Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Διάλεξις καὶ ἀντιδιάλογος περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Προοίμιο και εισαγωγή στα ιουδαϊκά έθιμα της λατρείας

Αναφορά στην αφορμή της συγγραφής, προτροπή προς τους Λατίνους και εισαγωγή στο ζήτημα της αποφυγής των ιουδαϊκών πρακτικών στην εκκλησιαστική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 1 από 6

Νικήτα μονάχου καὶ πρεσβυτέρου μονῆς τοῦ Στουδίου διάλεξις πρὸς Φράγγους ἤγουν Λατίνους. „Εἰ ἔστιν σοι σύνεσις,“ φησὶν ὁ σοφός, „ἀποκρίθητι τῷ πλησίον“ καὶ „μὴ κωλύσῃς λόγον ἐν καιρῷ“· Πέτρος δέ, ἡ τῶν κορυφαίων ἀκρότης, οὕτω προτρεπόμενος λέγει· „ἕτοιμοι ἦτε πρὸς ἀπολογίαν ἀεὶ παντὶ τῷ αἰτοῦντι ὑμᾶς“ λόγον „περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πρᾳότητος καὶ φόβου“. ἵνα οὖν μὴ κενοὶ συνέσεως καὶ τῆς προσηκούσης ἀπολογίας ὀφθῶμεν Ῥωμαίοις, ἄρτι πρὸς ἡμᾶς ἐπιδεδεικόσι διὰ τοῦ εὐλαβεστάτου πατρὸς καὶ ἀδελφοῦ Βασιλείου—τοῦ προηγουμενεύσαντος τῶν κατὰ τὸν ἅγιον ἐκεῖσε Βενέδικτον ἱερῶν μοναστηρίων—καὶ διὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου Βάρεως προτεινομένοις ἡμῖν τινων κεφαλαίων ἐκζήτησιν τῶν εἰς τὴν ἐκκλησιαστικὴν αὐτῶν ἱεραρχίαν τελουμένων (φημὶ δὴ τῶν ἀζύμων, τῆς τοῦ σαββάτου νηστείας, τοῦ γάμου τῶν ἱερέων καὶ τῆς ἐν τῷ καιρῷ τῆς πανσέπτου νηστείας τελουμένης πρὸς αὐτῶν τελείας καθ’ ἑκάστην μυσταγωγίας), οὕτω πρὸς αὐτοὺς κατὰ τὴν ἄνωθεν χορηγίαν τοῦ πνεύματος τὸν λόγον ποιούμεθα. ἄρξωμεν δὲ οὕτως· ἄνδρες Ῥωμαῖοι, ὅσοι τε πρὸς ἡμᾶς οἴκατε καὶ ὅσοι ταῖς πόλεσιν ἡμῶν ἐκδημεῖτε, ἴστε, ὡς οὐδὲν κοινὸν ἡμῖν πιστοῖς οὖσι καὶ ἀπὸ Χριστοῦ καλουμένοις καὶ τῶν Ἰουδαίων τοῖς παλαιοῖς ἐθίμοις, πάλαι καλῶς τῶν τῆς λευϊτικῆς λατρείας αὐτῶν ἀποβληθέντων παρὰ θεοῦ καὶ πρὸ τῆς ἐπιδημίας τοῦ Λόγου.

καθ’ ἃ διακεκράγασιν οἱ κατ’ ἐκείνων τρανῶς προφητεύσαντες· οὐδεμία ἡμῖν κοινωνία, ὡς εἴρηται υἱοῖς οὖσι φωτὸς καὶ ἡμέρας καὶ τῆς σκιᾶς ἐλευθερωθεῖσι τοῦ νόμου, καὶ αὐτοῖς, τοῖς ἔτι ἐν τῷ σκότει καὶ τῇ σκιᾷ καθημένοις Ἰουδαίοις, ἐξακολουθεῖν. ποιούντων γὰρ ὑμῶν καὶ ἐσθιόντων τούτων τὰ ἄζυμα καὶ νηστευόντων τὰ σάββατα, ποιεῖν ἐστιν πάντως καὶ φυλάττειν τὰ τοῦ νόμου καὶ τῆς δουλίας τούτου τὰ ἐπιτίμια· ἀλλ’ οὐκ ἔξεστιν οὕτως ποιεῖν τοῖς ἐλευθέροις ἡμῖν. εἰ οὖν ἔτι τῶν ἀζύμων, ὦ Ῥωμαῖοι, μετέχετε, ὑπὸ τὴν σκιὰν ἔτι τοῦ νόμου ἐστὲ καὶ τράπεζαν Ἰουδαίων ἐσθίετε, οὐχὶ δὲ θεοῦ λογικὴν καὶ ζῶσαν καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἀνθρώποις ἐπιούσιόν τε καὶ ὁμοούσιον· καθὼς τὸν ἄρτον τὸν ἐπιούσιον ἐξαιτεῖσθαι ἄνωθεν ἐδιδάχθητε·

Νικήτα μονάζοντος καὶ πρεσβυτέρου μονῆς τῶν Στουδίου τοῦ Στηθάτου Ῥωμαίοις περὶ ἀζύμων καὶ σαββάτων νηστείας καὶ γάμου τῶν ἱερέων. Καλὸν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ὦ πάντων ἐθνῶν σοφώτατοι Ῥωμαῖοι καὶ εὐγενέστατοι. ἐκ γὰρ τοῦ ἔχειν πρὸς τὸν πλησίον ἀγάπην, καὶ ἡ ταπείνωσις πρὸς τὸν ἔχοντα αὐτὴν πλεονάζει. αὕτη δὲ πλεονάζουσα ποιεῖ τὸν μετέχοντα αὐτῆς „πάντα στέργειν, πάντα ὑπομένειν“, ὥς φησιν ὁ θεῖος ἀπόστολος, καὶ μὴ „φυσιοῦσθαι“ κατὰ τοῦ πλησίον αὐτοῦ ποτε ἢ ἐπαίρεσθαι κατ’ αὐτοῦ, μηδὲ „τὰ ἑαυτοῦ“ μόνου „ζητεῖν, ἢ ζῆλον“ ἔχειν πρὸς αὐτὸν καὶ ἔριν καὶ ἐρίθειαν. πάντα γὰρ ταῦτα τὴν ἀγάπην διώκει καὶ τὴν ταπείνωσιν, καὶ ποιεῖ τὸν ἄνθρωπον μὴ περιπατεῖν κατὰ θεόν, ἀλλὰ κατὰ ἀνθρώπων ἀρέσκειαν· ὃ καὶ ὁ Παῦλος ἐπιμέμφεται λέγων· „ὅπου“ δέ ἐστιν „ἐν ὑμῖν ἔρις καὶ ζῆλος“, καὶ διχοστασία, „οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;“ διὸ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ταπεινωθῆναι διὰ τὴν τοῦ θεοῦ ἐντολὴν καὶ ἀκοῦσαι παρ’ ἡμῶν τῶν ἀναξίων καὶ εὐτελῶν, ἐρωτηθέντων πολλάκις ἐκ διαφόρων Ῥωμαίων τῶν ἐπιδημούντων ἐνταῦθα περὶ τῶν ἀζύμων, τί λέγομεν περὶ τούτων ἐν ἀγάπῃ Χριστοῦ πρὸς ὑμᾶς.

οἱ τῶν ἀζύμων ἔτι μετέχοντες ὑπὸ τὴν σκιὰν τοῦ νόμου εἰσὶ καὶ τράπεζαν Ἰουδαίων ἐσθίουσιν, οὐχὶ δὲ λογικὴν καὶ ζῶσαν θεοῦ καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἀνθρώποις ἐπιούσιόν τε καὶ ὁμοούσιον, καθὼς ἄνωθεν ἐξαιτεῖσθαι τὸν ἐπιούσιον ἐδιδάχθημεν ἄρτον.