γεννᾶσθαί τε καὶ ἐκπορεύεσθαι. τὰ γὰρ τρία ἕν· καὶ τὸ περί τινος τούτων λεγόμενον ἀνάγκη πάντως κατὰ τὸν σὸν νόμον, καὶ περὶ τῶν λοιπῶν λέγεσθαι. ἀλλ’ ὄντως ἑνὸς ἀτόπου δοθέντος—τοῦ· διὰ τὸ ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, «ἐκπορεύεσθαι τὸ πνεῦμα ἐκ τοῦ πατρὸς» ἀδιαφόρως τοῦτο λέγειν· «καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεσθαι»—ἀναγκαίως καὶ τἄλλα παρηκολούθησεν. ἔδει δέ σε μὴ τὸ ἓν μόνον ἀκούειν, ἀλλὰ καὶ τὸ ἐσμὲν συνυπακούειν καὶ πρὸ τούτου τὴν τῶν προσώπων διάκρισιν συνορᾶν.

ἐγὼ γάρ, εἶπε, καὶ ὁ πατήρ, τὰ πρόσωπα διελών· εἶτα διὰ τὴν φύσιν ἑνώσας πάλιν διεῖλεν ἕν ἐσμεν, ὁμοῦ καὶ τὸ κοινὸν τῆς οὐσίας καὶ τὸ διάφορον τῶν ὑποστάσεων συνεμφήνας καὶ προανελὼν τὴν σὴν διὰ τὸ ἓν σύγχυσιν ἑκατέρωθεν. ἐπεὶ καὶ καθόλου τὰ ἓν ὄντα τῇ φύσει πολλὰ τῷ ἀριθμῷ, ὡς οἱ καθ’ ἕκαστον ἄνθρωποι τῇ φύσει ἓν ὄντες τῷ ἀριθμῷ εἰσιν ἄπειροι. πλὴν ἐνταῦθα μέν, εἰ καὶ ἓν οἱ πολλοὶ ἄνθρωποι τῇ φύσει, ἀλλ’ οὐχὶ καὶ εἷς ἄνθρωπος, ἀλλὰ πολλοὶ ἄνθρωποι λέγονται· ἐκεῖ δέ, εἰ καὶ τρία τὰ ἀριθμούμενα, ἀλλ’ οὐχὶ καὶ τρεῖς θεοί, ἀλλ’ εἷς τὰ τρία θεός· καθὼς καὶ Μωσῆς ὁ θεόπτης παρεγγυᾶται λέγων· ἄκουε, Ἰσραήλ· κύριος ὁ θεός σου, κύριος εἷς ἐστι· ξενίζει δὲ καὶ ὁ Ἀβραὰμ πρότερον τὴν τριάδα καὶ ὅμως ἑνικῶς αὐτὴν ὀνομάζει κύριον. ἀλλ’ οὐ παρὰ τοῦτο καὶ τὸ «τριὰς εἶναι ἡ τριὰς» ἀφαιρεθήσεται.

ἀλλ’, εἰ καὶ εἷς θεός, εἷς κύριος ἔστι τε καὶ ὀνομάζεται διὰ τὸ πάντη τῆς οὐσίας ταὐτόν τε καὶ ἀπαράλλακτον, τό τε συνάναρχον καὶ συναΐδιον καὶ ὁμότιμον καὶ ὁμόδοξον καὶ τὴν μίαν ἐξουσίαν καὶ θέλησιν καὶ δύναμιν τήν τε φυσικὴν καὶ ἐνέργειαν· ἀλλ’ ὅμως καὶ τριὰς εἶναι ἀνωμολόγηται καὶ ταύτης ὀνόματα· πατήρ, υἱὸς καὶ πνεῦμα ἅγιον· ἅπερ ἡμῖν ὁ μονογενὴς υἱὸς καὶ εἷς τῆς τριάδος ἐγνώρισεν· ᾧπερ εἰ καὶ σὺ ἠκολούθεις καὶ διέκρινες, ἑνῶν ἀσυγχύτως τὰ πρόσωπα, καὶ ἐτήρεις ἑκάστου τὴν ἰδιότητα, οὐδὲν ἂν οὔτ’ ἀπ’ ἀρχῆς ὑπετίθετο ἄτοπον οὔτε τῇ πρώτῃ ὑποθέσει τἄλλα παρείπετο ἀντίθετα. „Ἀλλ’ εἰ μὴ ἐκ τοῦ υἱοῦ“, φησί, „τὸ πνεῦμα, πῶς ἐνεφύσησε καὶ εἶπε τοῖς ἀποστόλοις· λάβετε πνεῦμα ἅγιον; πῶς δὲ καὶ αὐτὸς αὐτὸ πέμπειν ὑπέσχετο· ὅταν ἔλθῃ, φήσας, ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν; ἢ πῶς τὸ ἐξ αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον οὐκ ἐξ αὐτοῦ; ἐκ τοῦ ἐμοῦ γάρ, φησί, λήψεται καὶ ἀναγγελεῖ ὑμῖν“. πρῶτον τοίνυν πρὸς τὸ ὕστερον προβληθὲν ἀπαντῶντές φαμεν, ὅτι οὐκ ἐκ τοῦ υἱοῦ λαμβάνειν εἴρηται τὸ πνεῦμα, ἀλλ’ ἐκ τοῦ πατρός, ὅθεν λαμβάνει καὶ ὁ υἱός. ἀπ’ ἐμαυτοῦ γάρ, φησί, ἐλάλησα οὐδέν· ἀλλ’, ἃ ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ. τοῦτο οὖν φησι καὶ περὶ τοῦ πνεύματος, ὅτι οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’, ὅσα ἂν ἀκούσῃ, λαλήσει. πόθεν δὲ ἀκούσει; δηλονότι παρὰ τοῦ πατρός.

καὶ ὅρα· οὐκ εἶπεν, ὅτι ἐξ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, ἀλλ’ ἐκ τοῦ ἐμοῦ· ἐμὸν δέ, τίνα ἂν λέγοι ὁ υἱός, εἰ μὴ τὸν πατέρα; ὅθεν καὶ κοινῶς περί τε ἑαυτοῦ καὶ τοῦ πνεύματος πρὸς τὸν Νικόδημον εἴρηκεν· ἀμήν, ἀμὴν λέγω σοι, ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. ὅθεν γὰρ αὐτοῖς τὸ εἶναι, ἐκεῖθεν καὶ τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν· οὐκοῦν, ὅθεν τὸ λαλεῖν καὶ τὸ δύνασθαι καὶ τὸ ἐνεργεῖν, ἐκεῖθεν καὶ τὸ εἶναι αὐτοῖς, ὅπως δὴ καὶ εἰσί· τουτέστι τῷ μὲν γεννητῶς, τῷ δὲ ἐκπορευτῶς. εἰ δὲ καὶ αὐτὸς ὁ υἱὸς πέμπειν τὸ πνεῦμά φησι, ἀλλ’ οὐ παρ’ ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ πατρός, ὅθεν καὶ αὐτὸς ἀπεστάλη. οὕτω γὰρ καὶ τὸ ὅλον εἶπεν· ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός. ὅταν ἔλθῃ, εἶπεν, ἵνα δείξῃ τὸ αὐτεξούσιον· ἐγὼ πέμψω, προσέθηκε, διὰ τὸ αὐτοθελὲς ἢ ταυτόβουλον—ἢ ὡς ἂν βούλει καλεῖν τὴν συνευδόκησιν—ἵν’, ὅπερ εἴρηται τῷ θεολόγῳ Γρηγορίῳ περὶ τοῦ υἱοῦ „τὴν εὐδοκίαν τοῦ πατρὸς ἀποστολὴν εἶναι τοῦ υἱοῦ νόμισον“, τοῦτο ῥηθῇ καὶ περὶ τοῦ πνεύματος „τὴν εὐδοκίαν τοῦ υἱοῦ ἀποστολὴν εἶναι τοῦ πνεύματος νόμισον“· εἶτα ἐπήγαγε «παρὰ τοῦ πατρός», σαφῶς διαγγέλλων, ὅθεν ἐκπορευόμενον τὸ πνεῦμα ἐλεύσεται. καὶ οὐχ ἅπαξ τοῦτο μόνον εἰπὼν ἠρκέσθη, ἀλλὰ καὶ αὖθις ἐπανέλαβε· «τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται».

εἶτα τούτοις, ὦ τολμητία σύ, προστίθης τὰ παρὰ τῶν σῶν λογισμῶν ἀσυλλογίστως ὑποτιθέμενα, ὡς ἄρα παρὰ τὸν θεὸν Λόγον ἀκριβέστερος ὑμῖν ἐκ δυσμῶν θεολόγος ἀναφαινόμενος;

Ἔστι δ’, ὅτε καὶ παρὰ τοῦ υἱοῦ ἀποστέλλεται. πόθεν οὖν συνάγεις, ὅτι καὶ ἐκ τοῦ υἱοῦ ἐκπορεύεται; „ὅτι“, φησί, „τὸ ἀποστελλόμενον ἐκ τοῦ πέμποντος ἐκπορεύεται“. οὐ πάντως. εἰ γὰρ τοῦτο δῶμεν, ἐπεὶ καὶ ὁ υἱὸς ἀπεστάλθαι λέγεται, εἴη ἂν καὶ ἐκπορευτός, ἵνα καὶ τὸ τοῦ πνεύματος ἰδίωμα σφετερίσηται· καὶ τάχα σὺ μὲν οὐκ ὀκνήσεις καὶ τοῦτο δοῦναι, ἵνα καθαρῶς Σαβελλίζων καὶ εἰς ἓν τὴν τριάδα πρόσωπον συνάγων ἀναφανῇς, συνθήσεται δ’ οὐδεὶς τῶν ἀληθινῶν τῆς τριάδος προσκυνητῶν. τί δέ; οὐκ ἀποστέλλονται καὶ τὰ λειτουργικὰ πνεύματα, κατὰ τὸν ἀπόστολον εἰς διακονίαν ἀποστελλόμενα; ἔστωσαν καὶ ταῦτα κατὰ τὸν σὸν κανόνα ἐκπορευτά; ἀπεστάλη καὶ Ἰωάννης ὁ βαπτιστής, περὶ οὗ εἴρηται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. ἀπεστάλησαν οἱ ἀπόστολοι, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα. εἰ δὴ πᾶν τὸ ἀποστελλόμενον ἐκ τοῦ πέμποντος ἐκπορεύεται, οὐδ’ ἂν ἀριθμῷ ῥᾴδιον εἴη περιλαβεῖν τὰ οὕτως ἐκ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ—προσθείη δ’ ἄν τις καὶ τοῦ πνεύματος— ἐκπορευόμενα τὰ λειτουργικὰ πάντα πνεύματα, τοὺς προφήτας, τοὺς ἀποστόλους, τοὺς ἁγίους πάντας, τοὺς καθ’ ἑκάστην γενεὰν προχειριζομένους ἐκεῖθεν καὶ ἀποστελλομένους εἰς ἐπιστροφὴν ἀνθρώπων καὶ σωτηρίαν.