Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Διάλεξις καὶ ἀντιδιάλογος περὶ τῶν ἀζύμων

Νικήτας Στηθᾶτος

Θεολογική και λειτουργική απόρριψη των αζύμων

Θεολογική θεμελίωση της χρήσης του ενζύμου άρτου στην Ευχαριστία, ερμηνεία των ζωοποιών στοιχείων και του ζέοντος ύδατος, και ανασκευή των λατινικών και θεοπασχητικών θέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 2 από 6

Dialexis sequ. Antidialogos sequ.: τί γάρ ἐστιν ὁ ἐπιούσιος, εἰ μή, ὅτι ὁ ἡμῖν ὁμοούσιος; ἕτερος δὲ οὐδείς ἐστιν ἡμῖν ὁμοούσιος ἄρτος, ἀλλ’ ἢ τὸ σῶμα Χριστοῦ, ὡς ὁμοουσίου γεγονότος ἡμῖν κατὰ τὴν σάρκα τῆς αὐτοῦ ἀνθρωπότητος. εἰ δὲ ἔμψυχός ἐστιν ἡ οὐσία τοῦ ἡμετέρου φυράματος, ἣν ὁ Λόγος ἠμπέσχετο, ἄρα οὐ τὸν ἡμῖν ἐπιούσιον καὶ ὁμοούσιον ἄρτον ἐσθίετε ἀζύμων μετέχοντες. τὰ γὰρ ἄζυμα δηλονότι καὶ ἄψυχα, ὡς καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐκδηλότερον ἐκδιδάσκει. προκαταβληθεῖσα γὰρ ἡ μικρὰ ζύμη ἐν τῷ φυράματι τοῦ ἀλεύρου καὶ συμφυραθεῖσα αὐτῷ καὶ μία τὸ ὅλον ζύμη ἀποτελεσθεῖσα, δυνάμει τινὶ ζωτικῇ ἐκθερμαίνει αὐτήν, καὶ κινητικὴν οἷα δὴ ζῶσαν ἐργάζεται· ὅπερ ἐν ἀζύμῳ „ζύμῃ τῶν Φαρισαίων“, ἣν καὶ φεύγειν ὁ Λόγος ἡμῖν ἐπισκήπτει, οὔτε ἐγένετό ποτε οὔτε μὴν καθόλου γενήσεται. θείας γεγόναμεν κοινωνοὶ φύσεως, ἧς καὶ μετέχομεν καθ’ ἑκάστην οἱ κοινωνίαν ἐσχηκότες μετὰ Χριστοῦ· καθά φησι καὶ Πέτρος ὁ κορυφαῖος· „χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη“ ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν· καὶ μετ’ ὀλίγον· „ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως“, οὐχὶ δὲ ζύμης ἀζύμου τῶν θεοκτόνων. θείαν δὲ φύσιν τίς ἂν καὶ εἴποι ποτέ, κύριος ὢν λογισμοῦ, τὴν ἄζυμον καὶ νεκρὰν ζύμην τῶν Ἰουδαίων, ἣν εἰς θυσίαν ὑμεῖς τῷ θεῷ ἀναφέρετε, καὶ ἣν ὡς ἀντίτυπον τῆς ζώσης σαρκὸς τοῦ κυρίου ἐσθίετε;

πῶς δὲ καὶ κοινωνίαν ἕξετε μετὰ Χριστοῦ τοῦ ζῶντος θεοῦ, τὴν νεκρὰν ὡς εἴρηται καὶ ἄζυμον ζύμην ἐσθίοντες, τῆς τοῦ νόμου σκιᾶς καὶ οὐ τῆς καινῆς διαθήκης; ἐὰν γὰρ καὶ τοῦτο εἴπητε, ἀλλὰ ψεύδεσθε. φησὶ γὰρ ὁ ἠγαπημένος τοῦ Χριστοῦ μαθητής· „ἐὰν εἴπωμεν, ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν. ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ (τοῦ υἱοῦ αὐτοῦ A) καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας“. ὁ οὖν τὰ ἄζυμα ἐσθίων ἐν τῷ σκότει τοῦ νόμου περιπατεῖ, καὶ πῶς κοινωνίαν ἕξει μετὰ Χριστοῦ (τοῦ ὄντος ἐν τῷ φωτὶ τῆς καινῆς αὐτοῦ διαθήκης καὶ χάριτος; οἱ γὰρ ἐν τῷ φωτὶ περιπατοῦντες τῆς χάριτος, ἄρτον ἐσθίουσι τὸ σῶμα Χριστοῦ, καὶ πίνουσι αἷμα αὐτοῦ τὸ ἄχραντον, καὶ οὕτως ἔχουσι μετ’ ἀλλήλων καὶ μετὰ Χριστοῦ κοινωνίαν, καθαριζόμενοι ὡς προείρηται ἀπὸ πάσης ἁμαρτίας. τὸ δέ γε ἄζυμον οὐκ ἄρτος· οὐ γὰρ ἄρτιον οὐδὲ αὐτοτελές ἐστιν, ἀλλ’ ἐλλιπές, ἡμιτελὲς δεομένου τοῦ πληρώματος τῆς προζύμης. Ὁ δὲ ἄρτος ἄρτιος, αὐτοτελής, τέλειος καὶ πληρέστατος, ὡς τὸ ὅλον ἔχων ἐν ἑαυτῷ πληρώματος. A.) σκοπεῖτε δέ, ὅτι ἐν μὲν τοῖς ἀζύμοις οὐδεμία τίς ἐστι ζωτικὴ δύναμις· νεκρὰ γάρ εἰσιν.

ἐν δὲ τῷ ἄρτῳ, ἤγουν τῷ σώματι τοῦ Χριστοῦ, τρία τὰ ζῶντα καὶ ζωὴν παρέχοντα τοῖς αὐτὸν ἀξίως ἐσθίουσι· τὸ πνεῦμα, τὸ ὕδωρ καὶ τὸ αἷμα, ὡς καὶ αὐτὸς ὁ τοῦ Χριστοῦ ἐπιστήθιος Ἰωάννης συμμαρτυρεῖ τῷ λόγῳ· „τρεῖς γάρ εἰσιν οἱ μαρτυροῦντες“, φησί, „τὸ πνεῦμα, τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς“ τὸ „ἕν εἰσιν“, δηλονότι τὸ σῶμα τοῦ Χριστοῦ· ὃ καὶ κατὰ τὸν καιρὸν τῆς τοῦ κυρίου σταυρώσεως δῆλον γέγονεν, ὁπηνίκα τὸ ὕδωρ καὶ τὸ αἷμα ἐκ τῆς ἀχράντου πλευρᾶς αὐτοῦ ἔρρευσε, λόγχῃ νυγείσης αὐτοῦ τῆς σαρκός. τὸ δὲ ζῶν καὶ ἅγιον πνεῦμα ἔμεινεν ἐν τῇ τεθεωμένῃ σαρκὶ αὐτοῦ, ἣν ἐσθίοντες ἡμεῖς ἐν τῷ ἄρτῳ, τῷ μεταβαλλομένῳ διὰ τοῦ πνεύματος καὶ γινομένῳ εἰς σάρκα Χριστοῦ, ζῶμεν ἐν αὐτῷ, ὡς ζῶσαν καὶ τεθεωμένην σάρκα ἐσθίοντες. οὕτω δὲ καὶ τὸ αἷμα τὸ ζῶν καὶ θερμότατον αὐτοῦ πίνοντες, μετὰ τοῦ ἐκρεύσαντος ὕδατος ἐκ τῆς ἀκηράτου πλευρᾶς αὐτοῦ, καθαιρόμεθα πάσης ἁμαρτίας καὶ ζέοντος πληρούμεθα πνεύματος. θερμὸν γὰρ ὡς ὁρᾶτε, οἷα δὴ ἐκ τῆς πλευρᾶς τοῦ κυρίου, τὸ ποτήριον πίνομεν· ἐπειδὴ ἐκ ζώσης σαρκὸς τῷ πνεύματι καὶ θερμοτάτης Χριστοῦ, θερμότατον τὸ αἷμα ἡμῖν καὶ τὸ ὕδωρ ἐξέβλυσεν· ὅπερ ἐν τοῖς τὰ ἄζυμα ἐσθίουσιν οὐκ ἔχει χώραν τοῦ γίνεσθαι.

εἰ δὲ νεκρὰν ζύμην ἐσθίετε, ὦ σοφώτατοι τῶν Ῥωμαίων, ὡς ὁ λόγος ἀπέδειξε, τίνος χάριν αὐχεῖτε λέγοντες, ὅτι· „οὐχ ὥσπερ ὑμεῖς ἅλατι καὶ προζύμῃ καὶ ὕδατι τὸ ἄλευρον φύρομεν, καὶ οὕτω ποιοῦμεν τὴν ἀναφορὰν τῶν ἀζύμων ἡμῶν, ἀλλ’ ὕδατι μόνῳ καὶ ἀλεύρῳ καὶ πυρὶ τὸ ἄζυμον ἀπαρτίζομεν, καὶ ἐν τοῖς τρισὶ τούτοις ἁγνὴν ποιοῦμεν ἡμῶν τὴν θυσίαν“; πυνθάνομαι οὖν ὑμῶν τὰ τρία ταῦτα· τὸ ὕδωρ, τὸ ἄλευρον καὶ τὸ πῦρ εἰς τί λαμβάνετε; καὶ τίνος ἀντίτυπα ταῦτα εἶναι δοκεῖτε; τῆς σαρκὸς τοῦ κυρίου; ἀλλ’ οὐκ εἶπεν ὁ ἠγαπημένος Χριστῷ Ἰωάννης· „τρεῖς εἰσιν οἱ μαρτυροῦντες“· τὸ ὕδωρ, τὸ ἄλευρον καὶ τὸ πῦρ· ἀλλὰ τί; „τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσι“, δηλονότι τὸ σῶμα τοῦ Χριστοῦ, ὥσπερ εἴρηται· ὅπερ ἡμεῖς ἐσθίοντες, ἑνοποιούμεθα τῷ δι’ ἡμᾶς σαρκωθέντι καὶ τυθέντι Χριστῷ, σύσσωμοι γενόμενοι αὐτῷ, καθὼς σάρξ „ἐσμεν ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ“ ὀστοῦν „ἐκ τῶν ὀστέων αὐτοῦ“, ὥσπερ γέγραπται. εἰ δὲ εἰς τὴν ἄκτιστον καὶ ἀσώματον φύσιν τῆς ἁγίας τριάδος ταῦτα λαμβάνετε, σφάλλετε, πίπτοντες εἰς τὴν τῶν θεοπασχιτῶν αἵρεσιν, οἵ φασι συμπεπονθέναι τῇ σαρκὶ τοῦ Λόγου καὶ αὐτὴν αὐτοῦ τὴν θεότητα.

οὐ γὰρ ὁμοῦ ἡ τριὰς ἐσαρκώθη, ὁ πατήρ, ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἵνα θεωρεῖτε ταῦτα εἰς αὐτὴν τὰ τρία—τὸ ὕδωρ, ὥς φατε, καὶ τὸ ἄλευρον καὶ τὸ πῦρ—καὶ ὡς ἀντίτυπα αὐτῆς ποιεῖτε τὸ ἄζυμον, καὶ εἰς θυσίαν προσφέρετε· ἀλλ’ ὁ εἷς τῆς τριάδος, ὁ υἱὸς καὶ Λόγος τοῦ θεοῦ σαρκωθείς, ἐξ ἁγνῶν τῆς ἁγίας παρθένου σαρκῶν ἐνηνθρώπησε, καὶ πάντα τὰ τῆς οἰκονομίας τελέσας αὐτοῦ ἐσταυρώθη σαρκί, μὴ παθούσης αὐτοῦ τῆς θεότητος. σαρκὶ οὖν σταυρωθείς, παρέδωκεν ἡμῖν ἐσθίειν διὰ τοῦ ἄρτου τὴν σάρκα αὐτοῦ, τὴν ἐν πνεύματι ζῶσαν ἁγίῳ, οὕτως εἰπών· „λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον“ εἰς ἄφεσιν ἁμαρτιῶν. τί οὖν ὑμῖν, τοῖς ἐν Χριστῷ ἀδελφοῖς, κοινὸν καὶ τῷ νόμῳ, τῷ καταργηθέντι ἐν τῷ Χριστῷ, ὅτι ἔτι τὴν ἄζυμον ζύμην τούτου ἐσθίετε; „καινὴ κτίσις“ ἐσμὲν „ἐν Χριστῷ· τὰ ἀρχαῖα παρῆλθον“. Παύλου ἀκούετε λέγοντος, „ἰδοὺ γέγονε τὰ πάντα καινά“. εἰ δὲ ταῦτα ἐσθίειν κεκρίκατε δίκαιον, τί μὴ καὶ περιτέμνεσθε; Χριστὸς περιετμήθη. τί μὴ καὶ καθαρίζεσθε, Παύλου καὶ τοῦτο πράξαντος; καὶ τὰ ἄλλα πάντα ὡσαύτως παρατηρεῖσθε τὰ τῶν παλαιῶν, ὡς οἱ τὰ τοῦ νόμου ποιοῦντες, „δι’ οὓς τὸ ὄνομα τοῦ θεοῦ ἐν τοῖς ἔθνεσι βλασφημεῖται“, καθὼς γέγραπται. „οὐ καλὸν τὸ καύχημα ὑμῶν“, ἵνα κἀγὼ τὸ τοῦ ἀποστόλου φθέγξομαι πρὸς ὑμᾶς, „οὐκ οἴδατε“, φησίν, „ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;“