Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικήτας Στηθᾶτος – Ἐπιστολαί

Νικήτας Στηθᾶτος

Προοίμιο αντιρρητικών επιστολών και ερμηνευτικές αρχές

Εισαγωγή στις επιστολές προς τον σοφιστή Γρηγόριο, ανάλυση των προϋποθέσεων για την πνευματική κατανόηση των Γραφών και διάκριση της απερίγραπτης φύσης του Θεού από την περιγραπτή των αγγέλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικήτας Στηθᾶτος

—

Κεφάλαιο 3 από 8

Τοῦ αὐτοῦ ἐπιστολαὶ πρὸς Γρηγόριον σοφιστὴν ἀντιρρητικαί. Σχολὴν ἐν ἄλλοις πνευματικοῖς ἄγοντες πράγμασιν, ὧν ἦν ἀναγκαία ἡμῖν ἡ σχολή, ἐλευθερίαν εἰς τὸ τὰς λύσεις δοῦναί σοι, περὶ ὧν ἐζήτησας ἔν τε τῷ περὶ ψυχῆς πονηθέντι μοι λόγῳ καὶ ἐν τῷ περὶ παραδείσου ὡσαύτως, μέχρι τοῦ παρόντος οὐκ ἔσχομεν. Νῦν δὲ καιρὸς ταύτας ἀποδοῦναί σοι καὶ τὴν ἀμφιβάλλουσάν σου ψυχὴν θεραπεῦσαι.

Ἀλλὰ βούλομαί σε, περὶ τὰ θεῖα ἐρευνητικώτατον ὄντα, τὸν χοῦν πρῶτον ἐκφορῆσαι τοῦ νοῦ καὶ οὕτως ἑτοιμάσαι τὸ οὖς εἰς ὑποδοχὴν τοῦ λόγου καὶ ἀκοῦσαι τοῦ Σωτῆρος λέγοντος πρὸς ἡμᾶς· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν» ἀπὸ τῶν σωματικωτέρων καὶ αἰσθητῶν ἐπὶ τὰ νοητὰ τοῦ λόγου κάλλη τε καὶ θεάματα. Διὸ καὶ ὁ σοφώτατος Σολομὼν παραινεῖ λέγων· «Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνατῶν νοητῶς νόει τὰ παρατιθέμενά σοι καὶ ἐπίβαλλε τὴν χεῖρά σου, εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι.» Καὶ γὰρ ἡ θεία Γραφὴ τὰ βάθη ἔχουσα ἐν ἑαυτῇ τοῦ Θεοῦ οὐ πᾶσιν ἁπλῶς καὶ τοῖς βουλομένοις τὴν κατανόησιν τῶν ἐκ τοῦ νόμου τοῦ Θεοῦ θαυμασίων ἀποκαλύπτει, «ἀλλ’ οἷς ἐδόθη», κατὰ τὸ ὅσιον λόγιον, «γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν», οὗ χάριν καὶ ὁ θεῖος ηὔχετο Δαβίδ, οὕτω πρὸς Θεὸν λέγων· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» Ἀλλὰ καὶ οἱ μαθηταὶ τοῦ Λόγου οὐ πρότερον ἐν ἐπιγνώσει τῶν τοῦ Θεοῦ νόμων ἀκριβῶς ἐγένοντο, ἕως οὖ τὸν νοῦν διανοίγοντα εἰς τὸ συνιέναι τὰς Γραφὰς οὐσιωδῶς παρὰ τοῦ Λόγου ἐδέξαντο. Χρεία οὖν ἡμῖν πολλὴ τοῦ ἁγίου Πνεύματος τοῦ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶντος· «Τὸ Πνεῦμα γάρ», φησὶν ὁ θεῖος ἀπόστολος, «πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ».

Τούτου τοίνυν χρεία ἡμῖν πολλή, καθάπερ εἴρηται, βέλτιστε, εἰς τὸ τὰς Γραφὰς συνιέναι· ἄνευ γὰρ αὐτοῦ οὔτε νοεῖν ἐστι τὰ τοῦ Πνεύματος οὔτε λέγειν αὐτὰ εἰς τὴν τῶν ἀκουόντων ὠφέλειαν, κἂν εἰ καὶ λίαν ὁ λέγων ἐστὶν ἐστομωμένος τοῖς ἔξω μαθήμασιν. Ὀλισθηρὰ γὰρ τὰ τῆς θείας Γραφῆς ὅσον ἀπὸ τοῦ γράμματος, καθά τις καὶ τῶν σοφῶν οὕτω λέγει· καθάπερ οἱ δι’ ὀλισθηρᾶς ὁδοῦ βαδίζοντες ὑποσκελίζονταί τε καὶ πίπτουσιν, οἱ δὲ διὰ ξηρᾶς καὶ λεωφόρου, ἀπταίστῳ χρῶνται πορείᾳ, οὕτως οἱ μὲν διὰ τῶν σωματικῶν καὶ τῶν ἐκ τοῦ ῥητοῦ τὴν ψυχὴν ἄγοντες οὐδὲν ἀλλ’ ἢ πίπτειν αὐτὴν ἐθίζουσιν, ὀλισθηρὰ γὰρ ταῦτά γε καὶ πάντων ἀβεβαιότατα, οἱ δὲ διὰ τῶν κατὰ τὰς ἀρετὰς θεωρημάτων ἐπὶ Θεὸν σπεύδοντες ἀσφαλῆ καὶ ἀκράδαντον ὁδὸν εὐθύνουσιν.

Τοιγαροῦν καὶ χρεία ἡμῖν, ἵνα πάλιν εἴπω, πρῶτον ἀποκαθᾶραι τοῦ γεώδους τὸν νοῦν τῷ ἐλαίῳ τοῦ Πνεύματος καὶ μὴ γήϊνον κεκτῆσθαι αὐτόν, εἶτα μητέρα κτήσασθαι τὴν ἐνυπόστατον σοφίαν Θεοῦ, τὴν κατερχομένην ἄνωθεν εἰς συντετριμμένας καὶ τεταπεινωμένας ψυχάς, ἥτις «πρῶτον μὲν ἁγνή ἐστι», κατὰ τὸν θεῖον Ἰάκωβον «ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν», τὴν δέ γε αἴσθησιν δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης, οὕτω δημιουργηθεῖσαν ὑπὸ τῆς φύσεως, ὡς ἂν τὰ τοῦ γράμματος καὶ πᾶν νόημα κατὰ τὸν Παῦλον εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ ἐπὶ τὸ Πνεῦμα αἰχμαλωτίζωμεν. Ἐπειδὴ ὁ κατ’ ἐπιφάνειαν λόγος, χοϊκὸς ὤν, διὰ σκιῶν σώματα καὶ διὰ ῥημάτων πράγματα εἰς ἐξαπάτησιν τοῦ νοὸς δεικνύει καὶ δεῖ μετανίστασθαι τούτου —περιρρεῖ γὰρ τοῖς σφαλλομένοις καὶ περιλαλεῖ κοινότητι τῶν ὀνομάτων τὰς ἰδιότητας τῶν ὑποκειμένων, ἐμφάσει τρανῇ ἀδυνατῶν παραστῆσαι—, ἔνθεν τοι καὶ ὅσοι ψυχῆς τρόπους ἰχνηλατεῖν οὐκ ἴσασιν, ἀλλὰ σωμάτων, τοῦ λόγου τὰς ἐν τούτοις μεταβατικὰς κινήσεις ἐρευνῶσι καὶ μόνας, ἐπὶ δὲ τὸ πνεῦμα καὶ τὴν τοῦ ῥητοῦ διάνοιαν διαβῆναι οὐκ ἐξισχύουσιν.

Οὐχ οὕτω δὲ ὁ ἐλευθεροστομεῖν ἀξιωθεὶς πρὸς τὸν ἑαυτοῦ καὶ τοῦ παντὸς ἡγεμόνα Δεσπότην, ὁ ψυχῇ μᾶλλον ἢ σώματι ζῶν, ἀλλὰ τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν ἀποδεχόμενος, τὴν ἀδηλοτέραν τοῖς πολλοῖς φύσιν τοῦ γράμματος ἀνιχνεύει καὶ ταύτην παραφαίνει, δι’ ὧν γράφει, τοῖς τὰ τοῦ Πνεύματος φιλοῦσι καὶ δεχομένοις. Ἣν ἀνιχνεύειν καὶ αὐτοὶ διδαχθέντες ἡμεῖς γράφομεν ἃ πρὸς σὲ ἀποστέλλομεν, ἐπισκέψεως ἕνεκα τῶν λέξεών τε ὁμοῦ καὶ συντάξεων καὶ τῆς τοῦ λόγου συνθήκης, τούτων δὴ λέγω τῶν ἀτελεστέρων τῆς ἐπιστήμης καὶ ἃ ῥινηλατεῖν εἴθισται τοῖς περὶ τὰ τοιαῦτα σπουδαίοις, οἷς οὐδεμία τῶν τοῦ πνεύματος ἢ τῶν νοημάτων φροντίς, ἅτε δὴ μὴ δυναμένοις ἐμβαθύνειν εἰς τὰ βάθη τοῦ Πνεύματος. Ἣν καὶ σὲ ζητεῖν βουλόμεθα βίον ἐπακολουθοῦντα τῷ Πνεύματι ἐπανῃρημένον καὶ μὴ πρὸς τὴν προφανῆ τοῦ λόγου ὑπόθεσιν ἵστασθαι, αἰνιγματώδη πολλάκις οὖσαν τὴν ἐν αὐτῷ πρότασιν καὶ εἰς βάθος ἐγκειμένην ἔχουσαν τὴν διάνοιαν.

Οὕτω γὰρ ἔσῃ νοῶν ἀπταίστως τὰ τοῦ Πνεύματος καὶ ἐκφεύγων τὸν ὄλισθον. Ἀλλὰ γὰρ ἐζήτησας εἰς τὸν περὶ ψυχῆς μοι πονηθέντα λόγον· «Εἰ ἐντός, φησί, τοῦ στερεώματος οἱ ἄγγελοι περιγράφονται, πῶς ἔσονται περὶ τὸν θρόνον ἱστάμενα κύκλῳ τὸν δεσποτικὸν τὰ Χερουβίμ, ὡς ἡ θεία λέγει Γραφή;» Τοῦτο τὸ παρὰ σοῦ ζητηθὲν ἐν τῷ λόγῳ.

Φαμὲν οὖν ὅτι τὸ ἀπερίγραπτον μόνης ἐστὶ τῆς θείας φύσεως, τῆς δὲ πάσης κτίσεως οὔ. Ἄϋλος γὰρ ὢν ὁ Θεὸς καὶ ἀσώματος, δηλονότι καὶ ἀπερίγραπτος· ἐν τόπῳ γὰρ οὐκ ἔστιν, ἀλλ’ αὐτὸς ἑαυτοῦ τόπος ἐστίν, ὁ τὰ πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν καὶ αὐτὸς συνέχων τὰ πάντα καὶ περιέχων. πάντως δὲ τὸ περιέχον ἐν τῷ περιεχομένῳ οὐκ ἔστιν, ἀλλ’ αὐτὸς μὲν ἀμιγῶς διὰ πάντων διήκει, πᾶσι δὲ μεταδίδωσι τῆς αὐτοῦ ἐνεργείας κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν, φημὶ δὴ τήν τε φυσικὴν καὶ προαιρετικὴν καθαρότητα.

Οἱ δὲ ἄγγελοι, ἐπεὶ κτίσματά εἰσι νοερά τε καὶ θεῖα, οἷον πῦρ ἄϋλον καὶ ἀσώματον, τὸ ἀπερίγραπτον ἔχειν οὐ δύνανται, ἀλλ’ ἐπεὶ τὸν οὐρανὸν θρόνον ἀκούεις εἶναι Θεοῦ, τὴν δὲ γῆν ὑποπόδιον, ἐν αὐτῷ εἰσὶ περιγραφόμενοι καὶ αὐτοί, ὡς τὸ αὐτοῦ θέλημα ποιοῦντες καὶ ἀεὶ τοῦτον δοξάζοντες. Εἰ γὰρ τοῦτο δῶμεν, οὐδὲν τῆς θείας ἀπολείπεσθαι φανήσονται καὶ ἀκηράτου φύσεως καὶ οὕτως ἔσονται τὸ πᾶν καὶ αὐτοὶ πληροῦντες τῇ φύσει τῆς δόξης αὐτῶν, ἐκτὸς τοῦ παντὸς καὶ ἐντὸς εὑρισκόμενοι· ἀλλ’ ἄπαγε. Εἰ γὰρ καὶ σωματικῶς ἐν τόπῳ οὐ περιέχονται ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι, ἀλλ’ ὅμως ἐν τόπῳ λέγονται εἶναι διὰ τὸ παρεῖναι νοητῶς καὶ ἐνεργεῖν κατὰ τὴν ἑαυτῶν φύσιν καὶ ἀλλαχοῦ μὴ εἶναι, ἀλλ’ ἐκεῖσε νοητῶς περιγράφεσθαι, ἔνθα καὶ ἐνεργοῦσι. Οὐ γὰρ δύνανται κατὰ ταὐτὸν ἐν διαφόροις ἐνεργεῖν τόποις. τοῦτο γὰρ μόνου Θεοῦ ἐστι, τὸ πανταχοῦ κατὰ ταὐτὸν ἐνεργεῖν. Διὸ καὶ εὐαγγελιζόμενος ὁ Γαβριὴλ ἐπὶ γῆς τῇ Παρθένῳ τὴν προαποκειμένην τοῦ Θεοῦ οἰκονομίαν, ἐν τοῖς οὐρανοῖς οὐκ ἦν· καὶ τὸ Σεραφὶμ τῷ ἄνθρακι καὶ τῇ λαβίδι τοῦ θυσιαστηρίου τῶν τοῦ Ἡσαΐου χειλέων ἁπτόμενον ἐπὶ γῆς κατελθὸν ἦν καὶ οὐκ ἐν ταὐτῷ παρίστατο ἐν οὐρανοῖς καὶ τῷ θρόνῳ τοῦ Θεοῦ.

Ἐπειδὴ γὰρ τῶν ὄντων οὐδὲν οὐδαμῶς ἀόριστον πλὴν ἑνός, τοῦ ὄντως ὄντος, καθὰ καὶ εἰς τὸν περὶ ὅρων ζωῆς μοι λόγον ἐφιλοσοφήθη πλατύτερον—μόνος γὰρ ἀόριστος ὁ ἀεὶ ὢν Θεὸς καὶ τὰ πάντα ὁρίζων ἐν ἑαυτῷ καὶ πᾶσαν ὑπερεκπίπτων κατάληψιν—, ἀνάγκη τὰ ὑπ’ αὐτοῦ γεγονότα πάντα, ὡς ἐξ οὐδενὸς εἰληφότα τὸ εἶναι, ὑφ’ ὅρον εἶναι καὶ πέρας καὶ ἀριθμόν· ὑφ’ ὅρον μέν, ὡς ἐπὶ τὸ αὐτὸ ἀεὶ ἑστῶτά τε καὶ κινούμενα καὶ μηδέποτε τῶν οἰκείων ἐξιστάμενα ὅρων· ὑπ’ ἀριθμὸν δέ, ὡς τῷ πεποιηκότι καταληπτά τε καὶ εὐαρίθμητα· ὑπὸ δὲ πέρας, ὡς λύσει τῶν συνδραμόντων καὶ φθορᾷ ὑποκείμενα. Εἰ οὖν οὕτω περὶ τούτων δοκεῖ παντὶ διδασκάλῳ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ αὐτῇ τῇ ἀληθείᾳ, περιγραπτοὶ ἄρα οἱ ἄγγελοι καὶ τὸ περιγραπτὸν ὡς κτίσματα ἔχουσιν.

Καὶ μάρτυς ἐπὶ τῷ λόγῳ τούτῳ ὁ σοφώτατος πατὴρ Ἰωάννης ὁ Δαμασκηνὸς ἐν τῷ περὶ τόπου Θεοῦ ιδʹ κεφαλαίῳ τῶν συνταγμάτων αὐτοῦ, ἐν ᾧ φησιν, ὅτι ἀπερίγραπτον τὸ θεῖον, καὶ ἐν τῷ μʹ κεφαλαίῳ, ἐν ᾧ περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φιλοσοφεῖ θεοφράστως δυνάμεων· ᾧ εἰ ἐντυχεῖν βουληθείης, πάσης ἀπαλλάξεις ἀμφιβολίας σαὐτόν.