οὐ γὰρ ὁμοῦ ἡ τριὰς ἐσαρκώθη, ὁ πατήρ, ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἵνα θεωρεῖτε ταῦτα εἰς αὐτὴν τὰ τρία—τὸ ὕδωρ, ὥς φατε, καὶ τὸ ἄλευρον καὶ τὸ πῦρ—καὶ ὡς ἀντίτυπα αὐτῆς ποιεῖτε τὸ ἄζυμον, καὶ εἰς θυσίαν προσφέρετε· ἀλλ’ ὁ εἷς τῆς τριάδος, ὁ υἱὸς καὶ Λόγος τοῦ θεοῦ σαρκωθείς, ἐξ ἁγνῶν τῆς ἁγίας παρθένου σαρκῶν ἐνηνθρώπησε, καὶ πάντα τὰ τῆς οἰκονομίας τελέσας αὐτοῦ ἐσταυρώθη σαρκί, μὴ παθούσης αὐτοῦ τῆς θεότητος. σαρκὶ οὖν σταυρωθείς, παρέδωκεν ἡμῖν ἐσθίειν διὰ τοῦ ἄρτου τὴν σάρκα αὐτοῦ, τὴν ἐν πνεύματι ζῶσαν ἁγίῳ, οὕτως εἰπών· „λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον“ εἰς ἄφεσιν ἁμαρτιῶν. τί οὖν ὑμῖν, τοῖς ἐν Χριστῷ ἀδελφοῖς, κοινὸν καὶ τῷ νόμῳ, τῷ καταργηθέντι ἐν τῷ Χριστῷ, ὅτι ἔτι τὴν ἄζυμον ζύμην τούτου ἐσθίετε; „καινὴ κτίσις“ ἐσμὲν „ἐν Χριστῷ· τὰ ἀρχαῖα παρῆλθον“. Παύλου ἀκούετε λέγοντος, „ἰδοὺ γέγονε τὰ πάντα καινά“. εἰ δὲ ταῦτα ἐσθίειν κεκρίκατε δίκαιον, τί μὴ καὶ περιτέμνεσθε; Χριστὸς περιετμήθη. τί μὴ καὶ καθαρίζεσθε, Παύλου καὶ τοῦτο πράξαντος; καὶ τὰ ἄλλα πάντα ὡσαύτως παρατηρεῖσθε τὰ τῶν παλαιῶν, ὡς οἱ τὰ τοῦ νόμου ποιοῦντες, „δι’ οὓς τὸ ὄνομα τοῦ θεοῦ ἐν τοῖς ἔθνεσι βλασφημεῖται“, καθὼς γέγραπται. „οὐ καλὸν τὸ καύχημα ὑμῶν“, ἵνα κἀγὼ τὸ τοῦ ἀποστόλου φθέγξομαι πρὸς ὑμᾶς, „οὐκ οἴδατε“, φησίν, „ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;“